Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Μακάριος ὁ Αἰγύπτιος – Λόγοι (Νόθος)

Μακάριος ὁ Αἰγύπτιος

Λόγοι Μ'-ΜΕ': Η ενοίκηση του Θεού, το αναμάρτητο του Χριστού και η ίαση της ψυχής

Η αλλοτριότητα των παθών ως προς την ανθρώπινη φύση, ο πνευματικός γάμος της ψυχής, η σταδιακή ενέργεια της χάριτος και ο φωτισμός του σκοτισμένου νου.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Μακάριος ὁ Αἰγύπτιος

—

Κεφάλαιο 13 από 18

ΛΟΓΟΣ Μʹ. Γινώσκειν βούλομαι τὴν σύνεσίν σου ὅτι χρὴ τὸν τέλειον ἐν Χριστῷ ἄνδρα ἀφιερωμένον τυγχάνοντα μὴ μόνον αὐτὸν ἐν θεῷ εἶναι, ἀλλὰ καὶ τὸν θεὸν ἐν αὐτῷ οἰκεῖν, καθώς φησιν ὁ κύριος· «ὁ μένων ἐν ἐμοὶ κἀγὼ ἐν αὐτῷ». δεῖ γὰρ τὸν τοῦ θεοῦ ἄνθρωπον καὶ παροικῆσαι ἐν τῷ σκηνώματι τῷ θεϊκῷ καὶ κατασκηνῶσαι ἐν τῷ ἁγίῳ ὄρει τῆς ἀχράντου θεότητος, ἵνα μὴ μόνον περιέχων ᾖ, ἀλλὰ καὶ περιεχόμενος ὑπὸ τῆς δόξης τοῦ μὴ συγχωροῦντος καταδυναστεύεσθαι ὑπὸ τῆς τοῦ σκότους ἐνεργείας τῶν παθῶν. ἁγιασμοῦ γὰρ χάριν καὶ τῆς 〈οἰκείας〉 ἀπαθείας ἐνοικεῖ τοῖς ἀξίοις ὁ σωτήρ, ἵνα, καθὼς αὐτὸς ἀπαθὴς τυγχάνει, καὶ τοὺς δεξαμένους αὐτὸν ἀπαθεῖς κατασκευάσῃ, μηκέτι κλυδωνιζομένους καὶ περιφερομένους ὑπὸ παντὸς ἀνέμου. εἰσὶ γάρ τινες 〈οἱ〉 οὐ μόνον αὐτοὶ πόρρωθεν τῶν τοῦ Χριστοῦ στιγμάτων τυγχάνοντες, ἀλλὰ καὶ τοὺς πλησίον ποτίζοντες ἀνατροπὴν θολεράν, οἵτινες «τὴν ἀλήθειαν τοῦ θεοῦ ἐν ἀδικίᾳ» κατέχ〈ουσιν〉, «ἐν οἷς (φησι) τὸ γνωστὸν τοῦ θεοῦ φανερόν ἐστι». ματαιωθέντες γὰρ «τοῖς λογισμοῖς αὐτῶν» καὶ σκοτισθέντες κατὰ τὴν ἀσύνετον αὐτῶν καρδίαν φάσκουσι φυσικὰ εἶναι καὶ ἐκ θεοῦ γεγενῆσθαι τὰ «πάθη τῆς ἀτιμίας», ἡδονὴν λέγω φθορᾶς καὶ θυμὸν ἄδικον, ὀργήν τε καὶ λύπην μὴ κατὰ θεὸν γινομένην καὶ ὅσα τοιαῦτα.

ἡμεῖς τοίνυν αὐτούς τε καὶ τὰς σφῶν αὐτῶν ἐκτροπὰς ἐάσαντες ἐπιγνῶμεν τὴν δοθεῖσαν ἡμῖν τῆς ἐλευθερίας αὐτεξουσιότητα παρὰ τοῦ κτίσαντος ἡμᾶς, ἵνα ἐφ᾽ ἡμ〈ῖν〉 ᾖ τὸ καὶ 〈τῶν〉 κρειττόνων ὀρέγεσθαι καὶ τῶν χειρόνων ἀπέχεσθαι. οὐ γὰρ ἂν ὁ δίκαιος κριτὴς ἐκόλαζεν ἡμᾶς, εἴπερ ἦν αὐτῶν τῶν κακῶν αὐτὸς ποιητής. ἄπαγε, παρακαλῶ, ἄπαγε, μηδὲ εἰς ἔννοιαν ἔλθῃ τῆς σῆς εὐλαβοῦς διανοίας τὸ ἄτοπον τοῦτο καὶ εὔηθες ῥῆμα. καθαρῶν γὰρ καὶ λίαν καλῶν φύσεων δημιουργὸς ὁ θεός, καθὼς διαγορεύει τὸ ἅγιον πνεῦμα ἐν τῇ κοσμοποιίᾳ· «ἰδού, γάρ φησι, πάντα καλὰ λίαν».

Ἰερεμίας δὲ ὀδυρόμενος καὶ ἀμφισβητῶν περὶ τῆς τῶν παθῶν αἰτίας «κύριος, φησί, 〈οὐκ〉 εἶπε· 〈τίς οὕτως εἶπε, καὶ ἐγενήθη〉; κύριος οὐκ ἐνετείλατο ἐκ στόματος ὑψίστου οὐκ ἐξελεύσεται τὰ κακά, ἀλλὰ τὰ ἀγαθά». καὶ αὖθις ἡ ἐν τῷ εὐαγγελίῳ πρὸς τὸν κύριον ἐπερώτησις τῶν λογικῶν δυνάμεων· «κύριε, φησίν, οὐχὶ καλὸν σπέρμα ἔσπειρας ἐν τῷ σῷ ἀγρῷ; πόθεν τοῦτο τὸ ζιζάνιον;» ἑτέρωθι δὲ αὐτὸς ὁ σωτὴρ περὶ τῶν αὐτῶν φησι· «πᾶσα φυτεία ἣν οὐκ ἐφύτευσεν ὁ πατήρ μου ὁ οὐράνιος ἐκριζωθήσεται». ὅτι γὰρ πᾶσα ἡ ἐκ θεοῦ φυτεία καλή, μαρτυρεῖ Παῦλος (ἐν ᾧ Χριστὸς λαλεῖ)· «ὅτι πᾶν κτίσμα θεοῦ καλόν». γίνωσκε τοίνυν μὴ ἡμέτερα εἶναι τὰ ἐναποκεκρυμμένα ἐν ἡμῖν πάθη, ἀλλὰ ἀλλότρια· «ἐκ τῶν κρυφίων μου, γάρ φησι, καθάρισόν με, καὶ ἀπὸ ἀλλοτρίων φείσαι τοῦ δούλου σου», καί· «ἀλλότριοι ἐπανέστησαν ἐπ᾽ ἐμέ, καὶ κραταιοὶ ἐζήτησαν τὴν ψυχήν μου», καί· «δίκασον, κύριε, τοὺς ἀδικοῦντάς με, πολέμησον τοὺς πολεμοῦντάς με». τί οὖν τὰ κρύφια ἢ τίνες οἱ ἀδικοῦντες καὶ πολεμοῦντες ἢ τίνες οἱ ἀλλότριοι, εἰ μὴ τὰ τῆς πονηρίας πνεύματα τὰ ἀντικείμενα ταῖς Χριστοῦ ἀρεταῖς;

Πρόσεχε ἀκριβῶς, ὅπως καὶ ὁ νόμος μαρτυρεῖ καὶ βοᾷ περὶ τῆς κατὰ τὸν ἔσω ἄνθρωπον καθαρότητος· «οὐ λήψῃ, φησί, τὸ ὄνομα κυρίου τοῦ θεοῦ σου ἐπὶ ματαίῳ· 〈οὐ γὰρ μὴ καθαρίσει κύριος τὴν καρδίαν τοῦ λαμβάνοντος τὸ ὄνομα αὐτοῦ ἐπὶ ματαίῳ〉». διὸ καὶ ὁ ἀπόστολος παραινεῖ φάσκων· «καθαρίσωμεν ἑαυτοὺς ἀπὸ παντὸς μολυσμοῦ», οὐ μόνον σαρκός, ἀλλὰ καὶ πνεύματος, καὶ ἑτέρωθί φησι· «ἐρραντισμένοι (φησίν) ἀπὸ συνειδήσεως πονηρᾶς τὴν καρδίαν», καὶ πάλιν· «ὁλόκληρον ὑμῶν τὸ πνεῦμα καὶ ἡ ψυχὴ καὶ τὸ σῶμα ἀμέμπτως διαφυλαχθείη», καί· «ἵνα γένησθε τέκνα θεοῦ ἀμώμητα». ὅσοι τοίνυν βούλονται τῆς υἱοθεσίας καταξιωθῆναι, οὐ τὸ σῶμα μόνον ἁγνὸν φυλάττουσιν, ἀλλὰ καὶ τὴν ψυχὴν κατὰ τὸν λέγοντα· «γενηθήτω ἡ καρδία μου ἄμωμος ἐν τοῖς δικαιώμασί σου, ὅπως ἂν μὴ αἰσχυνθῶ». οἱ μὲν γὰρ ὑπὸ νόμον τὰ τῆς σαρκὸς δικαιώματα ἐπιτελοῦντες μόνον τὴν ἐκτὸς φυλάττουσι καθαρότητα, οἱ δὲ ὑπὸ χάριν καὶ τῆς ἔνδον ἐν ἁγιασμῷ εἰρήνης ὀρέγονται, πεισθέντες τῷ εἰρηκότι· «ἐὰν μὴ περισσεύσῃ ὑμῶν ἡ δικαιοσύνη πλεῖον τῶν γραμματέων καὶ Φαρισαίων, οὐ μὴ εἰσέλθητε εἰς τὴν βασιλείαν τῶν οὐρανῶν».

οἱ γὰρ Φαρισαῖοι τυφλωθέντες τὴν διάνοιαν «τὰ ἔξω τοῦ ποτηρίου» πλύνουσιν, ὡς καὶ νῦν οἱ κατ᾽ αὐτοὺς νέοι Φαρισαῖοι τὸν ἔξω ἄνθρωπον ἐν ἐπιτηδευτῷ νοῒ σχηματίζοντες ἑαυτοὺς δικαιοῦσι, μὴ συμμαρτυροῦντος τοῦ ἁγίου πνεύματος τῷ πνεύματι αὐτῶν, ἵνα ὦσι τέκνα θεοῦ κατὰ τὸν λέγοντα ἀπόστολον· «αὐτὸ τὸ πνεῦμα συμμαρτυρεῖ τῷ πνεύματι ἡμῶν, ὅτι ἐσμὲν τέκνα θεοῦ»—καὶ μὴ βουλόμενοι γνωρίσαι τὴν ἐν ἁγιασμῷ αὔξησιν τοῦ ἔσω ἀνθρώπου, ἀλλὰ πληροφορούμενοι ἐν τοῖς τῆς σαρκὸς κατορθώμασι, μὴ γνόντες, ὅτι «πᾶσα ἡ δόξα τῆς θυγατρὸς τοῦ βασιλέως ἔσωθεν». ἔστι γάρ τις—ὡς ἔοικεν ἕκαστος ἡμῶν—νοητὴ συκῆ, παρ᾽ ἧς ὁ κύριος τὸν ἔνδον καρπὸν ἐπιζητεῖ καὶ οὐ τὸν ἐκ τῶν φύλλων ἐπικείμενον σχηματισμόν.

