Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Μακάριος ὁ Αἰγύπτιος – Λόγοι (Νόθος)

Μακάριος ὁ Αἰγύπτιος

Λόγοι ΝΕ'-ΝΘ': Η υπομονή του σταυρού, η πνευματική βία και η ανιδιοτελής αγάπη

Η μακροθυμία στις θλίψεις, η επιβολή πνευματικής βίας για την απόκτηση της αρετής, η απομάκρυνση του καλύμματος της ψυχής και η μεταστροφή των εμποδίων σε μέσα προκοπής.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Μακάριος ὁ Αἰγύπτιος

—

Κεφάλαιο 17 από 18

ΛΟΓΟΣ ΝΕʹ. Ὁ βουλόμενος θεῷ εὐαρεστῆσαι καὶ συγκληρονόμος Χριστοῦ πιστεύων γενέσθαι καὶ μιμητὴς τοῦ κυρίου σπουδάζων εἶναι, ἵνα καὶ αὐτὸς υἱὸς θεοῦ προσαγορευθῇ ἐκ πνεύματος, πρὸ πάντων τῆς μακροθυμίας καὶ ὑπομονῆς δραξάμενος, ὀφείλει τὰς ἀπαντῶσας θλίψεις διαφόρους, στενοχωρίας τε καὶ ἀνάγκας, γενναίως ὑποφέρειν ἤτοι σωματικὰς νόσους καὶ πάθη ἤτοι ὀνειδισμοὺς ἀνθρώπων καὶ ὕβρεις ἤτοι ἀοράτους θλίψεις διαφόρους ἐπαγομένας τῇ ψυχῇ ὑπὸ τῶν πονηρῶν πνευμάτων πρὸς τὸ ἐμποδίσαι αὐτῇ εἰς τὴν βασιλείαν ἀπελθεῖν εἰς χαύνωσιν καὶ ὀλιγωρίαν καὶ ἀνυπομονησίαν ἄγειν βουλομένων, κατ᾽ οἰκονομίαν τοῦ κυρίου παραχωροῦντος ἑκάστην ψυχὴν δοκιμασθῆναι ἐν διαφόροις θλίψεσιν, ἵνα φανερωθῶσιν αἱ ἐξ ὅλης καρδίας ἀγαπῶσαι ψυχαὶ τὸν κύριον, πάντα τὰ ἐπιφερόμενα ὑπὸ τοῦ πονηροῦ γενναίως ὑπομένουσαι καὶ τῆς ἐλπίδος κυρίου μὴ ἀφιστάμεναι, ἀλλὰ πάντοτε τὴν λύτρωσιν τῆς χάριτος ἐν πίστει καὶ ὑπομονῇ πολλῇ ἐκδεχόμεναι, διὸ καὶ ἐξελθεῖν δυνήσονται πάντα πειρασμόν· καὶ οὕτω τῆς ἐπαγγελίας τοῦ πνεύματος ἐπιτυγχάνουσαι ἄξιαι τῆς βασιλείας καθίστανται.

ὀφείλει οὖν ἡ ψυχὴ ἡ τῷ λόγῳ τοῦ κυρίου ἐξακολουθοῦσα τὸν σταυρὸν τοῦ κυρίου αἴρειν μετὰ χαρᾶς, ὡς γέγραπται, ἑτοίμως ἔχουσα πάντα ὑπομένειν διὰ τὸν κύριον ἐπερχόμενον πειρασμὸν ἤτοι κρυπτὸν ἤτοι φανερόν, καὶ εἰς τὸν κύριον ἀποκρέμασθαι τὴν ἐλπίδα πάντοτε, ὅτι ἐξουσία αὐτοῦ ἐστι καὶ τὸ θλιβῆναι τὴν ψυχὴν παραχωρουμένην ὑπ᾽ αὐτοῦ καὶ τὸ ἀπολυτρωθῆναι παντὸς πειρασμοῦ καὶ θλίψεως δι᾽ αὐτοῦ. εἰ δὲ μὴ ἀνδρίζεται καὶ γενναίως φέρει ὑπομένουσα πᾶσαν θλῖψιν, ἀλλὰ λυπεῖται καὶ ἀκηδιᾷ καὶ ἄχθεται καὶ στενοχωρεῖται καὶ ὀλιγωρεῖ τοῦ ἀγῶνος καὶ ἀπελπίζει ὡς μηκέτι λυτρουμένη (ὅπερ καὶ τοῦτο τῆς κακίας ἐστὶ 〈τέχνη εἰς ἀκηδίαν καὶ ὀλιγωρίαν τὴν ψυχὴν ἐμβάλλουσα〉) καὶ τῆς ἐλπίδος ἐγκρατὴς μὴ γένηται ἀπεκδεχομένη πάντοτε τὸ ἔλεος τοῦ κυρίου ἐν πίστει ἀδιστάκτῳ, τέκνον τῆς ζωῆς ἡ τοιαύτη ψυχὴ οὐ γίνεται, ἐπειδὴ ἀκόλουθος πάντων τῶν ἁγίων οὐ γέγονεν οὐδὲ τοῖς ἴχνεσιν τοῦ κυρίου περιεπάτησεν.

κατανόησον γὰρ καὶ ἴδε πῶς ἐξ ἀρχῆς οἱ πατέρες, πατριάρχαι τε καὶ προφῆται, ἀπόστολοι καὶ μάρτυρες, διὰ τῆς στενῆς ὁδοῦ τῶν θλίψεων καὶ πειρασμῶν διῆλθον καὶ οὕτως ἠδυνήθησαν εὐαρεστῆσαι τῷ θεῷ ὑπομείναντες πάντα πειρασμὸν καὶ θλῖψιν γενναίως καὶ ἐν ταῖς στενοχωρίαις καὶ κακουχίαις ἥδοντο διὰ τὴν προσδοκωμένην τῆς μισθαποδοσίας ἐλπίδα, ὥς φησιν ἡ γραφή· «τέκνον, ἐὰν προσέρχῃ δουλεύειν τῷ θεῷ, ἑτοίμασον τὴν ψυχήν σου εἰς πειρασμόν· βάθυνον τὴν καρδίαν σου καὶ καρτέρει», καὶ ὁ ἀπόστολος· «εἰ δὲ χωρίς ἐστε παιδείας, ἧς μέτοχοι γεγόνασι πάντες, ἄρα νόθοι ἐστὲ καὶ οὐχ υἱοί», καὶ ἀλλαχοῦ· «τὰ ἐπιφερόμενά σοι πάντα ὡς ἀγαθὰ πρόσδεξαι, εἴδως, ὅτι ἄτερ θεοῦ οὐδὲν γίνεται». καὶ ὁ κύριος λέγει· «μακάριοί ἐστε ὅταν ὀνειδίσωσιν ὑμᾶς καὶ διώξωσι καὶ εἴπωσι πᾶν πονηρὸν ῥῆμα καθ᾽ ὑμῶν ψευδόμενοι ἕνεκεν ἐμοῦ. χαίρετε καὶ ἀγαλλιᾶσθε, ὅτι ὁ μισθὸς ὑμῶν πολὺς ἐν τοῖς οὐρανοῖς», καὶ τό· «μακάριοι οἱ δεδιωγμένοι ἕνεκεν δικαιοσύνης, ὅτι αὐτῶν ἐστιν ἡ βασιλεία τῶν οὐρανῶν», δεδιωγμένοι δὲ ἤτοι φανερῶς ὑπὸ ἀνθρώπων ἢ κρυπτῶς ὑπὸ τῶν πνευμάτων «τῆς πονηρίας».

ἀνταγωνίζονται γὰρ τῇ τὸν θεὸν ζητούσῃ ψυχῇ καὶ θλίψεις διαφόρους βάλλουσι πρὸς τὸ ἐμποδίσαι αὐτῇ εἰς τὴν αἰώνιον ζωήν, ἅμα δὲ καὶ ἵνα δοκιμασθεῖσα φανερωθῇ, εἰ κατὰ ἀλήθειαν ἀγαπᾷ τὸν θεὸν ἐν τῷ ὑπομένειν πᾶσαν θλῖψιν καὶ εἰ τὴν ἐλπίδα εἰς τέλος κρατήσει λύτρωσιν ἐν πίστει ἀδιστάκτῳ ἐκδεχομένη ἢ πάλιν μὴ ὑπομείνασα, ἀλλ᾽ ὑποστείλασα εἰς τὰς θλίψεις καὶ ἀκηδιῶσα ἢ ὀλιγωροῦσα καὶ τῆς ἐλπίδος ἐλαττουμένη, ἀποδειχθῇ μὴ ἀγαπῶσα τὸν θεὸν ἐν ἀληθείᾳ. αἱ γὰρ διάφοροι θλίψεις καὶ οἱ πειρασμοὶ δεικνύουσι τὰς ἀναξίας καὶ ἀξίας ψυχάς, τὰς ἐχούσας πίστιν καὶ ἐλπίδα καὶ ὑπομονὴν καὶ τὰς μὴ ἐχούσας, ἵνα ἐν πᾶσιν ἀποδειχθεῖσαι δόκιμοι καὶ πισταὶ αἱ ἄξιαι ψυχαὶ ἕως τέλους ὑπομείνασαι καὶ τὴν ἐλπίδα βεβαίως κρατήσασαι καὶ οὕτω τὴν ἀπολύτρωσιν δεξάμεναι διὰ τῆς χάριτος δικαίως τῆς βασιλείας κληρονόμοι γένωνται, τὴν ὑπομονὴν τοίνυν καὶ τὴν ἐλπίδα ἑκάστη ψυχὴ βουλομένη εὐαρεστῆσαι θεῷ πρὸ παντὸς κρατείτω καὶ οὕτω δυνήσεται διεξελθεῖν πᾶσαν ἐπανάστασιν καὶ θλῖψιν τοῦ πονηροῦ.

Οὐδὲ γὰρ τοσοῦτον παραχωρεῖ ὁ θεὸς ψυχὴν ἐπ᾽ αὐτὸν ἐλπίζουσαν καὶ αὐτὸν ὑπομένουσαν πειρασθῆναι, ὥστε καὶ ἐξαπορηθῆναι καὶ παραδοθῆναι εἰς πειρασμοὺς καὶ θλίψεις, ἃς οὐ δύναται ὑπενέγκειν, καθὼς ὁ ἀπόστολός φησιν· «πιστὸς ὁ θεός, ὃς οὐκ ἐάσει ὑμᾶς πειρασθῆναι ὑπὲρ ὃ δύνασθε, ἀλλὰ ποιήσει σὺν τῷ πειρασμῷ καὶ τὴν ἔκβασιν τοῦ δύνασθαι ὑπενέγκειν». οὐδὲ γὰρ ὅσον βούλεται ὁ πονηρὸς πειράζει καὶ θλίβει τὴν ψυχήν, ἀλλ᾽ ὅσον παραχωρεῖται αὐτῷ ὑπὸ τοῦ θεοῦ, μόνον ἡ ψυχὴ γενναίως κρατείτω τὴν ἐλπίδα καὶ ἐν πίστει ἐκδεχέσθω τὴν παρ᾽ αὐτοῦ βοήθειαν καὶ ἀντίληψιν. καὶ ἀμήχανον αὐτὴν ἐγκαταλειφθῆναι, ὅσον γὰρ ἀγωνίζεται διὰ πίστεως καὶ ἐλπίδος προσφεύγουσα τῷ θεῷ καὶ τὴν παρ᾽ αὐτοῦ βοήθειαν ἐκδεχομένη, τοσοῦτον ταχύτερον λυτροῦται αὐτὴν ὁ κύριος πάσης περιεχούσης θλίψεως. οἶδε γὰρ αὐτὸς πόσον ὀφείλει εἰς δοκιμασίαν καὶ παιδείαν καὶ πειρασμοὺς εἰσελθεῖν ἡ ψυχὴ 〈καὶ τοσοῦτον παραχωρεῖ, μόνον αὐτὴ τῆς ὑπομονῆς καὶ ἐλπίδος ἐγκρατὴς γενέσθω εἰς τέλος καὶ οὐ μὴ καταισχυνθῇ, καθὼς εἴρηται·〉 «ἡ θλῖψις (γὰρ) ὑπομονὴν κατεργάζεται, ἡ δὲ ὑπομονὴ δοκιμήν, ἡ δὲ δοκιμὴ ἐλπίδα· ἡ δὲ ἐλπὶς οὐ καταισχύνει» καὶ πάλιν· «ὡς θεοῦ διάκονοι, ἐν ὑπομονῇ πολλῇ, ἐν θλίψεσιν, ἐν ἀνάγκαις, ἐν στενοχωρίαις» καὶ τὰ ἑξῆς.

