Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Μακάριος ὁ Αἰγύπτιος – Λόγοι (Νόθος)

Μακάριος ὁ Αἰγύπτιος

Λόγοι ΛΔ'-ΛΘ': Η χαρά των πιστών, η αορασία του Θεού και η αληθινή μετάνοια

Ο άρρητος φωτισμός των Χριστιανών, η πνευματική ερμηνεία του παραδείσου, ο νόμος της αγάπης και της συγχώρησης, και η ανάγκη διαρκούς ελέγχου της συνειδήσεως.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Μακάριος ὁ Αἰγύπτιος

—

Κεφάλαιο 12 από 18

ΛΟΓΟΣ ΛΔʹ. Οἱ τὸ σῶμα ἐνδεδυμένοι Χριστιανοὶ τοσαύτην ἔχουσι χαρὰν καὶ ἀγάπην ἐν ἑαυτοῖς καὶ ἐλπίδα πρός τε τὸν θεὸν καὶ τοὺς ἀδελφούς, ὥστε μὴ δύνασθαι στόματι ἀνθρώπων καὶ τῇ γλώσσῃ ταύτην ἐκφράζεσθαι. καὶ οἱ τοιοῦτοι ἀπὸ τοῦ νῦν ὄντες ἐν σώματι προγινώσκουσι καὶ ὥσπερ κατοπτρίζονται τὴν ἐκεῖθεν ἀνάπαυσιν καὶ τὸ φῶς τὸ αἰώνιον καὶ ἀγαλλίασιν τεταμιευμένην. εἰ οὖν ἐνταῦθα οὕτως, πόσῳ μᾶλλον ὅταν ἀναλύσῃ πρὸς τὸν Χριστὸν εἰς ἐκεῖνον τὸν αἰῶνα χαίρει ἡ ψυχὴ συνοῦσα τῷ κυρίῳ καὶ τοῖς ἀποστόλοις.

Ὥσπερ ἐὰν ᾖ ὀφθαλμὸς πεπληγμένος, ἀδυνάτως ἔχει ἰδεῖν τὰς ἀκτίνας τοῦ ἡλίου, οὕτω καὶ ὁ σατανᾶς καὶ αἱ δυνάμεις τοῦ σκότους οὐ δύνανται τὸ φῶς τὸ ἐνεργοῦν ἐν τῷ ἁγίῳ ἰδεῖν ἢ προσεγγίσαι, ἐπειδὴ ἐλέγχεται καὶ καίεται. καὶ γὰρ ἐπὶ τοῦ κυρίου «ἔκραζον λέγοντες· τί ἡμῖν καὶ σοί, Ἰησοῦ Ναζαρηνέ; τί πρὸ καιροῦ ἦλθες βασανίσαι ἡμᾶς»;

Ὥσπερ ἵνα συλληφθῇ λῃστὴς ἢ κατάδικος δεσμεῖται ἐν σκοτεινοῖς τόποις φρουρούμενος, οὔπω δέ ἐστιν ἀπόφασις κατ᾽ αὐτοῦ καυθῆναι ἢ ἀναιρεθῆναι, οὕτως εἰσὶ καὶ αἱ ψυχαὶ τῶν ἁμαρτωλῶν· κατέχονται ὑπὸ τῶν πονηρῶν πνευμάτων καὶ τῶν ἀγγέλων τῶν ἀριστερῶν καὶ τέως εἰς σκοτεινοὺς τόπους τετηρημέναι εἰσὶ καὶ δεδεμέναι ἕως τῆς ἡμέρας τῆς κρίσεως τοῦ Χριστοῦ. οἱ γὰρ ὑπεύθυνοι ἁμαρτίαις θέλουσιν ἀνελθεῖν εἰς τοὺς οὐρανοὺς καὶ κατασπῶνται ὑπὸ τῶν πονηρῶν πνευμάτων ὡς ὑπήκοοι καὶ δοῦλοι γενόμενοι τῆς ἁμαρτίας, ἔτι ὄντες ἐν σαρκί. ἔστι δὲ καὶ ἀποκάλυψις λέγουσα, ὅτι δύο ἄγγελοι παρέπονται τῷ ἀνθρώπῳ, εἷς ἀγαθὸς καὶ εἷς πονηρός. καὶ ἐν τῷ μέλλειν χωρίζεσθαι τοῦ σώματος τὸν ἄνθρωπον σύγκρισις γίνεται τῆς δικαιοσύνης καὶ τῶν ἁμαρτημάτων, καὶ οἷον μέρος βαρήσει, ἐκεῖ κατέχεται ἢ εἰς τὸ δεξιὸν ἢ εἰς τὸ ἀριστερόν. ὅσοι δὲ ἀπεντεῦθεν τὸ σίγνον καὶ τὴν βασιλικὴν εἰκόνα ἐδέξαντο ἐν ταῖς ψυχαῖς καὶ τὸ πῦρ τὸ θεῖον καὶ ἐπουράνιον, τούτοις ἐν τῷ χωρίζεσθαι τοῦ σώματος οὐ τολμῶσι προσεγγίσαι οἱ δαίμονες. εἰ δὲ καὶ θέλουσιν οἱ ἄρχοντες αὐτῶν αὐστηροτέρως προσελθεῖν, καίονται ὑπὸ τοῦ πυρός. γέγραπται γάρ· «καὶ φλογιεῖ κύκλῳ τοὺς ἐχθροὺς αὐτοῦ».

Εἰ γὰρ ἐπετέτραπτο τῷ σατανᾷ ποιεῖν ὃ θέλει, ὥς ἐστιν ἡ φύσις αὐτοῦ ἀγρία καὶ δυνατή, ἐν ῥοπῇ ἂν ὡς ῥᾷστα πάντα κατέστρεψε καὶ ἐβύθισεν. ἀλλὰ διὰ τοῦτο ὁ διάβολος κρατεῖται ὑπὸ θείας δυνάμεως, οὐ μόνον τῶν Χριστιανῶν ἀντιλαμβανομένης, ἀλλὰ καὶ ὅλου τοῦ Ἀδάμ, καὶ ἁμαρτωλῶν καὶ εἰδωλολάτρων· ἀναμένει γάρ, εἰ τέκνα αὐτῶν ἢ συγγενεῖς μέλλουσιν ἐπιστρέφειν καὶ δουλεύειν τῷ θεῷ. τοῦτο γάρ ἐστιν «ὅτι οὓς ἔγνω, καὶ προώρισεν». ὅσους γὰρ ἐπίσταται, ὅτι ἀπὸ αὐτεξουσίου προαιρέσεως μέλλουσιν ὑπήκοοι γενέσθαι τῶν ἐντολῶν αὐτοῦ καὶ αἱρήσεσθαι τὸ ἀγαθόν, τούτους προώρισε καὶ ἐκλεκτοὺς ἔχει. ὅσοι δέ εἰσι χαυνότεροι καὶ εἰσελθόντες εἰς ἀγῶνα ἔδωκαν νῶτα, οὗτοί εἰσι νεκροὶ τὸν ἔσω ἄνθρωπον· ἔστι γὰρ τεθανατωμένος καὶ νεκρὸς τὸ ὅλον ὡς βεβασιλευμένος ὑπὸ τῆς κακίας. τίνι νόμος ἐδόθη; τίνι λέγει ὁ κύριος· «δεῦτε οἱ κοπιῶντες καὶ πεφορτισμένοι, κἀγὼ ἀναπαύσω ὑμᾶς». τίσι λέγει· «δεῦτε ὀπίσω μου, καὶ ποιήσω ὑμᾶς ἁλιεῖς ἀνθρώπων». καὶ πάλιν· «ἡ πίστις σου σέσωκέ σε» πάντως τοῖς αὐτεξουσίοις. φαμὲν γὰρ ἔχειν τὸν ἄνθρωπον τὸ αὐτεξούσιον καὶ τὴν ἐλευθερίαν τοῦ ἰδίου θελήματος, τοῦ τραπῆναι αὐτὸν ἢ ἐπὶ τὸ καλὸν ἢ ἐπὶ τὸ κακόν. αὐτὴ γὰρ ἡ φύσις οὕτως ἐκτίσθη δεκτικὴ καλοῦ καὶ κακοῦ, ἐπιτηδείως ἔχουσα νεῦσαι πρὸς ἃς βούλεται πράξεις.

διὰ τοῦτο καὶ ὁ ἀπόστολος λέγει· «ᾧ ἂν δῶτε τὴν ὑπακοήν, δοῦλοί ἐστε ᾧ ὑπηκούσατε». «παραστήσατε οὖν τὰ μέλη ὑμῶν δοῦλα τῇ δικαιοσύνῃ εἰς ἁγιασμόν» καὶ πάλιν· «ἐὰν θέλητε καὶ εἰσακούσητέ μου, τὰ ἀγαθὰ τῆς γῆς φάγεσθε». καὶ ὁ ψαλμὸς λέγει, ὅτι «ἐκ θελήματός μου ἐξομολογήσομαι αὐτῷ». ἀντίπαλος οὖν ἐστιν ὁ νοῦς καὶ ἰσοδύναμος εἰς τὸ καλὸν καὶ κακὸν καὶ ἔχων τὸ ἰσόρροπον καὶ ἰσόζυγον πρὸς τὴν κακίαν τοῦ δύνασθαι καὶ ἀντιμάχεσθαι καὶ ἀντιπίπτειν καὶ ὀργίζεσθαι ταῖς ἐπιθυμίαις.

Πολλοῖς σύνεστι χάρις λεληθότως καὶ πολυτρόπως, καίτοι μὴ ἀκούουσι τὸν λόγον, καὶ ἔστιν εἰς αὐτὴν τὴν καρδίαν καὶ τὸν νοῦν ὁδηγοῦσα καὶ ποιμαίνουσα καὶ αὐτοὶ οὐκ οἴδασιν. ἀλλὰ μετὰ χρόνον ὅταν ἔλθωσιν εἰς γνῶσιν, τότε αὐτὴ ἡ χάρις ὑπομιμνῄσκει, ὅτι ἐν τῷδε τῷ καίρῳ, ἐν τῇδε τῇ συμφορᾷ ἐβοήθησά σοι καὶ τὴν ὑπὲρ σοῦ οἰκονομίαν εἰργασάμην, ὁμοίως καὶ ἐν ἄλλαις πολλαῖς προφάσεσι κρυπτῶς ἐβοήθησα. ὁμοίως δὲ καὶ αὐτὴ ἡ κακία ποιμαίνουσα τὸν νοῦν αἰχμαλωτίζει καὶ κλέπτει, καὶ οὐκ οἴδασι. ὅτι τὸ τὸν Ἰωσὴφ τοὺς ἀδελφοὺς πωλῆσαι ἡ ἁμαρτία αὐτοῖς ὑπέβαλε, καὶ τὸ τὴν γυναῖκα τοῦ Αἰγυπτίου ἐρασθῆναι αὐτοῦ τῆς ἁμαρτίας ἐστὶν ὑποβολή. πάλιν δὲ ὅτι τὸ ὅραμα ἔκρινεν Ἰωσὴφ καὶ ἐπέτυχε τοῦτο, ὁδηγηθεὶς κρυπτῶς ὑπὸ χάριτος εἶπεν. ὁμοίως δὲ καὶ τὸ μὴ ὑπακοῦσαι τῇ ἐπιθυμίᾳ, ἀλλὰ σωφρονῆσαι τῆς χάριτός ἐστι λεληθότως βοηθούσης. ὁ Δαβὶδ μικρότερος ὢν τῶν λοιπῶν ἀδελφῶν, καταλιπὼν τὰ ποίμνια ἀπῆλθε θεάσασθαι τὸν πόλεμον καὶ εἶπε· “δότε μοι ὅπλα, κἀγὼ πολεμῶ τῷ ἀλλοφύλῳ.„ ἄνθρωπος εἰς τὸ φαινόμενον μικρὸς καὶ εὐτελὴς πρὸς τοιοῦτον γενναῖον πόθεν ἐθάρρησε; δῆλον ὅτι ὑπὸ θείας δυνάμεως καὶ χάριτος ἀοράτως ὁδηγούμενος παρεγένετο εἰς τὸν πόλεμον καὶ οὐκ ἐδειλίασε τῷ ἀλλοφύλῳ Γολιὰδ συμβαλεῖν· ὅθεν τὸ περιγενέσθαι αὐτοῦ τῆς χάριτος ἦν ἔργον, ἀλλ᾽ αὐτὸς σαφῶς οὐκ ἔγνω διακρῖναι.

πάλιν δὲ ὁ βασιλεὺς τοῦ Ἰσραὴλ βλέπων τὸν Δαβὶδ μικρὸν καὶ εὐτελῆ οὐκ ἐπίστευσεν αὐτῷ δυναμένῳ συμβαλεῖν τῷ πολεμιστῇ ἡ δὲ χάρις συνεχώρησεν, ὥστε μὴ κωλῦσαι αὐτόν, ἀλλὰ καὶ προτρέψασθαι τοῦτον καὶ πιστεῦσαι αὐτῷ. εἰσὶν οὖν δίκαιοι, οἷς ἡ ἁμαρτία ἀοράτως καὶ κλεπτῶς ἕως κεραίας μιᾶς ὑποβάλλει τινὰ πράττειν ἀνακολούθως, καί εἰσιν ἁμαρτωλοί, οἷς δι᾽ οἰκονομίας τινὰς ἡ χάρις ὑποτίθεται, ὡς οὐκ οἴδασι οἱ ἄνθρωποι, χρήσιμά τινα καὶ ψυχωφελῆ πρᾶξαι, καὶ ἀπέρχονται εἰς ζωήν. ὁρᾷς ὅτι καὶ ἁμαρτωλοῖς πολλοῖς σύνεστιν ἡ χάρις, κατ᾽ οἰκονομίας τινὰς ψυχωφελεῖς ὑποβάλλουσα τὰ χρήσιμα, καὶ δικαίοις αὖθις σύνεστιν ἁμαρτία.

Πολλάκις δὲ ἔχει τις κεραίαν τινὰ χάριτος, καὶ αὐτὸ ἐκεῖνο αὐξάνει καὶ γίνεται πλάτος καὶ μῆκος ἄπειρον καὶ ἀμέτρητον. ἐγὼ γὰρ ἔγνων ἀδελφὸν ἔχοντα πρόσωπον χάριτος· καὶ αὐτὸ ἐκεῖνο ἐπεφάνη τῷ τοιούτῳ ἀνθρώπῳ λεπτῶς ὡς κόκκος σινάπεως. καὶ ἄφνω ἐκεῖνο τὸ μικρὸν ηὐξήθη καὶ ἐμεγαλύνθη, ὡς τιμιώτερον αὐτὸ εὑρεθῆναι πάσης δημιουργίας ὁρατῆς καὶ ἀοράτου. κατέβη γὰρ εἰς τὰς ἀβύσσους καὶ ὑποκάτω αὐτῆς, καὶ ὑψηλὸν ἐγένετο καὶ ἀνῆλθεν ἕως τῶν ὑψίστων οὐρανῶν, εἰς ἄπειρον αἰῶνα, ὥστε πάντῃ καὶ πανταχοῦ περιέχειν τὰ δημιουργήματα καὶ πάντων πλατυτέραν καὶ βαθυτέραν φαίνεσθαι ἐκείνην τὴν μικρὰν κεραίαν, ἣ ἦν ὡς κόκκος σινάπεως. ὁρᾷς, ὁ κύριος συστέλλει ἑαυτόν, ὅτε θέλει, μικρὸς φαινόμενος· ὅτε δὲ θέλει, πλατύνεται καὶ μεγαλύνεται εἰς ὃ θέλει μῆκος καὶ πλάτος καὶ ὕψος καὶ βάθος.

