Ἔργον
Ρωμανὸς ὁ Μελωδός – ᾈσμάτων ᾆσμα
Κοντάκιον περί Νηστείας
Εισαγωγικοί ύμνοι με θέμα τη νηστεία, την πτώση των πρωτοπλάστων στον Παράδεισο και την εντολή της εγκράτειας.
Πλατφόρμα ἀναγνώσεως, ἀναζητήσεως καὶ νοηματικῆς πλοηγήσεως πατερικῶν καὶ βιβλικῶν κειμένων
Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.
Χρήση του Αναγνωστηρίου
Γρήγορη εύρεση Αναζητήστε απευθείας συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής.
Αναλυτική επιλογή Επιλέξτε πηγή και κατόπιν συγγραφέα, έργο, κεφάλαιο ή βιβλικό χωρίο.
Εργαλεία μελέτης Κατά την ανάγνωση μπορείτε να χρησιμοποιήσετε μετάφραση, σελιδοδείκτες, σημειώσεις και τις προσωπικές ρυθμίσεις εμφάνισης.
Ἔργον
Κοντάκιον περί Νηστείας
Εισαγωγικοί ύμνοι με θέμα τη νηστεία, την πτώση των πρωτοπλάστων στον Παράδεισο και την εντολή της εγκράτειας.
Τῇ δʹ τῆς βʹ ἑβδομάδος τῶν νηστειῶν· κοντάκιον κατανυκτικόν, φέρον ἀκροστιχίδα τήνδε· 〈τοῦ ταπεινοῦ Ῥωμανοῦ ὁ ὕμνος〉 ἦχος αʹ, πρός· Τὸ ἰατρεῖον τῆς μετανοίας. Προοίμιον Σχόλασον, ψυχή μου, ἐν μετανοίᾳ, ἑνώθητι Χριστῷ κατὰ γνώμην, βοῶσα ἐν στεναγμοῖς· «Συγχώρησιν παράσχου μοι τῶν δεινῶν μου πράξεων, ἵνα λάβω παρὰ σοῦ, μόνε ἀγαθέ, τὴν ἄφεσιν καὶ ζωὴν τὴν αἰώνιον.» Τῆς μακαρίας τυχεῖν ἐλπίδος δι᾽ ἔργων προσδοκῶμεν καὶ πίστεως, ὅσοι φυλάττομεν τὰ τοῦ Κυρίου καὶ σωτῆρος διδάγματα· διὰ τοῦτο τιμῶμεν καὶ στέργομεν τὸ ἀγγέλοις τίμιον τῆς νηστείας κατόρθωμα, ὃ προφῆται τηρήσαντες μέτοχοι γεγόνασι τῶν χορῶν τῶν οὐρανίων, οἱ ἐπίγειοι, ὅπου γε ταύτης τὴν ἐργασίαν Χριστὸς οὐκ ἐπῃσχύνθη ἐκτελέσαι· ἑκὼν δὲ ἐνήστευσεν, ἡμῖν καθυπογράφων διὰ ταύτης τὴν ζωὴν τὴν αἰώνιον.
Ὅτι μεγάλοι ἐν ἔργοις ἦσαν Μωσῆς καὶ Ἠλίας οἱ πύρινοι πύργοι γινώσκομεν, ὅτι καὶ πρῶτοι ἐν προφήταις τυγχάνουσι, πρὸς Θεὸν παρρησίαν ἐκέκτηντο, ὅτιπερ ἐβούλοντο προσιέναι καὶ δέεσθαι καὶ αὐτῷ διαλέγεσθαι πρόσωπον πρὸς πρόσωπον, ὃ ὑπάρχει θαυμαστόν τε καὶ παράδοξον.