καὶ ὁ κύριός φησιν· «ὁ ὑπομείνας εἰς τέλος, οὗτος σωθήσεται» καὶ· «ἐν τῇ ὑπομονῇ ὑμῶν κτήσασθε τὰς ψυχὰς ὑμῶν» καὶ ἀλλαχοῦ λέγει· «τίς ἐπίστευσε τῷ κυρίῳ καὶ κατῃσχύνθη; ἢ τίς ἐνέμεινε τῷ φόβῳ αὐτοῦ καὶ ἐγκατελείφθη; ἢ τίς ἐπεκαλέσατο αὐτόν, καὶ ὑπερεῖδεν αὐτόν;» εἰ γὰρ ὀλίγης συνέσεως καὶ νοὸς μετέχοντες ἄνθρωποι ἐπίστανται δοκιμάζειν καὶ διακρίνειν, πόσον βάρος καὶ γόμον ἕκαστον τῶν ζῴων βαστάσαι δύναται, οἷον ἡμιόνος ἢ ὄνος ἢ κάμηλος, καὶ τοσοῦτον ἐπιφορτίζουσι κατὰ τὴν δύναμιν τοῦ ζῴου· καὶ ὁ κεραμεὺς πλάσας τὰ σκεύη, εἰ μὴ ἐν τῇ καμίνῳ αὐτὰ βάλῃ, ἵνα πυρωθέντα στερεωθῇ, ἐπιτήδεια εἰς χρῆσιν ἀνθρώποις οὐ ποιεῖ, ἐπίσταται δὲ πόσον ἐν τῷ πυρὶ χρὴ αὐτὰ ἐαθῆναι, ἕως οὗ χρήσιμα γένηται, καὶ οὔτε ὑπὲρ τὸ δέον ἀφίησιν αὐτὰ ἐν τῇ καμίνῳ, ἵνα μὴ διαρραγέντα καταφθαρῇ, οὔτε δὲ πάλιν ἐλλείπει, ἵνα μὴ ἀποίητα καὶ ἄχρηστα ᾖ—εἰ οὖν ἐπὶ τῶν φαινομένων τοσαύτην διάκρισιν καὶ γνῶσιν οἱ ἄνθρωποι κέκτηνται, πόσῳ μᾶλλον ὁ θεός, ὢν ἀκατάληπτος καὶ ἄφραστος γνῶσις καὶ σύνεσις καὶ ὅλος σοφία ὑπάρχων, ἐπίσταται πόσων δοκιμασιῶν καὶ θλίψεων καὶ πειρασμῶν χρῄζουσιν ψυχαὶ αἱ αὐτῷ εὐαρεστεῖν θέλουσαι καὶ τῆς αἰωνίου ζωῆς τυχεῖν ἐπιποθοῦσαι. καὶ οὕτως ὑπομένουσαι γενναίως καὶ πιστῶς ἐν ἐλπίδι πᾶσαν θλῖψιν μέχρι τέλους τότε δόκιμοι καὶ ἐπιτήδειοι τῇ βασιλείᾳ τῶν οὐρανῶν καθίστανται.

ὥσπερ γὰρ τὸ εἶδος τῆς καννάβεως οὐ χρησιμεύει εἰς τὸ γενέσθαι ἐξ αὐτοῦ νήματα λεπτότατα, ἐὰν μὴ πολλὰ κοπανισθῇ, καὶ ὅσῳ βασανίζεται τοσούτῳ καθαρώτερον καὶ ἐπιτηδειότερον γίνεται, οὕτω καὶ ἡ ψυχὴ ἡ φιλόθεος εἰς πολλὰς δοκιμασίας καὶ πειρασμοὺς καὶ θλίψεις εἰσερχομένη καὶ ὑπομένουσα γενναίως καθαρωτέρα καὶ χρησιμωτέρα εἰς τὴν πνευματικὴν τῆς λεπτότητος ἐργασίαν καθίσταται καὶ τέλος τὸν ἐπουράνιον τῆς βασιλείας χῶρον καταξιοῦται κληρονομεῖν. ὥσπερ γὰρ τὸ νεόπλαστον σκεῦος μὴ ἐν πυρὶ βληθὲν ἀνεπιτήδειόν ἐστιν εἰς χρῆσιν ἀνθρώποις, ἢ ὥσπερ νήπιον βρέφος ὂν ἀνεπιτήδειον πρὸς τὰ τοῦ κόσμου ἔργα τυγχάνει, οὔτε γὰρ πόλεις οἰκοδομεῖ, οὐ φυτεῦσαι δύναται, οὐ σπόρον καταθέσθαι, οὐδὲ ἕτερόν τι τοῦ κόσμου ἐπιτελεῖν ἔργον (νήπιον γάρ ἐστιν), οὕτω καὶ ψυχαὶ εἰ καὶ χάριτος θείας μέτοχοι γεγόνασι 〈τροπο〉φορούμεναι ἐν τῇ γλυκύτητι καὶ ἀναπαύσει τοῦ πνεύματος διὰ τὴν νηπιότητα αὐτῶν τῇ τοῦ κυρίου χρηστότητι; μήπω δὲ δοκιμασθεῖσαι καὶ πειρασθεῖσαι ἐν διαφόροις θλίψεσιν ὑπὸ τῶν πονηρῶν πνευμάτων, δι᾽ ὧν δείκνυνται, ἀκμὴν νήπιαι τυγχάνουσι καὶ (ἵν᾽ οὕτως εἴπω) οὐδέπω χρησιμεύουσι τῇ βασιλείᾳ ἔτι ἀγύμναστοι οὖσαι ὡς εἴρηται· «εἰ δὲ χωρίς ἐστε παιδείας, ἧς μέτοχοι γεγόνασι πάντες, ἄρα νόθοι ἔστε καὶ οὐχ υἱοί».

ὥστε αἱ θλίψεις καὶ οἱ πειρασμοὶ εἰς συμφέρον εἰσὶ τῶν ἀνθρώπων καὶ δόκιμον καὶ στερρὰν τὴν ψυχὴν ἀπεργάζονται, ἐὰν γενναίως καὶ προθύμως ἐν πεποιθήσει καὶ ἐλπίδι θεοῦ ὑπομένῃ τὰ ἐπιφερόμενα, ἀπεκδεχομένη ἐν πίστει ἀδιστάκτῳ τὴν ἀπὸ κυρίου λύτρωσιν καὶ τὸ ἔλεος αὐτοῦ. καὶ ἀδύνατον ἀποτυχεῖν αὐτὴν τῆς ἐπαγγελίας τοῦ πνεύματος καὶ τῆς ἀπολυτρώσεως τῶν τῆς κακίας παθῶν, ὡς δόκιμον καὶ πιστὴν τὴν εἰς τὸν κύριον ἐλπίδα ἕως τέλους ἐν ὑπομονῇ πολλῇ κρατήσασαν.

Ὥσπερ γὰρ οἱ ἅγιοι μάρτυρες εἰς τὸ φαινόμενον πολλὰς βασάνους ὑπέμειναν καὶ ἕως θανάτου ἐλθόντες διὰ τὴν εἰς τὸν κύριον ἐλπίδα ἐνέμειναν τῇ καλῇ ὁμολογίᾳ καὶ οὕτω δόκιμοι ἀποδειχθέντες τοῦ στεφάνου τῆς δικαιοσύνης τυχεῖν κατηξιώθησαν, οἱ δὲ πλείονας καὶ χαλεπωτέρας βασάνους ὑπενέγκοντες πλείονα δόξαν καὶ παρρησίαν ἐπὶ θεοῦ ἐκτήσαντο. ὅσοι δὲ ὑπεστάλησαν τὰς θλίψεις καὶ μάστιγας δεδοικότες μὴ ἐμμείναντες τῇ καλῇ ὁμολογίᾳ εἰς τέλος ἀπαρρησίαστοι καὶ κατῃσχυμμένοι καὶ ἐνταῦθα καὶ ἐν ἡμέρᾳ κρίσεως ἀποδείκνυνται—τὸν αὐτὸν τρόπον καὶ ψυχαὶ εἰς θλίψεις παραδιδόμεναι, ἵνα δοκιμασθῶσι, καὶ ὑπὸ τῶν τῆς πονηρίας πνευμάτων ἀοράτως καὶ διαφόρως βασανιζόμεναι, ἢ κρυπτῶς ἔνδοθεν πόνοις θλίψεων ἢ λογισμοῖς πονηροῖς ἢ καὶ φανερῶς διὰ σωματικῶν παθῶν, ὑπομένουσαι δὲ γενναίως καὶ τὴν ἐλπίδα κρατοῦσαι καὶ τὴν μισθαποδοσίαν τοῦ κυρίου ἐν πίστει ἐκδεχόμεναι τοῦ αὐτοῦ στεφάνου τῆς δικαιοσύνης καταξιοῦνται, τὴν ἀπολύτρωσιν ἐντεῦθεν δεχόμεναι καὶ τὴν αὐτὴν παρρησίαν τῶν μαρτύρων ἐπὶ θεοῦ ἐν ἡμέρᾳ κρίσεως εὑρίσκουσιν.

τὸ γὰρ αὐτὸ μαρτύριον τῶν θλίψεων ὑπέμειναν, καὶ ὅπερ ἐκεῖνοι δι᾽ ἀνθρώπων, οὗτοι δι᾽ αὐτῶν τῶν πνευμάτων τῆς πονηρίας, καὶ ὅσῳ πλείονας θλίψεις καὶ ἐπαναστάσεις τοῦ πονηροῦ ὑπομένουσι καὶ τῆς ἐλπίδος εἰς τέλος κρατήσουσι, τοσούτῳ πλείονα δόξαν ἐπὶ θεοῦ πορίζονται καὶ ἐντεῦθεν λυτροῦνται κατὰ τὴν προσδοκίαν τῆς ἐλπίδος αὐτῶν, τῆς παρακλήσεως τοῦ πνεύματος καταξιούμεναι κἀκεῖθεν αἰωνίων ἀγαθῶν τῆς βασιλείας τῶν οὐρανῶν κληρονόμοι γίνονται. ὅσαι δὲ ὑποσταλῶσι δειλίᾳ καὶ φόβῳ τὰς θλίψεις μὴ ὑπομένουσαι, ἀλλ᾽ εἰς ὀλιγωρίαν καὶ ἀνυπομονησίαν καὶ ἀπελπισμὸν ἔλθωσι καὶ στραφῶσι τῆς ὁδοῦ τῆς δικαιοσύνης καὶ τὸ ἔλεος τοῦ κυρίου εἰς τέλος μὴ ἐκδέξωνται, αἱ τοιαῦται ψυχαὶ ὡς ἀδόκιμοι εὑρεθεῖσαι τῆς αἰωνίου βασιλείας τυχεῖν πῶς δυνήσονται.

ἕως θανάτου γὰρ πᾶσα ψυχὴ χρεωστεῖ διὰ τὸν θεὸν τὸν ὑπὲρ ἡμῶν παθόντα ἐν μακροθυμίᾳ ὑπομεῖναι εἰς τέλος καὶ τὴν εἰς αὐτὸν ἐλπίδα κρατῆσαι καὶ οὕτω τῆς αἰωνίου βασιλείας καταξιωθῆναι· ὅσοι γὰρ βούλονται τελείως ἐξειλῆσαι τῆς μελλούσης γεέννης καὶ τῆς βασιλείας ἐπιτυχεῖν, τὰς θλίψεις ἐνταῦθα διὰ τῶν πειρασμῶν τῶν ὑπὸ τοῦ πονηροῦ ἐπαγομένων {ὑπενεγκέτωσαν} 〈παθεῖν αὐτοὺς δεῖ, καὶ ἐὰν ὑπομείνωσιν ἕως τέλους διὰ τῆς ἐλπίδος τὸ ἔλεος τοῦ κυρίου ἐν πίστει ἐκδεχόμενοι, καὶ τῶν πειρασμῶν καὶ τῶν θλίψεων διὰ τῆς χάριτος λυτροῦνται καὶ τῆς κοινωνίας τοῦ ἁγίου πνεύματος ἐντεῦθεν καταξιοῦνται καὶ τῆς αἰωνίου γεέννης ἐντεῦθεν ἐξειλοῦσι καὶ τὴν αἰώνιον βασιλείαν τοῦ Χριστοῦ κληρονομοῦσιν〉. τοιαύτην γὰρ ὁ κύριος ὁδὸν ἔθετο εἰς ζωὴν ἀποφέρουσαν στενὴν καὶ τεθλιμμένην ὡς γέγραπται, διὰ τοῦτο καὶ ὀλίγοι εἰσὶν οἱ διοδεύοντες εἰς αὐτήν. τοιαύτης τοίνυν ἐλπίδος προκειμένης καὶ τοιούτων ἐπαγγελιῶν ἐπαγγελθεισῶν ὑπὸ τοῦ ἀψευδοῦς θεοῦ πᾶσαν ἐπανάστασιν καὶ θλῖψιν τοῦ πονηροῦ γενναίως ὑπενέγκωμεν διὰ τὴν ἐλπίδα τὴν ἀποκειμένην ἡμῖν ἐν τοῖς οὐρανοῖς.

ὅσας γὰρ θλίψεις ἐὰν ὑπομείνωμεν διὰ τὸν κύριον, οὐδὲν ἀντάξιον πρὸς τὴν μέλλουσαν καὶ ἐπηγγελμένην αἰώνιον ζωὴν ἢ πρὸς τὴν ἐνταῦθα γινομένην ταῖς ὑπομενούσαις ψυχαῖς τοῦ ἁγίου πνεύματος παράκλησιν ἢ πρὸς τὴν ἀπολύτρωσιν τοῦ σκότους τῶν παθῶν τῆς κακίας ἢ καὶ πρὸς τὰ ὀφλήματα τοῦ πλήθους τῶν ἁμαρτιῶν ἡμῶν; καθὼς εἴρηται· «κρινόμενοι δὲ ὑπὸ τοῦ κυρίου παιδευόμεθα, ἵνα μὴ σὺν τῷ κόσμῳ κατακριθῶμεν», καὶ πάλιν· οὐ γὰρ «ἄξια τὰ παθήματα τοῦ νῦν καιροῦ πρὸς τὴν μέλλουσαν δόξαν ἀποκαλυφθῆναι εἰς ἡμᾶς».