Καὶ οἱ πόλεμοι οὖν διάφοροί εἰσι καὶ πολυτρόπως ἐνεργοῦσι, καὶ αὐτὴ ἡ χάρις πολυτρόπως μεταμορφοῦται. ἔστιν οὖν μεῖζον μέτρον χάριτος, ὅταν κατὰ βάθος ἐνεργήσῃ ἐν τῇ καρδίᾳ. ὅθεν ἐν τῇ Ἰνδικῇ ἀπὸ τοσούτου διαστήματος μόνον ἀκούσαντες βάρβαροι περὶ Ἰησοῦ, ὅτι ἐν τῇ Παλαιστίνῃ ἐπεφάνη ἐν σώματι ἀνθρώπου, καὶ ἐποίησε σημεῖα σταυρωθεὶς καὶ ἀναστάς, ἐκ τῆς φήμης ἐπίστευσαν τοσοῦτον, ὅτι θεός ἐστιν, ὥστε καὶ εἰς μαρτυρίαν καὶ καῦσιν τὰ σώματα αὐτῶν παραδοῦναι. ὁρᾷς ἐκεῖ ἐνέργειαν χάριτος· εἰ γὰρ μὴ ἦν ἐνέργεια ἐν αὐτοῖς, πῶς βάρβαροι ἄνθρωποι παρέδοσαν ἑαυτοὺς εἰς θάνατον ὑπὲρ τοῦ ὀνόματος Ἰησοῦ; πάλιν δέ ἐστι μεῖζον τὸ πάντοτε ἐν τῇ καρδίᾳ ὡς πηγήν τινα βρύειν ἐν ὑποστάσει καὶ πάσῃ αἰσθήσει καὶ πληροφορίᾳ. τοῦτο τὸ μέτρον ἀσφαλὲς καὶ βέβαιόν ἐστι τοῖς ἐνεργουμένοις.

Ὥσπερ ἵνα ᾖ πόλις καὶ εἰσελθόντες Ἰνδοὶ καὶ Σαρακηνοὶ κατάσχωσιν αὐτήν, ἔλθῃ δὲ ὁ βασιλεύς, οὗ ἐστιν ἡ πόλις, καὶ ἐκβάλῃ αὐτοὺς καὶ δώῃ αὐτῇ ἰδίαν βασιλείαν καὶ ἰδίαν στρατιάν, ὥστε εἶναι ἐκείνην τὴν πόλιν ἐν χαρᾷ καὶ εἰρήνῃ βαθυτάτῃ, ἔχουσαν ἥμερον βασιλέα. οὕτω καὶ ἐπὶ τοῦ ἀνθρώπου. καὶ αὐτὸ γὰρ τὸ σῶμα συναγιαζόμενον ἀγαλλιᾷ τῇ ψυχῇ καὶ χαίρει, ὃν τρόπον ἐνεργουμένης τῆς ψυχῆς ὑπὸ τῆς ἁμαρτίας καὶ αὐτὸ τὸ σῶμα συμβαρύνεται καὶ συνθλίβεται. ὥσπερ οὖν εἰς τὰ κακὰ συμπάσχει, οὕτω καὶ εἰς τὸν ἁγιασμὸν καὶ εἰς τὴν χάριν συναναπαύεται μετὰ τῆς ψυχῆς τὸ σῶμα καὶ συνδοξάζεται εἰς τοὺς αἰῶνας.

Εἰς τὸ φαινόμενον στρατιώτης λαβὼν βέλη κατὰ τοῦ νώτου ἐκ δευτέρου ὀκνεῖ ἀπελθεῖν καὶ συμβαλεῖν τοῖς ἐχθροῖς· ὁμοίως καὶ ὁ ἔμπορος ὅταν πολὺν πλοῦτον συναγάγῃ, ὀκνεῖ ἀποδημεῖν καὶ καμάτους ὑφίστασθαι, καὶ ὁ γεωργὸς ὅταν πολλοὺς καρποὺς εἰσενέγκῃ, ὀκνεῖ ὑλοτομῆσαι. εἰς δὲ τὸ πνευματικὸν οὐχ οὕτως ἐστίν, ἀλλ᾽ ὅστις γεύσεται ἐκείνης τῆς ἡδύτητος καὶ τῆς χρηστοτάτης τροφῆς, ἔτι ζεστῶς καὶ ἀκορέστως προσέρχεται. καὶ ὅσῳ ἐργάζῃ τὴν γῆν τῆς καρδίας σου καὶ βαθύνεις, τὸ συνόν σοι ἀγαθὸν οὐκ ἀφίησί σε ἀμελῆσαι, ἀλλὰ μᾶλλον ἐπείγεται ἐπὶ πλεῖον βαθῦναι τὴν γῆν τῆς καρδίας, ὥστε ἐκεῖ φυτευθῆναι τὸν παγκάλλιστον παράδεισον τῆς ψυχῆς. ἐπειδὴ οὖν ἄρρητός ἐστιν ἐκείνη ἡ δόξα, ὅσα ἂν θησαυρίσῃς, ποιοῦσί σε ὡς πτωχόν.

Εἰς τὸ φαινόμενον ἐάν τις ἀπὸ πενήτων ἔλθῃ εἰς πλοῦτον τῇ ἰδίᾳ ἀνδρείᾳ καὶ γοργότητι, πάλιν σπουδάζει τοὺς πλουσιωτέρους αὐτοῦ καταλαβεῖν καὶ τούτους σπουδάζει ὑπερβῆναι. οὕτω καὶ εἰς τὸ πνευματικόν· ὅσῳ τις πλουτεῖ ἀεὶ τρέχει ἐπὶ τὰ μείζονα καὶ ἀνώτερα καὶ οὐκέτι δύνασαι τὸν τοιοῦτον παῦσαι ἀπὸ τῆς ἐργασίας καὶ τῆς εὐχῆς. ἐπειδὴ ἐν αὐτῇ τῇ εὐχῇ ὁρᾷ τὸν κύριον ἀναπαύοντα αὐτόν, ἐπειδὴ αὐτός ἐστιν ἡ ἀνάπαυσις αὐτοῦ. εἰσὶ δέ τινες ἰδιῶται λέγοντες, ὅτι “ἐκτησάμην, πλούσιός εἰμι, οὐκέτι χρῄζω.„ οὗτοι κλέπτονται καὶ ἀπατῶνται ὑπὸ τοῦ σατανᾶ. τὸ γὰρ ἀγαθὸν πλέον ἐκκαίει εἰς ἐπιθυμίαν—ἀκόρεστον γάρ ἐστι καὶ ἄπαυστον—καὶ πᾶσαν ἡδύτητα καὶ γλυκύτητα ὑπερβαίνει ἡ γλυκύτης ἐκείνη. καὶ τίς ποτε κοινωνῶν τοιούτου πράγματος λέγει, ὅτι ἀρκεῖ; ἐὰν δέ τις τὸ πρᾶγμα τοῦτο ἐν μιᾷ ὥρᾳ ἢ μιᾷ ἡμέρᾳ ἀργήσῃ, ἐκκόπτεται καὶ βλάπτεται καὶ τὸ μέρος τῆς ἁμαρτίας αὐστερῶς ἐπεγείρεται. καὶ γὰρ πῦρ ἐὰν ἐπιλείψῃ ξύλα σβέννυται, καὶ λύχνος ἁπτόμενος σφοδρῶς ἐὰν ἐπιλείψῃ ἔλαιον σβέννυται, καὶ πλῆθος ὑδάτων ἐὰν περιλάβῃ τινὰ ἢ ἐν ποταμῷ ἢ ἐν θαλάσσῃ, ἕως ὅτε ἄνω νεύει ἡ κεφαλή, ἔχει ἐλπίδα ζωῆς, ἐὰν δὲ καλύψῃ αὐτήν, ἀπόλλυται.

ὥσπερ ἵνα ὦσι δύο ἶσον ἔχοντες τὸ μέτρον τοῦ δρόμου καὶ διώξωσιν ἀλλήλους· ὁ ἔμπροσθεν τρέχων μικρὸν ἐὰν ὑποστείλῃ τὸν τόνον καὶ βραδύτερος γένηται εἰς τὸν δρόμον, ὑπὸ τοῦ καταλαβόντος αὐτὸν ὀπίσω ἀναιρεῖται. εἰς πᾶσαν δὲ τέχνην τὸ αὐτὸ εὑρίσκεται. οἱ σπουδαῖοι καὶ γεγυμνασμένοι περὶ τοὺς λόγους ὀλίγον ἐὰν ἀμελήσωσιν, αἰσθάνονται τῆς βλάβης, καὶ ἕκαστος τεχνίτης ἀμελῶν ἐπιλανθάνεται τοῦ ἔργου, εἰς δὲ τὸ πνευματικὸν ἐὰν ἀμελήσῃς ὀλίγον, εὐθέως οἱ ἐχθροί σου, ἐπειδὴ οὐδέποτε ἀργοῦσι τὰ ἀκάθαρτα πνεύματα, ἐπιτηροῦντες λαμβάνουσι νομὴν κατὰ σοῦ καὶ συμπνίγουσι τὴν ψυχὴν καὶ συλαγωγοῦσι καὶ ἀποπλανῶσιν ἀπὸ τοῦ θεοῦ. ἄοκνοι γάρ εἰσιν ἑτοίμως ἐκχέοντες αἷμα.

Εἰσί τινες τῶν βασιλέων, οἵτινες ἐὰν νικήσωσι δύο ἔθνη, Περσῶν ἢ Γότθων, ἀρκοῦνται. ἄλλοι δὲ βασιλεῖς ἄπληστον καὶ τολμηρὸν νοῦν ἔχοντες σπουδάζουσιν ὅλα τὰ ἔθνη ὑποτάξαι καὶ ἔχειν ὑπὸ τὴν ἰδίαν ἐξουσίαν καὶ ἔχειν αὐτοὺς ὑποχειρίους καὶ εἶναι ἐπάνω ὅλων τῶν ἐθνῶν.

Οὐδεὶς τῶν ἀκροτάτων τεχνιτῶν ἴσχυσε τὰ τέλη τῆς τέχνης καταλαβέσθαι. οὔτε ὁ τέλειος σοφιστὴς δύναται καυχήσασθαι ὡς καταλαβὼν τὸ τέλος τῶν λόγων—ἀκατάληπτος γάρ ἐστιν ἡ φαινομένη σοφία—οὔτε ὁ 〈ἄκρος φιλόσοφος ἠδυνήθη τὰ τέλη καταλαβεῖν, οὔτε ὁ〉 ἀρχιτέκτων δύναται ἐξειπεῖν ὡς ἔφθασεν ὅλα τὰ βάθη τῆς ἐπιστήμης ἢ ἐγνώρισεν, οὔτε ὁ ἰατρὸς ὅλου τοῦ δόγματος περιγενέσθαι καὶ ὅλα τὰ τραύματα καὶ τὰ πάθη ἰάσασθαι. εἰ οὖν τὰ φαινόμενα τὰ ἐπὶ τῆς γῆς οὐ δύναταί τις καταλαβεῖν, πόσῳ μᾶλλον ἡ σοφία ἐκείνη ἡ πολυποίκιλος τοῦ θεοῦ ἄφραστός ἐστι καὶ ἀκατάληπτος.

Ἔστι πόλις ἁγίων ἔχουσα ἀνάπαυσιν. οἱ οὖν διοδεύοντες ἐν τῇ πόλει ἄρχονται κόπτειν τὰ πάθη τῆς ψυχῆς δυνάμει θεοῦ, οἷον νικῶσι θυμόν, κενοδοξίαν, γαστριμαργίαν, ἐπιθυμίαν κακήν, ζῆλον, φιλαργυρίαν ψεῦδος καὶ τὰ ὅμοια. τούτων δὲ οὐδὲν οὐδαμῶς ἐκκόψαι δύνανται οἱ τοιοῦτοι, εἰ μὴ διὰ τῆς χάριτος τοῦ κυρίου ὁδεύοιεν· αὐτὸς γάρ ἐστιν ὁ εἰπών· «ἐγώ εἰμι ἡ ὁδός». ἐγγίζει τις τῇ πόλει ἐκείνῃ καὶ εἴς τινα βαθμὸν ἔτι ἐλλείπεται, ἐὰν μὴ ἀσφαλίσηται, ἀλλ᾽ ἐκτραπῇ ἀπώλεσε τὰ πάντα καὶ ἠλλοτριώθη τῆς ἀναπαύσεως. εἰσὶ δὲ ἄλλοι βοηθούμενοι ὑπὸ τοῦ κυρίου καὶ κατὰ μικρὸν μικρὸν νικῶντες οὐ παρεξέρχονται τῆς ὁδοῦ, ἀλλ᾽ εἰ καὶ μήπω ἔφθασαν εἰς τὴν πόλιν τέως διοδεύουσιν. ἔστιν αὐτὴ ἡ ψυχὴ ἔχουσα μέλη πολλὰ καὶ πάλιν αὐτὴ ἡ ἁμαρτία μέλη πολλὰ ἔχουσα. ἐνέσπειρε δὲ ἐκεῖ πολλὰ κακά, ἔπαρσιν, μῖσος, ψεῦδος, κακοήθειαν, δόλον, ὑπόκρισιν. ὁ οὖν κύριος παραγίνεται, φύσις τις ἡδυτάτη καὶ γλυκεῖα, ὥσπερ ἡ φύσις τοῦ μέλιτος γλυκεῖα καὶ ἡ τοῦ πυρὸς θερμαντική.