Ὅμως καὶ οὕτως πρὸς τὴν νηστείαν κατέφευγον σπουδαίως, διὰ ταύτης αὐτῷ προσαγόμενοι· νηστεία οὖν μετ᾽ ἔργων ἀποδίδωσι ζωὴν τὴν αἰώνιον. Ὑπὸ νηστείας ὡς ὑπὸ ξίφους οἱ δαίμονες πάντες ἐλαύνονται ὅτι οὐ φέρουσιν οὐδ᾽ ἐξαρκοῦσι πρὸς τὴν ταύτης τερπνότητα· τρυφητὴν ἀγαπῶσι καὶ μέθυσον· ἐὰν δὲ θεάσωνται τῆς νηστείας τὸ πρόσωπον, οὔτε στῆναι ἰσχύουσι· πόρρω δὲ ἐκτρέχουσιν, ὡς Χριστὸς ἡμᾶς διδάσκει ὁ Θεὸς ἡμῶν λέγων· «Τὸ γένος τὸ τῶν δαιμόνων νηστείᾳ καὶ δεήσει ἐκνικᾶται.» Διὸ δεδιδάγμεθα ὡς δίδωσι νηστεία τοῖς ἀνθρώποις ζωὴν τὴν αἰώνιον.
Τῆς σωφροσύνης ἁγνεία μήτηρ ὑπάρχει τῆς νηστείας τὸ ἄχραντον κάλλος· πηγάζει δὲ φιλοσοφίαν καὶ παρέχει τὸν στέφανον· προξενεῖ δὲ ἡμῖν τὸν παράδεισον, τὴν πατρῴαν δίδωσιν οἰκιὰν τοῖς νηστεύουσιν, ἧς <ὁ Ἀ>δὰμ ἀπωλίσθησεν· εἵλκυσε δὲ θάνατον, ἀτιμάσας τῆς νηστείας τὸ ἀξίωμα· ταύτης γὰρ τότε καθυβρισθείσης, Θεὸς ὁ πάντων κτίστης καὶ δεσπότης εὐθὺς ἠγανάκτησε· τοῖς ταύτην δὲ τιμῶσιν ἀποδίδωσι ζωὴν τὴν αἰώνιον.
Αὐτὸς γάρ, ὡς μητρὶ φιλοστόργῳ, νηστείας ἐντολῇ ὁ φιλάνθρωπος πρώην παρέθετο ὡς διδασκάλῳ παραχθέντα τὸν ἄνθρωπον, ἐν χερσὶν παραδοὺς τὴν ζωὴν αὐτοῦ· καὶ εἰ ταύτην ἔστερξε, μετ᾽ ἀγγέλων ηὐλίζετο· ἀθετήσας δὲ εὕρετο πόνους καὶ τὸν θάνατον, ἀκανθῶν δὲ καὶ τριβόλων τὴν τραχύτητα καὶ ἐπιμόχθου βίου τὴν θλῖψιν.
Εἰ δὲ ἐν παραδείσῳ 〈ἡ〉 νηστεία ὠφέλιμος δείκνυται, πόσῳ μᾶλλον ἐνταῦθα, ἵνα σχῶμεν τὴν ζωὴν τὴν αἰώνιον. Παντὸς μὲν ξύλου κελεύει φαγεῖν τὸν ἄνθρωπον Ἀδὰμ τὸν πρωτόπλαστον τότε ὁ ὕψιστος ἐν παραδείσῳ θεὶς αὐτὸν, καθὼς γέγραπται· ἀλλ᾽ ἑνὸς ξύλου βρῶσιν ἐκώλυσε· καὶ αὐτὰ τὰ ῥήματα τὰ τοῦ κτίστου φιλάνθρωπα· «Κατατρύφα γάρ, ἔλεγε, πάντων ὧν κεχάρισμαι· τῇ τρυφῇ γάρ σου τῇ τούτων ἀρεσθήσομαι· ἐὰν φυλάξῃς τὴν ἐντολήν μου, φυλάξω σε τρυφῶντα· διὰ τοῦτο φθορᾶς ἀνεπίδεκτον ἡ χάρις μου φρουρεῖ σε ὡς λαμβάνοντα ζωὴν τὴν αἰώνιον.
Ἐμῶν ῥημάτων ἀνάσχου, Ἀδάμ, καὶ πρόσχες ἀκριβῶς τῷ προστάγματι τούτῳ· ἑνὸς γάρ σοι ἐκ πάντων τούτων παραγγέλλω ἀπέχεσθαι, οὐ κακοῦ μὲν τὴν φύσιν ὑπάρχοντος, ἀλλὰ σοὶ τὴν κάκωσιν παραβάντι σκευάζοντος.