Γενώμεθα οὖν γενναῖοι στρατιῶται ὑπὲρ τοῦ βασιλέως ἡμῶν ἑτοίμως ἀποθνῄσκοντες. διὰ τὶ δὲ ὅτε ἐν τῷ κόσμῳ ἀνεστρεφόμεθα, ταῦτα οὐκ ἐπάσχομεν οὐδὲ τοιαύτας θλίψεις εἴχομεν, ἀλλὰ νῦν, ὅτε προσήλθομεν τῷ κυρίῳ εὐαρεστῆσαι, τοσαῦται ἐπαναστάσεις καὶ πειρασμοὶ καὶ θλίψεις τοῦ πονηροῦ καθ᾽ ἡμῶν ἐπεγείρονται; ὁρᾷς ὅτι διὰ τὸν κύριον ταῦτα πάσχομεν, φθονοῦντος ἡμῖν τοῦ ἐχθροῦ καὶ πειράζοντος ὥστε διαστρέψαι ἐκ τῆς ὁδοῦ τῆς ζωῆς ἢ εἰς χαύνωσιν ἢ εἰς ὀλιγωρίαν ἀγαγεῖν, ἵνα μὴ εὐαρεστήσαντες σωθῶμεν. ὅσον τοίνυν ὁ πονηρὸς καθ᾽ ἡμῶν ἐπεγείρεται, ἡμεῖς ἐὰν εὑρεθῶμεν ἐν ὑπομονῇ καὶ ἀνδρείᾳ ἑτοίμως ἔχοντες ἕως θανάτου ὑπομένειν διὰ τὴν εἰς τὸν κύριον ἐλπίδα, πᾶσαι αὐτοῦ αἱ καθ᾽ ἡμῶν μηχαναὶ λύονται. ἔχομεν γὰρ τὸν ὑπερασπιστὴν ἡμῶν καὶ ὑπέρμαχον Ἰησοῦν, 〈ὃς〉 καὶ ἡμῖν θλιβομένοις καὶ ἐλπίζουσιν ἐπ᾽ αὐτὸν ὑπομονὴν δίδωσιν, κἀκεῖνος καταισχυνθήσεται ἡμῶν τὰ νικητήρια τῶν πόνων (τουτέστιν τὴν βασιλείαν κυρίου) κομιζομένων. γενώμεθα ὡς ἄκμονες τυπτόμενοι καὶ μὴ ἐνδιδόντες 〈μηδὲ τύπους χαυνώσεως ἢ ὀλιγωρίας ἢ ἀκηδίας διὰ τῶν μαστίγων τῶν πειρασμῶν δεχόμενοι〉, δερόμενοι νικήσωμεν τὸν ἀντίπαλον διὰ τῆς ὑπομονῆς. ὁ γὰρ κύριος ἡμῶν εἰς τὸν αἰῶνα τοῦτον διώδευσε, μαστιζόμενος, ὀνειδιζόμενος, διωκόμενος, ἐμπαιζόμενος, ἐμπτυόμενος, ἔσχατον δὲ καὶ ἀτίμῳ θανάτῳ σταυροῦ ὑπὸ ἀνόμων τετιμώρηται.

καὶ πάντα ὑπήνεγκε ἐκεῖνα διὰ τὴν ἡμετέραν σωτηρίαν «ἡμῖν ὑπολιμπάνων ὑπογραμμὸν» ζωῆς, ἵνα δι᾽ ἧς ὁδοῦ πειρασμῶν καὶ θλίψεων καὶ θανάτου αὐτὸς διώδευσε, τῇ αὐτῇ ὁδῷ διοδεύσωσι οἱ εἰς αὐτὸν ἐν ἀληθείᾳ πιστεύοντες καὶ «συγκληρονόμοι» αὐτοῦ γενέσθαι βουλόμενοι, ἵνα ὥσπερ αὐτὸς διὰ πολλῶν παθῶν, ἔσχατον δὲ θανὼν ἐπὶ σταυροῦ ἐνίκησε 〈καὶ σταυρωθεὶς ἐσταύρωσε καὶ ἀποθανὼν ἐθανάτωσε κατακρίνας τὴν ἁμαρτίαν διὰ τῆς σαρκὸς καὶ καταργήσας τὰς ἀντικειμένας δυνάμεις, καθὼς εἴρηται· «ἀπεκδυσάμενος γὰρ τὰς ἀρχὰς καὶ τὰς ἐξουσίας» ἐπὶ σταυροῦ «ἐδειγμάτισε θριαμβεύσας τὰς ἐν αὐτῷ»〉, οὕτω καὶ ἡμεῖς πᾶσαν ἐπανάστασιν καὶ θλῖψιν τοῦ πονηροῦ ἐὰν ὑπομείνωμεν ἕως θανάτου, τότε νικήσομεν τὸν ἀντίπαλον διὰ τῆς πίστεως καὶ ὑπομονῆς καὶ τῆς εἰς τὸν κύριον ἐλπίδος, καὶ οὕτω δόκιμοι εὑρεθέντες τῆς ἀπολυτρώσεως ἀξιούμεθα καὶ τοῦ ἁγιασμοῦ τοῦ πνεύματος πληρούμεθα καὶ τῆς αἰωνίου ζωῆς κληρονόμοι γινόμεθα, ἧς γένοιτε πάντας ἡμᾶς ἐπιτυχεῖν ἐν Χριστῷ Ἰησοῦ τῷ κυρίῳ ἡμῶν, ᾧ ἡ δόξα καὶ τὸ κράτος εἰς τοὺς αἰῶνας.

Ἀμήν. εἰς γὰρ τὸν πνευματικὸν ἀγῶνα ἡ κατὰ τοῦ ἀντικειμένου νίκη διὰ παθῶν καὶ θανάτου γίνεται. πάσχοντες καὶ θανατούμενοι διὰ τὸν κύριον προθύμως τότε νικῶμεν τὸν ἀντικείμενον. εἰ οὖν βουλόμεθα πᾶσαν θλῖψιν καὶ πειρασμοὺς μὴ ἐπιπόνους καὶ σκληροὺς ἡγεῖσθαι, ἀλλ᾽ εὐχερῶς ὑπομένειν πᾶσαν τοῦ πονηροῦ ἐπανάστασιν, τὸν ὑπὲρ τοῦ κυρίου θάνατον πρὸ ὀφθαλμῶν πάντοτε ἐν ἐπιθυμίᾳ ἔχωμεν καὶ καθὼς εἴρηται ὑπὸ τοῦ κυρίου καθ᾽ ἡμέραν τὸν σταυρὸν αἴροντες (ὅ ἐστι θάνατος) ἀκολουθῶμεν αὐτῷ ὀπίσω, καὶ οὕτως εὐχερῶς ὑπομένωμεν πᾶσαν θλῖψιν ἤτοι κρυπτὴν ἤτοι φανεράν. εἰ γὰρ θάνατον ὑπὲρ τοῦ κυρίου ἐν ἐπιθυμίᾳ προσδοκῶμεν καὶ πρὸ ὀφθαλμῶν πάντοτε ἐπιποθοῦντες ἔχομεν, πόσῳ μᾶλλον οἵας ἂν βαρείας θλίψεις εὐχερῶς καὶ εὐκόλως μετὰ χαρᾶς ὑπομενοῦμεν. διὰ τοῦτο γὰρ δυσχερεῖς καὶ βαρείας καὶ φορτικὰς θλίψεις ἡγούμεθα ἀνυπομονήτως ἔχοντες, ἐπειδὴ τὸν ὑπὲρ τοῦ κυρίου θάνατον πρὸ ὀφθαλμῶν οὐκ ἔχομεν, οὐδὲ ἐν αὐτῷ πάντοτε ἡ διάνοια ἐπιποθεῖ· ὁ γὰρ τὸν κύριον ἐπιθυμῶν κληρονομῆσαι καὶ τὰ αὐτοῦ πάθη ἀκολούθως ἐπιθυμείτω. ὥστε οἱ Χριστὸν ἀγαπῶντες ἐν τούτῳ φαίνονται, ὅταν πάσας θλίψεις ἐπερχομένας αὐτοῖς γενναίως καὶ προθύμως ὑπομένωσι διὰ τὴν εἰς αὐτὸν ἐλπίδα.

Παρακαλέσωμεν τοίνυν τὸν θεὸν δοῦναι ἡμῖν σύνεσιν εἰς τὸ γνωρίζειν τὸ αὐτοῦ θέλημα καὶ προθύμως ἐπιτελεῖν ἐν πάσῃ ὑπομονῇ καὶ μακροθυμίᾳ μετὰ χαρᾶς, 〈ἣν〉 ἡμῖν αὐτὸς χαρίσεται δυναμώσας ἡμᾶς εἰς πᾶσαν εὐαρέστησιν, ἵνα δόκιμοι καὶ ἄξιοι αὐτοῦ εὑρεθέντες σωτηρίας αἰωνίου τύχωμεν ἐν Χριστῷ Ἰησοῦ τῷ κυρίῳ ἡμῶν, ᾧ ἡ δόξα καὶ τὸ κράτος καὶ ἡ δύναμις εἰς τοὺς αἰῶνας.

Ἀμήν.

ΛΟΓΟΣ Νϛʹ. Ὁ βουλόμενος προσελθεῖν τῷ κυρίῳ καὶ ζωῆς αἰωνίου καταξιωθῆναι καὶ κατοικητήριον τοῦ Χριστοῦ γενέσθαι καὶ πνεύματος ἁγίου πληρωθῆναι, 〈ἵνα τοὺς καρποὺς τοῦ πνεύματος κατὰ τὰς ἐντολὰς πάσας τοῦ κυρίου δυνηθῆ{ναι} ποιῆσαι καθαρῶς καὶ ἀμώμως〉, οὕτως ὀφείλει ἐνάρξασθαι· πρῶτον μὲν πιστεῦσαι βεβαίως τῷ κυρίῳ καὶ ἐπιδοῦναι ἐξ ὅλου ἑαυτὸν τοῖς λόγοις τῶν ἐντολῶν αὐτοῦ καὶ ἀποτάξασθαι τῷ κόσμῳ κατὰ πάντα, ἵνα μὴ ἐν μηδενὶ ὅλως τῶν φαινομένων ὁ νοῦς ἀσχολῆται, καὶ εἰς τὴν εὐχὴν πάντοτε προσκαρτερεῖν 〈αὐτὸν χρὴ〉—ἐπὶ πίστει προσδοκίας τοῦ κυρίου τὴν ἐπίσκεψιν καὶ βοήθειαν αὐτοῦ πάντοτε ἐκδεχόμενος, καὶ τὸν σκοπὸν τοῦ νοὸς αὐτοῦ εἰς τοῦτο ἔχων 〈διαπαντός〉. εἶτα βιάζεσθαι χρὴ ἀεὶ ἑαυτὸν εἰς πᾶν ἀγαθὸν καὶ εἰς πάσας τὰς ἐντολὰς τοῦ κυρίου, καὶ μὴ θελούσης τῆς καρδίας διὰ τὴν συνοῦσαν αὐτῇ ἁμαρτίαν, οἷον βιαζέσθω ἑαυτὸν εἰς τὸ ταπεινοφρονεῖν ἐνώπιον πάντων ἀνθρώπων, καὶ ἑαυτὸν πάντων ἐλάττω καὶ χείρονα ἡγείσθω, μὴ ζητῶν τιμὴν ἢ ἔπαινον ἢ δόξαν παρά τινος, καθὼς ἐν τῷ εὐαγγελίῳ γέγραπται, ἀλλὰ μόνον τὸν κύριον πρὸ ὀφθαλμῶν ἐχέτω ἀεὶ καὶ τὰς ἐντολὰς αὐτοῦ, αὐτῷ βουλόμενος ἀρέσκειν μόνῳ. εἰς τὴν πραότητα ὁμοίως ἑαυτὸν βιαζέτω, καὶ μὴ θελούσης τῆς καρδίας, ὥς φησιν ὁ κύριος· «μάθετε ἀπ᾽ ἐμοῦ, ὅτι πραός εἰμι καὶ ταπεινὸς τῇ καρδίᾳ, καὶ εὑρήσετε ἀνάπαυσιν ταῖς ψυχαῖς ὑμῶν».

ὁμοίως εἰς τὸ εἶναι ἐλεήμονα, χρηστόν, εὔσπλαγχνον, ἀγαθόν, ὅση δύναμις ἑαυτὸν ἐθιζέτω κἂν μετὰ βίας, ὥς φησιν ὁ κύριος· «γίνεσθε ἀγαθοὶ καὶ χρηστοί, καθὼς ὁ πατὴρ ὑμῶν ὁ οὐράνιος», καὶ πάλιν· «γίνεσθε οἰκτίρμονες, καθὼς καὶ ὁ πατὴρ ὑμῶν ὁ ἐν τοῖς οὐρανοῖς οἰκτίρμων ἐστί», καὶ πάλιν φησίν· «ἐὰν ἀγαπᾶτέ με, τὰς ἐντολάς μου τηρήσετε», καὶ πάλιν· «βιάζεσθε, βιασταὶ γὰρ ἁρπάζουσι τὴν βασιλείαν τῶν οὐρανῶν», καὶ 〈τό〉· «ἀγωνίζεσθε εἰσελθεῖν διὰ τῆς στενῆς πύλης». ἀεὶ τὴν τοῦ κυρίου ταπείνωσιν καὶ πολιτείαν καὶ ἀναστροφὴν πρὸ ὀφθαλμῶν ἐχέτω, ὥσπερ ὑπογραμμὸν ἐν πάσῃ μνήμῃ ἀληθαργήτω καὶ ὅση δύναμις βιαζέσθω μιμεῖσθαι, ταῖς προσευχαῖς προσκαρτερείτω διαπαντὸς δεόμενος καὶ πιστεύων, ἵνα ἐλθὼν ὁ κύριος ἐνοικήσῃ ἐν αὐτῷ καὶ καταρτίσῃ καὶ δυναμώσῃ αὐτὸν ἐν πάσαις ταῖς ἐντολαῖς αὐτοῦ, καὶ ἵνα αὐτὸς ὁ κύριος γένηται κατοικητήριον τῆς ψυχῆς.