Καὶ οἱ ἄνθρωποι ἐνεργούμενοι ὑπὸ τῆς θείας χάριτος νομίζουσιν, ὅτι καὶ τῶν ἐπισκόπων καὶ ὅλων τῶν διακόνων καλλίους ἐσμέν· πάσχουσι δὲ τοῦτο, ἐπειδὴ αὐτὸ ἐκεῖνο, ὃ ἐδέξαντο, οὐκ ἔστιν ὑπὸ τὸν οὐρανόν, ἐπειδὴ καινότερόν ἐστι καὶ ξένον καὶ ἀλλότριον τοῦ κόσμου τούτου· καὶ μὴ εἰδότες διακρῖναι τὰ πράγματα, φαντάζονται ὑπὸ τῆς ἁμαρτίας. αὐτὴ γὰρ ἡ ἁμαρτία καὶ συνούσης τῆς χάριτος κατέχει τὰς νομὰς τῆς ψυχῆς καὶ ὅλων τῶν μελῶν, καὶ κλεπτόμενοι ὑπὸ τοῦ κακοῦ οὐκ οἴδασιν· εἰς τύπον γὰρ τῆς χάριτος ἡ κακία πολεμεῖ αὐτούς. χρὴ οὖν ἐκεῖνο τὸ μικρὸν ζυμωθῆναι εἰς ὅλα τὰ μέλη καὶ ἀρτυθῆναι τῷ ἅλατι τῷ ἐπουρανίῳ ὅλον τὸν νοῦν, καὶ οὕτω κατὰ μικρὸν ἐξυδαροῦται καὶ λεπτύνεται καὶ διϋλίζεται τὸ κακὸν καὶ τὸ ὅλον νεκτὸν γίνεται. ὅταν γὰρ παχυνθῇ τὸ σκότος, ταχέως ἐργάζεται τὰ κακά. αὐτὴ γὰρ ἡ ἁμαρτία μήτηρ ἐστὶ τῶν ἁμαρτιῶν καὶ τῶν ἀνομιῶν. ὥσπερ τις ἐν ὀνείρῳ εὑρὼν τριάκοντα τυχὸν ὁλοκοτίνους φαντάζεται ὅτι ὃ οὐκ εἶχεν εὗρεν, οὕτως ἐμπαίζονται οἱ ἄνθρωποι ὑπὸ τῆς κακίας.

Ὥσπερ ἵνα ᾖ θάλασσα ἁλμυρὰ καὶ πικρὰ καὶ ἔχῃ ἀπὸ διαστήματος πολλοῦ κόλπους τινάς, ἐν οἷς ὕδωρ γλυκὺ ἀπὸ διαφόρων τόπων, οὕτω καὶ ἐκ τῆς θαλάσσης τῆς οἰκουμένης ὀλίγοι εὑρίσκονται οἱ ἔχοντες τὴν γλυκεῖαν πηγὴν βρύουσαν ἐν ταῖς καρδίαις αὐτῶν.

Ὅσοι προφῆται ἀνέστησαν συμφωνοῦντες τῷ Μωϋσῇ, ἐπειδὴ αὐτὸς πρῶτος αὐτῶν ἐστιν, οὗτοί εἰσιν οἱ ἀληθεῖς κοινωνοί· καὶ ὅσοι εἰσὶν ἐπίσκοποι ἢ διάκονοι τὸν κύριον ἔχοντες καὶ λαλοῦντες σύμφωνα τῶν εὐαγγελίων καὶ τοῖς ἀποστόλοις, οὗτοί εἰσιν ὡς εἰπεῖν ἓν οἰκοδόμημα· ἐποικοδομοῦσι γὰρ τῷ θεμελίῳ. εἰ δὲ ἀσυμφωνοῦσι, ψευδαπόστολοί εἰσι, ψευδοπροφῆταί εἰσιν.

Οἱ ἄκροι τεχνῖται δύνανται δοκιμάσαι τὸ χάραγμα τοῦ νομίσματος. συμβαίνει γὰρ εἶναι τὸ νόμισμα εὔρυζον, λεπτῶς τι παρακεχάρακται, ὃ εἰ μὴ οἱ ἔμπειροι οἱ ἄπειροι οὐ δύνανται διακρῖναι, οὕτω καὶ εἰς τὸ πνευματικόν. πολλοὶ δίκαιοι φαινόμενοι νομίζονται εἶναι Χριστιανοί· τεχνιτῶν δέ ἐστι καὶ πεπειραμένων τὸ δοκιμάσαι, εἰ ἐξ ἀληθείας ἔχουσι τὸ σίγνον καὶ τὴν εἰκόνα τοῦ βασιλέως, εἰ μὴ ἐν αὐτοῖς τι παρακεχάρακται—τεχνιτῶν γὰρ ἔργα θαυμάζουσι τεχνῖται. εἰ δὲ μὴ ὦσι τεχνῖται, οὐ δύνανται δοκιμάσαι τοὺς ἐργάτας τοὺς δολίους, ἐπειδὴ καὶ αὐτοὶ σχῆμα ἐπιφέρονται μοναζόντων ἤτοι Χριστιανῶν. 〈καὶ γὰρ〉 οἱ 〈ψευδ〉απόστολοι ἔπασχον ὑπὲρ τοῦ Χριστοῦ καὶ αὐτοὶ εὐηγγελίζοντο βασιλείαν οὐρανῶν. διὰ τοῦτο λέγει ὁ ἀπόστολος· «ἐν κινδύνοις μᾶλλον ἐγώ, ἐν θλίψεσιν ὑπερβαλλόντως», θέλων δεῖξαι, ὅτι πλέον αὐτῶν ἔπαθε.

Χρυσὸς εὐχερῶς εὑρίσκεται, μαργαρῖται δὲ καὶ λίθοι τίμιοι προχωροῦντες εἰς διάδημα βασιλέως σπανίως· πολλάκις γὰρ καὶ ἐξ αὐτῶν οὐχ εὑρίσκονται προχωροῦντες εἰς τὸν στέφανον τοῦ Χριστοῦ, καὶ οἱ Χριστιανοὶ ἐποικοδομοῦσιν εἰς τὸν στέφανον τοῦ Χριστοῦ καὶ κοινωνὸς τῶν ἁγίων γίνεται ἡ ψυχὴ ἐκείνη.

Δόξα τῷ ἀγαπήσαντι αὐτὴν καὶ ὑπὲρ αὐτῆς παθόντι καὶ ἀναστήσαντι αὐτὴν ἐκ τῆς νεκρώσεως αὐτῆς. Δόξα τῇ μεγαλειότητι αὐτοῦ. Ὥσπερ γὰρ ἐπὶ Μωϋσέως κάλυμμα ἐτίθεσαν ἐπὶ τὸ πρόσωπον αὐτοῦ διὰ τὸ μὴ δύνασθαι προσέχειν τῷ προσώπῳ αὐτοῦ τὸν λαόν, οὕτω καὶ σήμερον ἐπίκειται ἐπὶ τὴν καρδίαν σου κάλυμμα, ἵνα μὴ προσχῇς εἰς τὴν δόξαν ἐκείνην, ἣν εἶχεν εἰς τὸ πρόσωπον Μωϋσῆς. ὅταν δὲ περιαιρεθῇ τοῖς Χριστιανοῖς καὶ τοῖς ἀγαπῶσιν αὐτὸν τὸν Χριστὸν καὶ τοῖς ζητοῦσιν αὐτὸν κατ᾽ ἀλήθειαν, τούτοις ἐπιφαίνεται καὶ ἐμφανίζει ἑαυτὸν καθὼς τὸ εὐαγγέλιον εἶπεν· «ὁ ἀγαπῶν με ἀγαπηθήσεται ὑπὸ τοῦ πατρός μου καὶ ἐγὼ ἀγαπήσω αὐτὸν καὶ ἐμφανίσω αὐτῷ ἐμαυτόν», καὶ πάλιν λέγει ὁ κύριος· «καὶ μονὴν παρ᾽ αὐτῷ ποιήσω». ὁρᾷς, ἀδελφέ, τὴν προτροπὴν τοῦ Χριστοῦ, πῶς ἡμᾶς καλεῖ εἰς τὴν ἑαυτοῦ βασιλείαν καὶ εἰς σωτηρίαν τῶν ψυχῶν ἡμῶν. προκειμένης οὖν βασιλείας σπουδάσωμεν προσελθεῖν ἐξ ὅλης καρδίας πρὸς τὸν ἀψευδῆ, ἵνα τύχωμεν τῆς ἐπαγγελίας καὶ τῆς καινῆς διαθήκης, ἣν ἐνεκαίνισεν ὁ κύριος διὰ τοῦ θανάτου καὶ τοῦ σταυροῦ, κατέλθων καὶ διαρρήξας πύλας τοῦ ᾅδου καὶ ἐξαγαγὼν τὰς ψυχὰς τὰς πιστὰς καὶ δοὺς αὐταῖς ἔνδον παράκλητον καὶ ἀνενέγκων αὐτὰς εἰς τὴν ἡτοιμασμένην βασιλείαν αὐτοῦ, εἰς τὸν αἰῶνα τὸν ἐκεῖ, εἰς τὴν πόλιν τὴν Ἱερουσαλήμ, εἰς τὴν ἐκκλησίαν τὴν ἐπουράνιον, εἰς τὸν χορὸν τῶν ἁγίων ἀγγέλων.

Δόξα τῇ μεγαλειότητι αὐτοῦ τοῦ οὕτως ἀγαπήσαντος ἡμᾶς. Ἀμήν.

ΛΟΓΟΣ ΛΕʹ. Ὁ τῶν ἁπάντων δεσπότης, ὁ φιλάνθρωπος θεός, πανταχοῦ καὶ ἐν πᾶσι κτίσμασίν ἐστι καὶ πάντα τὰ κτίσματα τὰ ἐπουράνια καὶ τὰ ἐπίγεια καὶ τὰ καταχθόνια ἐν αὐτῷ εἰσι καὶ ἐν αὐτῷ συνεστήκασι, καθὼς ὁ Παῦλος εἶπεν· «ἐν αὐτῷ γὰρ ζῶμεν καὶ κινούμεθα» καὶ «οὐκ ἔστι κτίσις ἀφανὴς ἐνώπιον αὐτοῦ.» ἐν πᾶσιν οὖν ἐστι καὶ πανταχοῦ ἐστι, καὶ διὰ ποίαν αἰτίαν οὐ θεωροῦσιν αὐτὸν αἱ ψυχαὶ πάντων ἀνθρώπων, ἀλλὰ ἀφανὴς τυγχάνει ἐνταῦθα ὤν; τί τὸ ἐν μέσῳ ὂν καὶ τί τὸ ἐμποδίζον; ἀλλὰ τοῦτο δῆλον. καὶ γὰρ τὸ πνεῦμα διὰ τῶν γραφῶν ἀνήγγειλεν ἡμῖν, ὅτι ἀπὸ τῆς παραβάσεως Ἀδάμ, τοῦ πρώτου ἀνθρώπου τοῦ παραβάντος τὴν ἐντολὴν τοῦ θεοῦ, εἰσελθοῦσα «ἡ ἁμαρτία εἰς τὸν κόσμον», τὸ πνεῦμα τῆς πονηρίας, «ὁ ὄφις ὁ ἀρχαῖος, ὁ καλούμενος διάβολος», ὁ ἀπατήσας τὸν Ἀδὰμ καὶ κατασπάσας αὐτὸν ἀπὸ τῆς αὐτοῦ δόξης ὑπὸ τὴν ἑαυτοῦ ἐξουσίαν καὶ δοῦλον καὶ ὑποχείριον αὐτὸν λαβὼν καὶ πάντα τὰ αὐτοῦ τέκνα, οὗτος αὐτὸς τῷ ἑαυτοῦ σκότει ἐκάλυψε τὴν ψυχὴν τοῦ μὴ ἐνορᾶν τῷ ποιήσαντι αὐτήν, τοῦ μὴ ἀπολαύειν τοῦ φωτὸς αὐτοῦ. αὕτη ἐστὶν ἡ αἰτία καὶ ἡ συμφορὰ ἡ ἐξ ἀρχῆς γενομένη τῷ ἀνθρώπῳ, τοῦ μὴ βλέπειν τὸν δεσπότην αὐτοῦ καὶ τὰ ἀρεστὰ αὐτῷ ποιεῖν, ἀλλ᾽ εἶναι ἐν τῷ σκότει τῆς ἁμαρτίας καὶ τὰ θελήματα τῆς ἁμαρτίας ἐργάζεσθαι τῆς εἰσελθούσης εἰς τὸν ἄνθρωπον καὶ τοὺς ὀφθαλμοὺς τῆς ψυχῆς τυφλωσάσης.

πρὸ γὰρ τοῦ παραβῆναι τὸν Ἀδὰμ καθαρὸς ὢν ἀπὸ ἁμαρτίας ἑώρα τὸν δεσπότην αὐτοῦ καὶ ὁμιλίας κατηξιοῦτο δεσποτικῆς καὶ μετὰ ἀγγέλων ἠγαλλιᾶτο. ἐξ οὗ δὲ ᾐχμαλωτίσθη ὑπὸ τῆς πονηρίας, ἔκτοτε οἱ ὀφθαλμοὶ τῆς ψυχῆς ἐτυφλώθησαν, καὶ οὐκέτι ὁρᾷ τὸν κύριον αὐτῆς ἐνταῦθα ὄντα, ἄλλ᾽ ἀφανὴς αὐτῇ καθέστηκεν. ἐν πᾶσι τοίνυν καὶ πανταχοῦ τυγχάνει ὁ θεός, ἀλλὰ διὰ τὸ κάλυμμα τοῦ σκότους τὸ ἐπικείμενον τῇ ψυχῇ ὡς μακρὰν ἀπὸ τῆς ψυχῆς ἐστιν.

Ὥσπερ γὰρ οἱ κατὰ σῶμα τυφλοὶ τὸν ἥλιον πανταχοῦ λάμποντα καὶ εἰς τοὺς ὀφθαλμοὺς αὐτῶν ὄντα οὐχ ὁρῶσι παρὰ τὸ τετυφλῶσθαι αὐτούς, καὶ ὥσπερ ὁ κωφὸς τὰς φωνὰς καὶ τὰς λαλιὰς οὐκ ἀκούει τὰς ἐγγὺς αὐτοῦ καὶ εἰς αὐτὸν γινομένας παρὰ τὸ κεκωφῶσθαι αὐτόν, τὸν αὐτὸν τρόπον καὶ ἡ ψυχὴ τυφλωθεῖσα ὑπὸ τῆς ἁμαρτίας τῆς εἰσελθούσης εἰς αὐτὴν καὶ σκότει πονηρίας καλυφθεῖσα οὔτε βλέπει τὸν ἥλιον τῆς δικαιοσύνης οὔτε ἀκούει τῆς φωνῆς τῆς ζώσης καὶ θείας καὶ πανταχοῦ οὔσης. καὶ ὥσπερ νεκρὸς οὐκ ἀναπνεῖ τὸν ἔγγιστα ἀέρα ἐν ᾧ ἐστι διὰ τὸ μὴ ἔχειν αὐτὸν ψυχήν, καὶ ἰδοὺ κλαίουσιν ἐπ᾽ αὐτῷ πάντες οἱ ἀγαπητοὶ αὐτοῦ καὶ οἱ γείτονες, ὁ δὲ οὐκ ἀκούει οὕτως ἡ ψυχὴ νεκρωθεῖσα ἀπὸ τοῦ θεοῦ καὶ τὸ πνεῦμα τὸ ἅγιον μὴ ἔχουσα τὸν ἀέρα ἐκεῖνον τῆς βασιλείας τῆς θεότητος οὐκ ἀναπνεῖ ἐνταῦθα ὄντα—ὥς φησιν ὁ κύριος· «ἡ βασιλεία τοῦ θεοῦ χαμαὶ ἥπλωται καὶ οἱ ἄνθρωποι οὐκ ἐμβλέπουσιν αὐτήν», καὶ πάλιν· «ἡ βασιλεία τοῦ θεοῦ ἐντὸς ὑμῶν ἐστι»—καὶ κλαίει ἐπ᾽ αὐτῇ ὁ κύριος καὶ τὸ πνεῦμα τὸ ἅγιον καὶ πάντες οἱ ἄγγελοι διὰ τὴν ἀπώλειαν καὶ τὴν νέκρωσιν αὐτῆς, ἡ δὲ οὐκ ἀκούει οὐδὲ ὁρᾷ. ὥσπερ πάλιν ἐπὶ τῇ μετανοούσῃ καὶ ζῳοποιουμένῃ ψυχῇ χαίρουσι· καὶ γάρ φησιν· «χαρὰ γίνεται ἐν τῷ οὐρανῷ ἐπὶ ἑνὶ ἁμαρτωλῷ μετανοοῦντι».

