Ἔργον
Ρωμανὸς ὁ Μελωδός – Ἀκάθιστος ὕμνος (Νόθος)
Η Υπαπαντή και το μυστήριο της θείας συγκαταβάσεως
Η υποδοχή του βρέφους από τον Συμεών, η ανάδειξη της νέας κτίσεως και ο θαυμασμός της κτιστής φύσεως για το μυστήριο της Ενανθρωπήσεως.
Πλατφόρμα ἀναγνώσεως, ἀναζητήσεως καὶ νοηματικῆς πλοηγήσεως πατερικῶν καὶ βιβλικῶν κειμένων
Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.
Χρήση του Αναγνωστηρίου
Γρήγορη εύρεση Αναζητήστε απευθείας συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής.
Αναλυτική επιλογή Επιλέξτε πηγή και κατόπιν συγγραφέα, έργο, κεφάλαιο ή βιβλικό χωρίο.
Εργαλεία μελέτης Κατά την ανάγνωση μπορείτε να χρησιμοποιήσετε μετάφραση, σελιδοδείκτες, σημειώσεις και τις προσωπικές ρυθμίσεις εμφάνισης.
Ἔργον
Η Υπαπαντή και το μυστήριο της θείας συγκαταβάσεως
Η υποδοχή του βρέφους από τον Συμεών, η ανάδειξη της νέας κτίσεως και ο θαυμασμός της κτιστής φύσεως για το μυστήριο της Ενανθρωπήσεως.
Μέλλοντος Συμεῶνος τοῦ παρόντος αἰῶνος μεθίστασθαι τοῦ ἀπατεῶνος, ἐπεδόθης ὡς βρέφος αὐτῷ, ἀλλ᾽ ἐγνώσθης τούτῳ καὶ θεὸς τέλειος· διόπερ ἐξεπλάγη σου τὴν ἄρρητον σοφίαν κράζων· |”Ἀλληλούϊα.“: Νέαν ἔδειξε κτίσιν ἐμφανίσας ὁ κτίστης ἡμῖν τοῖς ὑπ᾽ αὐτοῦ γενομένοις, ἐξ ἀσπόρου βλαστήσας γαστρὸς καὶ φυλάξας ταύτην, ὥσπερ ἦν, ἄφθορον, ἱνὰ τὸ θαῦμα βλέποντες ὑμνήσωμεν αὐτὴν βοῶντες· ”Χαῖρε, τὸ ἄνθος τῆς ἀφθαρσίας· χαῖρε, τὸ στέμμα τῆς ἐγκρατείας· χαῖρε, ἀναστάσεως τύπον ἐκλάμπουσα· χαῖρε, τῶν ἀγγέλων τὸν βίον ἐμφαίνουσα· χαῖρε, δένδρον ἀγλαόκαρπον ἐξ οὗ τρέφονται πιστοί· χαῖρε, ξύλον εὐσκιόφυλλον, ὑφ᾽ οὗ σκέπονται πολλοί· χαῖρε, κυοφοροῦσα λυτρωτὴν αἰχμαλώτοις· χαῖρε, ἀπογεννῶσα ὁδηγὸν πλανωμένοις· χαῖρε, κριτοῦ δικαίου δυσώπησις· χαῖρε, πολλῶν πταισμάτων συγχώρησις· χαῖρε, στολὴ τῶν γυμνῶν παρρησίας· χαῖρε, στοργὴ πάντα πόθον νικῶσα· |χαῖρε, νύμφη ἀνύμφευτε.“:
Ξένον τόκον ἰδόντες ξενωθῶμεν τοῦ κόσμου, τὸν νοῦν εἰς οὐρανοὺς μεταθέντες· διὰ τοῦτο γὰρ ὁ ὑψηλὸς ἐπὶ γῆς ἐφάνη ταπεινὸς ἄνθρωπος, βουλόμενος ἑλκύσαι πρὸς τὸ ὕψος τοὺς αὐτῷ βοῶντας· |”Ἀλληλούϊα.“:
Ὅλος ἦν ἐν τοῖς κάτω καὶ τῶν ἄνω οὐδ᾽ ὅλως ἀπῆν ὁ ἀπερίγραπτος Λόγος· συγκατάβασις γὰρ θεϊκή, οὐ μετάβασις δὲ τοπικὴ γέγονε καὶ τόκος ἐκ παρθένου θεολήπτου ἀκουούσης ταῦτα· ”Χαῖρε, θεοῦ ἀχωρήτου χώρα· χαῖρε, σεπτοῦ μυστηρίου θύρα· χαῖρε, τῶν ἀπίστων ἀμφίβολον ἄκουσμα· χαῖρε, τῶν πιστῶν ἀναμφίβολον καύχημα· χαῖρε, ὄχημα πανάγιον τοῦ ἐπὶ τῶν Χερουβίμ· χαῖρε, οἴκημα πανάριστον τοῦ ἐπὶ τῶν Σεραφίμ· χαῖρε, ἡ τἀναντία εἰς ταὐτὸ ἀγαγοῦσα· χαῖρε, ἡ παρθενίαν καὶ λοχείαν ζευγνῦσα· χαῖρε, δι᾽ ἧς ἐλύθη παράβασις· χαῖρε, δι᾽ ἧς ἠνοίχθη παράδεισος· χαῖρε, ἡ κλεὶς τῆς Χριστοῦ βασιλείας· χαῖρε, ἐλπὶς ἀγαθῶν αἰωνίων· |χαῖρε, νύμφη ἀνύμφευτε.“:
Πᾶσα φύσις ἀγγέλων κατεπλάγη τὸ μέγα τῆς σῆς ἐνανθρωπήσεως ἔργον· τὸν ἀπρόσιτον γὰρ ὡς θεὸν ἐθεώρει πᾶσι προσιτὸν ἄνθρωπον, ἡμῖν μὲν συνδιάγοντα, ἀκούοντα δὲ παρὰ πάντων· |”Ἀλληλούϊα.“: Ῥήτορας πολυφθόγγους ὡς ἰχθύας ἀφώνους ὁρῶμεν ἐπὶ σοί, θεοτόκε· ἀποροῦσι γὰρ λέγειν τὸ πῶς καὶ παρθένος μένεις καὶ τεκεῖν ἴσχυσας· ἡμεῖς δὲ τὸ μυστήριον θαυμάζοντες πιστῶς βοῶμεν· ”Χαῖρε, σοφίας θεοῦ δοχεῖον· χαῖρε, προνοίας αὐτοῦ ταμεῖον· χαῖρε, φιλοσόφους ἀσόφους δεικνύουσα· χαῖρε, τεχνολόγους ἀλόγους ἐλέγχουσα· χαῖρε, ὅτι ἐμωράνθησαν οἱ δεινοὶ συζητηταί· χαῖρε, ὅτι ἐμαράνθησαν οἱ τῶν μύθων ποιηταί· χαῖρε, τῶν Ἀθηναίων τὰς πλοκὰς διασπῶσα· χαῖρε, τῶν ἁλιέων τὰς σαγήνας πληροῦσα· χαῖρε, βυθοῦ ἀγνοίας ἐξέλκουσα· χαῖρε, πολλοὺς ἐν γνώσει φωτίζουσα· χαῖρε, ὁλκὰς τῶν θελόντων σωθῆναι· χαῖρε, λιμὴν τῶν τοῦ βίου πλωτήρων· |χαῖρε, νύμφη ἀνύμφευτε.“:
Σῶσαι θέλων τὸν κόσμον ὁ τῶν ὅλων κοσμήτωρ πρὸς τοῦτον αὐτεπάγγελτος ἦλθε· καὶ ποιμὴν ὑπάρχων ὡς θεὸς δι᾽ ἡμᾶς ἐφάνη καθ᾽ ἡμᾶς ὅμοιος· ὁμοίῳ γὰρ τὸ ὅμοιον καλέσας ὡς θεὸς ἀκούει· |”Ἀλληλούϊα.“:
Ἔργον
Κείμενο
Ανοίγει το σχετικό χωρίο σε νέο παράθυρο.