καὶ οὕτως, ἃ νῦν εἶπον μετὰ βίας, μὴ θελούσης τῆς καρδίας ποιοῦντα καὶ ἐθίζοντα ἑαυτὸν διαπαντὸς εἰς τὸ ἀγαθὸν καὶ τοῦ κυρίου ἀεὶ μνημονεύοντα καὶ προσδοκῶντα αὐτὸν ἐν πολλῇ ἀγάπῃ θεωρῶν αὐτὸν ὁ κύριος καὶ τὴν τοιαύτην αὐτοῦ προαίρεσιν καὶ τὴν ἀγαθὴν σπουδήν, 〈πῶς βιάζεται ἑαυτὸν εἰς μνήμην τοῦ κυρίου καὶ εἰς τὸ ἀγαθὸν ἀεί, καὶ εἰς τὴν ταπεινοφροσύνην καὶ πραότητα καὶ ἀγάπην καὶ μὴ θέλουσαν καρδίαν ἄγχει καὶ ἄγει ὅση δύναμις αὐτοῦ μετὰ βίας〉, ποιεῖ μετ᾽ αὐτοῦ ἔλεος καὶ λυτροῦται αὐτὸν ἀπὸ τῶν ἐχθρῶν αὐτοῦ καὶ τῆς ἐν αὐτῷ οἰκούσης ἁμαρτίας, πνεύματος ἁγίου ἐμπιπλῶν αὐτόν· καὶ οὕτω λοιπὸν ἄνευ βίας καὶ καμάτων ποιεῖ πάσας τὰς ἐντολὰς τοῦ κυρίου ἐξ ἀληθείας—μᾶλλον δὲ ὁ κύριος ποιεῖ ἐν αὐτῷ τὰς ἰδίας αὐτοῦ ἐντολάς—καὶ τοὺς καρποὺς τοῦ πνεύματος 〈〈τ〉ότε καρποφορεῖ καθαρῶς〉.

Χρὴ τοίνυν πρότερον προσελθόντα τινὰ τῷ κυρίῳ οὕτω βιάζεσθαι ἑαυτὸν εἰς τὸ ἀγαθόν, καὶ μὴ θελούσης τῆς καρδίας, προσδοκῶντα διαπαντὸς ἐν πίστει ἀδιστάκτῳ τὸ ἔλεος αὐτοῦ, καὶ βιάζεσθαι ἑαυτὸν εἰς ταπεινοφροσύνην, βιάζεσθαι ἑαυτὸν εἰς τὴν ἀγάπην 〈μὴ ἔχοντα ἀγάπην, βιάζεσθαι ἑαυτὸν〉 εἰς τὴν πραότητα μὴ ἔχοντα πραότητα, βιάζεσθαι ἑαυτὸν εἰς τὸ οἰκτείρειν καὶ ἐλεήμονα ἔχειν καρδίαν, βιάζεσθαι εἰς τὸ καταφρονεῖσθαι καὶ 〈εἰς τὸ〉 μακροθυμεῖν καὶ ἐξουθενούμενον ἢ ἀτιμαζόμενον μὴ ἀγανακτεῖν κατὰ τὸ εἰρήμενον· «μὴ ἑαυτοὺς ἐκδικοῦντες, ἀγαπητοί», βιάζεσθαι ἑαυτὸν εἰς τὴν εὐχὴν μήπω ἔχοντα εὐχὴν πνεύματος. οὕτω γὰρ ὁ θεὸς θεωρῶν τὸν οὕτως ἀγωνιζόμενον καὶ βίᾳ ἑαυτὸν ἄγοντα εἰς τὸ ἀγαθὸν καὶ μὴ θελούσης τῆς καρδίας, δίδωσιν εὐχὴν ἀληθινὴν Χριστοῦ, δίδωσι σπλάγχνα οἰκτιρμοῦ, χρηστότητα ἀληθινὴν καὶ ἁπαξαπλῶς πληροῖ αὐτὸν καρπῶν τῶν τοῦ πνεύματος. εἰ δέ τις μόνον εἰς τὴν εὐχὴν βιάζεται ἑαυτόν, μὴ ἔχων εὐχήν, ἵνα σχῇ εὐχὴν χάριτος, καὶ εἰς τὴν πραότητα καὶ ταπεινοφροσύνην καὶ ἀγάπην καὶ τὰς λοιπὰς ἐντολὰς τοῦ κυρίου ἑαυτὸν οὐ βιάζεται, οὐδὲ μέριμναν καὶ ἀγῶνα καὶ κόπον ἔχει ἐκεῖνα κατορθῶσαι 〈ὅσον τὸ ἐκ προαιρέσεως καὶ αὐτεξουσίου γνώμης〉, ἐνίοτε δίδοται αὐτῷ εὐχὴ χάριτος ἐν ἀναπαύσει καὶ εὐφροσύνῃ ἐκ τοῦ πνεύματος μερικῶς κατὰ τὸ αἴτημα αὐτοῦ, τοῖς δὲ τρόποις ὅμοιός ἐστιν οὗ ἦν πρώην.

οὐκ ἔχει πραότητα, ὅτι οὐκ ἐζήτησεν ἐμπόνως καὶ οὐ προευτρέπισεν ἑαυτὸν οὕτω γενέσθαι. οὐκ ἔχει ταπεινοφροσύνην, ἐπειδὴ οὐκ ᾔτησε καὶ ἑαυτὸν οὐκ ἐβιάσατο εἰς τοῦτο. οὐκ ἔχει ἀγάπην εἰς πάντας, ἐπειδὴ περὶ τούτου μέριμναν καὶ ἀγῶνα οὐκ ἔσχεν ἐν τῇ αἰτήσει τῆς προσευχῆς καὶ αὐτῇ τῇ ἐπιτηδεύσει τοῦ ἔργου. οὐκ ἔχει πίστιν καὶ πεποίθησιν πρὸς τὸν θεόν, ἐπειδὴ οὐκ ἔγνω καὶ οὐκ ἐδοκίμασεν ἑαυτὸν εἰ ἔχει. καὶ οὐκ ἐπόνησεν ἐν θλίψει ζητῶν παρὰ κυρίου σχεῖν βεβαίαν τὴν πρὸς αὐτὸν πίστιν καὶ πεποίθησιν ἀληθινήν.

Χρὴ γὰρ ἕκαστον ὥσπερ εἰς τὴν εὐχὴν βιάζεται ἑαυτὸν καὶ ἄγχει μὴ θελούσης τῆς καρδίας, οὕτω καὶ εἰς τὴν πεποίθησιν καὶ εἰς τὴν ταπεινοφροσύνην, καὶ εἰς τὴν ἀγάπην, καὶ εἰς τὴν πραότητα καὶ εἰς τὴν ἀκεραιότητα καὶ ἁπλότητα, οὕτως «εἰς πᾶσαν ὑπομονὴν καὶ μακροθυμίαν» κατὰ τὸ γεγραμμένον, οὕτω βιάζεσθαι ἑαυτὸν εἰς τὸ ἐξουθενεῖσθαι καὶ χείρω καὶ ἔσχατον ἑαυτὸν λογίζεσθαι πάντων, οὕτως εἰς τὰ μὴ ὄντα χρήσιμα μὴ ὁμιλεῖν, ἀλλ᾽ ἀεὶ τὰ τοῦ κυρίου μελετᾶν καὶ λαλεῖν καὶ στόματι καὶ καρδίᾳ, οὕτως εἰς τὸ μὴ θυμοῦσθαι, μὴ κραυγάζειν κατὰ τὸ εἰρημένον· «πᾶσα πικρία καὶ ὀργὴ καὶ κραυγὴ ἀρθήτω ἀφ᾽ ὑμῶν σὺν πάσῃ κακίᾳ» καὶ εἰς πάντας τοὺς τοῦ κυρίου τρόπους, εἰς πᾶσαν ἄσκησιν ἀρετῆς 〈καὶ πολιτείας ἀγαθῆς καὶ καλῆς〉, εἰς πᾶσαν ἀναστροφὴν ἀγαθότητος, εἰς πᾶσαν ταπεινοφροσύνην πραότητος καὶ εἰς τὸ μὴ ἐπαίρεσθαι καὶ ὑψηλοφρονεῖν καὶ φυσιοῦσθαι καὶ λαλεῖν κατά τινος, —εἰς ταῦτα πάντα ὀφείλει βιάζεσθαι ἑαυτὸν ὁ θέλων εὐδοκιμῆσαι καὶ εὐαρεστῆσαι Χριστῷ, ἵνα οὕτως ὁ κύριος ἰδὼν αὐτοῦ τὴν προαίρεσιν καὶ προθυμίαν 〈τὴν τοῦ〉 οὕτως εἰς πᾶσαν ἁπλότητα καὶ ἀγαθότητα καὶ ταπεινοφροσύνην καὶ ἀγάπην καὶ εὐχὴν ἄγχοντος καὶ ἄγοντος ἑαυτὸν μετὰ βίας, δώσει αὐτῷ ἑαυτὸν ὅλον, ποιῶν ἐξ ἀληθείας ταῦτα πάντα καθαρῶς ἐν αὐτῷ καὶ ἀκόπως καὶ ἀβιάστως, ἃ πρὶν οὐ〈δ〉ὲ μετὰ βίας φυλάξαι ἠδύνατο διὰ τὴν ἐν αὐτῷ οἰκοῦσαν ἁμαρτίαν.

καὶ γίνεται αὐτῷ ταῦτα πάντα τὰ τῆς ἀρετῆς ἐπιτηδεύματα ὥσπερ φύσις· τὸ λοιπὸν γὰρ ὁ κύριος ἐλθὼν καὶ γενόμενος ἐν αὐτῷ—καὶ αὐτὸς ἐν τῷ κυρίῳ—, αὐτὸς ποιεῖ ἐν αὐτῷ τὰς ἰδίας ἐντολὰς ἄνευ καμάτου, πληρῶν αὐτὸν τοῖς καρποῖς τοῦ πνεύματος. εἰ δὲ εἰς εὐχὴν μόνον (ὡς εἴρηται) βιάζεται ἑαυτόν τις, ἕως οὗ λάβῃ τι χάρισμα παρὰ τοῦ θεοῦ, εἰς ταῦτα δὲ—ἤγουν εἰς τὴν ταπεινοφροσύνην, καὶ εἰς τὰς ἄλλας ἀρετὰς—ὁμοίως ἑαυτὸν οὐ βιάζεται καὶ ἐθίζει καὶ ἄγχει; 〈οὐχ ὅτι δυνατὸν ἐξ ἀληθείας καθαρῶς καὶ ἀμώμως ποιῆσαι, ἀλλ᾽ οὕτω χρὴ προευτρεπίζειν ἑαυτὸν ὡς δυνατὸν εἰς τὸ ἀγαθόν〉; ἐνίοτε γίνεται πρὸς αὐτὸν θεία χάρις αἰτοῦντα καὶ δεόμενον· ἀγαθὸς γὰρ καὶ χρηστός ἐστιν ὁ θεὸς καὶ τοῖς αἰτοῦσιν αὐτὸν δίδωσι τὰ αἰτήματα αὐτῶν. μὴ ἐθίσας δὲ καὶ προευτρεπίσας ἑαυτὸν εἰς τὰς προειρημένας ἀρετὰς ἢ ἀπόλλει τὴν χάριν ἢ λαμβάνων πίπτει ὑψηλοφρονήσας ἢ οὐ προκόπτει καὶ αὔξει ἐν χάριτι τῇ πρὸς αὐτὸν γινομένῃ, ἐπειδὴ ταῖς ἐντολαῖς τοῦ κυρίου ἑαυτὸν ἐκ προαιρέσεως οὐ δίδωσι. τὸ γὰρ κατοικητήριον καὶ ἡ ἀνάπαυσις τοῦ πνεύματός ἐστιν ἡ ταπεινοφροσύνη, ἡ ἀγάπη, ἡ πραότης καὶ αἱ λοιπαὶ τοῦ κυρίου ἐντολαί.

Ὀφείλουσιν οὖν οἱ βουλόμενοι ἐξ ἀληθείας εὐαρεστῆσαι τῷ θεῷ καὶ δέξασθαι παρ᾽ αὐτοῦ τὴν ἐπουράνιον τοῦ πνεύματος χάριν καὶ αὐξῆσαι καὶ τελειωθῆναι ἐν τῷ ἁγίῳ πνεύματι εἰς πάσας τὰς ἐντολὰς τοῦ κυρίου βιάζεσθαι πρῶτον ἑαυτοὺς καὶ μὴ θελούσης τῆς καρδίας ὑποτάσσειν αὐτὴν κατὰ τὸ εἰρημένον· «διὰ τοῦτο πρὸς πάσας τὰς ἐντολάς σου κατωρθούμην, πᾶσαν ὁδὸν ἄδικον ἐμίσησα». ὡς γάρ τις 〈εἰς τὴν〉 προσκαρτέρησιν τῆς εὐχῆς βιάζεται ἑαυτὸν καὶ ἄγχει, ἕως οὗ κατορθώσει τοῦτο, ὁμοίως καὶ εἰς πάντα τὰ τῆς ἀρετῆς ἐπιτηδεύματα ἐὰν θέλῃ τις βιάζεται καὶ ἄγχει ἑαυτὸν καὶ ἐθίζει ἔθος ἀγαθόν· καὶ οὕτως αἰτούμενος καὶ δεόμενος τοῦ κυρίου 〈διαπαντὸς〉 καὶ τυχὼν τῆς αἰτήσεως καὶ μεταλαβὼν εἰς γεῦσιν θεοῦ καὶ πνεύματος ἁγίου μέτοχος γενόμενος αὔξει καὶ θάλλει ἐν αὐτῷ τὸ χάρισμα τοῦ πνεύματος τὸ δοθὲν αὐτῷ, ἀναπαυόμενον ἐν τῇ ταπεινοφροσύνῃ αὐτοῦ ἣν ἐζήτησε καὶ ἐν τῇ ἀγάπῃ καὶ πραότητι, αὐτὸ τὸ πνεῦμα χαρίζεται αὐτῷ πάντα καὶ διδάσκει αὐτὸν ἀληθινὴν ταπεινοφροσύνην, ἀληθινὴν ἀγάπην, ἀληθινὴν πραότητα, εἰς ἣν προεβιβάσατο καὶ ἐζήτησε καὶ ἐμερίμνησε καὶ ἐδόθη αὐτῷ· καὶ οὕτως αὐξήσας καὶ τελειωθεὶς ἐν θεῷ κληρονόμος τῆς βασιλείας τῶν οὐρανῶν γίνεται. ὁ γὰρ ταπεινὸς οὐδέποτε πίπτει. πῶς γὰρ καὶ πεσεῖται ὑποκάτω πάντων ὤν; μεγάλη ταπείνωσις ἡ ὑψηλοφροσύνη, μεγάλη ὕψωσις καὶ ἀξίωμα ἡ ταπεινοφροσύνη.