ὥσπερ οὖν ἐγγύς ἐστιν ἡ ψυχὴ τοῦ ἀνθρώπου ἐν τῷ ἀνθρώπῳ, ὁ δὲ νοῦς πόρρω καὶ μακρὰν δύναται εἶναι, οὕτως ὁ θεὸς ἐγγὺς τῆς ψυχῆς ὢν μακρὰν ἀπὸ τῆς σῆς διανοίας ἐστίν, ἀλλὰ καὶ ἐγγύς ἐστι καὶ μακράν ἐστι.

Πιστεῦσαι τοίνυν χρὴ ἐξ ὅλης καρδίας καὶ ἀγάπης καὶ ζητῆσαι τὸν κύριον καὶ παρακαλέσαι, ἵνα φανερωθῇ καὶ ἐμφανίσῃ καὶ ἐνεργήσῃ ἐν ταῖς ψυχαῖς ἡμῶν ὁ ἐνταῦθα ὢν καὶ ἐν ἡμῖν ὤν. εἰ γὰρ ἡ τοῦ ἡλίου ἐνέργεια καὶ θερμότης ἕως ἔνδον τοῦ σώματος χωρεῖ, ὁμοίως καὶ ἡ τοῦ κρύους ψυχρότης ἕως ἔνδον τοῦ σώματος διήκει καὶ ἐνεργεῖ, καὶ εἰ ἡ τοῦ πυρὸς θερμότης καὶ ἐνέργεια ἕως ἔνδον τῶν λεβήτων εἴσεισιν, ἕψουσα τὸ κρέας χρήσιμον τοῖς ἀνθρώποις γινόμενον, πόσῳ μᾶλλον ὁ τούτων ποιητὴς καὶ κτίστης, ἡ τοῦ θείου πνεύματος δύναμις, ἐπὰν τῇ ἑαυτοῦ εὐδοκίᾳ φανερωθῇ καὶ ἐνεργήσῃ εἰς τὴν ψυχήν, τῷ ἑαυτοῦ φωτὶ φωτίσει καὶ τῷ ἑαυτοῦ θείῳ πυρὶ τῆς θερμότητος ἑψήσει ἐκ τῆς ὠμότητος τῆς ἁμαρτίας καὶ οὕτως ἡδὺ καὶ χρήσιμον καὶ βρώσιμον εἰς τὴν ἐπουράνιον τράπεζαν τῷ ἐπουρανίῳ πατρὶ ἀποκαταστήσει. εἰ γὰρ ὁ ἀὴρ οὗτος ἐν τῷδε τῷ βίῳ πανταχοῦ τυγχάνει, καὶ εἰ τὸ σκότος τῆς νυκτὸς πανταχοῦ ἐστι καὶ ἐν πᾶσι κτίσμασι, πόσῳ μᾶλλον ὁ τούτων 〈κτίστης καὶ〉 δημιουργός. ἐνταῦθα τοίνυν ἐστὶν ὁ κύριος καὶ ἐγγὺς ἡμῶν τυγχάνει, ἀλλὰ τοῖς πιστεύουσιν αὐτῷ καὶ ἀγαπῶσιν αὐτὸν καὶ προσδοκῶσιν ἀποκαλύπτεται καὶ φανεροῦται κατὰ τὸν τοῦ 〈κυρίου〉 λόγον· «ὁ ἀγαπῶν με ἀγαπηθήσεται ὑπὸ τοῦ πατρός μου, καὶ ἐγὼ ἀγαπήσω αὐτὸν καὶ ἐμφανίσω αὐτῷ ἐμαυτόν», καὶ πάλιν· «ἐλευσόμεθα—ἐγὼ καὶ ὁ πατήρ μου—καὶ μονὴν παρ᾽ αὐτῷ ποιήσομεν».

Χρὴ τοίνυν τὸν προσερχόμενον τῷ κυρίῳ καὶ αἰτοῦντα ζωὴν αἰώνιον μετὰ πολλῆς πίστεως καὶ πεποιθήσεως προσέρχεσθαι καὶ πεποιθέναι ἐν τούτῳ, ὅτι διὰ τοὺς ἁμαρτωλοὺς καὶ αἰχμαλώτους καὶ τοὺς συντετριμμένους τῇ καρδίᾳ καὶ χωλοὺς καὶ τυφλοὺς καὶ κωφοὺς τῇ ψυχῇ ἦλθεν ὁ κύριος καὶ ἐσταυρώθη καὶ ἀπέθανεν, ἵνα ἀναστήσῃ καὶ ἰάσηται τὰς πάντων ψυχάς. διὰ γὰρ Ἠσαΐου τὸ πνεῦμα προεφήτευσε περὶ τῆς ἐλεύσεως τοῦ κυρίου, πῶς μέλλει ἰᾶσθαι τὰς ψυχάς· «πνεῦμα κυρίου, φησίν, ἐπ᾽ ἐμέ, οὗ ἕνεκεν ἐχρισέ με εὐαγγελίσασθαι πτωχοῖς ἀπέσταλκέ με κηρῦξαι αἰχμαλώτοις ἄφεσιν καὶ τυφλοῖς ἀνάβλεψιν, παρακαλέσαι τοὺς πενθοῦντας, δοῦναι τοῖς πενθοῦσιν ἀντὶ σποδοῦ ἄλειμμα εὐφροσύνης, καὶ καταστολὴν δόξης ἀντὶ πνεύματος ἀκηδίας». τῷ δὲ θεῷ ἡμῶν ἡ δόξα εἰς τοὺς αἰῶνας. Ἀμήν.

ΛΟΓΟΣ Λϛʹ. 〈Περὶ παραδείσου καὶ νόμου πνευματικοῦ〉 Ὥσπερ ἐκ τῶν φανερῶν ἔργων ἔστι νοῆσαι τὰ κεκρυμμένα νοήματα, οὕτω καὶ τὰ τῆς ψυχῆς πράγματα ἐστι συνιέναι ἀπὸ τῶν τῆς γραφῆς διηγημάτων. τοῦτο δὲ οὐ πάντες, ἀλλ᾽ ὅσοι διὰ κακουχίας μερικῶς ἀπάθειαν ἐκτήσαντο. ὥσπερ γὰρ τὰ μέλλοντα ἡ γραφὴ διηγεῖται, οὕτω καὶ τὰ τῆς ψυχῆς πράγματα. τὰ γὰρ μέλλοντα πάντα εἰς αὐτὴν πνευματικῶς ἐγκέκρυπται καὶ ὧν τις μετέχει ἀπεντεῦθεν τούτων κἀκεῖ μέτοχος τυγχάνει. ὅταν οὖν ἀκούσῃς τῆς γραφῆς διηγουμένης τὰ τοῦ παραδείσου καὶ τὰ τοῦ Ἀδὰμ καὶ τὰ τοῦ ὄφεως, προσέχε ἀκριβῶς τῇ καρδίᾳ σου, καὶ εὑρήσεις παράδεισον μὲν τὸν τοῦ κυρίου λόγον, τὴν δὲ ἐν αὐτῷ ἀπόλαυσιν τὴν μετοχὴν τοῦ ἁγίου πνεύματος, ὄφιν δὲ τὴν προσελισσομένην ἡδυπάθειαν, διὰ τῆς συντροφίας προσέρπουσαν καὶ ἀπατῶσαν ἡμᾶς τοῦ γεύσασθαι τοῦ ξύλου (τουτέστι μερίμνης βιωτικῆς) καὶ ἀποκτένωντα διὰ τῆς παρακοῆς· μὴ μεριμνήσητε γὰρ περὶ τῆς αὔριον. τὰ συναμφότερα δὲ ὁ αὐτὸς θεὸς ἔφη, καὶ τὸ εἰρήμενον· «ᾗ δ᾽ ἂν ἡμέρᾳ φάγητε τοῦ ξύλου, θανάτῳ ἀποθανεῖσθε» καὶ τό· «βλέπετε μὴ βαρηθῶσιν ὑμῶν αἱ καρδίαι ἐν κραιπάλῃ». θανατοῖ γὰρ τὴν ψυχὴν τὸ ἐκ τῆς μερίμνης καὶ κραιπάλης ἐπιγινόμενον σκότος, ἐκβάλλον αὐτὴν ἐκ τοῦ πνευματικοῦ λόγου καὶ στεροῦν αὐτὴν τῆς θείας ἐνεργείας.

τούτου οὖν τοῦ ξύλου ὁ κύριος ἡμᾶς ἀπείργει λέγων· μηδὲν μεριμνᾶτε πλὴν τῆς βασιλείας. ὅσοι γὰρ εἰσῆλθον εἰς τὸν τοῦ θεοῦ παράδεισον καὶ ἐφύλαξαν τὴν ἐντολὴν ταύτην, οὐκ ἐξεβλήθησαν, ἀλλ᾽ ὅσον τῶν γηΐνων ἀπέσχοντο, τῶν πνευματικῶν ἑκατονταπλασίως ἀπήλαυσαν, ἐνεργῶς καὶ ὁμοιοτρόπως τῆς χάριτος παρακαλούσης. εὐξώμεθα τοίνυν καὶ ἡμεῖς φυλάξαι αὐτήν, ἵνα ἐμμείναντες εἰς τὸν τοῦ κυρίου λόγον ἀπολαύσωμεν τῆς τοῦ πνεύματος τρυφῆς καὶ ὧδε καὶ ἐν τῷ μέλλοντι. ὥσπερ γὰρ ἐκβάλλεται Ἀδὰμ ἀπογευσάμενος τοῦ ξύλου τῆς γνώσεως, οὕτως οὐ δύνανται μένειν εἰς τὸν τοῦ Χριστοῦ λόγον οἱ τὰ γήϊνα φρονοῦντες.

Κατὰ τὸ γεγραμμένον, ὅτι «ἡ φιλία τοῦ κόσμου τούτου ἔχθρα τοῦ θεοῦ ἐστι». διὸ ἡ γραφὴ κελεύει «πάσῃ φυλακῇ τηρεῖν τὴν ἑαυτοῦ καρδίαν», ἵνα τις ὡς παράδεισον φυλάσσων τὸν αὐτοῦ λόγον ἀπολαύῃ τῆς χάριτος, μὴ ἀκούων τοῦ ἔνδον εἱλισσομένου ὄφεως συμβουλεύοντος τὰ πρὸς ἡδονήν, δι᾽ ἧς γεννᾶται θυμὸς ἀδελφοκτόνος καὶ ἀποθνῄσκει ψυχὴ ἡ τίκτουσα, ἀλλ᾽ ἀκούων τοῦ κυρίου κελεύοντος ἐπιμελεῖσθαι πίστεως καὶ ἐλπίδος, δι᾽ ὧν γεννᾶται ἡ φιλόθεος καὶ φιλάνθρωπος ἀγάπη, τὴν αἰώνιον ζωὴν παρέχουσα. εἰς τοῦτον τὸν παράδεισον εἰσηνέχθη Νῶε, τὴν ἐντολὴν φυλάσσων καὶ ἐργαζόμενος, καὶ διὰ τῆς ἀγάπης ἐλυτρώθη τῆς ὀργῆς. τοῦτον φυλάσσων Ἀβραὰμ φωνῆς θεοῦ ἤκουε. τοῦτον φυλάσσων Μωϋσῆς δόξαν ἐπὶ τοῦ προσώπου ἐλάμβανε καὶ τὴν κτίσιν μετέβαλλεν. ὁμοίως Δαβὶδ τοῦτον φυλάσσων εἰργάζετο, ὅθεν τῶν ἐχθρῶν κατεκυρίευσεν. ἀλλὰ καὶ Σαούλ, ἕως ἐφύλασσε τὴν καρδίαν εὐωδοῦτο. ὅτε δὲ εἰς τέλος παρέβη, τότε εἰς τέλος παρελήφθη. ἐν μέτρῳ γὰρ κατ᾽ ἀναλογίαν μετέρχεται ἕκαστον ὁ λόγος τοῦ κυρίου. ὅσον ἐπικρατεῖ τις αὐτοῦ, 〈τοσοῦτον ἐπικρατεῖται〉, καὶ ὅσον φυλάσσει, φυλάσσεται τοσοῦτον.

Διὰ τοῦτο πᾶς ὁ χορὸς τῶν ἁγίων προφητῶν, ἀποστόλων, μαρτύρων τὸν λόγον ἐν ταῖς καρδίαις αὐτῶν ἐφύλασσον, μηδὲν ἕτερον μεριμνῶντες, ἀλλὰ τοῦ γηΐνου πνεύματος τὸ φιλόθεον προκρίνοντες, οὐ μόνον λόγῳ ἢ γνώσει ψιλῇ, ἀλλ᾽ ἐν λόγῳ καὶ ἔργῳ δι᾽ αὐτῶν τῶν πραγμάτων. ἀντὶ πλούτου ἑλόμενοι πτωχείαν, ἀντὶ δόξης ἀτιμίαν, ἀντὶ ἀπολαύσεως κακουχίαν, 〈ὅθεν〉 καὶ ἀντὶ θυμοῦ ἀγάπην. μισοῦντες γὰρ τὰ ἡδέα τοῦ βίου τοὺς ἀφαιρουμένους αὐτὰ μᾶλλον ἠγάπων ὡς συνεργοῦντας αὐτοῖς πρὸς τὸν σκοπόν, ἀπεχόμενοι τοῦ γινώσκειν καλὸν καὶ πονηρόν. οὐδὲ γὰρ τοὺς ἀγαθοὺς ᾑροῦντο, τοὺς δὲ κακοὺς ᾐτιῶντο, πάντας ἀποκρισιαρίους τῆς δεσποτικῆς οἰκονομίας ἡγούμενοι. πρὸς πάντας οὖν εἶχον ἐνδιάθετον εὔνοιαν. ὅταν γὰρ ἤκουον τοῦ κυρίου λέγοντος· «ἄφετε, καὶ ἀφεθήσεται ὑμῖν», τότε τοὺς ἀδικοῦντας εὐεργέτας ἐλογίζοντο 〈εἰς ἄφεσιν ἔχοντες τὰς παρ᾽ αὐτῶν ἀφορμάς〉. ὅτε δὲ πάλιν ἤκουον λέγοντος· «καθὼς θέλετε, ἵνα ποιῶσιν ὑμῖν οἱ ἄνθρωποι, καὶ ὑμεῖς ποιεῖτε ὁμοίως», τότε καὶ τοὺς ἀγαθοὺς κατὰ συνείδησιν ἠγάπων. ἀφέντες γὰρ τὴν δικαιοσύνην τὴν ἑαυτῶν καὶ τὴν τοῦ θεοῦ δικαιοσύνην ζητοῦντες εὗρον ἀκολούθως καὶ τὴν ἀγάπην ἐν αὐτῇ κατὰ φύσιν ἐγκεκρυμμένην. καὶ γὰρ ὁ κύριος, πολλὰ περὶ τῆς ἀγάπης ἐντειλάμενος, «τὴν δικαιοσύνην» ἐκέλευσε ζητεῖν «τοῦ θεοῦ»· οἶδε γὰρ αὐτὴν μητέρα τῆς ἀγάπης ὑπάρχουσαν.