Ἡ οὐσία τοῦ ξύλου γὰρ ἔστι μὲν οὐκ ἄχρηστος, ἡ δὲ τούτου μετουσία σοι γενήσεται βλάβης αἰτία· ἔχει γὰρ τοῦτο ἀκόνην λογισμῶν ἐγκεκρυμμένην καὶ γεύσεως μάχαιραν· ἂν φάγῃς οὖν ἐκ τούτου, ἀποβάλλει τὴν ζωὴν τὴν αἰώνιον.
Ἰδού, πρωτόπλαστε, παραγγέλλω μὴ ἅψῃ ἐκ τοῦ ξύλου οὗ εἶπόν σοι ὅλως· ἂν ἅψῃ γάρ, εὐθὺς ὡς κλέπτης ἐκδοθήσει πρὸς θάνατον, οὐχ ὡς ἔχειν αὐτὸ μὴ δυνάμενος, ἀλλ᾽ ἐπειδὴ ἄπιστος ἀποβήσει καὶ ἄχρηστος· πρὸς μικρόν σε καὶ εὔκολον θεῖον νόμον ἤγαγον· διὰ τοῦτο τὴν τῶν ἄλλων ἀφθονίαν σοι ἐδωρησάμην, ἵν᾽ ὅλων τούτων ἐν ἀπολαύσει γένῃ καὶ θανάτου μὴ γένῃ ὑπεύθυνος, ὁ κατ᾽ εἰκόνα ἔχων καὶ κατέχων ζωὴν τὴν αἰώνιον.» Νόμον οὖν θεῖον κρατοῦντές ποτε, Ἀδάμ τε καὶ ἡ Εὔα ἐφύλαττον τοῦτον· ἐτήρει δὲ ὁρμὰς τὰς τούτων ὁ διάβολος 〈–⏑⏑〉· καὶ ἀπάτην σκευάζειν ἐπείγετο, καὶ ὡς ἐθεάσατο κρυπτομένους ὡς ἔμφρονας, προσελθεῖν τῷ ἀνθρώπῳ μὲν τέως οὐκ ἐθάρρησε· τὴν δὲ Εὔαν ὁ πανοῦργος θεασάμενος παρὰ τὸ δένδρον μόνην ἑστῶσαν, ἐντίθησιν εὐθέως διὰ ταύτης τοῖς δύο τὸ πρόσκομμα τοῖς πρότερον λαβοῦσι διὰ χάριτος ζωὴν τὴν αἰώνιον.
Ὁ πονηρὸς γὰρ πρὸς τὴν γυναῖκα ὡς φίλος καὶ συνήθης προσέρχεται δόλῳ καὶ πλάττεται καὶ προκομίζει τὴν κακοῦργον ἐρώτησιν· ὡς συμπάσχων αὐτῇ διαλέγεται· «Διὰ ποίαν πρόφασιν ὁ Θεὸς τὸν παράδεισον ὡς φιλῶν ὑμῖν δέδωκε, πάντων δὲ ἐκώλυσε τῶν φυτῶν μεταλαμβάνειν ὁ φιλότιμος;
Τίνος οὖν χάριν τοῦ παραδείσου τὴν οἴκησιν κρατεῖτε, τῆς δὲ τούτου τρυφῆς ἐστερήθητε; Πῶς δύνασθε οὖν ἔχειν 〈⏑⏑–⏑⏑〉 ζωὴν τὴν αἰώνιον;» Ὑπὸ τῶν λόγων ἀπατηθεῖσα, ἡ Εὔα πρὸς αὐτὸν ἀπεκρίνατο ταῦτα· «Πεπλάνησαι καὶ οὐ γινώσκεις τί προσέταξε Κύριος.
Τὸν παράδεισον ὅλον ὡς τράπεζαν παραχθεῖσι δέδωκεν ὁ Θεὸς εἰς ἀπόλαυσιν, ἀλλ᾽ ἑνὸς τὴν μετάληψιν μόνον διεκώλυσεν, ἐμποδίου γενομένου τῇ ζωῇ ἡμῶν, ὃ χρησιμεύει τοῖς ἀμφοτέροις καὶ ἐκπαιδεύειν οἶδε τῶν καλῶν τε καὶ φαύλων τὴν εἴδησιν· ἐλάβομεν γὰρ ἤδη ὥσπερ κτῆσιν ζωὴν τὴν αἰώνιον».