Καὶ ἡμεῖς οὖν ἐθίσωμεν ἑαυτοὺς καὶ ἄξωμεν εἰς τὴν ταπεινοφροσύνην, καὶ μὴ θελούσης τῆς καρδίας, καὶ εἰς τὴν πραότητα καὶ εἰς τὴν ἀγάπην, δεόμενοι καὶ παρακαλοῦντες τὸν θεὸν ἐν πίστει καὶ ἐλπίδι καὶ ἀγάπῃ ἀδιαλείπτως ἐν τῇ προσδοκίᾳ ταύτῃ καὶ σκοπῶμεν, ἵνα ἀποστείλῃ τὸ πνεῦμα αὐτοῦ εἰς τὰς καρδίας ἡμῶν, ἵνα εὐξώμεθα καὶ προσκυνήσωμεν ἐν πνεύματι τῷ πατρί.

καὶ αὐτὸ τὸ πνεῦμα εὔξηται ἐν ἡμῖν, ἵνα αὐτὸ τὸ πνεῦμα διδάξῃ ἡμᾶς εὐχὴν ἀληθινήν, ἣν καὶ νῦν βιαζόμενοι οὐκ ἔχομεν, ταπεινοφροσύνην τε ἀληθινήν, πραότητα, ἀγάπην, ἃ νῦν μετὰ βίας οὐ δυνάμεθα ποιεῖν, σπλάγχνα οἰκτιρμῶν, χρηστότητα καὶ πάσας τὰς ἐντολὰς τοῦ κυρίου διδάξῃ ἡμᾶς ποιῆσαι ἐξ ἀληθείας ἀπόνως καὶ ἀβιάστως, ὡς αὐτὸ τὸ πνεῦμα οἶδε πληροῦν ἡμᾶς τοῖς καρποῖς αὐτοῦ· καὶ οὕτω τῶν ἐντολῶν τοῦ κυρίου πληρωθεισῶν ὑφ᾽ ἡμῶν διὰ τοῦ πνεύματος αὐτοῦ τοῦ μόνου γινώσκοντος τὸ θέλημα τοῦ Χριστοῦ, τελειώσει ἡμᾶς τὸ πνεῦμα εἰς ἑαυτὸ καὶ τελειωθὲν εἰς ἡμᾶς καὶ καθαρίζον ἡμᾶς ἀπὸ παντὸς μολυσμοῦ καὶ σπίλου ἁμαρτίας, ἵν᾽ ὥσπερ νύμφας καλὰς τὰς ψυχὰς ἡμῶν καθαρὰς καὶ ἀμώμους παραστήσῃ τῷ Χριστῷ, ἀναπαυομένων ἡμῶν ἐν θεῷ ἐν τῇ βασιλείᾳ αὐτοῦ, καὶ ἀναπαυομένου τοῦ Χριστοῦ ἐν ἡμῖν εἰς τοὺς ἀπεράντους αἰῶνας. 〈Δόξα τοῖς οἰκτιρμοῖς αὐτοῦ καὶ τῷ ἐλέει αὐτοῦ καὶ τῇ ἀγάπῃ αὐτοῦ, ὅτι εἰς τοσαύτην τιμὴν καὶ δόξαν κατηξίωσε τὸ γένος τῶν ἀνθρώπων, υἱοὺς πατρὸς ἐπουρανίου καταξιῶν αὐτοὺς καὶ ἰδίους ἀδελφοὺς προσαγορεύων. Δόξα τῷ πατρὶ καὶ τῷ υἱῷ καὶ τῷ ἁγίῳ πνεύματι, καὶ νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων〉. Ἀμήν.

ΛΟΓΟΣ ΝΖʹ. Οἱ ἐξ ἀληθείας θεοῦ φίλοι καὶ ἀγαπῶντες αὐτὸν ἀκολούθῳ τάξει οὐ προσέρχονται καὶ δουλεύουσιν αὐτῷ διὰ τὸ κάλλος τῆς βασιλείας ὡς ἐπὶ ἐμπορίᾳ τινὶ κέρδους οὔτε διὰ τὴν κόλασιν τὴν ἀποκειμένην τοῖς ἁμαρτωλοῖς ἐν τῇ γεέννῃ, ἀλλ᾽ αὐτὸν ἀγαπῶσι τὸν κτίστην καὶ δημιουργὸν ἀκολουθίᾳ τάξεως, ἐπιγνόντες δεσπότην καὶ κτίστην καὶ τὴν πρὸς αὐτὸν λατρείαν δικαίως καὶ προθύμως ἀποπληροῦσι καὶ πάσας θλίψεις τῶν πονηρῶν πνευμάτων γενναίως ὑπομένουσιν ὑπ᾽ αὐτῶν ἐκδιωκόμενοι τοῦ μὴ ἐγγίζειν καὶ κολλᾶσθαι τῷ κυρίῳ, ὥς φησιν ὁ μακάριος Δαβίδ· «πολλοὶ οἱ ἐκδιώκοντές με καὶ θλίβοντές με· ἐκ τῶν μαρτυριῶν σου οὐκ ἐξέκλινα». ὅσῳ γὰρ ἐκθλίβονται καὶ ἐκδιώκονται ὑπὸ τῶν πονηρῶν πνευμάτων τοὺς λογισμοὺς τῆς ψυχῆς περισπώντων ἢ ἑτέρας θλίψεις ἐπεγειρόντων, αὐτοὶ πολλῷ μᾶλλον κολλῶνται τῷ κυρίῳ, ἑαυτοὺς ἐκβιαζόμενοι εἰς τὴν αὐτοῦ ζήτησιν. πολλὰ γὰρ ἐμπόδια τῆς πρὸς θεὸν εὐαρεστήσεως ἐστὶν ἐν κόσμῳ.

ἡ πενία καὶ ἡ ἔνδεια ἐμπόδιον καὶ ἀγών ἐστι πρὸς τὴν αἰώνιον ζωήν, ὁ πλοῦτος ὁμοίως ἐμπόδιον, 〈ἀδοξία καὶ ὕβρεις, καὶ τοῦτο ἐμπόδιον〉, δόξαι καὶ τιμαὶ ἀνθρώπων, ὁμοίως εἰς πειρασμὸν γίνονται νόσοι καὶ πάθη—ταῦτα πάντα κατὰ τοῦ ἀνθρώπου ἐμπόδια τυγχάνει, ὁμοίως ἐν τοῖς ἀοράτοις αἱ θλίψεις καὶ οἱ πειρασμοὶ τῆς κακίας ἐμποδίζουσι τῇ ψυχῇ τοῦ μὴ προσεγγίζειν καὶ κολλᾶσθαι τῷ θεῷ, ἀλλ᾽ εἰς χαύνωσιν καὶ ἔκλυσιν ἀγαγεῖν αὐτὴν βούλονται, καθώς φησιν ὁ προφήτης· «θλίψεις καὶ ἀνάγκαι εὕροσάν με· αἱ ἐντολαί σου μελέτη μού ἐστιν». αἱ θλίψεις οὖν τῆς πονηρίας δοκιμαστήριόν εἰσι τῇ ψυχῇ, ὁμοίως καὶ ἡ ἄνεσις καὶ ἡ ἀνάπαυσις καὶ ἡ παράκλησις τοῦ πνεύματος τῇ νηπίᾳ καὶ ἄφρονι ψυχῇ εἰς δοκιμαστήριον γίνεται, τῇ δὲ συνετῇ καὶ πιστῇ εἰς ζωὴν αἰώνιον καθίσταται. διὰ τῶν ἀμφοτέρων γὰρ πραγμάτων ὁ θεὸς τὰς ψυχὰς δοκιμάζει, ἵνα γνῷ ὅτι οὐ διὰ κέρδος τίς ἀγαπᾷ αὐτόν, ἀλλὰ μόνον δι᾽ αὐτὸν τὸν δεσπότην καὶ κτίστην θεὸν ὡς πολλῆς ἀγάπης καὶ τιμῆς ἄξιον.

εἰ δὲ μὴ χαυνωθῇ μηδὲ ἀμελήσῃ μηδὲ ἀμεριμνήσῃ ἀπὸ ἀγῶνος καὶ σπουδῆς καὶ πόνου καὶ ἐργασίας ἀρετῶν ὁ ἐξ ἀληθείας εὐαρεστεῖν τῷ θεῷ βουλόμενος, μήτε ἀπὸ ἀναπαύσεων καὶ παρακλήσεων τῆς χάριτος τῇ ψυχῇ διὰ τοῦ πνεύματος ἐνεργουμένων, μήτε διὰ θλίψεων δεινῶν τῆς ἁμαρτίας ἐπεγειρομένων καὶ θλιβόντων, ὁ τοιοῦτος ὡς ἄξιος καὶ κατὰ ἀλήθειαν θεὸν φιλῶν ἐν ὅλῃ καρδίᾳ καὶ ψυχῇ κληρονόμος δικαίως καὶ ἀξίως τῆς βασιλείας καθίσταται καὶ τέκνον θεοῦ ἐκ πνεύματος γεννηθὲν καταξιοῦται γενέσθαι, ὅτι οὔτε ἐπὶ ταῖς πολλαῖς θλίψεσιν ἐνέδωκε καὶ ἐχαυνώθη, οὔτε ἐπὶ τῇ ἀναπαύσει καὶ παρακλήσει τῆς χάριτος ἧς κατηξιώθη ὑπτιώθη χαυνωθεὶς ἀπὸ τόνου καὶ σπουδῆς συνεχοῦς καὶ ἀδιαλείπτου ἀγῶνος. ὁ τοιοῦτος οὖν ἐν ἀληθείᾳ ἄξιος θεοῦ καὶ υἱὸς βασιλείας τυγχάνει.

Πάντα οὖν τὰ ἐν κόσμῳ ὡς ἀποδέδεικται κατὰ τοῦ κεχαυνωμένου καὶ ὀλιγοπίστου καὶ τῷ φρονήματι νηπίου ἐμπόδια ἐστὶ πρὸς τὴν αἰώνιον ζωήν, εἴτε τὰ θλιβερὰ καὶ ἐπίπονα πάθη ἢ νόσοι ἢ πενία ἢ ὕβρις ἢ ἀδοξία ἢ καὶ ὁ τῆς κακίας ἐν κρυπτῷ γινόμενος πόλεμος, ἤτοι τὰ ἔντιμα, ὁ πλοῦτος, ἡ δόξα, οἱ ἔπαινοι, οἱ μακαρισμοί· ταῦτα πάντα κατὰ τοῦ ἀνθρώπου τοῦ νηπιάζοντος τῇ φρονήσει ἐμπόδια ἐστὶ πρὸς τὴν αἰώνιον ζωήν. ἀντιστρέψας δὲ πάλιν εὑρήσεις ταῦτα πάντα ὑπὲρ τοῦ ἀνθρώπου τοῦ πιστοῦ καὶ συνετοῦ καὶ ἀνδρείου τυγχάνοντα καὶ ὥσπερ σύνεργα τῆς βασιλείας αὐτῷ γινόμενα τοῦ κατὰ ἀλήθειαν ἀγαπῶντος τὸν θεὸν καὶ τὰς ἐντολὰς αὐτοῦ ποιεῖν ἐπιθυμοῦντος, ὅτι πάντα τὰ ἐν τῷ κόσμῳ ἐμπόδια νομιζόμενα διαρρήξας, νικήσας καὶ ὑπερβὰς μόνον θεὸν ἠγάπησε καὶ αὐτῷ μόνῳ προσεπλάκη· ὥς φησιν ὁ προφήτης· «σχοινία ἁμαρτωλῶν περιεπλάκησάν μοι, καὶ τοῦ νόμου σου οὐκ ἐπελαθόμην». καὶ ὁ ἀπόστολός φησι· «τοῖς ἀγαπῶσι τὸν θεὸν πάντα συνεργεῖ εἰς τὸ ἀγαθόν».

Καὶ ἡμεῖς τοίνυν ὀρθῷ φρονήματι καὶ πιστῇ διανοίᾳ ἑαυτοὺς τῷ κυρίῳ ἀποδιδόντες καὶ ὡς ἡμετέρῳ δεσπότῃ καὶ κτίστῃ ἀκολουθοῦντες ἀγάπην ἐκ προαιρέσεως διὰ τῆς τῶν ἐντολῶν ἐργασίας ἐπιδειξώμεθα, ἵνα διὰ τῶν τοιούτων ἔργων καὶ δι᾽ ὀρθοῦ φρονήματος τῶν πνευματικῶν ἐπαγγελιῶν καταξιωθέντες ἐντεῦθεν καὶ τὴν καρδίαν διὰ τῆς χάριτος ἁγιασθέντες καὶ τῷ πνεύματι συνενωθέντες τῆς ἐπουρανίου βασιλείας κληρονόμοι γενώμεθα ἐν Χριστῷ Ἰησοῦ τῷ κυρίῳ ἡμῶν, ᾧ ἡ δόξα εἰς τοὺς αἰώνας. Ἀμήν.