Ὁ τοίνυν συνηγορῶν τοῖς πάθεσι τῆς ἀτιμίας ὡς φυσικοῖς καὶ οὐχ ὡς συμβεβηκόσι μετήλλαξε «τὴν τοῦ θεοῦ ἀλήθειαν ἐν τῷ οἰκείῳ ψεύδει». ὡς γὰρ προέφημεν, ὁ ἄχραντος καὶ καθαρὸς καὶ τὴν εἰκόνα αὐτοῦ ὁμοίαν ἑαυτοῦ κατεσκεύασε, «φθόνῳ δὲ διαβόλου θάνατος εἰς τὸν κόσμον εἰσῆλθεν». ἐπειδὴ τοίνυν τὸ τῶν ἀνθρώπων γένος ἐν ἀνομίαις κισσηθὲν καὶ ἐν ἁμαρτίαις γεννηθὲν ἀπηλλοτριώθη ἀπὸ μήτρας καὶ ἐπλανήθη ἀπὸ γαστρός, βασιλευσάσης τῆς ἁμαρτίας ἀπὸ Ἀδὰμ μέχρι τῆς παρουσίας τοῦ Χριστοῦ 〈καὶ〉 ἐπὶ τοὺς 〈μὴ〉 ἁμαρτήσαντας, ἦλθεν ἱλασθεὶς «ὁ ἀμνὸς τοῦ θεοῦ ἆραι τὴν ἁμαρτίαν τοῦ κόσμου», διὰ τῆς οἰκείας αὐτοῦ δυνάμεως δήσας τὸν ἰσχυρόν, καὶ οὕτω διαρπάσας τὰ ᾐχμαλωτισμένα αὐτοῦ σκεύη ἡμᾶς, κατὰ τὸ εἰρημένον· «ᾐχμαλώτευσεν αἰχμαλωσίαν». εἰ οὖν ἔστιν ἡμῖν φροντὶς ἀνακληθῆναι ἀπὸ τῆς αἰχμαλωσίας καὶ φορέσαι «τὴν εἰκόνα τοῦ ἐπουρανίου» καὶ παραστῆσαι τὰ μέλη ἡμῶν δοῦλα τῇ δικαιοσύνῃ καὶ τῷ ἁγιασμῷ, καθὼς παρεστήσαμεν τῇ ἁμαρτίᾳ, πιστεύσωμεν, ὅτι χρὴ ἡμᾶς ἐν τῷ φωτὶ περιπατοῦντας ἀπροσκόπως ὁρᾶν τὰ τοῦ θεοῦ θαυμάσια κατὰ τὸν φήσαντα· «ἀποκάλυψον τοὺς ὀφθαλμούς μου, καὶ κατανοήσω τὰ θαυμάσια ἐκ τοῦ νόμου σου». ὡς γὰρ κατὰ τὸ αἰσθητὸν ὁ ἐν τῷ φωτὶ περιπατῶν οὐ προσκόπτει, οὕτω καὶ κατὰ τὸ νοητὸν ὁ ἐν τελείῳ ἁγιασμῷ ὑπάρχων οὐκ ἐνθυμεῖται πονηρά, οὐ λογίζεται φαῦλα.

οὐ 〈τίς〉 «γὰρ κοινωνία φωτὶ πρὸς σκότος, οὐδὲ συγκατάθεσις ναῷ θεοῦ μετὰ εἰδώλων». ὡς οὖν ναὸς θεοῦ ἐπίγνωθι σεαυτόν, ἀποδιδράσκων τὴν τῶν ἐν καρδίᾳ νοημάτων εἰδώλων ἀποτύπωσιν. πᾶν γὰρ πάθος ἐνεργοῦν τῇ ψυχῇ εἴδωλόν ἐστιν, ὅθεν κα〈λῶς〉 εἴρηται· «ᾧ τις ἥττηται, τούτῳ καὶ δεδούλωται». εἰ δὲ τοῖς τῆς σαρκὸς πάθεσι δεδουλώμεθα, δηλονότι τῷ ἁγίῳ καὶ ἀπαθεῖ πνεύματι οὐ δεδουλώμεθα. οὐ γὰρ δύναταί τις «δυσὶ κυρίοις δουλεύειν». «οὐ δύνασθε, φησί, θεῷ δουλεύειν καὶ μαμωνᾷ». «ὁ γὰρ ναὸς τοῦ θεοῦ ἅγιός ἐστι», μὴ ἔχων «σπίλον ἢ ῥυτίδα ἤ τι τῶν τοιούτων». διότι «ἅγιον πνεῦμα φεύξεται δόλον, καὶ ἀπαναστήσεται ἀπὸ λογισμῶν ἀσυνέτων» καὶ «εἰς κακότεχνον ψυχὴν οὐκ εἰσελεύσεται σοφία».

Πιστεύσαντες οὖν ὅτι πᾶς ὁ ἡμῶν νόμος «δακτύλῳ θεοῦ» ἐν καρδίᾳ γράφεται, «οὐ μέλανι, ἀλλὰ πνεύματι» θείῳ, δεξώμεθα τὴν ἀλήθειαν τοῦ νομοθέτου τοῦ εἰπόντος· «ἐγώ εἰμι ἡ ἀλήθεια», τοῦ καὶ τὴν τῆς καρδίας περιτομὴν ποιουμένου καὶ ἐπιγράφοντος ἐπὶ τὰς καρδίας τῶν ἀξίων τὸν τῆς χρηστότητος αὐτοῦ νόμον, ὥς φησιν ἐν τῷ προφήτῃ· «διδοὺς νόμους μου ἐπὶ καρδίας αὐτῶν, καὶ ἐπὶ τὰς διανοίας αὐτῶν ἐπιγράψω αὐτούς». αὐτίκα γοῦν ὅσοις φροντίς ἐστιν εἰς «γένος ἔκλεκτον» φθάσαι, εἰς «βασίλειον ἱεράτευμα», εἰς «ἔθνος ἅγιον», εἰς «λαὸν περιούσιον», ῥᾳδίως δέχονται τὴν τοῦ ζωοποιοῦ πνεύματος ἐνέργειαν. διόπερ παρακλήθητι εὔχεσθαι, ὅπως καταξιωθῶμεν—κἂν γοῦν βραχέως—συνιέναι τὴν μονότροπον τῆς ἐν Χριστῷ πολιτείας εὐθύτητα. ἡ γὰρ τοιαύτη ψυχή, ἀποθεμένη τὴν τοῦ προσώπου αἰσχύνην καὶ μηκέτι κατακυριευομένη ὑπὸ τῆς αἰσχρότητος τῶν λογισμῶν καὶ μὴ μοιχευομένη ὑπὸ τοῦ πονηροῦ, μόνῳ δηλαδὴ τῷ ἐπουρανίῳ νυμφίῳ κοινωνεῖ ὡς ἅτε μονότροπος. τετρωμένη γὰρ τῇ εἰς αὐτὸν ἀγάπῃ ἐπιποθεῖ καὶ ἐκλείπει ἵνα τολμήσας εἴπω τὴν πρὸς αὐτὸν ὡς κόρη νοητὴν καὶ μυστικὴν συνουσίαν κατὰ τὴν ἄφθαρτον συνάφειαν τῆς ἐν ἁγιασμῷ ἑνώσεως. μακαρία ὡς ἀληθῶς ἡ τοιαύτη ψυχή, ἥτις ἡττηθεῖσα τῷ πνευματικῷ ἔρωτι ἀξίως ἐνυμφεύθη τῷ θεῷ λόγῳ.

λεγέτω τοίνυν 〈αὐτή〉· «ἀγαλλιάσθω ἡ ψυχή μου ἐπὶ τῷ κυρίῳ· ἐνέδυσε γάρ με ἱμάτιον σωτηρίου καὶ χιτῶνα εὐφροσύνης περιέθηκέ με ὡς νυμφίῳ μίτραν καὶ ὡς νύμφην κατεκόσμησέ με κόσμῳ». ταύτης γὰρ τοῦ κάλλους ἐπιθυμήσας ὁ βασιλεὺς τῆς δόξης κατηξίωσε χρηματίζεσθαι οὐ μόνον ναὸν θεοῦ, ἀλλὰ καὶ θυγατέρα βασιλέως καὶ βασιλίδα· ναὸν μὲν θεοῦ ὡς οἰκειωθεῖσαν τῷ ἁγίῳ πνεύματι, θυγατέρα δὲ βασιλέως ὡς τεκνοποιηθεῖσαν «παρὰ τοῦ πατρὸς τῶν φώτων» καὶ βασιλίδα ὡς συναφθεῖσαν τῇ θεότητι τῆς δόξης τοῦ μονογενοῦς.

Καθ᾽ ὃν γὰρ τρόπον ὁ κύριος ἡμῶν, εἷς ὢν κατ᾽ οὐσίαν, πολυώνυμος γέγονε κατὰ τροπολογίαν ἕνεκεν τῆς ἐν οἰκονομίᾳ σωτηρίας τῶν ἀνθρώπων—πῇ μὲν πέτρα ὀνομασθεὶς καὶ θύρα, πῇ δὲ ἀξίνη καὶ ὁδός, καὶ αὖθις ἄμπελος καὶ ἄρτος—πέτρα μὲν διὰ τὸ τῆς ῥώμης αὐτοῦ ἄσειστόν 〈τε〉 καὶ ἀπρόσιτον, θύρα δὲ διὰ τὸ αὐτὸν εἶναι εἴσοδον τῆς αἰωνίου ζωῆς, ἀξίνη δὲ διὰ τὸ ἐκκόπτειν αὐτὸν τὰς τῆς κακίας ῥίζας, καὶ ὁδὸς διὰ τὸ ἄγειν αὐτὸν τοὺς ἀξίους ἐπὶ τὴν τῆς ἀληθείας γνῶσιν, καὶ ἄμπελος, ὅτι ἐξ αὐτοῦ ὁ εὐφραίνων καρδίαν ἀνθρώπου οἶνος καρποφορεῖται, ὁμοίως δὲ καὶ ἄρτος οἷα στηρίζων καρδίαν λογικοῦ ζῴου—, τὸν αὐτὸν τρόπον καὶ ἡ οἰκειωθεῖσα τῷ τοῦ θεοῦ λόγῳ ἄμωμος ψυχὴ μονότροπος τυγχάνουσα κατὰ τὰς πολλὰς προκοπὰς τῶν πνευματικῶν ἀρετῶν πλείστων καὶ τῶν δωρεῶν ἀξιωθήσεται. εἴρηται δέ μοι ταῦτα ἕνεκεν τοῦ οὐ μόνον τριχῇ νοεῖσθαι τὸν χρηματισμὸν τῆς νύμφης, ἀλλὰ καὶ πολλαχῶς. γίνωσκε δὲ τοῦτο ὅτι κόπος ἐστὶν ἐνώπιον ἡμῶν, ἕως οὗ εἰσέλθωμεν «εἰς τὸ ἁγιαστήριον τοῦ θεοῦ, πρὸς τὸν θεὸν τὸν εὐφραίνοντα τὴν νεότητα» ἡμῶν.

βούλεται γὰρ ἡμᾶς ὁ σωτὴρ ἐν σαρκὶ ὄντας καὶ τῆς ἀπαθείας αὐτοῦ καταξιωθῆναι καὶ τοῦ ἁγιασμοῦ πληρωθῆναι, ἵνα θαρροῦντες λέγωμεν· «ἐν σαρκὶ περιπατοῦντες οὐ κατὰ σάρκα στρατευόμεθα, τὰ γὰρ ὅπλα τῆς στρατείας ἡμῶν οὐ σαρκικά, ἀλλὰ δυνατὰ τῷ θεῷ πρὸς καθαίρεσιν ὀχυρωμάτων, λογισμοὺς καθαιροῦντες καὶ πᾶν ὕψωμα ἐπαιρόμενον κατὰ τῆς γνώσεως τοῦ θεοῦ». χρὴ τοίνυν ἀπεντεῦθεν ἤδη προσηλῶσαι ἡμᾶς τῷ σταυρῷ τὰ πάθη τῆς ἁμαρτίας, κατὰ τὴν τοῦ προφήτου εὐχήν· «καθήλωσον ἐκ τοῦ φόβου σου τὰς σάρκας μου». σὰρξ γὰρ καὶ αἷμα, περὶ ὧν λέγει μὴ δύνασθαι βασιλείαν θεοῦ κληρονομῆσαι ὁ ἀπόστολος, οὐ τοῦτό ἐστι τὸ ὁρώμενον σῶμα, τοῦτο γὰρ ὑπὸ θεοῦ ἐπλάσθη, ἀλλὰ τὸ φρόνημα τῆς σαρκὸς τὸ κινούμενον ὑπὸ τῶν πνευμάτων τῆς πονηρίας τῶν ἐνεργούντων «ἐν τοῖς υἱοῖς τῆς ἀπειθείας». οὐ γὰρ «πρὸς αἷμα καὶ σάρκα» τοῖς ἐν Χριστῷ τελείοις ἀγωνισταῖς «ἡ πάλη», «ἀλλὰ πρὸς τοὺς κοσμοκράτορας τοῦ σκότους τούτου, πρὸς τὰ πνευματικὰ τῆς πονηρίας».