Ῥήματι οὖν θανατηφόρῳ γλυκεῖαν ὁ ἐχθρὸς συγκατέμιξε γεῦσιν, σκεπτόμενος καὶ λέγων ταῦτα κατ᾽ ἰδίαν ὁ ἔχθιστος· «Εἰ μὴ δόλῳ κεράσω τὸ βούλημα, ἂν καταψηφίσωμαι τοῦ Θεοῦ ἐν τοῖς λόγοις μου, εὐθέως ὑποπτεύσει με Εὔα ὡς μισόθεον, καὶ γενήσομαι πρὸς ταύτην ἀπαράδεκτος· οὐδὲ γὰρ οἶδα τέως τὴν γνώμην ταύτης· ἐὰν ἰσχύσω διαστρέψαι, ἔστιν ὅτι στέργει με· ἐντέχνως οὖν προσέλθω τοῖς λαβοῦσι ζωὴν τὴν αἰώνιον.» Ὡς δὲ τοιαῦτα διενοήθη, ὁ ὄφις πρὸς τὴν Εὔαν ἐφθέγξατο λέγων· «Συνήδομαι τῇ ἀφθονίᾳ τῆς τρυφῆς ἧς ἐλάβετε, ἐπαινῶ τοῦ Θεοῦ τὴν ἀλήθειαν, ὅτι οὐκ ἐψεύσατο πρὸς ὑμᾶς διηγούμενος ὡς μεγάλη ἡ δύναμις τούτου τοῦ φυτοῦ ἐστι· τῶν καλῶν γὰρ καὶ τῶν φαύλων γνῶσιν δίδωσι· μόνος Θεὸς δὲ διαγινώσκει διάκρισιν τὴν πάντων· διὰ τοῦτο τὴν τούτου μετάληψιν παρήγγειλε μὴ ἔχειν, ὃ παρέχει ζωὴν τὴν αἰώνιον.
Μὴ γὰρ οὐκ οἶδα ὅτι τὴν κτίσιν καλὴν ὁ Θεὸς ἀπειργάσατο πᾶσαν; Ὁ πάντα οὖν καλὰ ποιήσας πῶς φυτεῦσαι ἠνείχετο παραδείσου εἰς μέσον τὸν θάνατον; Οὐχ ὑπάρχει πρόσκομμα τὸ φυτὸν τὸ τῆς γνώσεως· οὐδὲ γὰρ ἀποθνῄσκετε ἐὰν τοῦτο φάγητε· ὡς θεοὶ δὲ διὰ τούτου νῦν γενήσεσθε ὥσπερ ὁ κτίστης, τοῦ διακρίνειν καλῶν καὶ φαύλων τρόπους· διὰ τοῦτο ἐν μέσῳ προτέθειται παντὸς τοῦ παραδείσου, ὥσπερ ἔχοντα ζωὴν τὴν αἰώνιον.» Αὕτη οὖν ἰδοῦσα τὸ δένδρον ὡς ἔστιν εὐπρεπὲς καὶ ἐνάρετον Εὔα, ἐφλέγετο καὶ πρὸς τὴν γεῦσιν ταῖς ἐλπίσιν ἐπείγετο· λογισμοῖς ἑαυτὴν συνεκίνησεν, «Ὁ μηνύσας, λέγουσα, οὐκ ἐχθρὸς τοῦ Θεοῦ ἐστιν;
Ποίαν ἔχθραν γὰρ κέκτηται <ὁ ὄ>φις πρὸς τὸν πλάσαντα; Τὸ φυτὸν δὲ καὶ τῇ θέᾳ ἐστὶ πάγκαλον· σπεύσω πρὸς βρῶσιν θεοποιΐας καὶ ἀπολαύσω τούτου οὗ τὴν θέαν ὁρῶσα μαραίνομαι, καὶ δώσω τῷ ἀνδρί μου ἵνα σχῶμεν τὴν ζωὴν τὴν αἰώνιον.» Νῦν ἐδέξω θανατηφόρον, ὦ τάλαινα Εὔα, καὶ ἔφαγες τούτου· τί τρέχεις οὖν συναπολέσαι καὶ τὸν ἄνδρα τὸν ἴδιον;