ΛΟΓΟΣ ΝΗʹ. Ὁ μακάριος ἀπόστολος Παῦλος, ὁ ἀρχιτέκτων τῆς ἐκκλησίας, πάντοτε φροντίζων τῆς ἀληθείας καὶ μὴ βουλόμενος δι᾽ ἀγνοίας τοὺς ὑπηκόους τοῦ λόγου ἐμποδίζεσθαι ἀκριβέστερον καὶ τηλαυγέστερον τὸν σκόπον τῆς ἀληθείας ὑπέδειξε καὶ τοῦ Χριστιανισμοῦ τὸ τέλειον μυστήριον ἐγνώρισεν ἐν ἑκάστῃ πιστευούσῃ ψυχῇ, ὥστε δι᾽ ἐνεργείας θείας τὴν πεῖραν λαμβάνειν, ὅπέρ ἐστιν ἡ τοῦ ἐπουρανίου φωτὸς ἐν ἀποκαλύψει καὶ δυνάμει ταῖς ἁγίαις ψυχαῖς τοῦ πνεύματος ἔλλαμψις, ἵνα μήτις τὸν διὰ γνώσεως μόνον φωτισμὸν τοῦ πνεύματος εἶναι νομίσας τοῦ τελειοτέρου τῆς χάριτος μυστηρίου δι᾽ ἄγνοιαν καὶ ἀμέλειαν ἀποτύχοι, ἀλλὰ πολλῷ μᾶλλον βεβαιότερον τὸν δι᾽ ἀποκαλύψεως νοεροῦ καὶ ἐπουρανίου φωτὸς τῆς ψυχῆς φωτισμὸν τοῖς ἀξίοις γινόμενον γνωρίσῃ τοῦ πνεύματος δόξαν λαβών, ἣν ἔφερε πρὸς βέβαιαν ἀσφάλειαν γνώσεως καὶ ἀκριβῆ διάκρισιν συνέσεως τοῖς εὐγνωμόνως καὶ φιλαλήθως πειθομένοις. φησὶ γοῦν· «εἰ δὲ ἡ διακονία τοῦ θανάτου ἐν γράμμασιν ἐντετυπωμένη ἐν λίθοις ἐγενήθη ἐν δόξῃ, ὥστε μὴ δύνασθαι ἀτενίσαι τοὺς υἱοὺς Ἰσραὴλ εἰς τὸ πρόσωπον Μωσέως διὰ τὴν δόξαν τοῦ προσώπου αὐτοῦ τὴν καταργουμένην, πόσῳ μᾶλλον ἡ διακονία τοῦ εὐαγγελίου ἔσται ἐν δόξῃ; εἰ γὰρ ἡ διακονία τῆς κατακρίσεως δόξα, πολλῷ μᾶλλον περισσεύει ἡ διακονία τῆς δικαιοσύνης ἐν δόξῃ.

καὶ γὰρ οὐ δεδόξασται τὸ δεδοξασμένον ἐν τούτῳ τῷ μέρει ἕνεκεν τῆς ὑπερβαλλούσης δόξης. εἰ γὰρ τὸ καταργούμενον διὰ δόξης πολλῷ μᾶλλον τὸ μένον ἐν δόξῃ». «τὸ καταργούμενον» δὲ εἴρηκε διὰ τὸ τῷ σώματι Μωσέως περικεῖσθαι τὴν δόξαν τοῦ φωτός. καὶ ἐπάγει· «ἔχοντες οὖν τοιαύτην ἐλπίδα πολλῇ παρρησίᾳ χρώμεθα». καὶ προβὰς μικρὸν ἔδειξε τὴν ἀθάνατον ἐκείνην τοῦ πνεύματος δόξαν ἐν ἀποκαλύψει νῦν ἐν τῷ ἀθανάτῳ τοῦ ἔσω ἀνθρώπου προσώπῳ τοῖς ἀξίοις ἀϊδίως καὶ ἀθανάτως καὶ ἀκαταργήτως· ἐλλάμπεσθαι. φησὶ γοῦν· «ἡμεῖς δὲ πάντες» (τουτέστιν οἱ τελείᾳ πίστει ἐκ τοῦ πνεύματος γεννηθέντες) «ἀνακεκαλυμμένῳ προσώπῳ τὴν δόξαν κυρίου κατοπτριζόμεθα τὴν αὐτὴν εἰκόνα μεταμορφούμενοι ἀπὸ δόξης εἰς δόξαν, καθάπερ ἀπὸ κυρίου πνεύματος» «ἀνακεκαλυμμένῳ προσώπῳ», δηλονότι τῷ τῆς ψυχῆς, καί· «ἡνίκα δὲ ἐπιστρέψῃ τις πρὸς κύριον, περιαιρεῖται τὸ κάλυμμα. ὁ δὲ κύριος τὸ πνεῦμά ἐστι». τηλαυγῶς οὖν διὰ τούτων, ἀπέδειξε καὶ ἐγνώρισεν εἶναι «κάλυμμα» σκότους κακίας, ὅπερ ἀπὸ τῆς παραβάσεως Ἀδὰμ εἰς τὴν ἀνθρωπότητα εἰσελθὸν τὴν ψυχὴν ἐκάλυψε, νῦν δὲ διὰ τῆς τοῦ ἐπουρανίου φωτὸς τοῦ πνεύματος ἐλλάμψεως «περιαιρεῖται» τῶν πιστῶν καὶ ἀξίων ψυχῶν· διὸ καὶ ἔλευσις τοῦ κυρίου γεγένηται, ὥστε εἰς τοιαῦτα μέτρα ἁγιότητος φθάσαι τοὺς ἀληθινῶς πιστεύοντας.

Οὐ μόνον οὖν νοημάτων 〈καὶ〉 γνώσεως ἀποκάλυψίς ἐστιν ὁ φωτισμὸς τῆς χάριτος, ἀλλὰ τὸ βέβαιον ὑποστατικοῦ φωτὸς ἐν ταῖς ψυχαῖς ἀΐδιος ἔλλαμψις. καὶ γὰρ γέγραπται· «ἐκ σκότους φῶς λάμψαι, ὃς ἔλαμψεν ἐν ταῖς καρδίαις ἡμῶν πρὸς φωτισμὸν τῆς γνώσεως τῆς δόξης τοῦ Χριστοῦ», καί· «φώτισον τοὺς ὀφθαλμούς μου, μήποτε ὑπνώσω εἰς θάνατον»—τουτέστιν, ἵνα μὴ τῆς σαρκὸς ἐξερχομένη ἡ ψυχή μου καλύπτηται τῷ τοῦ θανάτου τῆς κακίας καλύμματι—, καί· «ἀποκάλυψον τοὺς ὀφθαλμούς μου, καὶ κατανοήσω τὰ θαυμάσια ἐκ τοῦ νόμου σου», καί· «ἐξαπόστειλον τὸ φῶς σου καὶ τὴν ἀλήθειάν σου· αὐτά με ὁδηγήσουσι καὶ ἄξουσιν εἰς ὄρος ἅγιόν σου καὶ εἰς τὰ σκηνώματά σου», καί· «ἐσημειώθη ἐφ᾽ ἡμᾶς τὸ φῶς τοῦ προσώπου σου, κύριε· ἔδωκας εὐφροσύνην εἰς τὴν καρδίαν μου»· ἃ τὴν αὐτὴν ἀκολουθίαν τοῦ σκόπου παρίστησι. καὶ τὸν μακάριον δὲ Παῦλον τὸ «περιλάμψαν» ἐν τῇ ὁδῷ ὑπὲρ τὸν ἥλιον οὐράνιον τοῦ πνεύματος «φῶς», δι᾽ οὗ τῆς χάριτος κατηξιώθη, οὐ νοημάτων καὶ γνώσεως φωτισμὸς ἦν, ἀλλὰ δυνάμεως πνεύματος φωτὸς ὑποστατικῶς ἐν ψυχῇ ἔλλαμψις καὶ μυστηρίων οὐρανίων ὑποστατικῶς ἀποκάλυψις, οὗ τὴν ὑπερβολὴν τῆς λαμπρότητος οἱ τῆς σαρκὸς ὀφθαλμοὶ μὴ ἐνεγκόντες ἐτυφλώθησαν δι᾽ οὗ φωτὸς καὶ πᾶσα γνῶσις ἀποκαλύπτεται καὶ ὁ θεὸς κατὰ ἀλήθειαν τῇ ψυχῇ γνωρίζεται. «

οἷος» γὰρ «ὁ χοϊκός, τοιοῦτοι καὶ οἱ χοϊκοί, καὶ οἷος ὁ ἐπουράνιος, τοιοῦτοι καὶ οἱ ἐπουράνιοι» —τουτέστιν οἱ ἐκ τοῦ πνεύματος ἄνωθεν γεννηθέντες καὶ πνεῦμα καὶ αὐτοὶ διὰ πολλῆς ἐν τῇ χάριτι προκοπῆς γενέσθαι καταξιωθέντες, καθὼς εἴρηται, ὅτι «τὸ γεγεννημένον ἐκ τῆς σαρκὸς σάρξ ἐστι, καὶ τὸ γεγεννημένον ἐκ τοῦ πνεύματος πνεῦμά ἐστι», καὶ πάλιν· «οἳ οὐκ ἐξ αἱμάτων οὐδὲ ἐκ θελήματος σαρκὸς οὐδὲ ἐκ θελήματος ἀνδρός, ἀλλ᾽ ἐκ θεοῦ ἐγεννήθησαν». ἡ γὰρ ἐπουράνιος εἰκὼν τοῦ πνεύματος τῇ ἀξίᾳ καὶ πιστῇ ψυχῇ ἑνωθεῖσα οὐρανίαν καὶ πνευματικὴν αὐτὴν κατὰ τὴν ἰδίαν τῆς ἁγιότητος ἀπεργάζεται χάριν. «καθὼς» γὰρ «ἐφορέσαμεν τὴν εἰκόνα τοῦ χοϊκοῦ, φορέσωμεν καὶ τὴν εἰκόνα τοῦ ἐπουρανίου». εἰκὼν δὲ τοῦ ἐπουρανίου, Χριστὸς ἐν ἁγίαις ψυχαῖς φορούμενος. φησὶ γάρ· «ἐνδύσασθε τὸν κύριον Ἰησοῦν Χριστόν, καὶ τῆς σαρκὸς πρόνοιαν μὴ ποιεῖσθε εἰς ἐπιθυμίας».

πᾶσα γὰρ ψυχὴ ἡ διὰ τῆς πίστεως καὶ τῆς ἐν πάσαις ἀρεταῖς σπουδῆς ἐνδύσασθαι Χριστὸν τελείως ἀπεντεῦθεν ἐν δυνάμει καὶ πληροφορίᾳ καταξιωθεῖσα καὶ τῷ ἐπουρανίῳ τῆς ἀφθάρτου εἰκόνος φωτὶ ἑνωθεῖσα, μυστηρίων οὐρανίων ἐν ὑποστάσει γνῶσιν λαμβάνειν πάντοτε καταξιοῦται καὶ ἐν τῇ ἡμέρᾳ τῆς ἀναστάσεως τῇ αὐτῇ ἐπουρανίῳ τῆς δόξης εἰκόνι τὸ σῶμα τῇ ψυχῇ συνδοξασθὲν καὶ εἰς οὐρανοὺς ὑπὸ τοῦ πνεύματος κατὰ τὸ γεγραμμένον ἁρπαγὲν «εἰς ἀπάντησιν τοῦ κυρίου εἰς ἀέρα» καὶ «σύμμορφον τῷ σώματι τῆς δόξης αὐτοῦ» γενέσθαι καταξιωθὲν εἰς αἰῶνας ἅμα ψυχῇ Χριστῷ συμβασιλεύσει. φωτισθεῖσαι γὰρ καὶ ἐλλαμφθεῖσαι ἀϊδίως καὶ ἀκαταργήτως ὑπὸ τοῦ ἐπουρανίου φωτὸς τοῦ πνεύματος ἀπὸ τοῦ νῦν αἱ ἄξιαι καὶ φιλαλήθεις ψυχαὶ καὶ τὸ κάλυμμα τῆς κακίας τοῦ σκότους περιαιρεθῆναι ὑπὸ τοῦ πνεύματος ἀπεντεῦθεν καταξιωθεῖσαι, τότε καὶ τῶν παθῶν τῆς κακίας τὴν παντελῆ ἀπολύτρωσιν λαμβάνουσι καὶ πασῶν ἐντολῶν τὴν κατόρθωσιν ἀμώμως καὶ τελείως ἐπιτελεῖν καταξιοῦνται καί, ὡς προείρηται, οὐρανίων μυστηρίων «ἃ ὀφθαλμὸς οὐκ εἶδε καὶ οὖς οὐκ ἤκουσε καὶ ἐπὶ καρδίαν ἀνθρώπου οὐκ ἀνέβη», διὰ πείρας τὴν γνῶσιν δέχονται. «ἡμῖν, γάρ φησιν, ἀπεκάλυψεν ὁ θεὸς διὰ τοῦ πνεύματος αὐτοῦ».

