Οὗτος γὰρ ἦν «ὁ λόγος» ὁ «ἐν ἀρχῇ», «καὶ ὁ λόγος ἦν πρὸς τὸν θεόν, καὶ θεὸς ἦν ὁ λόγος». «πάντα δι᾽ αὐτοῦ ἐγένετο, καὶ χωρὶς αὐτοῦ ἐγένετο οὐδὲ ἓν ὃ γέγονεν. ἐν αὐτῷ ζωὴ ἦν», τουτέστι πᾶν «ὃ γέγονεν ἐν αὐτῷ» ζῇ καὶ κινεῖται, ὅτι πάντων θεός ἐστι καὶ πάντα ζῇ ἐκ τοῦ θεοῦ, καὶ ἕκαστον ἰδίαν ζωὴν κατὰ τὸ μέτρον αὐτοῦ καὶ τὴν ποσότητα ἔχει ἐκ τοῦ θεοῦ· οἷον τὰ πετεινὰ ἰδίαν ζωὴν κέκτηνται, τὰ θηρία, τὰ ἑρπετά, οἱ ἰχθύες, ἕκαστον τῶν ὄντων ζῇ, ἐκ τοῦ θεοῦ ἔχον ζωήν. ἀλλὰ καὶ τὰ κτίσματα, ὁ οὐρανὸς καὶ ἡ γῆ, φυτά, σπέρματα, ἀλλὰ καὶ τὰ ἀόρατα, λέγω δὴ οἱ ἄγγελοι, ἀρχαί, ἐξουσίαι ζῶσιν ἐκ τοῦ θεοῦ. ὁ θεὸς γάρ ἐστιν ἡ ζωὴ τῶν πάντων. ὁ θεὸς «φῶς» ἐστι «τῶν ἀνθρώπων» καὶ ἐν φωτὶ ἀθανάτῳ ζῶσιν οἱ ἄνθρωποι γεννηθέντες ἄνωθεν ἐκ τοῦ θεοῦ καὶ τέκνα ὄντες θεοῦ. τοῦτο γὰρ τὸ φῶς ἀπὸ τοῦ νῦν ἐλλάμπει καὶ φωτίζει τὰς ψυχὰς τῶν τέκνων τοῦ φωτὸς τῶν ἐκ πνεύματος γεννηθέντων. τοῦτο τὸ φῶς ἐστιν αὐτοῖς ἀνάπαυσις, ζωή, βρῶσις, πόσις, τὰ ἐνδύματα, ὅπλα, τὸ νῖκος, ὁ στέφανος, ἡ χαρά. τοῦτο «τὸ φῶς ἐν τῇ σκοτίᾳ φαίνει, καὶ ἡ σκοτία αὐτὸ οὐ κατέλαβε», τουτέστιν ἡ ἁμαρτία οὐκ ἔγνωκεν αὐτὸ οὔτε ἑώρακεν αὐτό, ἢ οἱ ὑπὸ κάλυμμα ὄντες ἄνθρωποι οὐ δύνανται γνῶναι ἢ ἰδεῖν «τὸ φῶς τὸ ἀληθινόν», ὅπερ ἐστὶν ὁ θεός.