οὐκ ἔστι γὰρ ἄλλως σωθῆναι, εἰ μὴ διὰ τοῦ πλησίον καθὼς ὁ κύριος, ἐνετείλατο εἰπών· «ἄφετε καὶ ἀφεθήσεται ὑμῖν». οὗτός ἐστιν ὁ τοῦ πνεύματος νόμος, ὁ ἐν καρδίαις πισταῖς ἐγγραφόμενος, τὸ πλήρωμα τοῦ πρώτου νόμου· «οὐκ ἦλθον, γάρ φησι, καταλῦσαι τὸν νόμον, ἀλλὰ πληρῶσαι». πῶς δὲ πληροῦται, μάθε.

Ὁ πρῶτος νόμος διὰ τῆς εὐλόγου ἀφορμῆς τοῦ ἁμαρτήσαντος κατέκρινεν περισσοτέρως τὸν ἀδικηθέντα· «ἐν ᾧ γὰρ κρίνει τις τὸν ἕτερον, ἑαυτὸν κατακρίνει», ἐν ᾧ δὲ ἀφίησιν ἀφεθήσεται αὐτῷ. 〈οὕτω γὰρ καὶ ὁ νόμος λέγει· «ἀνὰ μέσον κρίσεως κρίσις καὶ ἀνὰ μέσον ἀφῆς ἀφή»〉. πλήρωμα οὖν νόμου ἡ ἄφεσις τυγχάνει. πρῶτον δὲ νόμον εἰρήκαμεν, 〈οὐχ〉 ὅτι ὁ θεὸς δύο νόμους παρέθετο τοῖς ἀνθρώποις, 〈ἀλλ᾽ ἕνα· πνευματικὸν μὲν κατὰ φύσιν〉, κατὰ 〈δὲ〉 τὴν ἐκδίκησιν δικαίαν ἐπιφέροντα ἑκάστῳ τὴν ψῆφον. τῷ ἀφίεντι ἀφήσει καὶ τῷ παραζητοῦντι παραζητήσει. φησὶ γάρ· «μετὰ ἐκλεκτοῦ ἐκλεκτὸς ἔσῃ καὶ μετὰ στρεβλοῦ διαστρέψεις». διὰ τοῦτο οἱ πνευματικῶς αὐτὸν {τὸν νόμον} ἐκτελοῦντες καὶ ἀναλόγως τῆς χάριτος μετέχοντες, οὐ μόνον τοὺς εὐεργετοῦντας, ἀλλὰ καὶ τοὺς ὀνειδίζοντας καὶ διώκοντας ἠγάπων, τὴν πνευματικὴν ἀνταπόδοσιν ἐκδεχόμενοι τῶν ἀγαθῶν. οὐχ ὅτι τὰ ἀδικήματα συνεχώρησαν, ἀλλ᾽ ὅτι 〈καὶ〉 τὰς ψυχὰς τῶν ἀδικούντων εὐηργέτησαν· οὕτω γὰρ αὐτοὺς παρετίθεντο τῷ θεῷ, ὡς δι᾽ 〈αὐτῶν〉 τοῦ μακαρισμοῦ τυγχάνειν, ὥς φησι· «μακάριοί ἐστε, ὅταν διώξωσιν ὑμᾶς καὶ ὀνειδίσωσιν». ὑπὸ δὲ τοῦ 〈πνευματικοῦ〉 νόμου οὕτω φρονεῖν ἐδιδάσκοντο.

Ὑπομενόντων γὰρ αὐτῶν καὶ τὴν νοερὰν πραΰτητα τηρούντων ὁ κύριος, βλέπων τὴν ὑπομονὴν τῆς καρδίας πολεμουμένης καὶ τῆς ἀγάπης μὴ ἐξισταμένης, διέρρηξε «τὸ μεσότοιχον τοῦ φραγμοῦ», καὶ τέως τὴν ἔχθραν ἀπέβαλε, καὶ οὐκέτι μετὰ βίας, ἀλλὰ μετὰ βοηθείας εἶχον τὴν ἀγάπην. ὁ κύριος λοιπὸν κατήργει τὴν στρεφομένην ῥομφαίαν, τὴν κινοῦσαν τοὺς λογισμούς, καὶ εἰσήρχοντο «εἰς τὸ ἐσώτερον τοῦ καταπετάσματος, ὅπου πρόδρομος ὑπὲρ ἡμῶν εἰσῆλθεν ὁ κύριος», καὶ ἐνετρύφων τοῖς καρποῖς τοῦ πνεύματος, καὶ τὰ μέλλοντα ἐν βεβαιότητι καρδίας θεασάμενοι κατὰ τὸν ἀπόστολον ὡς ἐν ἐσόπτρῳ ἐν αἰνίγματι ἔλεγον, «ἃ ὀφθαλμὸς οὐκ εἶδε καὶ οὖς οὐκ ἤκουσε καὶ ἐπὶ καρδίαν ἀνθρώπου οὐκ ἀνέβη, ὅσα ἡτοίμασεν ὁ θεὸς τοῖς ἀγαπῶσιν αὐτόν».

Ἀλλὰ ἐγὼ τοῦτο τὸ θαυμαστὸν ἐπερωτήσω· εἰ «ἐπὶ καρδίαν ἀνθρώπου οὐκ ἀνέβη», ὑμεῖς αὐτὰ πῶς οἴδατε, μάλιστα ἐν ταῖς Πράξεσιν ὁμολογήσαντες «ὁμοιοπαθεῖς» ἡμῶν εἶναι ἄνθρωποι; Ἀλλ᾽ ἄκουε, τί ἀποκρίνεται πρὸς ταῦτα ὁ μακάριος ἀπόστολος· «ἡμῖν δέ, φησίν, ἀπεκάλυψε διὰ τοῦ πνεύματος αὐτοῦ. τὸ γὰρ πνεῦμα πάντα ἐρευνᾷ, καὶ τὰ βάθη τοῦ θεοῦ». ἀλλ᾽ ἵνα μή τις εἴπῃ, ὅτι αὐτοῖς ἐδόθη τὸ πνεῦμα τὸ ἅγιον ὡς ἀποστόλοις, ἡμῖν δὲ κατὰ φύσιν ἀχώρητον τοῦτο, διὰ τοῦτο λέγει ἐπευχόμενος· «ὁ θεὸς δώῃ ὑμῖν δυνάμει κραταιωθῆναι εἰς τὸν ἔσω ἄνθρωπον, κατοικῆσαι τὸν Χριστὸν ἐν ταῖς καρδίαις ὑμῶν», «ὁ δὲ κύριος τὸ πνεῦμά ἐστιν· οὗ δὲ πνεῦμα κυρίου, ἐκεῖ ἐλευθερία», καὶ πάλιν λέγει· «εἰ δέ τις πνεῦμα Χριστοῦ οὐκ ἔχει, οὗτος οὐκ ἔστιν αὐτοῦ».

Εὐξώμεθα τοίνυν καὶ ἡμεῖς ἐν πάσῃ πληροφορίᾳ καὶ αἰσθήσει λαβεῖν τὴν χάριν τοῦ ἁγίου πνεύματος καὶ εἰσελθεῖν ὅθεν ἐξεβλήθημεν καὶ τοῦ λοιποῦ ἀποστραφῆναι τὸν θυμοτόκον ὄφιν καὶ κενόδοξον σύμβουλον, τὸ πνεῦμα τῆς μερίμνης καὶ κραιπάλης, ὅπως βεβαίως πιστεύσαντες τὰς ἐντολὰς διὰ τοῦ κυρίου φυλάξωμεν καὶ αὐξηθῶμεν ἐν αὐτῷ «εἰς ἄνδρα τέλειον, εἰς μέτρον ἡλικίας», τοῦ μηκέτι κατακυριευθῆναι ὑπὸ τῆς ἀπάτης τοῦ αἰῶνος τούτου, ἀλλ᾽ εἶναι ἐν πληροφορίᾳ τοῦ πνεύματος καὶ μὴ ἀπιστεῖν, ὅτι καὶ εἰς ἁμαρτωλοὺς μετανοοῦντας ἡ χάρις τοῦ θεοῦ εὐδοκεῖ. τὸ γὰρ κατὰ χάριν δωρούμενον οὐκέτι ἐν παρεικασμῷ τῆς προλαβούσης ἀσθενείας μετρεῖται, «ἐπεὶ ἡ χάρις οὐκέτι χάρις», ἀλλὰ τῷ παντοδυνάμῳ θεῷ πιστεύσαντες ἁπλῇ καὶ ἀπεριέργῳ καρδίᾳ προσέλθωμεν τῷ διὰ πίστεως τοῦ πνεύματος τὴν μετουσίαν χαριζομένῳ καὶ οὐ διὰ παρεικασμοῦ φύσεως ἔργων· φησὶ γάρ· «οὐκ ἐξ ἔργων νόμου τὸ πνεῦμα ἐλάβετε, ἀλλ᾽ ἐξ ἀκοῆς πίστεως».

Ἐρώτησις. Εἶπας, ὅτι πάντα εἰς τὴν ψυχὴν πνευματικῶς ἐγκέκρυπται. τί οὖν ἐστι· «θέλω πέντε λόγους ἐν ἐκκλησίᾳ διὰ τοῦ νοός μου λαλῆσαι»; Ἀπόκρισις. Καὶ ἡ ἐκκλησία ἐν δυσὶ προσώποις νοεῖται, ἐν τῷ συστήματι τῶν πιστῶν καὶ ἐν τῷ συγκρίματι τῆς ψυχῆς. ὅταν οὖν πνευματικῶς εἰς τὸν ἄνθρωπον λαμβάνηται, ἐκκλησία μέν ἐστιν ὅλον τὸ σύγκριμα αὐτοῦ· πέντε δὲ λόγοι εἰσὶ περιεκτικαὶ ἀρεταί, ὅλον τὸν ἄνθρωπον οἰκοδομοῦσαι, πολυτρόπως διαιρούμεναι. ὥσπερ γὰρ ὁ λαλῶν ἐν κυρίῳ διὰ πέντε λόγων πᾶσαν σοφίαν περιέλαβεν, οὕτως ὁ ἀκολουθῶν τῷ κυρίῳ διὰ πέντε ἀρετῶν οἰκοδομεῖ τὴν εὐσέβειαν. πέντε γὰρ οὖσαι πάσας περιέχουσι· πρώτη εὐχή, λοιπὸν ἐγκράτεια, ἐλεημοσύνη, πτωχεία, μακροθυμία. ταῦτα πόθῳ καὶ προαιρέσει ἐπιτελούμενα λόγοι εἰσὶ τῆς ψυχῆς ὑπὸ κυρίου λαλούμενοι καὶ ὑπὸ καρδίας ἀκουόμενοι. ὁ γὰρ κύριος ἐνεργεῖ καὶ τὸ πνεῦμα τότε νοερῶς λαλεῖ, καὶ ἡ καρδία ὅσον ἐπιποθεῖ τοσοῦτον καὶ φανερῶς ἐπιτελεῖ. αἱ δὲ ἀρεταί, ὥσπερ εἰσὶ περιεκτικαὶ πασῶν, οὕτω καὶ ἀλλήλων γεννητικαί. τῆς πρώτης γὰρ ἀπολειπομένης ἀναιροῦνται πᾶσαι, ὁμοίως δὲ καὶ τῆς δευτέρας αἱ ἀκόλουθοι καὶ ὡσαύτως καθεξῆς. πῶς γὰρ εὔξεταί τις μὴ ὑπὸ τοῦ πνεύματος ἐνεργηθείς; καὶ μαρτυρεῖ ἡ γραφὴ λέγουσα· «οὐδεὶς δύναται εἰπεῖν κύριον Ἰησοῦν εἰ μὴ ἐν πνεύματι ἁγίῳ». πῶς δὲ ὑπομείνῃ ὁ χωρὶς εὐχῆς ἐγκρατευόμενος ἀβοηθήτως;

ὁ δὲ ἐν παντὶ μὴ ἐγκρατευόμενος πῶς ἐλεήσει τὸν πεινῶντα ἢ τὸν ἀδικούμενον; ὁ δὲ οὐκ ἐλεῶν οὐδὲ πτωχεύειν ἑκουσίως καταδέχεται. πάλιν δὲ τῆς τῶν χρημάτων ἐπιθυμίας ὁ θυμὸς σύντροφος, κἂν ἔχῃ χρήματα κἂν μὴ ἔχῃ. ἡ δὲ ἐνάρετος ψυχὴ οὕτω προσοικοδομεῖται τῇ ἐκκλησίᾳ, οὐχ ὅτι ἐποίησεν, ἀλλ᾽ ὅτι ἐπόθησεν· οὐ γὰρ τὸ ἴδιον ἔργον σῴζει τὸν ἄνθρωπον, ἀλλ᾽ ὁ χαρισάμενος τῷ ἀνθρώπῳ τὴν δύναμιν. εἰ οὖν ὑπομένει τις τὰ στίγματα τοῦ δεσπότου, μὴ οἰηθῇ ἔν τινι, κἂν τὸ τυχὸν οἴκοθεν πεποιηκέναι, 〈καὶ ἐπιτηδεύειν πρὸς τὰς εὐεργεσίας〉. μὴ οὖν δόξῃς ποτὲ ἐν ἀρετῇ προειληφέναι τὸν κύριον κατὰ τὸν λέγοντα, ὅτι αὐτός ἐστιν «〈ὁ ἐνεργῶν〉 ἐν ἡμῖν καὶ τὸ θέλειν καὶ τὸ ἐνεργεῖν ὑπὲρ τῆς εὐδοκίας».