εἰ οὖν ὁμολογοῦμεν μὴ φυσικὴν εἶναι τὴν ἐνέργειαν ταύτην, ἀλλ᾽ ἐκ τῶν ἀντικειμένων δυνάμεων, δυνησόμεθα κατ᾽ αὐτῶν ἀναλαβόντες τὴν Χριστοῦ πανοπλίαν ἀντιστῆναι ταῖς μεθοδείαις αὐτῶν, δωρουμένου ἡμῖν δύναμιν τοῦ σωτῆρος πρὸς τὸ πατεῖν ἡμᾶς ἐπάνω ὄφεων καὶ σκορπίων καὶ ἐπὶ πᾶσαν τὴν δύναμιν τοῦ ἀντικειμένου, ἵνα θαρρῶμεν λέγειν ἐν σαρκὶ ὄντες· «ἀδικίαν εἰ ἐθεώρουν ἐν καρδίᾳ μου, μὴ εἰσακουσάτω κύριος», καί· «ἄνευ ἀνομίας ἔδραμον καὶ κατεύθυνα», τουτέστιν ἄνευ πάθους τινὸς σαρκικοῦ 〈τὴν ἐν οὐρανοῖς πολιτείαν ῥᾳδίως βαίνω{ν} κατὰ σκοπὸν διώκων ἐπὶ τὸ βραβεῖον τῆς ἄνω κλήσεως〉. παντὸς γὰρ πάθους ἀλλοτριωθέντες τολμήσωμεν λέγειν· “οὐ μόνον τὴν πίστιν τετηρήκαμεν, ἀλλὰ καὶ τὸν δρόμον τετελέκαμεν.„ οὐ γὰρ πιστεύειν δεῖ Χριστῷ μόνον, ἀλλὰ καὶ συμπάσχειν αὐτῷ κατὰ τὸ εἰρημένον· «ὑμῖν γὰρ ἐχαρίσθη οὐ μόνον τὸ εἰς Χριστὸν πιστεύειν, ἀλλὰ καὶ τὸ ὑπὲρ αὐτοῦ πάσχειν». τὸ γὰρ μόνον πιστεύειν θεῷ τῶν τὰ ἐπίγεια φρονούντων ἐστίν, ἵνα μὴ λέγω ὅτι καὶ τῶν ἀκαθάρτων πνευμάτων τῶν λεγόντων· «οἴδαμεν τίς εἶ, υἱὲ τοῦ θεοῦ». ἑκάτερα γὰρ τὰ μέτρα ἐχθρὰ ὑπάρχει τοῦ θεοῦ, μᾶλλον δὲ τοῦ σταυροῦ, καθώς φησιν ὁ ἀπόστολος· «οἱ ἐχθροὶ τοῦ σταυροῦ τοῦ Χριστοῦ, ὧν τὸ τέλος ἀπώλεια, καὶ ἡ δόξα ἐν τῇ αἰσχύνῃ αὐτῶν, οἱ τὰ ἐπίγεια φρονοῦντες».

ὁρᾷς ὅτι οὐ μόνον αἱ ἀποστατικαὶ δυνάμεις ἐχθραὶ τοῦ σταυροῦ τυγχάνουσιν, ἀλλὰ καὶ «οἱ τὰ ἐπίγεια φρονοῦντες», διότι ἐξ αὐτῶν τούτων ἐνεργοῦνται. τὸ πιστεύειν εἰς Χριστὸν κοινὸν πάσῃ κτίσει καὶ προαιρέσει ἀγαθῇ καὶ φαύλῃ, τὸ δὲ συμπάσχειν Χριστῷ καὶ συνδοξάζεσθαι μόνον τῶν ἑαυτοὺς σταυρωσάντων τῷ κόσμῳ τούτῳ καὶ «τὰ Χριστοῦ στίγματα» ἐν τοῖς οἰκείοις σώμασι βαστασάντων.

Παθεῖν τοίνυν ἡμᾶς δεῖ ὡς καὶ τὸν Χριστόν, ἵνα τυθέντες κατὰ τὸν χοϊκὸν ζωοποιηθῶμεν κατὰ τὸν ἐπουράνιον. ἐὰν γὰρ μὴ φθαρῇ τὸ κατὰ τὸν χοϊκὸν φρόνημα ἐν τῷ φανερῷ, οὐκ ἀνακαινίζεται 〈ὁ〉 ἐν τῷ κρυπτῷ 〈κατὰ〉 τὸ πνευματικὸν φρόνημα, περὶ οὗ ὁ ἀπόστολός φησιν· «ἀνακαινοῦσθε δὲ τῷ πνεύματι τοῦ νοὸς ὑμῶν καὶ ἐνδύσασθε τὸν καινὸν ἄνθρωπον τὸν κατὰ θεὸν κτισθέντα», καὶ αὖθις· «καθ᾽ ὅσον ὁ ἔξω φθείρεται, ἀλλ᾽ ὁ ἔσω ἀνακαινοῦται». τίς ὁ ἔξω, ἢ τάχα περὶ οὗ 〈ὁ〉 Δαβὶδ λέγει· «τοῦτον ταπεινοῖ»; τίς ὁ ἔσω, περὶ οὗ ὁ αὐτός· «τοῦτον ὑψοῖ». ὁμοίως γὰρ καὶ ὁ ἀπόστολος· «ὅτε ἀσθενῶ κατὰ τὸ φρόνημα τῆς σαρκός»; δυνατός εἰμι κατὰ «τὸ φρόνημα τοῦ πνεύματος»· ἡ γὰρ δύναμις τοῦ κυρίου ἐν τῇ κατὰ τὸν χοϊκὸν ἄνθρωπον ἀσθενείᾳ τελειοῦται. χρὴ μέντοι, ὡς προεῖπον, ἐντεῦθεν ἤδη ἐν σαρκὶ ἡμᾶς ὄντας ἀπεκδύσασθαι τὸν παλαιὸν ἄνθρωπον τὸν φθειρόμενον κατὰ τὰς ἐπιθυμίας τῆς ἀπάτης, εἰθ᾽ οὕτως καταξιωθῆναι τῆς τελείας ἀνακλήσεως τοῦ πνεύματος. προηγουμένης γὰρ τῆς καθάρσεως ἕπεται καὶ ὁ ἁγιασμός. καὶ ἐν ἑτέρῳ γάρ φησι· «καρδίαν καθαρὰν κτίσον ἐν ἐμοί, ὁ θεός, καὶ πνεῦμα εὐθὲς ἐγκαίνισον ἐν τοῖς ἐγκάτοις μου» καὶ τὰ ἑξῆς, καὶ αὖθις· «τὸν λυτρούμενον ἐκ φθορᾶς τὴν ζωήν σου, τὸν στεφανοῦντά σε ἐν ἐλέει καὶ οἰκτιρμοῖς».

ἀναλύσαντες γὰρ ἀπὸ τοῦδε τοῦ μοχθηροῦ βίου ἄνευ τῆς καθάρσεως καὶ τοῦ ἁγιασμοῦ ἐσόμεθα κενοὶ καὶ ὡς οὐχ ὑπάρξαντες. διὰ τοῦτο φησίν· «ἄνες μοι, ἵνα ἀναψύξω πρὸ τοῦ με ἀπελθεῖν καὶ οὐκέτι οὐ μὴ ὑπάρξω». πρόδηλον γὰρ ὅτι οὐκ ἔστιν ἐν τῷ ᾅδῃ ἐξομολόγησις. διό φησιν ὁ αὐτὸς προφήτης· «μὴ διηγήσεταί τις ἐν τῷ τάφῳ τὸ ἔλεός σου καὶ τὴν ἀλήθειάν σου ἐν τῇ ἀπωλείᾳ; μὴ γνωσθήσεται ἐν τῷ σκότει τὰ θαυμάσιά σου καὶ ἡ δικαιοσύνη σου ἐν γῇ ἐπιλελησμένη;» καὶ ὁ Ἠσαΐας φησίν· «οἱ δὲ νεκροὶ ζωὴν οὐ μὴ ἴδωσιν», καὶ ὁ Ἐζεκίας· «οὐ γὰρ οἱ ἐν ᾅδου αἰνέσουσί σε, οὐδὲ οἱ ἀποθανόντες εὐλογήσουσί σε, 〈οὐδὲ ἐλπιοῦσιν οἱ ἐν ᾅδου τὴν ἐλεημοσύνην σου. οἱ ζῶντες εὐλογήσουσί σε〉, ὃν τρόπον κἀγώ». καὶ ὁ Ἰώβ φησιν· «ἐὰν γὰρ ἄνθρωπος καταβῇ εἰς ᾅδην, οὐκέτι οὐ μὴ ἀναβῇ». 〈βεβαίως οὖν νεκροὶ οἱ διὰ τὸ σαρκικοὶ εἶναι ἀνάξιοι εὑρεθέντες τῆς ἐνοικήσεως τοῦ ζωοποιοῦ πνεύματος, καὶ ᾅδης κυριεύων ὁ τῆς ματαιότητος χῶρος, ἐν ᾧ τὸ σκάμμα τῆς ἁμαρτίας. ἐντεῦθεν οὖν ἔστι τὸ τοῦ Χριστοῦ στάδιον, ἐν ᾧ μὴ νομίμως τις ἀθλήσας οὐ στεφανοῦται〉.

Διὰ τοῦτο τοίνυν ἀγωνισώμεθα, ἵνα τύχωμεν θείου πνεύματος ἔτι ἐν τῷ βίῳ ὄντες, εἰδότες ὅτι «εἴ τις πνεῦμα Χριστοῦ οὐκ ἔχει, οὗτος οὐκ ἔστιν αὐτοῦ». οὕτω διώξωμεν, ἵνα καταλάβωμεν, οὕτω δράμωμεν «ὡς οὐκ ἀδήλως», ἀλλ᾽ ὡς πεισθέντες τῷ εἰρηκότι, ὅτι «ἡ βασιλεία ἐντὸς ὑμῶν ἐστι». τίς δέ ἐστιν αὕτη ἡ βασιλεία, εἰ μὴ τὸ ἐν ταῖς ψυχαῖς πλήρωμα τοῦ θείου πνεύματος; τούτου ἀπεντεῦθεν ἤδη χρὴ ἀξιωθῆναι τοὺς τοῦ Χριστοῦ ἀθλητάς, μηδενὸς ἑτέρου ὑπολειπομένου αὐτοῖς ἢ μόνον τῆς ἐν τῇ ἀναστάσει ἀπολυτρώσεως τῶν σωμάτων, ἧς ἕνεκεν ὁ ἀπόστολος ἔφασκε· «συμμορφούμενος τῷ θανάτῳ αὐτοῦ, εἰ πῶς καταντήσωμεν εἰς τὴν ἐξανάστασιν τὴν ἐκ τῶν νεκρῶν». οὐδενὸς γὰρ ἐνέδει ὁ Χριστὸν ἔχων ἐν ἑαυτῷ λαλοῦντα καὶ τὰ ὑστερήματα αὐτοῦ ἐληλυθὼς ἀποπληρῶσαι ἢ μόνον, ὡς προεῖπον, τῆς ἐκ νεκρῶν ἀναστάσεως τοῦ σώματος, περὶ ἧς ἔλεγεν· «οὐχ ὅτι ἤδη ἔλαβον ἢ ἤδη τετελείωμαι». οὐ γὰρ ὡς ἀτελὴς ἔλεγεν, ὅτι «ὅσοι τέλειοι, τοῦτο φρονοῦμεν». ἡμεῖς γοῦν ἀρνησώμεθα «τὸν ἕτερον νόμον τὸν ἐν τοῖς μέλεσιν ἡμῶν ἀντιστρατευόμενον τῷ νόμῳ τοῦ νοὸς ἡμῶν καὶ αἰχμαλωτίζοντα ἡμᾶς τῷ νόμῳ τῆς ἁμαρτίας τῷ ὄντι ἐν τοῖς μέλεσιν ἡμῶν» καὶ δεξώμεθα τὸν τοῦ θεοῦ πνευματικὸν νόμον ἐν ἑαυτοῖς, ὅπως μὴ ὑποσκελίζηται ἡμῖν τὰ τῆς ψυχῆς διαβήματα κατὰ τὸν λέγοντα· «ὁ νόμος τοῦ θεοῦ ἐν καρδίαις αὐτῶν, καὶ οὐχ ὑποσκελισθήσεται τὰ διαβήματα αὐτῶν».