καὶ οὕτως τέλειαι καὶ καθαραὶ καὶ ἄμωμοι διὰ τοῦ φωτισμοῦ τοῦ πνεύματος γενέσθαι καταξιωθεῖσαι ἐν τῷ κόσμῳ τούτῳ, ἐν ἐκείνῃ τῇ τῆς ἀναστάσεως ἡμέρᾳ συνδοξασθήσονται τοῖς σώμασι διὰ τοῦ ἀπὸ τοῦ νῦν ἐλλάμποντος ἐν αὐταῖς ἐπουρανίου καὶ πνευματικοῦ φωτός. «ὁ ἐγείρας, γάρ φησιν, Ἰησοῦν ἐκ νεκρῶν ζωοποιήσει καὶ τὰ θνητὰ ἡμῶν σώματα διὰ τοῦ ἐνοικοῦντος αὐτοῦ πνεύματος ἐν ἡμῖν».

Ὅσῳ γάρ τις διὰ τῆς ἰδίας πίστεως καὶ σπουδῆς καὶ ἀγῶνος πνεύματος ἁγίου καὶ δόξης ἐπουρανίου μέτοχος νῦν γέγονε καὶ ἔργοις ἀγαθοῖς ἐκόσμησε τὴν ψυχήν, τοσοῦτον ἐν ἐκείνῃ τῇ ἡμέρᾳ καταξιωθήσεται τοῦ καὶ τῷ σώματι συνδοξασθῆναι. ὃ γάρ τις ἐναπεθησαύρισεν ἔνδον, αὐτὸ προέρχεται ἔξω τότε. καὶ καθάπερ ἐν χειμῶνι ὃν ἔχουσι τὰ ξύλα ἔνδον κεκρυμμένον καρπὸν αὐτὸν ἐν τῷ θέρει ἢ ἐν τῷ ἔαρι ἔξω προκομίζουσιν, οὕτω καὶ αἱ ψυχαὶ οὓς καρποὺς ἔνδον ἠγωνίσαντο κτήσασθαι, αὐτοὶ προέλθωσι τότε ἐπὶ τοῦ σώματος ἔξω καὶ τῶν μὲν ἁγίων ἡ θεοειδὴς τοῦ πνεύματος καὶ ἐπουράνιος εἰκὼν ἀπὸ τοῦ νῦν ἔνδον τυπωθεῖσα καὶ τὸ σῶμα θεοειδὲς καὶ φωτοειδὲς καὶ οὐράνιον ἔξω ἀπεργάσεται τότε. τῶν δὲ ἀναξίων καὶ ἁμαρτωλῶν τὸ σκοτεινὸν τοῦ κοσμικοῦ πνεύματος κάλυμμα τὴν ψυχὴν ἐκάλυψε καὶ διὰ τῆς ἐνεργείας τῶν παθῶν καὶ ἔργων τῶν πονηρῶν ἀσχήμονα καὶ σκοτεινὴν ἀπεργαζόμενον νῦν, καὶ τὸ σῶμα σκοτεινὸν καὶ ἄμορφον καὶ αἰσχύνης πεπληρωμένον ἐν ἐκείνῃ τῇ ἡμέρᾳ ἀποδείξει.

ὥσπερ γὰρ ἐν τῇ παραβάσει τοῦ Ἀδὰμ τὴν ἀπόφασιν ἐκ τοῦ θεοῦ λαβόντος τὸ «ᾗ δ᾽ ἂν ἡμέρᾳ φάγητε, θανάτῳ ἀποθανεῖσθε», πρότερον ἐπὶ τῆς ψυχῆς τοῦτο συνέβη τῶν νοερῶν καὶ ἀθανάτων αὐτῆς αἰσθητηρίων ἀπὸ τῆς ἐπουρανίου καὶ πνευματικῆς ἀπολαύσεως σβεσθέντων καὶ νεκρωθέντων καὶ σκότει καλυφθέντων, ὕστερον δὲ ὁ τοῦ σώματος θάνατος μετὰ ἐνακόσια τριάκοντα ἔτη γέγονεν, οὕτω νῦν πάλιν καταλλαγέντος Χριστοῦ τῇ ἀνθρωπότητι καὶ σαρκωθέντος καὶ σταυρὸν καὶ θάνατον διὰ τὴν ἡμετέραν σωτηρίαν καὶ ἀνάκλησιν ὑπομείναντος τὴν πιστεύουσαν ἐν ἀληθείᾳ ψυχὴν ἐν σαρκὶ οὖσαν ἔτι ἀποκαθίστησιν εἰς τὴν τῶν ἀρρήτων μυστηρίων καὶ οὐρανίων φωτῶν ἀπόλαυσιν καὶ ἐλευθεροῖ αὐτὴν ἐκ τῆς σκοτίας τοῦ καλύμματος τῶν παθῶν διὰ τῆς κοινωνίας τοῦ πνεύματος καὶ τὰ νοερὰ αὐτῆς αἰσθητήρια πάλιν ἀποκαθίστησι θείῳ φωτὶ ταύτην διὰ τῆς χάριτος δοξάζων. καὶ μετὰ τοῦτο ἐν τῇ ἀναστάσει ἀποκατασταθήσεται τὸ σῶμα εἰς τὴν ἀθάνατον καὶ ἄφθαρτον δόξαν καὶ τότε φωτὸς οὐρανίου στιλβότητα ἀμφιασθὲν αἰωνίων ἀγαθῶν σὺν τῇ ψυχῇ ἀπολαύσει.

τοίνυν ὀφείλει ἕκαστος ἡμῶν ἀγωνίσασθαι καὶ πονῆσαι καὶ σπουδάσαι ἐν τῷ ὀλίγῳ τούτῳ χρόνῳ διὰ τῆς εἰλικρινοῦς πίστεως καὶ τῆς τῶν ἐντολῶν ἐργασίας τὸν ἐπουράνιον τοῦτον θησαυρὸν ἐντεῦθεν κτήσασθαι, ἵνα διὰ τούτου ὡς προείρηται καὶ τῶν παθῶν τῆς κακίας τὴν παντελῆ ἀπολύτρωσιν λαβεῖν καταξιωθῶμεν καὶ πασῶν τῶν ἐντολῶν τελείαν τὴν ἐργασίαν εὐχερῶς κατορθώσωμεν καὶ τοῦ σκοτεινοῦ τῆς ψυχῆς καλύμματος τὴν περιαίρεσιν δεξώμεθα, καὶ οὕτως ἐν τῇ μελλούσῃ τῆς ἀναστάσεως ἡμέρᾳ τῶν σωμάτων ἡμῶν συνδοξασθῆναι τῇ ἀπὸ τοῦ νῦν διὰ τοῦ φωτισμοῦ τοῦ πνεύματος προδοξασθείσῃ ψυχῇ καταξιωθέντων καὶ ἐπουρανίῳ στολῇ στολισθέντων μετὰ Χριστοῦ συμβασιλεύσωμεν ἐν ἀναπαύσει αἰωνίῳ καὶ ἀνεκλαλήτῳ εἰς τοὺς αἰῶνας. Ἀμήν.

ΛΟΓΟΣ ΝΘʹ. Οἱ ἀναχωρήσαντες τοῦ κόσμου καὶ γνησίως λόγων θεοῦ ἐπακούσαντες καὶ σεμνῶς πολιτευόμενοι, ὄντες δὲ ἔτι ὑπὸ τὸ τῶν παθῶν κάλυμμα, ὅπερ διὰ τῆς παρακοῆς τοῦ Ἀδὰμ πάντες ἐκτήσαντο—τουτέστι τὸ σαρκικὸν τῶν πονηρῶν λογισμῶν φρόνημα, ὅπερ θάνατον ὁ ἀπόστολος καλεῖ λέγων· «τὸ φρόνημα τῆς σαρκὸς θάνατος»—οὗτοι ἐοίκασιν ἀνθρώποις ἐν νυκτὶ βαδίζουσιν· ὑπὸ γὰρ τῶν ἄστρων (τουτέστι τῶν ἁγίων γραφικῶν ἐντολῶν) καταυγαζόμενοι ὅμως ἐν νυκτί εἰσιν, τῇ ἀοράτῳ τῶν παθῶν ἐνεργείᾳ καὶ προσκόπτουσι καὶ πάντα ἀκριβῶς καθορᾶν οὐ δύνανται διὰ τὴν τοῦ σκότους τῶν παθῶν ἐνέργειαν.

διὸ χρὴ αὐτοὺς πόνῳ καὶ πολλῇ πίστει ἐν ἀρεταῖς διάγοντας δεηθῆναι τοῦ ἐπουρανίου δεσπότου, ἵνα διαυγασάσης τῆς ἡμέρας τοῦ ἡλίου τῆς δικαιοσύνης ἐν ταῖς καρδίαις αὐτῶν πάντα κατιδεῖν ἀκριβῶς δυνήσωνται καὶ τῶν νοητῶν θηρίων τὴν ποικίλην καὶ διάφορον βλάβην καὶ τῶν ἐν τῷ ἀφθάρτῳ κόσμῳ ἀπολαύσεων τὴν ἄρρητον ποικιλίαν τῶν ἀγαθῶν καὶ τὰ ἐξαίσια κάλλη, ἅπερ οἱ πνευματικοὶ καὶ τέλειοι ἄνδρες, οἷς ἐνεργῶς τὸ νοητὸν φῶς ἐν ταῖς καρδίαις διηύγασεν, γνωρίζουσιν ἐν ἀληθινῇ διακρίσει, καὶ τῶν κρειττόνων τὰς ἀρετὰς καὶ τῶν χειρόνων τὴν δεινότητα κατὰ τὴν ἑκάστου διάφορον ἐνέργειαν, καθὼς ὁ μακάριός φησι Παῦλος· «τελείων ἐστὶν ἡ στερεὰ τροφή, τῶν διὰ τὴν ἕξιν τὰ αἰσθητήρια γεγυμνασμένα ἐχόντων πρὸς διάκρισιν καλοῦ τε καὶ κακοῦ», καὶ ὁ μακάριος Πέτρος λέγει· «καὶ ἡμεῖς ἔχομεν τὸν προφητικὸν λόγον, ᾧ καλῶς ποιεῖτε προσέχοντες ὡς λύχνῳ φαινομένῳ ἐν αὐχμηρῷ τόπῳ, ἕως οὗ ἡ ἡμέρα διαυγάσῃ καὶ φωσφόρος ἀνατείλῃ ἐν ταῖς καρδίαις ὑμῶν», καὶ ἀλλαχοῦ· «ὑμῖν» δὲ «τοῖς φοβουμένοις» τὸν κύριον «ἀνατελεῖ ἥλιος δικαιοσύνης καὶ ἴασις ἐν ταῖς πτέρυξιν αὐτοῦ».

οἱ δὲ τῷ κόσμῳ πεφυρμένοι ἐοίκασιν ἀνθρώποις περιπατοῦσιν ἐν νυκτὶ ζοφερᾷ νεφέλης καὶ ὁμίχλης πεπληρωμένῃ, ἐν ᾗ οὔτε ὀλίγον αὖγος φωτὸς ἄστρου λάμπει—τουτέστι λόγου θείου τὴν ψυχὴν διαυγάζοντος—ὡς ἐοικέναι αὐτοὺς τυφλοῖς. 〈οὕτως οἱ τὸ ὅλον ἐν ταῖς ὑλικαῖς περιπλοκαῖς ἐμπεφυρμένοι καὶ θεοῦ φόβῳ μήτε ἐντολὰς ἢ ἄλλας τινὰς ἀγαθοεργίας ἐργαζόμενοι, ἀλλὰ τὸ ὅλον τῇ ματαιότητι τοῦ κόσμου ἐν τοῖς χαλεποῖς ἔργοις ἠπατημένοι.〉 ὅσοι δὲ βιωτικοὶ ὑπὸ ἐντολῶν θεοῦ ὥσπερ ὑπὸ ἄστρων καταυγάζονται, πίστει καὶ φόβῳ θεοῦ ἀναστρεφόμενοι οὔκ εἰσι τὸ ὅλον ἐν τῇ ζοφώδει καὶ ζοφερᾷ νυκτί· διὸ καὶ ἐλπίδα σωτηρίας ἔχειν δύνανται.

Ὥσπερ γὰρ ἐκ διαφόρων 〈τεχνῶν καὶ ἐκ διαφόρων〉 ἐπιτηδευμάτων οἱ ἄνθρωποι ἐν τῷ κόσμῳ τούτῳ τὸν πλοῦτον συνάγουσι καὶ ἐκ διαφόρων τρόπων ἐν ταῖς ἀρχοντικαῖς τάξεσι τὸ κέρδος τοῦ χρυσοῦ πορίζεται καὶ ἐκ διαφόρων κτημάτων ἢ ζῴων ἢ ἄλλων τινῶν τῷ οἰκοδεσπότῃ ὁ χρυσὸς συνάγεται, οὕτω καὶ ἐκ διαφόρων χαρισμάτων (καθὼς εἴρηται· «ἔχοντες δὲ χαρίσματα κατὰ τὴν χάριν τοῦ θεοῦ τὴν δοθεῖσαν ἡμῖν διάφορα») καὶ ἐκ διαφόρων ἀσκήσεων καὶ ἐκ δικαιωμάτων καὶ ἀρετῶν διὰ θεὸν γινομένων ἕκαστος τὸν ἐπουράνιον χρυσὸν (τουτέστι τὸν ἐπουράνιον πλοῦτον τοῦ πνεύματος τῆς αἰωνίου ζωῆς), κατὰ τὴν καλὴν ἐπιτήδευσιν καὶ σπουδὴν καὶ πίστιν πορίζεται. τούτου ἕνεκεν οὐ χρὴ ἕκαστον τὸν πλησίον κρίνειν ἢ καταγινώσκειν ἢ ἐξουδενεῖν, μόνον τρεχέτω ἕκαστος διὰ θεὸν πιστῶς καὶ ἀγωνιζέσθω καὶ ποριζέτω τὸ πνευματικὸν κέρδος. πλὴν φαίνονται οἱ τὸν χρυσὸν ὀρύσσοντες οἱ αὐτὰς τὰς φλέβας τοῦ χρυσοῦ ζητοῦντες, τουτέστιν οἱ σκοπῷ ἀκροτάτῳ τοῦ φθάσαι εἰς τελειότητα ἀπαύστως καὶ ἀνενδότως τρέχοντες. οἱ γὰρ διὰ μακροθυμίας καὶ ὑπομονῆς τὰς τέχνας ἐργαζόμενοι {κατὰ μικρὸν} κατὰ μέρος πλουτοῦσιν ἢ καὶ ἔνδοξοι τῷ κόσμῳ γίνονται, οἱ δὲ μίσθιοι 〈Εἱλῶται〉 {οἱ ὀκνηροί}, οἱ εὐθέως τὸ ἐμπῖπτον ἐσθίοντες, μὴ μετὰ μακροθυμίας κάμνοντες, ἀεὶ γυμνοὶ καὶ πένητες ἀπομένουσιν.