Ἐρώτησις. Τί οὖν ἡ γραφὴ παντὶ ἀνθρώπῳ παραγγέλλει τοῦτο ποιεῖν; Ἀπόκρισις. Προείπομεν, ὅτι τὴν ἐπιτηδειότητα ὁ ἄνθρωπος ἔχει κατὰ φύσιν, καὶ ταύτην ὁ θεὸς ἐπιζητεῖ. παραγγέλλει οὖν, ἵνα πρῶτον νοήσῃ καὶ νοήσας ἀγαπήσῃ καὶ θελήματι ἐπιτηδεύσῃ. τὸ δὲ ἐνεργηθῆναι τὸν νοῦν ἢ ὑπομεῖναι τὸν κόπον ἢ τελειῶσαι τὸ ἔργον ἡ χάρις τοῦ κυρίου παρέχει τῷ θελήσαντι καὶ πιστεύσαντι. τὸ οὖν θέλημα τοῦ ἀνθρώπου ὡς παράστασις ὑποστατική· μὴ παρόντος δὲ τοῦ θελήματος οὐδὲ αὐτὸς ποιεῖ, καίπερ δυνάμενος ὡς θεός, ἀλλὰ διὰ τὸ αὐτεξούσιον. ἡ οὖν τελεσιουργία τοῦ θεοῦ, τὸ δὲ θέλημα τοῦ ἀνθρώπου, πλὴν ἐὰν ὅλον τὸ θέλημα δῶμεν, ὅλον τὸ ἔργον ἡμῖν ἐπιγράφει. θαυμαστὸς ὁ θεὸς ἐν πᾶσι καὶ ἀπερινόητος, ἄνθρωποι δὲ μέρος τι τῶν θαυμασίων αὐτοῦ λαλεῖν ἐπιχειροῦμεν, τῇ γραφῇ ἐπερειδόμενοι, μᾶλλον δὲ ὑπ᾽ αὐτῆς συνετιζόμενοι. «τίς, γάρ φησιν, ἔγνω νοῦν κυρίου;» αὐτὸς δέ φησι· «ποσάκις ἠθέλησα ἐπισυνάξαι τὰ τέκνα σου, καὶ οὐκ ἠθελήσατε». ὡς ἐκ τούτου πιστεύειν, ὅτι αὐτὸς ἡμᾶς ἐπισυνάγει, ἡμῶν δὲ παραζητεῖ μόνον τὸ θέλημα. τίς δὲ ἡ φανέρωσις τοῦ θελήματος· πόνος ἑκούσιος.

Ὥσπερ γὰρ ὁ σίδηρος πρίζων, κόπτων, γεωργῶν, καταφυτεύων, αὐτὸς μὲν ὑποθλιβόμενος ἐνδίδωσι, πλὴν ἄλλος ἐστὶν ὁ κινῶν καὶ ἐπάγων, καὶ ἐν τῷ συντριβῆναι πυρῶν καὶ ἀνακαινίζων, —οὕτω καὶ ὁ ἄνθρωπος κἂν θλίβηται καὶ κοπιᾷ ἐργαζόμενος τὸ ἀγαθόν, πλὴν ὁ κύριος λανθανόντως ἐν αὐτῷ ἐργάζεται, καὶ ἐν τῷ κοπιάσαι καὶ συντριβῆναι τὴν καρδίαν παρακαλῶν καὶ ἀνακαινίζων καθὼς ὁ προφήτης λέγει· «μὴ δοξασθήσεται ἀξίνη ἄνευ τοῦ κόπτοντος; ἢ ὑψωθήσεται πρίων ἄνευ τοῦ ἕλκοντος»; οὕτω δέ ἐστι καὶ εἰς τὸ κακόν. ὅτε ὁ ἄνθρωπος ὑπακούει καὶ ἑτοιμάζεται, τότε ὁ σατανᾶς ἑτοιμάζει. καὶ παροξύνει, ὡς ὁ λῃστὴς τὸ ξίφος. σιδήρῳ δὲ παρεικάσαμεν τὴν καρδίαν διὰ τὴν ἀναισθησίαν τῶν πραγμάτων καὶ πολλὴν σκληρότητα. οὐκ ἔδει δὲ ἡμᾶς ἀγνοεῖν τὸν κρατοῦντα ὡς ὁ ἀναίσθητος σίδηρος—ἐπεὶ ταχέως ἀπὸ τοῦ γεωργοῦ λόγου εἰς τὸν τοῦ πολεμίου λογισμὸν μεταπίπτομεν—, ἀλλὰ μᾶλλον ὡς βοῦς καὶ ὄνος εἰδέναι τὸν ἐλαύνοντα καὶ ὁδηγοῦντα κατὰ διάνοιαν· φησὶ γάρ· «ἔγνω βοῦς τὸν κτησάμενον καὶ ὄνος τὴν φάτνην τοῦ κυρίου αὐτοῦ· Ἰσραὴλ δέ με οὐκ ἔγνω».

Εὐξώμεθα τοίνυν δέξασθαι γνῶσιν θεοῦ, καὶ διὰ πνευματικοῦ παιδευθῆναι νόμου εἰς ὑπουργίαν τῶν αὐτοῦ ἐντολῶν. Ἀμήν.

ΛΟΓΟΣ ΛΖʹ. Ὁ κύριος εἰπὼν «γενηθήτω σοι ὡς ἐπίστευσας», οὐχ ὅτε εἶπε τότε μόνον παρέσχεν, ἀλλὰ ἀπὸ κτίσεως κόσμου καὶ ἕως τῆς συντελείας τοῦ αἰῶνος ἕκαστον κατὰ τὴν πίστιν εὐεργετεῖ καὶ κατὰ τὴν εὐεργεσίαν δοκιμάζει. μεγάλως εὐεργετεῖ τοὺς μεγάλως πιστεύοντας, μικρῶς δὲ τοὺς μικρῶς καὶ ἡ δοκιμασία ὁμοίως κατὰ τὴν ἀναλογίαν. οὐδένα πειράζει, ἀλλὰ προκόπτειν παρασκευάζει καὶ κατὰ τὸ μέτρον τῆς εὐεργεσίας παραχωρεῖ. εὐεργεσίαν δὲ λέγομεν θεοῦ γνῶσιν πνευματικὴν τὴν μετὰ χάριτος ἡνωμένην καὶ περὶ δοκιμασίας δὲ μερικῶς ἐροῦμεν· τὸν Νῶε διὰ μὲν τῶν ἀποκαλύψεων εὐεργέτησεν, ἐδοκίμασε δὲ διὰ τῆς παρατάσεως τοῦ χρόνου ἐν τῇ κατασκευῇ τῆς κιβωτοῦ. τὸν Ἀβραὰμ διὰ τῆς σφαγῆς τοῦ υἱοῦ αὐτοῦ, τὸν Λὼτ διὰ τῆς παροικίας τῶν Σοδομιτῶν, τὸν Ἰωσὴφ διὰ τῆς Αἰγυπτίας, τὸν λαὸν διὰ τῆς ἐρήμου, τὸν Μωϋσῆν διὰ τῆς ἀντιλογίας, τὸν Δαβὶδ διὰ τοῦ Σαοὺλ τοῖς δέουσι χρόνοις, τοῖς προσήκουσι πράγμασι. πρὸς δὲ τὰς εὐεργεσίας αὐτὸς συμμεταβαλλόμενος ἦν. οὕτω πρὸς τὰ νῦν, οὕτω πρὸς τὰ ἀπ᾽ ἀρχῆς «κατὰ τὴν ἀναλογίαν τῆς πίστεως»—ἡ μετοχὴ τῆς χάριτος καὶ κατὰ τὴν μετοχὴν ἡ δοκιμασία. «γενηθήτω» γάρ «σοι ὡς ἐπίστευσας» τῷ λόγῳ τοῦ θεοῦ. περί τινος;

περὶ τῆς δυνάμεως αὐτοῦ ὅτι αὐτός ἐστιν ἡ ἄναρχος βουλὴ τοῦ πατρός, ἡ παντοδύναμος σοφία, θεὸς ἐκ θεοῦ, ἄχραντος, ἀναλλοίωτος, ἀκατάληπτος, ἐν δικαιοσύνῃ ἀπαράλλακτος, ἐν γνώσει ἀλάθητος, ἐν δυνάμει ἀνίκητος, ἐν παντὶ ἀνεφεύρετος καιρῷ καὶ γνώσει καὶ πράγματι πάντα τῇ εὐσεβείᾳ δουλώσας καὶ δι᾽ αὐτῆς πάλιν τῷ ἀνθρώπῳ ὑποτάξας, ἵνα καὶ ἡμεῖς πολυπλασίως διὰ πάντων ὑποταγῶμεν. χαρισάμενος γὰρ ἡμῖν γνῶσιν εὐσεβείας, ᾗ τὰ πάντα ὑποτέτακται, προσέθηκε σύνεσιν, δι᾽ ἧς γινώσκομεν ὅτι χρὴ πᾶσαν ἡμῶν ἐργασίαν κατὰ σκοπὸν τῆς εὐσεβείας ἐπιτελεῖν.

Ἐπειδὴ τοιγαροῦν ταύτης ὁ ἄνθρωπος ἐπελάθετο, διὰ τοῦτο αὐτὸς ἐλθὼν ἀνεπλήρωσεν ὑπὲρ ἡμῶν πᾶν τὸ τῆς εὐσεβείας ἔλλειμμα, ἵνα ὁ ἐναντίος ἐντραπῇ. διὰ τοῦτο ἔρχεται ἐν ποικιλίᾳ, ποτὲ διὰ πυρός, ποτὲ διὰ νεφέλης, διὰ εἴδους, διὰ τεράτων, διὰ προφητῶν, εἶτα σαρκωθεὶς διὰ παρθένου, διὰ ὁμοτροφίας, διὰ αἰκισμῶν, διὰ ὀνειδισμῶν, εἶτα διὰ θανάτου καὶ ἀναστάσεως καὶ ἀναλήψεως. πάντα ποιεῖ πρὸς τὸ δέον τοῖς χρόνοις καὶ πρὸς τὸ ἁρμόζον τοῖς ἀνθρώποις. καὶ πάλιν ἄρτι διὰ τοῦ αὐτοῦ πνεύματος τοῖς πιστοῖς ἐνεργεῖ, διὰ συνειδήσεως, διὰ φύσεως, καὶ τοῖς σοφοῖς θαυμασίοις πείθει τοὺς ὑπηκόους καὶ τοῖς μυστηρίοις τοὺς ταπεινόφρονας, καθολικῶς δὲ διὰ τοῦ οἰκείου θανάτου πάντας ζῳοποιεῖ ἐν τῇ ἁμαρτίᾳ ἀποθανόντας. ὅταν οὖν Χριστὸν Ἰησοῦν υἱὸν θεοῦ ἀκούσῃς, νόει θεὸν ἐκ θεοῦ γεννηθέντα, οὐ ποιηθέντα, ἀχρόνως καὶ ἀδιαστάτως κατὰ τὴν ἄκτιστον τοῦ γεννήσαντος φύσιν, περιεκτικῶς ὑπ᾽ οὐδενὸς καταλαμβανομένην, μερικῶς δὲ διὰ τῆς χάριτος θεοπρεπῶς νοουμένην καὶ φανερουμένην. ἐν δὲ τῇ ἐνσάρκῳ αὐτοῦ παρουσίᾳ δείκνυσιν ἐν ἑαυτῷ τὰ πάντα τοῖς υἱοῖς τοῦ πνεύματος· «ὅτι ἐν αὐτῷ ηὐδόκησε κατοικῆσαι πᾶν τὸ πλήρωμα τῆς θεότητος σωματικῶς».

ἐν αὐτῷ οὖν ὁρῶσι τὴν θεότητα, τὴν δύναμιν, τὸν πατέρα, τὸν υἱόν, τὸ ἅγιον πνεῦμα, τὸν καθαρὸν ἄνθρωπον, τὴν ὑποταγήν, τὴν εὐσέβειαν, ὁμοίως τὴν ὑπομονήν, τὴν λύτρωσιν, τὴν δούλην κτίσιν, τὴν μὲν ἀρχαίαν φύσιν φανερώσας, τὰ δὲ παρὰ φύσιν παραχωρίσας, φέρει «τὰ πάντα τῷ ῥήματι τῆς δυνάμεως αὐτοῦ».

Ὁ μὲν οὖν διάβολος ἔσχεν ὑποχείριον τὸν ἄνθρωπον 〈καὶ〉 κρατῶν τὸ δικαίωμα τῆς παρακοῆς ἐγαυρίασεν ὡς κατακυριεύσας τῆς δεσποτικῆς εἰκόνος, θαρρῶν καὶ λέγων, ὅτι κἂν ὁ θεὸς θέλῃ ῥύσασθαι αὐτόν, ὑπὸ τῆς ἑαυτοῦ δικαιοσύνης κωλυθήσεται, οὐκ εἰδὼς, ὅτι παντοδύναμός ἐστιν ὁ θεός, δυνάμενος καὶ τὸ δίκαιον φυλάξαι καὶ τὸν ἄνθρωπον ῥύσασθαι, ὃ καὶ πεποίηκε πᾶν χρέος ὑπὲρ ἡμῶν ἀποτίσας. πρῶτον μὲν διὰ τῆς οἰκείας ὑπακοῆς ἔσχισε τὸ τῆς παρακοῆς χειρόγραφον, εἶτα δι᾽ εὐσεβείας κατέλυσε τὴν δυσσέβειαν. ἡμεῖς ἄξιοι θανάτου, ἀλλ᾽ ὑπὲρ ἡμῶν ἀπέθανεν. ἡμεῖς καὶ ἄλλους ἀπωλέσαμεν, ἀλλ᾽ αὐτὸς πάντας ἔσωσεν. ὢ θαυμάσια δεσπότου· δυνάμενος πάντα λόγῳ συγχωρῆσαι, τοῦτο οὐ ποιεῖ, ἀλλὰ πρῶτον τὰ ἐγκλήματα ὑποφέρει τὰ ἡμῶν καὶ ἔργῳ τὴν ἁμαρτίαν παραλύει, ἵνα καὶ τὴν ἀλήθειαν στήσῃ καὶ τὸ ἔλεος ἐν ἑαυτῷ φανερώσῃ, καθώς φησιν· «ἔλεος καὶ ἀλήθειαν αὐτοῦ τίς ἐκζητήσει»; ἀλλ᾽ ἐρεῖ τις· “εἰ τοὺς κινδύνους πάντων εἰς ἑαυτὸν ἀντικατήλλαξε, τίς ἔτι κολασθήσεται;„ προείπομεν δέ, ὅτι αὐτὸς εἶπε· «γενηθήτω σοι ὡς ἐπίστευσας». δῆλον οὖν, ὅτι οἱ ἀπιστοῦντες κατὰ τὸ μέτρον τῆς ἀπιστίας κολάζονται. πιστὸν δὲ καὶ ἄπιστον αἱ ἐντολαὶ διακρίνουσι· πολλοὶ γὰρ δοκοῦμεν πιστεύειν μηδόλως τὰς ἐντολὰς ποιήσαντες καὶ ἔνθεν ἐλεγχόμεθα, λόγῳ μὲν τὴν πίστιν, ἔργῳ δὲ τὴν ἀπιστίαν ἐπανῃρημένοι.

Εὐξώμεθα οὖν, ἀδελφοί, ἔργῳ καὶ λόγῳ τὰς ἐντολὰς ὅση δύναμις ἐν πίστει καὶ πληροφορίᾳ τελείᾳ ποιεῖν τὰς τοῦ κυρίου, ὅτι αὐτῷ πρέπει δόξα καὶ τιμὴ εἰς τοὺς αἰῶνας. Ἀμήν.