καὶ ταῦτα ἡμεῖς μὲν γράφομεν, ὑμεῖς δὲ πράττετε. πιστεύω γάρ σε θεοδίδακτον ὄντα ἀπεκδύσασθαι πᾶσαν ἐνέργειαν ῥυπαρίας πονηρῶν λογισμῶν καὶ ἐνθυμήσεων αἰσχρῶν καὶ ἀνειληφέναι τὴν τοῦ κυρίου πανοπλίαν ἐν τῷ ἀγαθῷ φρονήματι τοῦ πνεύματος. εὖξαι τοίνυν καὶ ἡμᾶς φθάσαι εἰς τὸν «τέλειον ἄνδρα», εἰς τὸ «μέτρον τῆς ἐν Χριστῷ ἡλικίας», ὅπως προσοικειωθέντες τῇ θείᾳ δυνάμει, ἔνθα τὸ ἁγιαστήριον τοῦ θεοῦ, ἀδεῶς παραστῶμεν τῷ βήματι αὐτοῦ ἐν τῇ μεγάλῃ ἡμέρᾳ τῆς ἐνδόξου αὐτοῦ παρουσίας. Ἀμήν.

ΛΟΓΟΣ ΜΑʹ. Ἠκούσατε τῆς γραφῆς λεγούσης, ὅτι ἀφῆκαν τὸν κύριον «πηγὴν ὕδατος ζῶντος καὶ ὤρυξαν ἑαυτοῖς λάκκους συντετριμμένους, οἳ οὐ δυνήσονται ὕδωρ συνέχειν». τοῦτο δὲ περὶ τῶν λογισμῶν εἴρηκεν, ὅτι ἀφίεμεν τὴν ζήτησιν τῆς μετουσίας τοῦ κυρίου, ἥτις δι᾽ ἡσυχίας καὶ ἐλπίδος εὑρίσκεται, καὶ τὰ φθαρτὰ καὶ ἐπιβλαβῆ ἐννοοῦμεν, τοῦ κυρίου εἰπόντος· «ζητεῖτε τὴν βασιλείαν, καὶ ταῦτα πάντα προστεθήσεται ὑμῖν». τὸ δὲ «προστεθήσεται» τί ἐστιν; οὐχ ἵνα μεριμνῶμεν, ἀλλ᾽ ἵνα ἐλπίζωμεν, καὶ οὐχ ὡς ἡμεῖς θέλομεν, ἀλλ᾽ ὡς αὐτός. τί γὰρ ὠφέλιμον; τῶν ἐπιθυμιῶν ἐμπλησθῆναι ἢ καθαρισθέντας μὴ ἐπιθυμῆσαι; καὶ πάλιν τί συμφέρον; τοῦ ἐχθροῦ ἀνθρώπου κατακυριεῦσαι ἢ μᾶλλον ἀγαπῆσαι; καὶ τί βέλτιον; διαλογίζεσθαι καὶ μεριμνᾶν καὶ συνεχῶς ἀποτυγχάνειν ἢ πιστεύειν καὶ ἐλπίζειν καὶ εὐοδοῦσθαι; γίνεται γάρ, ὅτι πρᾶγμά τι βιαίως ἢ ἀλόγως ἀφέλκει ἡμᾶς τῆς εὐχῆς καὶ τῆς νοερᾶς ἡσυχίας καὶ ἀφέντες τὴν ἐλπίδα ἐπεξερχόμεθα γυμνῇ τῇ διακρίσει καὶ οὐ νοοῦμεν τὰ μεγάλα ζημιούμενοι. ὁ δὲ πρὸ πάντων τὴν βασιλείαν προκρίνων καὶ πιστεύων τῷ κυρίῳ τὰ παρ᾽ αὐτοῦ οἰκονομούμενα ὑπομονητικῶς καταδέχεται. οἶδε γάρ, ὅτι τῷ ἐλπίζοντι τὰ πεμπόμενα εἰς τὸ συμφέρον εἰσί, μόνον μὴ ἡμεῖς αὐτὰ τῇ ἀπιστίᾳ μεταβάλωμεν. κἂν γὰρ πρὸς παρὸν λυπηρὰ εἶναι δοκῇ, ὕστερον διὰ τῆς ὑπομονῆς σωτηρίους καρποὺς ἀποκυΐσκει.

ὅταν δὴ οὖν λέγωμεν “κύριε ὁ θεὸς ἡμῶν„, 〈ἵνα〉 πιστεύωμεν τῇ δυνάμει τοῦ ὀνόματος, ὅτι αὐτός ἐστι πάντων κύριος 〈ὡς〉 οὐρανοῦ καὶ γῆς, 〈ὡς〉 ζωῆς καὶ θανάτου, 〈ὡς〉 ψυχῆς καὶ σώματος, 〈ὡς〉 φανερῶν καὶ κρυφίων, ἐν πᾶσι δὲ τούτοις διὰ καρδίας γνωρίζεται. «μακάριοι» γὰρ «οἱ καθαροὶ τῇ καρδίᾳ, ὅτι αὐτοὶ τὸν θεὸν ὄψονται». χαρισάμενος γὰρ ἡμῖν τὸ νοερὸν καὶ αὐτεξούσιον εἶπεν ἐν αὐτῷ ζητεῖν τὴν κεκρυμμένην βασιλείαν τοῦ μὴ τοῖς ἔξωθεν ἐρχομένοις ἔξωθεν προστρέχειν· ἡ γὰρ αἰτία αὐτῶν ἔσωθέν ἐστι. καὶ ἡ ῥίζα παντὸς αἰσθητοῦ τὸ νοερὸν τυγχάνει. καὶ ὅσον γίνεται ἔλλειμμα τῆς εὐσεβείας τοσοῦτον καὶ ἡ ἐπαγωγὴ τῶν κακῶν ἐπέρχεται, ἣν οὐδεὶς δύναται ἀποστρέψαι εἰς τέλος, εἰ μὴ τὸν κύριον παρακαλέσει. αὐτὸς γάρ ἐστιν ὁ τὴν σωτηρίαν ἡμῶν κατεργαζόμενος· οὐ γὰρ εἰς ὀργὴν ἔθετο τὰς ἐπαγωγὰς ἀλλ᾽ εἰς μετάνοιαν καθὼς γέγραπται· «μακάριος ὃν ἤλεγξε κύριος ἐπὶ τῆς γῆς». Μὴ οὖν τὰ ἔξωθεν ἀπωθώμεθα παρὰ φύσιν αὐτὰ ἡγούμενοι, ἀλλὰ μᾶλλον διὰ τῆς εὐχῆς νικῶμεν. ὅταν γὰρ αὐτὰ τῷ δοκεῖν σωματικῶς ἀποβάλλωμεν χαλεπώτεροι ἡμῖν ἐπιφέρονται κίνδυνοι. ὅσοι οὖν τῆς περὶ τῶν αἰωνίων ἀμελοῦμεν εὐχῆς, καὶ τὸν ἐπὶ γῆς κίνδυνον τὸν ἐκ τῆς ἀμελείας συμβαίνοντα φοβηθῶμεν. οὐδαμοῦ γὰρ ἀκίνδυνος ἄνθρωπος μὴ φυλασσόμενος τῷ κυριακῷ πνεύματι. οὐχὶ παντὸς πόνου ὀδυνωτέρα ἐστὶ στενοχωρία πνεύματος καὶ πόνος καρδίας;

καθὼς λέγει· «πᾶς πόνος καὶ μὴ πόνος καρδίας», καὶ πάλιν φησίν· «ἐν στενοχωρίᾳ πνεύματος κεκράξεται». ἔχοντι τοίνυν καρδίαν καὶ πνεῦμα σαρκὶ συνδεδεμένον, ποῖος σοι τόπος λοιπὸν πρὸς ἀφοβίαν; διὰ τοῦτο αὐτὸν φοβοῦ μετ᾽ εὐχῆς καὶ οὐδὲν φοβηθῇς. ὅταν δὲ νοῦς ἐπιλάθηται τῆς νοερᾶς καὶ εὐσεβοῦς θλίψεως, τότε καὶ τῶν ἐντολῶν ἐπελάθετο, καὶ ὅθεν ἂν δοκῇ τρέχειν, παρεκτρέπεται τῆς λείας καὶ σκολιάζων πορεύεται· διὰ τοῦτο συναντᾷ θηρίοις. εἰ γὰρ μὴ τὸν τῆς εὐχῆς καὶ ἐλπίδος πόνον ἐκκόπτομεν, οὐκ ἂν ἐπλημμελήσαμεν καὶ τοῖς ὑπὲρ δύναμιν πειρασμοῖς περιεπέσαμεν, τοῖς μὲν γὰρ περὶ ψυχῆς θλιβομένοις λέγει· «πιστὸς ὁ θεός, ὃς οὐκ ἐάσει ὑμᾶς πειρασθῆναι ὑπὲρ ὃ δύνασθε»· ἀπαιδεύτοις δὲ συναντήσει κακά.

Σπουδάσωμεν τοίνυν δι᾽ εὐχῆς ποιεῖν, ὅσα ἡμῖν αὐτὸς κελεύει καὶ μὴ ὡς ἡμεῖς φιλονεικοῦμεν. αὐτὸς γὰρ ἀκριβῶς οἶδε τὰ συμφέροντα ταῖς ψυχαῖς ἡμῶν καὶ παρ᾽ ἡμῶν θέλει τὴν ἐκ πίστεως ἐλπίδα. πάντα οὖν αὐτῷ ἀναθέμενοι μηδὲν μεριμνήσωμεν, εἰ μὴ τὴν μετουσίαν τοῦ ἁγίου πνεύματος. οὕτω γὰρ καὶ τοὺς πονηροὺς φύγωμεν δαίμονας καὶ τὰς συμβαινούσας θλίψεις ὑπομενοῦμεν καὶ ἐν κυρίῳ ὑπὸ τῆς χάριτος αὐτοῦ συνετιζόμενοι εὐχαριστῆσαι τῷ ἁγίῳ πνεύματι δυνηθῶμεν, τῷ λυτρουμένῳ ἡμᾶς τῆς ἔνδον ἁμαρτίας. τὴν οὖν εὐχὴν περὶ τούτου πανταχῇ προσήκει φυλάσσειν. ἐντεῦθεν γὰρ φανούμεθα ἢ πιστεύοντες τῷ ἀποστολικῷ λόγῳ ἢ ἀπιστοῦντες. μὴ οὖν φοβηθῶμεν τοὺς ἐχθρούς, ἀλλὰ τὸν κύριον. οἱ γὰρ φαῦλοι λογισμοὶ τοὺς μὲν ἀγωνιστὰς θλίβοντες, μᾶλλον ἔτι προσφεύγειν τῷ κυρίῳ ἀναγκάζουσιν ὡς οὐ θέλουσι, τοὺς δὲ ἡδυπαθεῖς περιπλανῶντες εἰς λήθην καθέλκουσι. διὰ τοῦτο καὶ αἱ φανεραὶ θλίψεις ἐπέρχονται, ἵνα κἂν δι᾽ αὐτῶν πάλιν ἐπὶ τὴν εὐσέβειαν ἐπιστρεφώμεθα. οἱ μὲν οὖν νήπιοι θεὸν ζητοῦσι φοβούμενοι τὸν ἐπὶ γῆς κίνδυνον, οἱ δὲ προκόψαντες τῷ πόθῳ κρατοῦνται· ἡ γὰρ «τελεία ἀγάπη ἔξω βάλλει τὸν φόβον». Ἀμήν.