οὕτως οἱ ἀεὶ 〈ἐπ᾽ ἐλπίδι τὰ τῆς ἀρετῆς ἔργα μετὰ μακροθυμίας καὶ ὑπομονῆς σπουδαίως ἐμπονοῦσι καὶ πιστῶς ἀπεκδέχονται〉 τὴν ἐπουράνιον ἐλπίδα καὶ τὴν ἀντίληψιν τῆς χάριτος πρὸ ὀφθαλμῶν ἔχοντες, ἀληθῶς οὗτοι πλοῦτον τὸν τοῦ πνεύματος συνάγουσι διὰ τῆς ὑπομονῆς αὐτῶν καὶ μακροθυμίας καὶ πόνου καὶ δεήσεως, διὸ καὶ ἔνδοξοι τῷ αἰῶνι ἐκείνῳ παρὰ θεῷ εὑρίσκονται, οἱ δὲ ἀνυπομόνητοι, οἱ μόνον εἰς τὸ λαβεῖν τὴν χάριν ἕτοιμοι, τὸ δὲ πονεῖν καὶ κάμνειν καὶ ἐν πᾶσι θεῷ εὐαρεστεῖν μὴ ὑπομένοντες ἐν πάσῃ μακροθυμίᾳ, ἀπογυμνοῦνται καὶ ἧς κατηξιώθησαν χάριτος. πάντοτε γὰρ ἡ ἀσθενὴς καὶ ὀκνηρὰ προαίρεσις ἀσύμφωνος οὖσα τῇ χάριτι, γυμνὴ ἀπὸ καλῶν ἔργων καὶ πενιχρὰ ἀπὸ ἀρετῶν εὑρισκομένη, ἀδόκιμος καὶ ἄδοξος παρὰ τῷ θεῷ ἐν ἐκείνῳ τῷ αἰῶνι ἀποδείκνυται.

Ὁ γὰρ βουλόμενος ἐξ ἀληθείας εὐαρεστῆσαι τῷ κυρίῳ καὶ κατὰ ἀλήθειαν τῷ ἐναντίῳ τῆς κακίας μέρει ἀντιστῆναι 〈προθυμούμενος〉 εἰς δύο ἀθλήσεις καὶ δύο ἀγῶνας ἔχει τὴν πάλην· εἰς τε τὰ φανερὰ τοῦ κόσμου πράγματα, καὶ εἰς περισπασμοὺς γηΐνους καὶ εἰς ἀγάπην δεσμῶν σαρκικῶν (παθῶν τῆς ἁμαρτίας), καὶ ἐν τοῖς κρυπτοῖς πρὸς αὐτὰ τὰ τῆς πονηρίας πνεύματα, περὶ ὧν ὁ ἀπόστολος ἔλεγεν· «οὐκ ἔστιν ἡμῖν ἡ πάλη 〈πρὸς αἷμα καὶ σάρκα〉, 〈ἀλλὰ πρὸς τὰς ἀρχάς, πρὸς τὰς ἐξουσίας, πρὸς τοὺς κοσμοκράτορας τοῦ σκότους τοῦ αἰῶνος τούτου, πρὸς τὰ πνευματικὰ τῆς πονηρίας ἐν τοῖς ἐπουρανίοις»〉.

κατὰ δύο γὰρ τρόπους δυσὶν ἁλύσεσι {δεσμῶν} ἐδέθη ὁ ἄνθρωπος, παραβὰς τὴν ἐντολὴν καὶ ἐξορισθεὶς ἀπὸ τοῦ παραδείσου, ἐν τῷ κόσμῳ τούτῳ, ἐν τε τοῖς βιωτικοῖς πράγμασι καὶ τῇ τοῦ κόσμου ἀγάπῃ 〈καὶ τῶν σαρκικῶν ἡδονῶν καὶ πλούτου καὶ δόξης καὶ κτημάτων, γυναικός, τέκνων, συγγενῶν, πατρίδος, τόπων, ἐνδυμάτων καὶ ἁπαξαπλῶς πάντων τῶν φαινομένων, ἀφ᾽ ὧν ὁ λόγος τοῦ θεοῦ κελεύει αὐτὸν λυθῆναι ἰδίᾳ προαιρέσει—ἐπειδὴ εἰς πάντα τὰ φαινόμενα ἑκουσίως ἕκαστος δέδεται, ἵνα τούτων πάντων ἑαυτὸν λύσας καὶ ἐλευθερώσας δυνηθῇ τελείως τῆς ἐντολῆς ἐγκρατὴς γενέσθαι〉—καὶ ἐν τῷ κρυπτῷ δὲ 〈περιτετρίγχωται καὶ〉 περιπέφρακται καὶ περιτετείχισται καὶ δέδεται ἁλύσεσι σκότους ἡ ψυχὴ ὑπὸ τῶν τῆς πονηρίας πνευμάτων, μὴ δυναμένη ὡς θέλει ἀγαπᾶν τὸν κύριον καὶ ὡς θέλει πιστεύειν καὶ ὡς θέλει προσεύξασθαι. 〈πάντων γὰρ ἡ ἐναντιότης ἐν τοῖς φανεροῖς καὶ ἐν τοῖς κρυπτοῖς ἀπὸ τῆς παραβάσεως τοῦ πρώτου ἀνθρώπου εἰς ἡμᾶς κατήντησεν〉.

Ἐπὰν τοίνυν ἀκούσας τίς τοῦ λόγου τοῦ θεοῦ ἀγωνίσηται καὶ ἀπορρίψῃ τὰ τοῦ βίου πράγματα καὶ δεσμοὺς κόσμου καὶ πάσας τὰς σαρκικὰς ἡδονὰς ἀρνήσηται λύσας ἑαυτὸν ἀπὸ τούτων, τότε προσκαρτερῶν τῷ κυρίῳ καὶ σχολάζων αὐτῷ δύναται ἐπιγνῶναι, ὅτι ἐστὶν ἔνδον ἐν τῇ καρδίᾳ ἄλλη πάλη καὶ ἄλλη ἐναντιότης κρυπτὴ καὶ ἄλλος πόλεμος λογισμῶν καὶ πνευμάτων τῆς πονηρίας, καὶ ἄλλος ἀγὼν πρόκειται. καὶ οὕτω δύναται παραμένων καὶ ἐπικαλούμενος τὸν κύριον ἐν πίστει ἀδιακρίτῳ καὶ ὑπομονῇ πολλῇ καὶ τὴν παρ᾽ αὐτοῦ βοήθειαν ἐκδεχόμενος τυχεῖν ἐκείνης τῆς ἔνδοθεν λυτρώσεως τῶν δεσμῶν 〈καὶ τριγχῶν〉 καὶ φραγμῶν καὶ σκότους πνευμάτων πονηρίας, ἅπερ εἰσὶν αἱ τῶν κρυπτῶν παθῶν ἐνέργειαι. οὗτος δὲ ὁ πόλεμος διὰ χάριτος καὶ δυνάμεως θεοῦ δύναται καταργεῖσθαι. δι᾽ ἑαυτοῦ γάρ τινα ῥυσθῆναι τῆς ἐναντιότητος καὶ πλάνης τῶν λογισμῶν καὶ παθῶν ἀοράτων ἀμήχανον, μόνον δὲ τὸ ἀντιλέγειν καὶ ἀντιπίπτειν καὶ μὴ συνήδεσθαι αὐτοῖς δυνατόν.

εἰ δὲ τοῖς φαινομένοις τις ἐνέχεται τοῦ κόσμου τούτου πράγμασι καὶ δεσμοῖς ποικίλοις γηΐνοις κεκράτηται καὶ τοῖς πάθεσι τῆς κακίας συναπάγεται, οὐδὲ ἐπιγινώσκει ὅτι ἐστὶν ἄλλη πάλη καὶ πυκτὴ καὶ πόλεμος ἔνδον. 〈γένοιτο γάρ, ἵνα ὅτε τις ἄρῃ ἑαυτὸν ἀγωνισάμενος καὶ λύσῃ ἀπὸ πάντων τῶν φαινομένων δεσμῶν κοσμικῶν καὶ ὑλικῶν πραγμάτων καὶ ἡδονῶν σαρκικῶν, καὶ ἄρξηται τῷ κυρίῳ προσκαρτερεῖν κενῶν ἑαυτὸν ἀπὸ τοῦ κόσμου τούτου, εἶθε καὶ τότε δυνήσηται ἐπιγνῶναι τὴν ἔνδοθεν πλάνην τῶν παθῶν αὐλιζομένην καὶ τὸν ἔνδον πόλεμον καὶ τοὺς ἔσω δεσμούς〉. ἐὰν γὰρ μή, ὡς προέφημεν, ἀγωνισάμενος ἀρνήσηται τὸν κόσμον καὶ λύσῃ ἑαυτὸν ἀπὸ τῶν γηΐνων ἐπιθυμιῶν ἐξ ὅλης καρδίας καὶ ὅλος ἐξ ὅλου θελήσῃ τῷ κυρίῳ προσκαρτερεῖν, οὐκ ἐπιγινώσκει τὴν κρυπτὴν τῶν πνευμάτων τῆς πονηρίας πάλην καὶ τὰ κρυπτὰ τῆς κακίας πάθη, ἀλλ᾽ ἐστὶν ἀλλότριος ἑαυτοῦ, ὡς οὐκ οἶδε τραύματα καὶ πάθη ἔχων κρυπτὰ καὶ ἀγνοῶν αὐτά, ἐπειδὴ εἰς τὰ φαινόμενα δέδεται καὶ εἰς τὰ τοῦ κόσμου πράγματα ἑκὼν ἐνέχεται.

Τῷ γὰρ ἀρνησαμένῳ κατὰ ἀλήθειαν τὸν κόσμον καὶ ἀγωνισαμένῳ καὶ ἀπορρίψαντι ἀφ᾽ ἑαυτοῦ τὸ φόρτιον τῆς γῆς καὶ τῶν ματαίων ἀσχολιῶν καὶ ἐπιθυμιῶν καὶ ἡδονῶν σαρκικῶν καὶ δόξης καὶ ἀρχῆς καὶ τιμῶν ἀνθρωπίνων, ἄραντι ἑαυτὸν καὶ ἐξ ὅλης καρδίας τούτων πάντων ἀναχωρήσαντι εἰς τοῦτον τὸν ἀγῶνα ὁ κύριος κρυπτῶς βοηθεῖ κατὰ τὸ μέτρον τοῦ θελήματος τῆς ἀρνήσεως τοῦ κόσμου—καὶ σταθεὶς εἰς τὴν τοῦ κυρίου λατρείαν καὶ προσκαρτερήσας ὅλος ἐξ ὅλου (σώματι τε καὶ ψυχῇ λέγω), ἐκεῖ〈νος〉 εὑρίσκει ἐναντιότητα καὶ πάθη κρυπτὰ καὶ δεσμοὺς ἀοράτους καὶ πόλεμον ἀφανῆ καὶ ἀγῶνα καὶ ἄθλησιν κρυπτήν, καὶ οὕτω δεηθεὶς τοῦ κυρίου ἐν πίστει καὶ λαβὼν ὅπλα ἐξ οὐρανοῦ τὰ τοῦ πνεύματος, ἅπερ κατέλεξεν ὁ μακάριος ἀπόστολος, «τὸν θώρακα τῆς δικαιοσύνης» καὶ «τὴν περικεφαλαίαν τοῦ σωτηρίου» καὶ «τὸν θυρεὸν τῆς πίστεως» καὶ «τὴν μάχαιραν τοῦ πνεύματος», ὁπλισάμενος δυνήσεται «στῆναι πρὸς τὰς μεθοδείας τὰς κρυπτὰς τοῦ διαβόλου» ἐν ταῖς ἐνεστώσαις πονηραῖς ἡμέραις· ἅπερ ὅπλα διὰ πάσης προσευχῆς καὶ προσκαρτερήσεως καὶ δεήσεως, τὸ δὲ πᾶν διὰ πίστεως πορισάμενος τὸν πρὸς τὰς ἀρχὰς καὶ ἐξουσίας καὶ τοὺς κοσμοκράτορας πόλεμον καταγωνίσασθαι δυνήσεται, καὶ οὕτω νικήσας τὰς ἐναντίας δυνάμεις διὰ τῆς ἐνεργείας τοῦ ἁγίου πνεύματος καὶ τῆς ἰδίας ἐν πάσῃ ἀρετῇ σπουδῆς, τῆς αἰωνίου ζωῆς ἀξιωθήσεται εἰς τοὺς ἀπεράντους αἰῶνας τῶν αἰώνων.

Ἀμήν.