ΛΟΓΟΣ ΛΗʹ. Ἐρώτησις. Τί ἐστι τὸ εἰρήμενον· «ἡ δικαιοσύνη σου ὡς ὄρη θεοῦ»; Ἀπόκρισις. Αὐτοὶ οἱ δαίμονες πονηροὶ ὄντες κατὰ τὴν οἰκείαν κακίαν ἐπελθεῖν τοῖς ἀνθρώποις ἀδυνατοῦσι· πεπεδημένοι γάρ εἰσι, τὴν δικαιοσύνην τοῦ θεοῦ ὑπερβῆναι μὴ δυνάμενοι. ὅθεν πρῶτον παραδεικνύουσι τὰς ἡδονάς, ἵνα μόνον τὸ αὐτεξούσιον εἰς ἐπιθυμίαν κινήσωσι διὰ τῶν λογισμῶν, καὶ λοιπὸν δικαίως τοῖς ἀκολουθοῦσι χρήσωνται. διὰ τοῦτο 〈πρῶτον κατὰ διάνοιαν δόξας ἀνθρώπων ἐπαγορεύουσιν, εἶτα〉 λοιπὸν καὶ αὐτὸν τὸν ἰδικὸν ἔπαινον ἐπάγουσι παρὰ τῶν ἔξωθεν καὶ κέρδη τινά, καὶ ὅταν ἡδυπαθῶς καὶ ἀνθρωπίνως αὐτὰ καταδεξώμεθα, τῷ δεδωκότι μᾶλλον πᾶσαν ἀποκρινόμενοι τὴν εὐεργεσίαν ἢ παρὰ τοῦ θεοῦ, τότε λοιπὸν ἀποχρώμενοι τῷ δικαίῳ ἐπιφέρουσι τὸ ἐναντίον (ἐναντίον δὲ δόξης ἀτιμία καὶ κέρδους ζημία), καὶ οὕτως ὑπευθύνους ἡμᾶς ἐκ τῆς προσπαθείας τῆς προλαβούσης ἔχοντες ὕστερον διὰ τῶν ἐναντίων ταράττουσι, τοῦ προκρατοῦντος πάθους ἰσόμετρον τὴν ταραχὴν ἐκφέροντος. ὅταν γὰρ εὕρωσιν ἐκ δικαίου τὴν ἀφορμήν, οὐ συγχωροῦσιν, ἕως πᾶσαν ἐξελκύσωσι· 〈ἀφαιρουμένου γὰρ πάθους〉 ὁ πόνος καὶ ἴσος συμβαίνει καὶ ἄφευκτος διὰ τὸ δίκαιον τῆς φύσεως.

Χρὴ οὖν ἅμα παρὰ τὰς ἀρχὰς ταῖς σωματικαῖς εὐεργεσίαις μὴ προσπάσχειν μηδὲ ταῖς δόξαις ἡδύνεσθαι, ἵνα μὴ ὕστερον πειραζόμενοι κινώμεθα, ἀλλ᾽ ὧδε ζητητέον, διὰ τί θέλομεν εἶναι καλοὶ καὶ οὐ δυνάμεθα. βούλεται γὰρ ἕκαστος ἀποκλεῖσαι τὴν προσβολὴν καὶ οὐκ ἰσχύει. πόθεν δὲ τοῦτο, εἰ μὴ καθὼς εἶπεν ὁ ἀπόστολος ἐκ τῆς ἐνοικούσης ἁμαρτίας, ἥτις ἐστὶ ῥίζα τῶν παθῶν καὶ νομὴ τῶν δαιμόνων. περὶ τούτου εὔχεσθαι χρὴ νυκτὸς καὶ ἡμέρας, ὅπως ἐνοικήσῃ ἐν ἡμῖν καὶ ἐμπεριπατήσῃ «ὁ ἀμνὸς τοῦ θεοῦ ὁ αἴρων τὴν ἁμαρτίαν τοῦ κόσμου», ὃς κρυπτῶς μὲν ἐν ἡμῖν καὶ μερικῶς ἐστιν, ἐμφανῶς δὲ ὅταν ἔλθῃ ἐν καρδίᾳ καθαρίζων τὸν ἄνθρωπον. «ὁ θεὸς γὰρ ἐμφανῶς ἥξει, ὁ θεὸς ἡμῶν, καὶ οὐ παρασιωπήσηται».

Ἐρώτησις. Τί ἐστιν ὃ εἶπε «χωρὶς ἐμοῦ οὐ δύνασθε ποιεῖν οὐδέν»; Ἀπόκρισις. Τοῦτο εἴρηκε διὰ τὴν εὐσεβῆ μνήμην, ὥστε ἀκρίτως ἐπιτηδεύειν πᾶν πρᾶγμα, ἀλλὰ πρῶτον αὐτοῦ δέεσθαι καὶ πάντα δι᾽ αὐτοῦ πειρᾶσθαι ποιεῖν. ἐν ἐκείνοις γὰρ εὐοδούμεθα, ἐν οἷς αὐτὸν ἐπικαλούμεθα, ἐν ἐκείνοις ὀδυνώμεθα, ἐν οἷς 〈αὐτοῦ〉 ἐπιλανθανόμεθα. οὐ χρὴ οὖν ἀβοηθήτως τὶ ποιεῖν ἢ λαλεῖν ἢ πολεμεῖν ἢ ταράσσεσθαι πρὸς τὰ πράγματα, ἐπειδὴ πλεῖον ἑαυτοὺς καταβάλλομεν, πρῶτον μὴ ζητήσαντες τὸν ἔχοντα τὴν ἐξουσίαν. μόνος γὰρ αὐτὸς κατευθύνει τὸν ἄνθρωπον, πάντα προφθάνων ἐν τοῖς θαυμασίοις τοῦ πνεύματος. ἐπιτελέσαι θέλεις τι ἔργον; αὐτῷ πρόσευξαι. λαλῆσαι θέλεις; αὐτοῦ μνημόνευσον. θέλεις ῥυσθῆναι τῶν κακῶν; τὸν κύριον ἐπικάλεσαι. ἀφανίζει σε ἁμαρτία; «ἀμνός» ἐστιν «ὁ αἴρων τοῦ κόσμου τὴν ἁμαρτίαν». φοβεῖ σε ἄνθρωπος; «πύργος» ἐστὶν «ἰσχῦος ἀπὸ προσώπου ἐχθροῦ». θροοῦσι δαίμονες; ἐπιτιμᾷ καὶ ἀφανίζονται. κρατεῖ ἀφροσύνη; «ἀπὸ προσώπου αὐτοῦ γνῶσις καὶ σύνεσις». κατέχει δειλία; αὐτὸς δίδωσι θάρσος. ἐνεργεῖ λύπη; ἡ μνήμη αὐτοῦ ἐμποιεῖ χαράν. οὐχ εὑρίσκεις ἔξοδον τῶν διαλογισμῶν; «ἐγώ εἰμι, φησίν, ἡ θύρα τῶν προβάτων». πάντα ἐν αὐτῷ ἐστι, καθὼς εἶπεν· ὅτι «πάντα μοι παρεδόθη ὑπὸ τοῦ πατρός». σὺ οὖν ἐν πᾶσιν αὐτῷ πίστευε καὶ θάρσει ἐπ᾽ αὐτῷ.

τοῦτο δὲ μόνον φοβοῦ καὶ παρακάλει, μήποτε αὐτοῦ ἐπιλάθῃ πλανηθεὶς ὑπὸ τῶν πνευμάτων. ὅταν δέ σε ἀφελκύσωσι, σὺ μὴ προσομιλήσῃς, μηδὲ τῷ πράγματι μηδὲ τῷ πνεύματι, χωρὶς εὐχῆς. ἀλλὰ «ἀποκάλυψον πρὸς κύριον τὴν ὁδόν σου καὶ ἔλπισον ἐπ᾽ αὐτόν, καὶ αὐτὸς ποιήσει».

Ὥστε οὖν οὐδὲν ἕτερον παρ᾽ ἡμῶν ἐπιζητεῖ ἢ τὴν εἰς αὐτὸν ἐλπίδα περὶ παντὸς πράγματος, καὶ μέντοι κατὰ τὸ μέτρον τῆς ἐλπίδος, οὕτω καὶ ἡ ἀντίληψις γίνεται. ὁ δὲ ἐλπίζων οὐκέτι μεριμνᾷ, περὶ ὧν ἤλπισε, πίστει καὶ διακρίσει παραλογιζόμενος· καὶ γὰρ τὸ «μέτρον τῆς πίστεως» ἐντεῦθεν γνωσθήσεται 〈ἐκ τῆς ἰσοτιμίας τοῦ παραλογισθέντος πράγματος〉. διὰ τοῦτο λέγει· «τί στενὴ ἡ πύλη καὶ τεθλιμμένη ἡ ὁδὸς ἡ ἀπάγουσα εἰς τὴν ζωήν»· θλίβεται γὰρ ὑπὸ τῶν τῆς πονηρίας πνευμάτων καὶ στενοῦται διὰ τῶν πειρασμῶν ψυχὴ ἡ ζητοῦσα τὸν κύριον, ἕως οὗ εὕρῃ, καὶ τότε κραταιωθήσεται ἐν τῷ ἁγίῳ πνεύματι, καθὼς καὶ λέγει· «ζητήσατε τὸν κύριον καὶ κραταιώθητε». ὅσοι δὲ λέγουσι τὴν βασιλείαν ζητεῖν διὰ τῆς εὐχῆς καὶ τὴν φιληδονίαν οὐ φεύγουσιν, ὑπὸ ταύτης αὐτῆς δελεαζόμενοι ἐπιλανθάνονται τοῦ κυρίου. ἀδύνατον γὰρ τὸν κύριον ἢ τὸν πλησίον ἀγαπῆσαι, εἰ μὴ πρότερον ἡδονὰς καὶ δόξας μισήσωμεν. «οὐ δύνασθε, γάρ φησι, δυσὶ κυρίοις δουλεύειν», «θεῷ καὶ μαμωνᾷ». «ᾧ γάρ τις ἥττηται, τούτῳ καὶ δεδούλωται». δεῖ γὰρ «τὰ πνευματικὰ τῆς πονηρίας» παρελθεῖν κατὰ τὸν ἀπόστολον, καὶ οὕτως εἰς τὴν βασιλείαν εἰσελθεῖν. βασιλεία δὲ οὐρανῶν ἐστι τὸ φιλάνθρωπον πνεῦμα Χριστοῦ, ἀπάθειαν καὶ πίστιν ἐνεργοῦν τῇ ψυχῇ καὶ παρέχον, οὐ τὸν ἀρραβῶνα ἐλάβομεν κατὰ τὴν γραφήν. «

πνευματικὰ» δὲ «τῆς πονηρίας» εἰσὶν αἱ τοῦ διαβόλου ὑποθέσεις, οἱ τῆς ἀπιστίας καὶ κραιπάλης λογισμοί, καθὼς λέγει· «τὰ γὰρ ὅπλα τῆς στρατείας ἡμῶν οὐ σαρκικά, ἀλλὰ δυνατὰ τῷ θεῷ πρὸς καθαίρεσιν ὀχυρωμάτων, λογισμοὺς καθαιροῦντα», ἕως οὗ γένηται πόλεμος τοῦ ἀντιλέγειν τοῖς λογισμοῖς. ὁ γὰρ ἐχθρὸς κατέχει τὸν νοῦν καὶ δολερῶς ὑποδεικνύει τὰς ἔξω δόξας καὶ ἡδονάς, ἐξ ὧν γεννᾶται τὸ μῖσος, ὅ ἐστι κάλυμμα τῆς ψυχῆς, ὅθεν οὐ δυνάμεθα βλέπειν, οὐδὲ τὴν ἐκείνου κακίαν οὐδὲ τὴν τοῦ κυρίου βοήθειαν, καὶ οὕτως οὐκ οἴδαμεν πῶς οἰκεῖ ὁ Χριστὸς ἐν ἀνθρώπῳ καὶ πῶς δεσμεῖ τὸν ἰσχυρὸν καὶ τὰ σκεύη αὐτοῦ διαρπάζει, ἅπερ ἐκεῖνος τοῦ ἀνθρώπου ἀφήρπασεν. οὐ λέγομεν δὲ ὅτι ἡ βασιλεία τῶν οὐρανῶν ὧδε τέλος ἔχει, ὡς ἀποκλείοντες τὰ μέλλοντα, ἀλλ᾽ ὅτι ἀπεντεῦθεν ἔστι κοινωνῆσαι τῷ ἁγίῳ πνεύματι καὶ ἐνεργῶς πιστεῦσαι περὶ τῆς αἰωνίου ζωῆς διὰ τῆς ἐκ νεκρῶν ἀναστάσεως κατὰ τὸ εἰρημένον· «εἰ γὰρ τὸ πνεῦμα Χριστοῦ ἐνοικεῖ ἐν ὑμῖν ὁ ἐγείρας ἐκ νεκρῶν Ἰησοῦν ζωοποιήσει καὶ τὰ θνητὰ σώματα ἡμῶν διὰ τοῦ ἐνοικοῦντος αὐτοῦ πνεύματος ἡμῖν». ταῦτα δὲ οὐκ ἔστιν ἀτεκμάρτου πίστεως τὸ εἰπεῖν· «ἑαυτοὺς δοκιμάζετε», «εἴ ἐστε ἐν τῇ πίστει», «ἢ οὐκ ἐπιγινώσκετε ἑαυτούς»; «εἰ μήτι ἄρα ἀδόκιμοί ἐστε» διὰ τοῦτο μηδὲν σωματικὸν μεριμνᾶν κελεύει πρὸς τὸ ἀπερισπάστῳ μνήμῃ τὴν ἐλπίδα κρατεῖν.

οὕτω γὰρ κατοικήσει τὸ πνεῦμα αὐτοῦ ἐν ἡμῖν. ὑποδεικνύει δὲ δι᾽ αὐτῶν τῶν πραγμάτων, ὅτι αὐτός ἐστιν ἡ παρὰ τοῦ ἁγίου πνεύματος λύτρωσις.

Ὅσοις οὖν πόνος περὶ σωτηρίας, δεηθῶμεν πρῶτον μὴ ἐπιλανθάνεσθαι τῆς αὐτοῦ προνοίας τοῦ ὑποφέρειν πόνον καὶ ὀνειδισμόν, ἔχοντες τὴν βοήθειαν καὶ «κατὰ σκοπὸν» τρέχοντες «ἐπὶ τὸ βραβεῖον τῆς ἄνω κλήσεως», ἕως «καταντήσωμεν» «εἰς ἄνδρα τέλειον, εἰς μέτρον ἡλικίας τοῦ πληρώματος τοῦ Χριστοῦ», διὰ τῆς ἐπιχορηγίας τοῦ πνεύματος, οὗ καὶ «τὴν ἀπαρχὴν» ἐλάβομεν οἱ δι᾽ ἀκοῆς πιστεύσαντες ἐπ᾽ ἐλπίδι τῆς τελείας καὶ ἐνεργοῦς πίστεως. οὐ γὰρ περὶ ψιλῆς γνώσεως λαλοῦμεν, ἀλλὰ γνώσεως ἀληθείας ἐν μυστηρίοις θεοῦ. ἡ μὲν γὰρ ἔξωθεν γνῶσις διὰ τῶν συμβάσεων καὶ τῆς περὶ τῶν φανερῶν ἐλπίδος προσγίνεται καὶ ὑποδεικνύει τὴν τοῦ θεοῦ δικαιοσύνην καὶ ἐκ τῶν ἔξωθεν μερικῶς τὴν πεῖραν τῶν κεκρυμμένων λαμβάνει. ὁ δὲ τὰ γήϊνα ὑπερβὰς οὐ μόνον ἔργῳ, ἀλλὰ καὶ ἐννοίᾳ, οὗτος ἀπερισπάστῳ νοῒ παραμένει τῇ πνευματικῇ θύρᾳ καὶ παρακαλεῖ τὸν κύριον τοῦ εἰσελθεῖν, καὶ ὅταν ἀκουσθῇ, οὐκέτι ἐν γνώσει ἢ σημειώσει τῶν ἔξωθεν, ἀλλ᾽ ἐνεργὴς ἡ πληροφορία γίνεται τῷ τοιούτῳ. καὶ ἡ γνῶσις μὲν τῆς αὐτῆς ἐστι δωρεᾶς, ἀλλ᾽ οὐκ ἀναλογεῖ πρὸς τὴν ὠφέλειαν— οὐδὲ γὰρ τὸν κάματον ἴσον ἔχει. ἄλλως γὰρ ἀγωνιᾷ ὁ κατὰ χεῖρα πολεμῶν καὶ ἄλλως ὁ ἀφ᾽ ὑψηλοῦ βλέπων τὸν πόλεμον, ἄλλος ἐστὶν ὁ ἀθλῶν καὶ τυπτόμενος καὶ ἄλλος ὁ βλέπων καὶ τερπόμενος. ὁ μὲν γὰρ κατέρχεται τῇ θεωρίᾳ πεφυσιωμένος, ὁ δὲ παρὰ τοῦ ἀγωνοθέτου πεπλουτισμένος.