ΛΟΓΟΣ ΜΒʹ. Ἡ τοῦ πονηροῦ δεινότης καὶ δύναμις ἄνευ τῆς συνεργίας τῆς προαιρέσεως τοῦ ἀνθρώπου νεκρὰ σχεδὸν καὶ ἄτονος τυγχάνει ἢ καὶ μόνον δόκησιν φόβου καὶ ἀπειλῆς ἔχει. ἐπὰν δὲ ἔχῃ τὴν προαίρεσιν τῷ βουλήματι αὐτοῦ συνεργοῦσαν καὶ ταῖς ὑποβολαῖς αὐτοῦ ἡδομένην, ὥσπερ ζῶν καὶ δυνατὸς ἄνθρωπος πολεμεῖ δι᾽ αὐτοῦ αὐτόν. παραφυλακτέον οὖν καὶ σπουδαστέον παντὶ τρόπῳ ἀσύμφωνον καὶ ἀσυνδύαστον τὴν προαίρεσιν πάντοτε τῷ πονηρῷ εἶναι, ἵνα ἐξασθενῇ καθ᾽ ἑαυτὸν καὶ νεκροῦται, μηδὲν δυνάμενος δι᾽ ἡμῶν ἐργάσασθαι ὧνπερ ἐπιθυμεῖ. αὕτη γάρ ἐστιν ἡ ἄθλησις τῶν Χριστιανῶν καὶ ὁ ἀγών, μὴ συνεργεῖν ταῖς κακαῖς αὐτοῦ ὑποσποραῖς, ἵνα μὴ ἰσχὺν καὶ νεῦρα δι᾽ ἡμῶν λαμβάνῃ, ἀλλὰ καθ᾽ ἑαυτὸν ἀσθενῶν καὶ μὴ δυνάμενος ποιεῖν δι᾽ ἡμῶν ὃ βούλεται ἀποθάνῃ τελείως ἐξ ἡμῶν, τῆς χάριτος βασιλευούσης ἐν ἡμῖν. τὸ γὰρ ἐκ τῆς παραβάσεως τοῦ Ἀδὰμ ἐπισυμβεβηκὸς τῇ ψυχῇ τῆς ἁμαρτίας πάθος τὸ παρὰ ἀνθρώποις ἀνίατον μόνῳ θεῷ ἰᾶσθαι δυνατόν. διὸ καὶ ἡ τοῦ κυρίου ἐπιδημία γέγονεν· «ἴδε, γάρ φησιν, ὁ ἀμνὸς τοῦ θεοῦ ὁ αἴρων τὴν ἁμαρτίαν τοῦ κόσμου». ἀδύνατον δὲ ἄλλως θεραπείαν ἐπιδέξασθαι μυρίοις τοῦ πνεύματος φαρμάκοις, ἐὰν μὴ τὸ αὐτεξούσιον καὶ προαιρετικὸν παύσηται τοῦ ἁμαρτάνειν συνδυάζον τῇ κακίᾳ.

Ὥσπερ γὰρ ἀκάνθης ἐν ποδὶ πεπηγμένης ἢ ἑτέρου τινὸς ἐν τῷ σώματι κειμένου ἀδύνατον θεραπευθῆναι τὸν πόνον μυρίοις φαρμάκοις, ἐὰν μὴ πρότερον ἐξέλῃ τις τὸ ἐν τῷ σώματι κείμενον, οὕτως εἰς πᾶν, ὃ ἔχει ἡ ψυχὴ ἐκ προαιρέσεως πάθος ἤτοι μῖσος πρὸς τὸν πλησίον ἢ φθόνον τινὰ ἢ ζῆλον ἢ χαύνωσιν ἢ ἑτέραν τινὰ προσπάθειαν ἢ δεσμόν τινα εὐλογοφανῆ, ἐὰν μὴ ἀποστραφῇ τελείως ἡ προαίρεσις ἀπὸ τῶν προλήψεων καὶ συνηθειῶν οὐ καλῶν καὶ παύσηται καὶ ἡσυχάσῃ ἀπ᾽ αὐτῶν, ἀδύνατον τελείαν ἴασιν τῆς ψυχῆς γενέσθαι διὰ τῆς τοῦ πνεύματος δυνάμεως καὶ ἀποκαταστῆναι εἰς τὴν προτέραν τῆς ἀρχαίας καθαρότητος εὐγένειαν. τὸ γὰρ διὰ τῆς παραβάσεως τοῦ Ἀδὰμ εἰς πάντας διαδοθὲν κακόν, προτρεπτικὴν ἔχον δύναμιν οὐκ ἀναγκαστικήν, ὑπόθου μοι εἶναι οὐγκίαν μίαν ἑκάστῳ ἐξ ἴσου. ταύτην διαφόρως αἱ προαιρέσεις ἀπεργασάμεναι ἐν κακίας προθέσει αἱ μὲν δέκα οὐγκίας πρακτικῶς ἁμαρτιῶν εἰργάσαντο, αἱ δὲ ἑκατόν, αἱ δὲ χιλίας, καὶ οὕτω διαφορὰν ἐργασίας ἐκ συνηθείας κακῶν ἀνθρώπων τὰ κακὰ ποιεῖν ἔμαθεν, ὃ οὖν ὕστερον οἱῳδήποτε τρόπῳ ἐπολυπλασίασεν ἡ προαίρεσις, ἵν᾽ οὕτως εἴπω, τῆς κακίας τὸ τάλαντον. τοῦτο χρὴ πάλιν ἀναλυθῆναι τῇ προαιρέσει διὰ τοῦ γενναίως ἀποστραφῆναι καὶ μισῆσαι πάσας τὰς προτέρας συνηθείας τὰς κακὰς καὶ προλήψεις οὐκ ὀρθάς, 〈ὥσπερ προαιρέσει προσεπηύξησε τὰ κακά〉.

εἰς τοσοῦτον οὖν χρὴ νεκρῶσαι καὶ ἐλαττῶσαι τὰ πάθη, ἕως οὗ καταντήσῃ πάλιν εἰς τὴν οὐγκίαν τοῦ μέτρου τῆς κακίας κατὰ τὸ ῥηθὲν ὑπόδειγμα, παντελῶς τῆς προαιρέσεως ἀποστάσης τοῦ προθέσει ἁμαρτάνειν, καὶ τότε ὑπὸ τοῦ δικαίου κριτοῦ τελείως ἡ ἐκδίκησις κατὰ τῶν παθῶν γενήσεται τῆς καρδίας τελείως ὑπὸ τοῦ πνεύματος καθαριζομένης 〈καὶ ἁγιαζομένης〉 καὶ οὕτω τῆς βασιλείας καταξιουμένης.

Δόξα τῇ μεγαλωσύνῃ αὐτοῦ εἰς τοὺς ἀπεράντους αἰῶνας τῶν αἰώνων. Ἀμήν.

ΛΟΓΟΣ ΜΓʹ. 〈Πρὸς τοὺς λέγοντας· εἰ πιστὸν ἦν ὑμῖν τὸ βάπτισμα καὶ ἀληθές, οὐκ ἂν ἄλλο τι προσεδοκᾶτε ἐξ οὐρανοῦ λαμβάνειν· νῦν ἰδοὺ φανερόν ἐστιν, ὅτι λύεται αὐτὸ διὰ τὸ ἄλλο τι ἐκδέχεσθαι. Ἀπόκρισις πρὸς ταῦτα〉: Τὴν ἀρχὴν τῆς ὑποστάσεως τοῦ πνεύματος καὶ τῆς σωτηρίας ἡμῶν ἐκεῖθεν λαμβάνομεν. φησὶ γὰρ ὁ ἀπόστολος· «ἐάνπερ τὴν ἀρχὴν τῆς ὑποστάσεως αὐτοῦ μέχρι τέλους βεβαίαν κατάσχωμεν» καὶ αὐτὸ ἐκεῖνο, ὅπερ ἐν τῷ βαπτίσματι ἐδεξάμεθα ἕκαστος, «κατὰ ἀναλογίαν τῆς πίστεως» ἐν τῇ ἀρετῇ προκοπτόντων καὶ ταῖς εὐχαῖς προσκαρτερούντων αὔξει ἐν τοῖς σπουδάζουσι καὶ πιστεύουσι καὶ ἕως αἰσθήσεως καὶ ἀποκαλύψεως προκοπτόντων καὶ ὀρθῶς διοδευόντων τὴν τελείωσιν τῆς καθαρότητος καὶ τῆς λυτρώσεως τῆς ἀπὸ τῶν παθῶν ἐξεργάζεται, τελείως τοῦ καλύμματος τοῦ σκότους περιαιρουμένου καὶ τὸ τῆς υἱοθεσίας πνεῦμα τὸ παράκλητον λαβεῖν καταξιούμεθα. ἀπὸ δὲ πολλῆς λεπτότητος τὴν ἀρχὴν λαμβάνει ὁ ἄνθρωπος ὁ πιστεύων τὴν μετουσίαν τοῦ πνεύματος κομίσασθαι ὡς ἀγνοεῖν τὴν ἐνέργειαν καὶ νεύματι χάριτος οἰκονομούμενος κατὰ βραχὺ εἰς αὔξησιν καὶ φανέρωσιν ἔρχεται.

Ὥσπερ γὰρ τὸ γεννώμενον παιδίον τὰ αὐτὰ μέλη καὶ σῶμα ἔχον καὶ βραχὺ ὂν αὔξει ἕως τέλειος ἀνὴρ ἀποκατασταθῇ, καὶ ὥσπερ ὁ τοῦ σινάπεως κόκκος καθὼς ὁ κύριος εἶπε σπειρόμενος κατὰ βραχὺ εἰς αὔξησιν δένδρου ἀποκαθίσταται, ᾧ καὶ τὴν βασιλείαν τῶν οὐρανῶν παρείκασεν, οὕτως ἐν τῷ πιστεύοντι λέγομεν αὔξεσθαι τὴν τοῦ πνεύματος δωρεὰν καὶ τὸν ἀρραβῶνα τῆς κληρονομίας ἕως ὅλης τῆς κληρονομίας (τουτέστι τοῦ παρακλήτου πνεύματος τῆς υἱοθεσίας) διὰ πάσης ἀρετῆς καὶ σπουδῆς προκόπτων καὶ εὐθέως τρέχων τελείως καταξιωθῇ. ὡς καὶ ὁ ἀπόστολος ἐκ τῆς τῶν χαρισμάτων κατὰ μέρος τελειότητος ἀνάγων πρὸς τὴν τῆς ἀγάπης τελείωσιν ὥσπερ νηπίων αὐτῶν ὄντων. «Ἔτι, φησί, καθ᾽ ὑπερβολὴν ὁδὸν ὑμῖν δείκνυμι. ἐὰν ταῖς γλώσσαις τῶν ἀγγέλων λαλῶ, ἀγάπην δὲ μὴ ἔχω, οὐδέν εἰμι. καὶ ἐὰν ἔχω πίστιν ὥστε ὄρη μεθιστάνειν, ἀγάπην δὲ μὴ ἔχω, οὐδέν εἰμι. καὶ ἐὰν ἔχω προφητείαν καὶ εἰδῶ τὰ μυστήρια πάντα, ἀγάπην δὲ μὴ ἔχω, οὐδὲν ὠφελοῦμαι». ὅρα τὸ «οὐδέν εἰμι» καὶ τὸ «οὐδὲν ὠφελοῦμαι» καὶ τὴν πρὸς τὸ τέλειον τῆς ἀγάπης σύγκρισιν ὥσπερ νηπίου τελείῳ ἀνδρὶ συγκρινομένου. ἐπείτοιγε πῶς 〈ὁ〉 αὐτὸς λέγει· «θέλω δὲ ὑμᾶς πάντας λαλεῖν γλώσσαις, μᾶλλον δὲ ἵνα προφητεύητε».

οὕτως ἡ ἄφραστος σοφία τοῦ θεοῦ ᾠκονόμησε κατὰ βραχὺ τοῦ πνεύματος τοῦ ἁγίου ἐν ἀνθρώπῳ πιστεύοντι τὴν φανέρωσιν καὶ μετουσίαν γίνεσθαι πρὸς τὴν τοῦ αὐτεξουσίου θελήματος δοκιμασίαν καὶ τὸν ἀγῶνα, ἵνα φανεροὶ ὦσιν οἱ ὄντως ἕως τέλους θεὸν μόνον ὑπὲρ πάντα ἠγαπηκότες 〈μικροὺς ἑαυτοὺς ἀνατιθέντες αὐτῷ〉 καὶ ἐν παντὶ ἀγῶνι ὑπομείναντες ἕνεκεν τῆς βασιλείας, οἱ ὀκνηροὶ δὲ καὶ ῥᾴθυμοι καὶ δειλοὶ ἀποστραφέντες τῆς ὁδοῦ καὶ μὴ εἰς τέλος ὑπομείναντες τῆς βασιλείας ἀλλοτριούμενοι ἐλεγχθήσονται.

Ἀπὸ τοσαύτης τοίνυν λεπτότητος ἄρχεται ἡ θεία χάρις ἐν ἀνθρώπῳ γίνεσθαι, ὡς μὴ {δὲ} νοεῖν μηδὲ καταλαμβάνειν, καὶ ὥσπερ τοῖς βασιλευομένοις ὑπὸ τοῦ πνεύματος διὰ τὸ ὑπερπλεονάζον τοῦ πλούτου τῆς χάριτος καὶ τῆς ἀναστροφῆς τοῦ πνεύματος τὰς ποικιλότητας τῶν ἐνεργειῶν καὶ ἀρρήτων μυστηρίων ἀδύνατον καταλαμβάνειν ἢ διηγεῖσθαι διὰ «τὸ ὑπερβάλλον μέγεθος» 〈καὶ «πλοῦτον» οὐράνιον «τῆς χάριτος»〉, οὕτω καὶ τὴν λεπτότητα τῆς χάριτος καὶ τῆς τοῦ πνεύματος οἰκονομίας, ἐν οἷς γίνεται, ἀδύνατόν τινα καταλαβεῖν καὶ γνῶναι οὔτε τὴν λεπτότητα καὶ σμικρότητα οὔτε τὸ μέγεθος καὶ τὸν ἄρρητον τῆς δυνάμεως καὶ ἐπουράνιον πλοῦτον. ὥστε ἀληθὲς ἡμῖν καὶ βέβαιον τὸ βάπτισμα καὶ τὴν ζωὴν τοῦ πνεύματος ἐκεῖθεν λαμβάνομεν, καὶ ἐμμενόντων καὶ προκοπτόντων ἐν πάσαις ἀρεταῖς, ἐν πάσῃ σπουδῇ καὶ ἀγῶνι αὔξει καὶ φανεροῦται ἐν ἡμῖν τελειοῦν ἡμᾶς ἐν τῇ ἰδίᾳ χάριτι. Ἀμήν.

ΛΟΓΟΣ ΜΔʹ. «Ἐπηρώτησέ τις» τὸν κύριον «λέγων· διδάσκαλε ἀγαθέ, τί ποιήσας ζωὴν αἰώνιον κληρονομήσω;» ὁ δὲ κύριος ἀπεκρίθη αὐτῷ. «τί με λέγεις ἀγαθόν; οὐδεὶς ἀγαθὸς εἰ μὴ εἷς ὁ θεός.» ἆρα οὐκ ἦν ἀγαθὸς ὁ κύριος, οὐκ ἦν χρηστός; ἀλλὰ πρὸς ἐκεῖνον τὸν ἐπερωτήσαντα ἀπεκρίθη· ἐνόμιζε γὰρ αὐτὸν ἐκεῖνος ἄνθρωπον διδάσκαλον εἶναι ὅμοιον πάντων. ὁ δὲ κύριος ἑαυτὸν μετὰ τοῦ γένους Ἀδὰμ ἔθηκεν εἰπών· «οὐδεὶς ἀγαθὸς εἰ μὴ εἷς ὁ θεός», τουτέστιν ὡς σὺ νομίζεις, οὐκ εἰμὶ ἀγαθός, ἀλλ᾽ ὡς οὐκ οἶδας, οὕτως εἰμὶ ἀγαθός. ἀπὸ γὰρ τοῦ γένους Ἀδὰμ οὐδεὶς ἀγαθός—πάντες γὰρ ὑπὸ ἁμαρτίαν γεγόνασιν—εἷς δὲ ὁ θεὸς ἀναμάρτητος. οὗτος ἐλυτρώσατο τὸ γένος τοῦ Ἀδὰμ ἀπὸ τῆς κατεχούσης αὐτὸ «ἐξουσίας τοῦ σκότους» τοῦ διαβόλου. ἔχει δὲ πάλιν καὶ ἑτέρως νοήματα. «οὐδεὶς ἀγαθὸς εἰ μὴ εἷς ὁ θεός», τουτέστι μόνος ὁ Ἰησοῦς ἀγαθός· χωρὶς γὰρ ἁμαρτίας ἐγεννήθη, ὥσπερ καὶ μόνος ἄνευ κοινωνίας ἀνδρὸς ἐγεννήθη. οὗτος μόνος ἐλεύθερος καὶ ἄπτωτος ἦλθεν εἰς τὸν κόσμον, ἵνα λυτρώσηται τῆς ἁμαρτίας.

Οὗτος γὰρ ἦν «ὁ λόγος» ὁ «ἐν ἀρχῇ», «καὶ ὁ λόγος ἦν πρὸς τὸν θεόν, καὶ θεὸς ἦν ὁ λόγος». «πάντα δι᾽ αὐτοῦ ἐγένετο, καὶ χωρὶς αὐτοῦ ἐγένετο οὐδὲ ἓν ὃ γέγονεν. ἐν αὐτῷ ζωὴ ἦν», τουτέστι πᾶν «ὃ γέγονεν ἐν αὐτῷ» ζῇ καὶ κινεῖται, ὅτι πάντων θεός ἐστι καὶ πάντα ζῇ ἐκ τοῦ θεοῦ, καὶ ἕκαστον ἰδίαν ζωὴν κατὰ τὸ μέτρον αὐτοῦ καὶ τὴν ποσότητα ἔχει ἐκ τοῦ θεοῦ· οἷον τὰ πετεινὰ ἰδίαν ζωὴν κέκτηνται, τὰ θηρία, τὰ ἑρπετά, οἱ ἰχθύες, ἕκαστον τῶν ὄντων ζῇ, ἐκ τοῦ θεοῦ ἔχον ζωήν. ἀλλὰ καὶ τὰ κτίσματα, ὁ οὐρανὸς καὶ ἡ γῆ, φυτά, σπέρματα, ἀλλὰ καὶ τὰ ἀόρατα, λέγω δὴ οἱ ἄγγελοι, ἀρχαί, ἐξουσίαι ζῶσιν ἐκ τοῦ θεοῦ. ὁ θεὸς γάρ ἐστιν ἡ ζωὴ τῶν πάντων. ὁ θεὸς «φῶς» ἐστι «τῶν ἀνθρώπων» καὶ ἐν φωτὶ ἀθανάτῳ ζῶσιν οἱ ἄνθρωποι γεννηθέντες ἄνωθεν ἐκ τοῦ θεοῦ καὶ τέκνα ὄντες θεοῦ. τοῦτο γὰρ τὸ φῶς ἀπὸ τοῦ νῦν ἐλλάμπει καὶ φωτίζει τὰς ψυχὰς τῶν τέκνων τοῦ φωτὸς τῶν ἐκ πνεύματος γεννηθέντων. τοῦτο τὸ φῶς ἐστιν αὐτοῖς ἀνάπαυσις, ζωή, βρῶσις, πόσις, τὰ ἐνδύματα, ὅπλα, τὸ νῖκος, ὁ στέφανος, ἡ χαρά. τοῦτο «τὸ φῶς ἐν τῇ σκοτίᾳ φαίνει, καὶ ἡ σκοτία αὐτὸ οὐ κατέλαβε», τουτέστιν ἡ ἁμαρτία οὐκ ἔγνωκεν αὐτὸ οὔτε ἑώρακεν αὐτό, ἢ οἱ ὑπὸ κάλυμμα ὄντες ἄνθρωποι οὐ δύνανται γνῶναι ἢ ἰδεῖν «τὸ φῶς τὸ ἀληθινόν», ὅπερ ἐστὶν ὁ θεός.

Ὥσπερ γὰρ ὁ ἥλιος φαίνει καὶ ἐπὶ τοὺς τυφλοὺς καὶ ἐπὶ τοὺς βλέποντας, ἀλλ᾽ οἱ τυφλοὶ παρὰ τὸ τετυφλῶσθαι οὐχ ὁρῶσι τὸν εἰς αὐτοὺς φαίνοντα, οἱ δὲ βλέποντες καθαρῶς ὁρῶσι τὸ φῶς διὰ τὸ τοὺς ὀφθαλμοὺς αὐτῶν ἠνεῳγμένους εἶναι, οὕτω καὶ τὸ φῶς τοῦ θεοῦ πανταχοῦ φαίνει διὰ τὸ εἶναι αὐτὸ ἀπερίγραπτον, ἀλλὰ οἱ ὄντες ὑπὸ τὴν σκοτεινὴν νεφέλην τῆς ἁμαρτίας οὐ γινώσκουσιν αὐτὸ οὔτε ὁρῶσι διὰ τὸ τοὺς ὀφθαλμοὺς τῆς καρδίας τετυφλῶσθαι. οἷς δὲ ἐπέλαμψεν ἡ χάρις καὶ ἐγεννήθησαν ἄνωθεν ἐκ πνεύματος ἁγίου, οὗτοι γινώσκουσι καὶ ὁρῶσι «τὸ ἀληθινὸν φῶς» ἐν πάσῃ πληροφορίᾳ, ἐπειδὴ τὸ σκότος τῆς ἁμαρτίας ἐχωρίσθη ἀπ᾽ αὐτῶν καὶ τὸ κάλυμμα περιῃρέθη ἀπὸ τῶν ὀφθαλμῶν τῆς ψυχῆς καὶ ὑπὸ τοῦ ἀληθινοῦ φωτὸς πεφωτισμένοι εἰσὶ τοὺς ὀφθαλμοὺς τῆς καρδίας. ἐν τούτῳ τῷ φωτὶ ζῶσι τὰ γεννώμενα τέκνα τοῦ θεοῦ.

Οὐαί, εἴ τινι οὐκ ἔλαμψε τοῦτο «τὸ φῶς τὸ ἀληθινὸν» εἰς τὴν καρδίαν. οὐαί, εἴ τινος οὐκ ἤρθη τὸ κάλυμμα. ὁ τοιοῦτος ἐν τῷ σκότει ἐστὶ τῆς ἁμαρτίας. τὸν δὲ ἐν τῷ σκότει ὄντα ἀνάγκη ὅτι τὸ σκότος διαδέχεται.

Ὁ δὲ γεννώμενος ἐν τῷ φωτὶ τῷ ἀληθινῷ καὶ ἀνεκλαλήτῳ «μεταβέβηκεν ἀπὸ θανάτου» αἰωνίου «εἰς ζωὴν» αἰώνιον. πάλιν δὲ ὁμοίως τὸ φῶς τὸ ὂν ἐν τῷ καταξιωθέντι ἀπὸ τοῦ νῦν διαδέχεται ἀνακαινούμενον ἡμέραν ἐξ ἡμέρας καὶ σὺν αὐτῷ ἀναλύει πρὸς τὸν ἐπουράνιον πατέρα. ὅπου γὰρ τὸ φῶς τοῦτο ἐλλάμψει καὶ ἐνεργήσει, τὸ σκότος τῆς ἁμαρτίας φεύγει ἀπὸ τῆς καρδίας καὶ γὰρ ἀπὸ φωτὸς ἡλίου τὸ σκότος φεύγει. καὶ ὁ ὁρῶν τοῦτο «τὸ φῶς τὸ ἀληθινὸν» καὶ ἔχων αὐτὸ ἐν ἑαυτῷ, ἀνάγκη ὅτι ὁρᾷ τὸ σκότος ἀφαντούμενον, κεκτημένος τοὺς καρποὺς τοῦ πνεύματος· τοῦτο γὰρ τὸ φῶς «ἀγάπη» ἐστὶν ἀνεκλάλητος, «μακροθυμία, χρηστότης, ἀγαθωσύνη, πίστις» καὶ τὰ λοιπὰ τῆς ἀρετῆς ἐνεργήματα. ταῦτα πάντα «τὸ φῶς» τοῦτό ἐστι «τὸ ἀληθινόν», ὅπερ ἐστὶν ὁ θεός, ὥς φησιν Ἰωάννης ὁ ἀπόστολος· «ἡ δὲ ἀγάπη ἐστὶν ὁ θεός». ὥσπερ γὰρ τὸ πῦρ φύσιν ἔχει τοῦ εἶναι θερμὸν καὶ τὸ ὕδωρ τοῦ εἶναι ὑγρόν, οὕτω καὶ «τὸ φῶς τὸ ἀληθινόν», ὅπερ ἐστὶν ὁ θεός, φύσιν ἔχει τοῦ εἶναι ἀγάπην, χαράν, εἰρήνην, ἀγαθωσύνην ἄπειρον καὶ ἀμέτρητον, καθὼς γέγραπται· «κατὰ τὴν μεγαλωσύνην αὐτοῦ καὶ τὸ ἔλεος αὐτοῦ». εἰς ἣν δ᾽ ἂν ψυχὴν ἐλλάμψῃ τοῦτο τὸ φῶς τὸ ἄρρητον, ἀδιάλειπτον ἐκεῖ ἐστι.