οὕτω καὶ εἰς τὸ νοερόν· «ἡ γνῶσις φυσιοῖ, ἡ δὲ ἀγάπη οἰκοδομεῖ»· κατὰ ἀναλογίαν δὲ τῆς ἐλπίδος οὕτως ἡ ἡσυχία καὶ κατὰ τὴν νοερὰν ἡσυχίαν ἡ παράκλησις. καθὼς (φησί) «περισσεύει τὰ παθήματα τοῦ Χριστοῦ εἰς ἡμᾶς, οὕτω περισσεύει καὶ ἡ παράκλησις ἡμῶν». μέτρα γάρ εἰσι τῆς ἑκάστου πολιτείας καὶ ἐν αὐτοῖς βραβεύει ἡ τοῦ θεοῦ δικαιοσύνη καὶ ὅσον τις ἀποθνῄσκει τῷ πνεύματι τοῦ κόσμου, τοσοῦτον ζῇ τῷ πνεύματι τοῦ κυρίου. αὐτῷ ἡ δόξα εἰς τοὺς αἰῶνας. Ἀμήν.

ΛΟΓΟΣ ΛΘʹ. Τρεῖς εἰσιν ἀρεταὶ πολύτροποι προηγούμεναι τῆς καθαρότητος· ἀλήθεια παντοδαπή, ἐγκράτεια καὶ τῶν ἐπερχομένων ὑπομονή. ταύτας δὲ ἄλλως οὐ λαμβάνει τις, εἰ μὴ διὰ νηστείας καὶ προσευχῆς, μὴ τὰς θλίψεις τῆς μακροθυμίας μισῶν, ἀλλὰ ὑπομονὴν αἰτῶν—μὴ φέρων γὰρ τὸν πόνον προσφέρεις τὸν λόγον—. τότε δὲ γίνεται παράμονον τὸ ἀγαθόν, ὅταν μετὰ πόνου καρδίας συνάγηται· τὰ γὰρ ἀναλγήτως συναγόμενα εὐαφαίρετα τυγχάνει. χωρὶς οὖν θλίψεως ἑκουσίου ἀδύνατον ἀκολουθῆσαι Χριστῷ καὶ ἐνεργῶς νοῆσαι περὶ βασιλείας καὶ γεέννης. διὰ τοῦτο λέγει· «ἐγώ εἰμι ἡ θύρα· καὶ ὁ εἰσερχόμενος δι᾽ ἐμοῦ εἰσελεύσεται καὶ ἐξελεύσεται» καὶ πάλιν· «μάθετε ἀπ᾽ ἐμοῦ, ὅτι πρᾶός εἰμι καὶ ταπεινὸς τῇ καρδίᾳ». ὁ οὖν πραΰτητι καρδίας ταπεινούμενος εἰσέρχεται εἰς τὴν πύλην αὐτήν, ὅπου πρώτη ἀλήθεια προτιμᾶται καὶ συνείδησις κατηγορεῖ, αἱ πράξεις τῶν ὑποκριτῶν ὁμολογοῦνται καὶ ὁ φόβος τοῦ θεοῦ φανεροῦται. τότε καὶ ἡ ψυχὴ διὰ τοῦ φόβου φωτισθεῖσα εἶδεν ἐνδότερον τὴν λογικὴν αὐτῆς φύσιν ἑστῶσαν εὐτάκτως, ἡσύχιον, ἤρεμον, ἀτάραχον, ἀμετεώριστον, θεοφιλῆ, εὐσεβῆ, εὔελπιν, εἰς πίστιν καθαράν, μονοδέσποτον, 〈φωτόκτιστον〉, αὐτεξούσιον, ἰδιότρεπτον, ἑτοιμολάτριν.

τότε βλέπει καὶ τὸ ἴδιον σκότος, καὶ μαθοῦσα πόσον ἀπέχει τῆς φύσεως χωρεῖ λοιπὸν εἰς ἀληθινὴν μετάνοιαν καὶ τούτου τυχεῖν θέλει· τὸ γὰρ φῶς πρὸς τὸ ἰδεῖν μόνον περιέλαμψεν, ὅθεν ἐμπόνως δέεται τοῦ δεσπότου καὶ ὁμολογεῖ σφόδρα ἡμαρτηκέναι καὶ συντίθεται πόνον καὶ αἰσχύνην ὑπὲρ ἀληθείας καταδέξασθαι, μόνον ἵνα ἃ εἶδε καταλάβῃ πάντα διὰ τῆς χάριτος τοῦ Χριστοῦ, τοῦ καὶ ὧδε τὴν ἀπαρχὴν διδόντος κατὰ τὸν ἀπόστολον καὶ τὰ ἐκεῖ ἀγαθὰ ὡς ἐν ἐσόπτρῳ προδεικνύοντος, ἵνα βεβαίως πιστεύσαντες μὴ ἐκκακῶμεν καθημέραν ὑπὲρ τῆς ζωῆς ἀποθνῄσκειν.

Ὁ δὲ μὴ θέλων ἑαυτὸν κατὰ συνείδησιν ἐλέγχειν, μηδὲ παρ᾽ ἑτέρου ἀκούειν, πῶς παρακληθήσεται; τὰ τῆς δικαιοσύνης φάρμακα εὐχαρίστως μὴ καταδεχόμενος 〈οἰη〉ματικοὺς ἐπίσταται λογισμοὺς ὁ τοιοῦτος, δόξας καὶ ἐπαίνους ἀνθρώπων θηρεύων λοιπόν. ἕκαστος δὲ διὰ τῆς ἑαυτοῦ καρδίας εἰδέναι δύναται ποίας ἐστὶν ἄξιος ἑτοιμασίας. ἰδέτω τοίνυν ἕκαστος ἑαυτόν, ποίῳ πνεύματι μᾶλλον περιέχεται· δεῖ γὰρ τὰ δύο ἐνεργεῖν πρὸ τῆς ἀπαλλαγῆς. μὴ οὖν χαιρέτω 〈ὁ〉 ἄνθρωπος, ὅτι μεμύηται τοῦ ἀγαθοῦ, ἀλλ᾽ εἰ ὑπερέβαλε τὴν κακίαν, εἰ ἐπάνω γέγονε τοῦ ἀντιπάλου, εἰ ὑπερέχει τῷ μέτρῳ διὰ τῆς θλίψεως, εἰ προφθάνει τῇ νοερᾷ αἰσθήσει διὰ τῆς πραότητος, εἰ καθημέραν προκόπτει, εἰ οὐκέτι τῆς ὑπομονῆς ἐκβάλλεται καὶ οὕτω ζητεῖν ὀφείλει τὸν προειρημένον φόβον τοῦ θεοῦ πρὸς φωτισμὸν τῆς γνώσεως. μήποτε ἡ κακία ἔκρυψε τὰ κακὰ τῆς ψυχῆς βουλομένη μονομερῶς δεῖξαι τὰ καλά, ἵνα μόνον τὴν οἴησιν ἐπενέγκῃ καὶ βεβαιώσασα τὸν νοῦν δι᾽ αὐτῆς πάντα συλήσῃ· ἀναιρετικὴ γὰρ πάντων τῶν καλῶν ἡ οἴησις τυγχάνει. διὰ τοῦτο ὀφείλει ἕκαστος ἡμῶν τὸ μὲν ἀγαθὸν ποιεῖν, περὶ δὲ τῶν κακῶν καθημέραν ἑαυτὸν κατὰ συνείδησιν ἐλέγχειν ἢ καὶ τοὺς ἐλέγχους ἀγαπᾶν, μὴ καταλέγων ἑαυτοῦ ψευδῶς προφάσει ταπεινοφροσύνης, ἐπεὶ καὶ ἐντεῦθεν λαβὰς εὑρίσκει ὁ ἐχθρός.

μάθετε γὰρ αὐτοῦ τὴν κακοτεχνίαν· τὰ ὄντα φαῦλα κρύπτει ὡς μηδὲν ὄντα· καὶ τὰ μὴ ὄντα ἑαυτοῦ καταλέγειν παρασκευάζει, ἵνα ὕστερον εἴπῃ· “μακάριος εἰ, ὅτι οὐκ εἶ τοιοῦτος.„ καὶ οὕτως εἰς τὴν ταπεινοφροσύνην τὴν ὑψηλοφροσύνην ἐγκρύψας θανατοῖ τὸν μὴ τηροῦντα τὴν ἀλήθειαν. ἀρξώμεθα τοιγαροῦν τῆς ἀληθείας· ἐρασθῶμεν τῶν ὑπὲρ αὐτῆς θλίψεων ὁδηγουσῶν εἰς τὴν καθαρότητα τῆς ψυχῆς· μὴ καταδεξώμεθα ψευδῆ λογισμόν. λάβωμεν πεῖραν μελλόντων ἀγαθῶν, κτησώμεθα πίστιν βεβαίαν. ἡ γὰρ βεβαία πίστις διὰ τῆς πείρας ἐγγίνεται, ἡ δὲ πεῖρα διὰ καθαρισμοῦ καρδίας, ὁ δὲ καθαρισμὸς διὰ μακροθυμίας, ἡ δὲ μακροθυμία διὰ νηστείας καὶ προσευχῆς.

Ἐρώτησις. Τί οὖν· μηδὲ ποσῶς εἰς τὴν καρδίαν εἰσελθόντες, πῶς ἀρξώμεθα; Ἀπόκρισις. Προείπομεν, ὅτι διὰ νηστείας καὶ προσευχῆς ἔξω ἑστῶτες κρούομεν, καθὼς αὐτὸς ἐκέλευσεν εἰπών· «κρούετε καὶ ἀνοιγήσεται ὑμῖν». μακάριοι οὖν οἱ εἰσελθόντες καὶ παραμείναντες εἰς τέλος καὶ καρδίαν καθαρὰν κτησάμενοι· καθαρὰν δὲ καρδίαν λέγομεν οὐχ ὡς ἀπαράδεκτον κακίας· οὐ γὰρ ἀναιρεῖταί ποτε τὸ αὐτεξούσιον, ἀλλὰ χάριτι μὲν καθαριζομένην, ἔχουσαν δὲ τὸ κατὰ φύσιν ἰδιότρεπτον, ὡς καὶ ὁ κύριος εἶπεν· «ἴδε ἐκαθαρίσθης· μηκέτι ἁμάρτανε», δεικνύς, ὅτι καὶ μετὰ τὴν χάριν ἕκαστος ἡμῶν ἔχει τὸ θέλημα. τῶν γὰρ μαθητῶν αὐτοῦ λεγόντων· «πρόσθες ἡμῖν πίστιν», ἔφη αὐτοῖς· «ἐὰν εἴχητε πίστιν ὅσον κόκκον σινάπεως, ἐλέγετε τῷ ὄρει τούτῳ· μετάβηθι καὶ εἴσελθε εἰς τὴν θάλασσαν, καὶ ἐγίνετο». τοῦτο δὲ ἔλεγε σημαίνων τὴν δι᾽ ἐνεργείας πίστιν οὖσαν δυσκατάληπτον· οὔπω γὰρ βεβαία τῷ διὰ καρδίας τὰ πράγματα θεασαμένῳ, ἔνθεν διὰ παρακοῆς ἐκβαλλόμεθα καὶ ἔνθεν δι᾽ ὑπακοῆς εἰσαγόμεθα καὶ ἐφ᾽ ἑκάστῳ, ὅπου ῥέψει τὸ θέλημα.

Ἐρώτησις. Εἶπας, ὅτι χρὴ ἑαυτὸν ἐπὶ θεοῦ κατὰ συνείδησιν ἐλέγχειν· καὶ πῶς δύναμαι, ὅτι τὰ πλείονα ἀγνοῶ· ἡ γὰρ ἁμαρτία ἐκάλυψέ με; Ἀπόκρισις. Ὁ ἄνθρωπος ἀγνοεῖ, ἀλλὰ πιστεύειν ὀφείλει, ὅτι ἡ χάρις ἀλάθητός ἐστι· καὶ ὅταν εὕρῃ κεκαλυμμένα τῆς ψυχῆς τραύματα, τότε τοῖς ἔξωθεν θλιβεροῖς ἁρμοδίως παραχωρεῖ σε· καὶ ἐὰν φέρῃς διὰ τῆς ὑπομονῆς, τὰ κεκρυμμένα θεραπεύει καὶ ἐκ τῆς ὁμοιοτρόπου ἐπιφορᾶς δεικνύει σοι τὸ κεκρυμμένον ἁμάρτημα. ὁ δὲ μὴ ὑπομένων τὰ ἐπερχόμενα οὐδὲ βλέπει τὰ κεκρυμμένα πάθη οὐδὲ τῆς θεραπείας τυγχάνει. μὴ τοίνυν ἐπὶ συμφορᾷ ταραχθῇς κατὰ τοῦ πλησίον, ἀλλ᾽ ἴσος γίνου ἐπὶ πάσῃ συμβάσει, καὶ οὐκ ἔσται σοι τραῦμα κεκρυμμένον ἢ ἀνίατον. ὥσπερ γὰρ τῷ πυρέττοντι ἐπιβλαβὲς τὸ χρίεσθαι ἐλαίῳ, οὕτως ἀδικουμένῳ ἁμαρτωλῷ ἐκζητεῖν τὸ δίκαιον· καθὼς γὰρ ἐκεῖνος ἀλειφεὶς ἀκαίρως μᾶλλον ἐβλάβη, ὁμοίως οὗτος ἐκδικηθεὶς ἀδεῶς μᾶλλον κατεκρίθη. τῷ δὲ θεῷ ἡμῶν ἡ δόξα εἰς τοὺς αἰῶνας. Ἀμήν.