Παρακαλέσωμεν οὖν τὸν θεὸν νυκτὸς καὶ ἡμέρας, ἵνα ἀποκαλύψῃ τοὺς ὀφθαλμοὺς τῆς ψυχῆς ἡμῶν καὶ χωρίσῃ τὸ σκότος τῆς ἁμαρτίας ἐκ τῶν καρδιῶν ἡμῶν καὶ ἐλλάμψῃ ἡμῖν «τὸ φῶς αὐτοῦ τὸ ἀληθινὸν» καὶ κοινωνήσῃ τῇ ψυχῇ ἡμῶν κοινωνίαν ἄρρητον ὥσπερ ἰδίᾳ νύμφῃ, ἵνα συμμέτοχοι γενώμεθα τῆς ἀγαθότητος αὐτοῦ συγκερασθέντες αὐτῷ, καὶ ἄρῃ ἀφ᾽ ἡμῶν πάντα μῶμον καὶ ῥυτίδα τῆς ψυχῆς, ἵν᾽ οὕτως ἀπὸ τοῦ νῦν φωτισθέντων καὶ ἐχόντων τοῦτο «τὸ φῶς τὸ ἀληθινὸν» ἐν ταῖς καρδίαις ἡμῶν αὐτὸ τὸ φῶς δέξηται ἡμᾶς εἰς αἰώνιον ζωήν. ἀλλὰ καὶ ἐν τῇ ἀναστάσει ἀνίσταται τὰ σώματα ἡμῶν ὑπ᾽ αὐτοῦ τοῦ φωτὸς δεδοξασμένα καὶ πεφωτισμένα τοῦ ἀπὸ τοῦ νῦν ἐν ἡμῖν ὄντος, καὶ οὕτω φῶς ὅλοι ψυχῇ καὶ σώματι γενόμενοι καὶ συγκερασθέντες τῷ τοῦ θεοῦ φωτὶ συμβασιλεύσωμεν αὐτῷ εἰς ἀπεράντους αἰῶνας.

Ὥσπερ δὲ ὁ ἥλιος διὰ θυρίδος φαίνων ἐν οἴκῳ εἰς ἓν μέρος τοῦ οἴκου ἐστίν, ἐν δὲ τῷ καθαρῷ ἀέρι καὶ ἐν τῇ γῇ ἔξωθεν τοῦ οἴκου ὅλον ἐξ ὅλου φῶς λάμπει ἀσκίαστον, οὕτω καὶ «τὸ φῶς ἀληθινόν», ἐπὰν λάμψῃ τῇ ψυχῇ, ὥσπερ ἐν μέρει ἐστὶ καὶ οὔπω ὅλη πεφώτισται, ἀλλ᾽ ἔτι σκότος περίκειται. ἀρχὴν μὲν φωτισμοῦ ἔχει καὶ ἐπιγνώσεως θείας, οὔπω δὲ τελείως πεφώτισται. ἐπὰν δὲ σκότος ἐν αὐτῇ μηκέτι ᾖ, ἀλλὰ ἀδιαλείπτως ὅλη ἐξ ὅλου φωτισθῇ ὑπὸ τοῦ ἀληθινοῦ φωτὸς ὥσπερ γῆ ἐν αἰθερίῳ ἀέρι ὑπὸ τοῦ ἡλίου, τότε ὅλου τοῦ σκότους ὑποχωρήσαντος ἐν τῷ φωτὶ ἀϊδίως οὖσα τελειοῦται ἐν τῷ φωτὶ φῶς καὶ αὐτὴ ἡ ψυχὴ γενομένη.

Καὶ ὥσπερ ἥλιος τὰς μαρμαρυγὰς τῶν ἀκτίνων ἐξ ἑαυτοῦ ἔχει, αἵτινες εἰ καὶ μεμερισμέναι εἰσὶν ἀπ᾽ ἀλλήλων, ἀλλ᾽ ἐκ τοῦ ἑνὸς σώματος τοῦ ἡλίου εἰσὶ πᾶσαι, καὶ εἰ καὶ ἑτέρα τῆς ἑτέρας κρείττων, ἀλλ᾽ ἐκ μιᾶς δὴ φύσεως εἰσὶ πᾶσαι καὶ ἐκ τοῦ αὐτοῦ κύκλου τοῦ ἡλίου, οὕτω καὶ οἱ ἅγιοι οἱ γεννηθέντες ἐκ τοῦ θείου πνεύματος καὶ τέκνα ὄντες θεοῦ καὶ ἔχοντες τὸ φῶς τῆς θεότητος ἐν ἑαυτοῖς ἐκ τοῦ αὐτοῦ πνεύματός εἰσιν. ὥσπερ δὲ αἱ ἀκτῖνες τοῦ ἡλίου κεχωρισμέναι εἰσὶν ἀπ᾽ ἀλλήλων, οὕτω καὶ οἱ ἅγιοι κεχωρισμένοι εἰσὶ καὶ τὰ σώματα καὶ τὰς ψυχάς. Πέτρος γὰρ Πέτρος ἐστί, καὶ Παῦλος Παῦλος καὶ πάντες οἱ ἅγιοι ὁμοίως. ἕκαστος ἴδιον σῶμα ἔχει καὶ τὴν ψυχὴν ἔχει ἰδίαν, ἐν πᾶσι δὲ ὁ αὐτὸς θεὸς οἰκεῖ, καὶ αὐτοὶ πάντες ἐν τῷ θεῷ ἐνοικοῦσιν, ἕκαστος ἰδίαν ἀρετὴν καὶ κάλλος ἔχων τὸ τῆς ψυχῆς καὶ τοῦ σώματος διὰ τὴν τοῦ θεοῦ πολυποίκιλον σοφίαν καὶ τὴν τοῦ πνεύματος πολύτροπον χάριν καθὼς βούλεται εἰς αὐτοὺς ἐνεργεῖ. ἐκ τοῦ αὐτοῦ σώματος τῆς θεότητος, ἐκ τῆς αὐτῆς ὑποστάσεως, ἐκ τῆς αὐτῆς οὐσίας πάντες οἱ ἅγιοι μετέχουσι καὶ εἰσὶν ὥσπερ ἀκτῖνες ἡλίου συνδεδεμένοι τῇ τοῦ θεοῦ δικαιοσύνῃ.

ὅταν 〈γὰρ〉 ὁ αὐτὸς ἥλιος πρὸς δυσμὰς γένηται, πάσας τὰς ἀκτῖνας συστέλλει πρὸς ἑαυτὸν καὶ οὐδὲ μίαν ἀκτῖνα τῷ σκότει ἐπαφίησιν, οὕτω καὶ ὁ Χριστὸς ἐν τῇ συντελείᾳ τοῦ κόσμου ἐρχομένης τῆς κρίσεως καὶ τῆς γεέννης φανερουμένης πάσας τὰς ἀκτῖνας (τουτέστι τοὺς ἁγίους) ἐν οἷς ἐνήργησε καὶ οἷς μετέδωκε τοῦ πνεύματος αὐτοῦ, συνάγει πρὸς ἑαυτὸν εἰς τὰ ἴδια μέρη ἱστῶν αὐτούς, οὐδένα ἐάσας ἐν τῇ νυκτὶ καὶ τῷ σκότει, ἀλλὰ τοὺς πάντας εἰσδεχόμενος εἰς ἑαυτὸν ἐν τῇ αἰωνίᾳ αὐτοῦ βασιλείᾳ. Ἀμήν.

ΛΟΓΟΣ ΜΕʹ. Ὥσπερ ἵνα ᾖ τις ὑπὸ σφοδροτάτου πυρετοῦ κατεχόμενος καὶ ἔνδοθεν φλεγόμενος—καὶ τούτῳ ἐὰν προσενέγκῃ ἰατρὸς τροφήν, ἀηδίζεται καὶ σικχαίνει, καὶ λοιπὸν ὁ ἰατρὸς παρακαλεῖ λέγων· “ἀνάγκασον σεαυτόν.„ καὶ ὅταν μεταλάβῃ τροφῆς, κατὰ μικρὸν ἄρχεται ἡ γλυκασία τῆς τροφῆς καταπαύειν καὶ σβεννύειν τὴν ἔνδοθεν φλεγομένην τῆς πικρίας νόσον. ἀλλ᾽ οὐκ ἀπὸ μιᾶς διαγωγῆς διϋλίζεται ὅλος ὁ πυρετός· πολλάκις γὰρ μεταλαμβάνει τῆς τροφῆς καὶ ἐνδυναμοῦται καὶ ὑγιαίνει καὶ περιπατεῖ, καὶ ἔτι ἡ χαυνότης καὶ ἀτονία καὶ ἀσθένεια περίκειται αὐτῷ. καὶ συμβαίνει τινὰ μέλη ἢ ὄψιν ἢ ὀφθαλμοὺς ἔχειν ὡραῖα, ἀλλ᾽ ἔτι τὰ ὑπόλοιπα μέλη ἠφάνισται, 〈ἔχει χεῖρα ὑγιῆ, ἀλλὰ τὸν πόδα ἠφάνισται〉—οὕτως ἐστὶ καὶ εἰς τὸ πνευματικόν· εἰσὶ μέλη πολλὰ τοῦ πνεύματος καὶ συμβαίνει ἔχειν τινὰ μέλη ἐξ αὐτῶν ὑγιῆ, καὶ παρὰ τοῦτο τέλειος οὐκ ἔστιν. ὁρᾷς πόσοι βαθμοί εἰσι τοῦ πνεύματος καὶ πῶς κατὰ μέρος διϋλίζεται καὶ λεπτύνεται τὸ κακόν; καὶ οὐκ ἐφάπαξ. ὅλη γὰρ ἡ πρόνοια καὶ ἡ οἰκονομία τοῦ κυρίου (καὶ τὸ ἀνατέλλειν τὸν ἥλιον, καὶ πάντα τὰ δημιουργήματα) γέγονε διὰ τὴν βασιλείαν, ἣν μέλλουσι κληρονομεῖν οἱ ἐκλεκτοί, καὶ διὰ τὸ τὴν εἰρηνικὴν συστῆναι βασιλείαν.

Οἱ δὲ Χριστιανοὶ οὔτε πόρνην διακρίνουσι προεστῶσαν οὔτε ἁμαρτωλοὺς οὔτε ἀτάκτους, ἀλλὰ ἁπλουστάτῳ προαιρέσει καὶ καθαρῷ ὀφθαλμῷ κατανοοῦσι πάντας, ὥσπερ ἐὰν ᾖ τοῦτό τινι ὡς φυσικόν, ὡς πηκτόν, τὸ μηδένα ἐξουθενεῖν, μηδένα κρίνειν ἢ βδελύσσεσθαι καὶ γὰρ ἔχων αὐτοὺς ἐν διακρίσει καὶ τὸν μονόφθαλμον, εἰδὼς ὅτι οὕτως ἐστίν, ὡς ὑγιῆ αὐτὸν ὅρα, τὸν ἔχοντα κυλλὴν τὴν χεῖρα ὡς ὑγιαίνοντα. αὕτη γάρ ἐστιν 〈ἡ〉 καθαρότης τῆς καρδίας, ἵνα συγγνῷ τοῖς ἁμαρτωλοῖς καὶ συμπαθήσῃ καὶ σπλαγχνισθῇ. οἱ γὰρ ἅγιοι τοῦ θεοῦ συμβαίνει ὅτι καθέζονται εἰς θέατρον καὶ βλέπουσι τὸν κόσμον ἐν τῇ ἀπάτῃ τοῦ βίου, καὶ αὐτοὶ κατὰ τὸν ἔσω ἄνθρωπον λαλοῦσι μετὰ τοῦ θεοῦ.

Ἄλλην οὖν ἔχουσι προαίρεσιν οἱ κοσμικοὶ ἐνεργούμενοι ὑπὸ τοῦ πνεύματος τῆς πλάνης τοῦ φρονεῖν τὰ ἐπίγεια. καὶ οἱ Χριστιανοὶ ἄλλην ἔχουσι προαίρεσιν, ἄλλον νοῦν, ἄλλου αἰῶνός εἰσιν, ἄλλης πόλεως· πνεῦμα γὰρ θεοῦ κοινωνεῖ τῇ ψυχῇ αὐτῶν καὶ καταπατοῦσι τὸν ἀντικείμενον. γέγραπται γάρ· «ἔσχατος ἐχθρὸς καταργεῖται ὁ θάνατος». οἱ γὰρ θεοσεβεῖς πάντων εἰσὶ δεσπόται, καὶ πυρὸς καταφρονοῦσι καὶ ξίφους καὶ ὑδάτων, καὶ δαιμόνων καὶ παθῶν εἰσι δεσπόται. πάλιν δὲ οἱ χαῦνοι καὶ ἁμαρτωλοὶ ὅλων εἰσὶ δοῦλοι, καὶ πῦρ αὐτοὺς καίει καὶ λίθος ἢ τὸ ξίφος ἀποκτείνει—καὶ δαίμονες κατακυριεύουσιν.

Ὥσπερ τὸ σῶμα τοῦ κυρίου ὅτε ἀνῆλθεν εἰς τὸ ὄρος καὶ μετεμορφώθη εἰς τὴν δόξαν τὴν θεϊκὴν καὶ εἰς τὸ φῶς τὸ ἄπειρον, οὕτω καὶ τὰ σώματα τῶν ἁγίων δοξάζεται καὶ ἐξαστράπτει. ἡ γὰρ ἔσωθεν οὖσα δόξα ἐφηπλώθη τότε τῷ σώματι τοῦ Χριστοῦ καὶ ἔλαμψε, τὸν αὐτὸν δὴ τρόπον καὶ εἰς τοὺς ἁγίους ἡ ἔσωθεν οὖσα τοῦ Χριστοῦ δύναμις ἐν ἐκείνῃ τῇ ἡμέρᾳ ἔξωθεν εἰς τὰ σώματα αὐτῶν ὑπερεκχύνεται, ἐπειδὴ γὰρ ἐκ τῆς αὐτοῦ οὐσίας καὶ φύσεως ἀπὸ τοῦ νῦν μετέχουσιν ἐν τῷ νῷ. γέγραπται γάρ· «ὅ τε ἁγιάζων καὶ οἱ ἁγιαζόμενοι ἐξ ἑνός» καί· «τὴν δόξαν ἣν δέδωκάς μοι, δέδωκα αὐτοῖς». ὥσπερ ἀπὸ πυρὸς ἑνὸς ἅπτονται λύχνοι πολλοί, ἀνάγκη καὶ τὰ σώματα αὐτῶν, μέλη Χριστοῦ ὄντα, τὸ αὐτὸ γίνεσθαι ὅπερ ὁ Χριστός.

Ἐρώτησις. Πῶς ἀνώτεροι γίνονται οἱ Χριστιανοὶ τοῦ πρώτου Ἀδάμ; ἀποθνῄσκει γὰρ αὐτῶν τὰ σώματα καὶ φθείρεται, ἐκεῖνος δὲ ὥσπερ ἀθάνατος ἦν κατὰ τὴν ψυχήν, οὕτω καὶ τὸ σῶμα ἄφθαρτος. Ἀπόκρισις. Ὁ ἀληθινὸς θάνατος ἔνδοθεν ἐν τῇ καρδίᾳ κέκρυπται καὶ ὁ ἄνθρωπος ἔσω νενέκρωται. εἴ τις οὖν «μεταβέβηκεν ἐκ τοῦ θανάτου εἰς τὴν ζωήν», εἰς τὸ κρυπτόν, οὗτος ἀληθῶς εἰς τοὺς αἰῶνας ζῇ καὶ οὐκ ἀποθνῄσκει. ἀλλ᾽ εἰ καὶ τὰ σώματα τῶν τοιούτων λύεται πρὸς καιρόν τινα, ἀλλ᾽ οὖν ἡγιασμένα τέ εἰσι καὶ ἐγείρεται ἐν δόξῃ. διὸ ὕπνον λέγομεν τὴν κοίμησιν τῶν Χριστιανῶν. οὐκ ἦν οὖν ἄφθαρτον τὸ σῶμα τοῦ Ἀδάμ, ἀλλὰ μέσον ἀφθαρσίας καὶ φθορᾶς. εἰ δέ, ὡς φῄς, ἀθάνατος ἦν ὁ ἄνθρωπος κατὰ τὸ σῶμα, ὅλος ὁ κόσμος βλέπων τὸ παράδοξον τοῦ πράγματος, ὅτι οὐ φθείρονται τὰ σώματα τῶν Χριστιανῶν, ἀνάγκῃ λοιπὸν τινί, οὐχ ἑκουσίᾳ τῇ γνώμῃ ἔρχοντο ἐπὶ τὸ ἀγαθόν. ἀλλ᾽ ἵνα διαμείνῃ καὶ φανῇ τὸ αὐτεξούσιον, ὅπερ ἐξ ἀρχῆς ἔδωκε τῷ ἀνθρώπῳ ὁ κύριος, τούτου ἕνεκεν οἰκονομικῶς τὰ πράγματα διοικεῖται καὶ γίνεται λύσις σώματος, ἵνα ᾖ τὸ θέλημα τοῦ ἀνθρώπου 〈τοῦ〉 τραπῆναι αὐτὸν ἐπὶ τὸ ἀγαθὸν καὶ ἐπὶ τὸ κακόν.

ὁ γὰρ τέλειος εἰς τὸ κακὸν καὶ βαθὺς εἰς τὴν ἁμαρτίαν ἀνάγκῃ τινὶ οὐ δέδεται, καίτοι δὲ ὢν σκεῦος διαβόλου οὐ τὸ ὅλον κατακυριεύεται, ἀλλ᾽ ἔχει τὴν ἐλευθερίαν τοῦ γενέσθαι σκεῦος ζωῆς· οὔτε λοιπὸν ὁ μεμεστωμένος εἰς τὸν θεὸν καὶ ὢν βαθὺς καὶ μεμεθυσμένος ἐν τῇ χάριτι ἀνάγκῃ τινὶ κεκράτηται, ἀλλὰ καίτοι ὢν πεπληρωμένος καὶ δεδεμένος πνεύματι ἁγίῳ ἔχει τὸ αὐτεξούσιον τοῦ τραπῆναι αὐτὸν καὶ ποιεῖν ἃ θέλει εἰς τὸν αἰῶνα τοῦτον.

Ἐρώτησις. Κατὰ μέρος λεπτύνεται τὸ κακὸν καὶ ἐκκρίνεται, καὶ προκόπτει εἰς τὴν χάριν ὁ ἄνθρωπος, ἢ εὐθέως, ὅταν τύχῃ ἐπισκοπῆς, ἐκριζοῦται τὸ κακόν; Ἀπόκρισις. Ὥσπερ τὸ ἔμβρυον ἐν τῇ μήτρᾳ οὐκ εὐθέως πήγνυται εἰς ἄνθρωπον, ἀλλὰ κατὰ μέρος γίνεται εἰκὼν καὶ γεννᾶται καὶ ἤδη οὐκ ἔστι τέλειος ἄνθρωπος, ἀλλὰ αὐξάνει εἰς πολλὰ ἔτη, καὶ τότε γίνεται ἀνήρ, ἢ ὥσπερ τὰ σπέρματα τῶν κριθῶν ἢ τοῦ σίτου οὐκ εὐθέως βαλλόμενα εἰς τὴν γῆν ῥιζοῖ, ἀλλὰ παρέρχονται χειμῶνες ἄνεμοι καὶ τῷ δέοντι καιρῷ γίνεται ἄσταχυς, καὶ ὁ φυτεύων ἀμπελῶνα οὐκ εὐθέως μεταλαμβάνει τῶν καρπῶν, —οὕτω μᾶλλον εἰς τὸ πνευματικόν, ὅπου τοσαύτη σοφία καὶ λεπτότης, κατὰ μικρὸν αὐξάνει καὶ γίνεται «εἰς ἄνδρα τέλειον, εἰς μέτρον ἡλικίας» καὶ οὐχ ὥς τινες λέγουσιν· “ἔνδυσαι, ἔκδυσαι.„ ὥσπερ ὁ θέλων μαθεῖν γράμματα ἀπέρχεται καὶ μανθάνει τὰ σημεῖα, καὶ ὅταν γένηται ἐκεῖ πρῶτος, ἀπέρχεται εἰς τὴν σχολὴν τῶν Ῥωμαϊκῶν, κἀκεῖ ἐστιν ὅλων ἔσχατος. πάλιν ἐκεῖ ὅταν γένηται πρῶτος, ἀπέρχεται πρὸς τὸν γραμματικόν, καὶ ὅλων ἐστὶν ἔσχατος ἀρχάριος. 〈εἶτα ὅταν γένηται σχολαστικός, ὅλων τῶν δικολόγων ἐστὶν ἔσχατος ἀρχάριος〉. πάλιν ἐκεῖ ὅταν γένηται πρῶτος, τότε γίνεται ἡγεμῶν καὶ ὅταν γένηται ἄρχων, λαμβάνει ἑαυτῷ τὸν συγκάθεδρον βοηθόν.

εἰ οὖν τὰ φαινόμενα τοσαύτας ἔχει προκοπάς, πόσῳ μᾶλλον τὰ ἐπουράνια μυστήρια ἔχει προκοπὰς καὶ βαθμοὺς πολλοὺς καὶ αὐξάνει, καὶ τότε διὰ πολλῆς γυμνασίας καὶ πολλῶν πειρατηρίων 〈ἐξειλεῖ καὶ〉 γίνεταί τις τέλειος.

Οἱ γὰρ Χριστιανοὶ οἱ γευσάμενοι ἐξ ἀληθείας τῆς χάριτος καὶ ἔχοντες τὸ σημεῖον τοῦ σταυροῦ ἐν τῷ νῷ καὶ τῇ καρδίᾳ, οὗτοι ἀπὸ βασιλέως καὶ τῶν κάτω σκύβαλα ἡγοῦνται καὶ οὗτοι δύνανται εἰδέναι, ὅτι ὅλος ὁ δρόμος ὁ γήϊνος καὶ οἱ θησαυροὶ τοῦ βασιλέως καὶ ὁ πλοῦτος καὶ ἡ δόξα καὶ οἱ λόγοι ἐν φαντασίᾳ τινί εἰσι, μὴ ἔχοντα στερεὰν βάσιν, ἀλλὰ παρερχόμενα, καὶ εἴ τί ἐστιν ἀπὸ τοῦ οὐρανοῦ κάτω, αὐτοῖς ἐστιν εὐκαταφρόνητα. διὰ τί; ἐπειδὴ ξένον τι καὶ θαυμαστὸν τὸ ἐπάνω τοῦ οὐρανοῦ, —τὸ μὴ ὂν μήτε εἰς θησαυροὺς βασιλέως μήτε εἰς σοφίαν λόγων μήτε εἰς δόξαν κοσμικὴν ἢ ἀξιώματα ἢ πλοῦτον— ἐκεῖνο ἐκτήσαντο, αὐτὸν τὸν κύριον τὸν κτίστην πάντων ἔχοντες ἐν τῷ ἐνδοτάτῳ ἀνθρώπῳ, κτῆμα τὸ μὴ παρερχόμενον, ἀλλὰ παραμένον εἰς τοὺς αἰῶνας.

Ἀμήν.