Ἀκριβῶς ἑαυτὴν κατεξέτασον, εἰ ὃ προσεδόκησας διὰ γεύσεως γέγονας, εἰ θεὸς εἶ, ὡς ἤλπισας· γνῶθι τοῦτο πρότερον, καὶ εἶθ᾽ οὕτως, πρὸς τὴν γεῦσιν καὶ τὸν ἄνδρα σου, γύναι, προτρέπου· μὴ οὖν ποιήσῃς συγκτήτορα τὸν ἄνδρα ἀπωλείας· τί σπεύδεις νομίζουσα ὡς βρῶσίς σοι παρέσχεν ἡ τοῦ ξύλου 〈τὴν ζωὴν τὴν αἰώνιον〉;
Ὅτε τῷ δένδρῳ ἐπιτερφθεῖσα ἀπώλετο—οὐ γὰρ ἀπήλαυσεν Εὔα—, ἐσπούδασε καὶ ἐπεδίδου καὶ Ἀδὰμ τοῦ καρποῦ αὐτοῦ, καὶ ὡς μέγιστον δῶρον προσφέρουσα οὕτως διεγίνετο· πρὸς αὐτὸν δὲ ἐφθέγγετο· «Θησαυρὸν παρετρέχομεν μέχρι νῦν, ὦ σύζυγε, καὶ τρυφὴν τὴν μακαρίαν ἐφοβούμεθα· νῦν ἔγνων, ἄνερ, καὶ ἐπειράθην ὡς ἄκαιρον δειλίαν ἐκρατοῦμεν· καὶ γὰρ ἐγὼ ἔφαγον καὶ ζῶσά σοι παρέστην καὶ ἀπέχω 〈τὴν ζωὴν τὴν αἰώνιον〉.
Ὑπάρχει μᾶλλον ὡς ἔχων πεῖραν ὁ λόγος τοῦ μηνύσαντος βέβαιος ὄντως· φαγοῦσα γὰρ οὐκ ἐνεκρώθην, ὡς Θεὸς προηγόρευσεν, ἀλλὰ ζῶσά σοι νῦν παραγέγονα, καὶ σχηματισμός ἐστι τοῦ Θεοῦ τὸ παράγγελμα· εἰ γὰρ ἦν ἀληθέστατον, ἄρτι συνεθρήνεις με ὡς θανοῦσαν καὶ κειμένην πρὸς τὸν θάνατον.
Δέχου οὖν, ἄνερ, καὶ κατατρύφα· προσλάμβανε ἀξίαν διὰ τούτου τὴν θείαν καὶ ἄχραντον· θεὸς γενήσει ὥσπερ ὁ παρέχων 〈τὴν ζωὴν τὴν αἰώνιον〉.» Ὁ μὲν οὖν ὄφις, ὡς φθάσας εἶπον, ἐγγίσαι τῷ Ἀδὰμ οὐκ ἐθάρρησε τότε, φοβούμενος μὴ διαμάρτῃ τῆς ἐλπίδος ἧς ἔσπευδεν, ἀλλὰ ἄλλος ἐφάνη δεινότερος καὶ ὀφιωδέστερος ὄφις τούτου τοῦ ὄφεως.
Ὃν γὰρ ὄφις οὐκ ἔδακεν, αὕτη ἐθανάτωσε· κολακεύουσα γὰρ τότε τὸν ἰὸν αὐτῆς τούτῳ ἐμβάλλει, καὶ ἑαυτήν τε κἀκεῖνον ἀπορρήσσει, καὶ σκευάζει ἀπάτη τῆς βρώσεως νεκροὺς ὀφιοπλήκτους ἀπολέσαντας ζωὴν τὴν αἰώνιον.
Ὑπὸ οὖν ταύτης πολιορκεῖται Ἀδὰμ τῆς ἀπάτης ὁ δείλαιος † πρώην· μιᾷ μὲν γὰρ πληγῇ τιτρώσκει διὰ βρώσεως ἅπαντας· διὰ τοῦτο δὲ οὕτως ὡς ἄτακτος ἐν τοῖς πόνοις ἅπασιν ἐπὶ γῆς κατεβέβλητο· πρὸς νηστείαν γὰρ σύμμετρον ὄντως καὶ ὠφέλιμον, μὴ μεθύειν ἀκρασίᾳ, οὐκ ἠνέσχετο· χριστιανῶν δὲ πάντα τὰ γένη νηστείᾳ προσεθίζειν καὶ ἐρίζειν ἀγγέλοις ἐπείγονται, ἐλπίζοντα ἐντεῦθεν προσλαμβάνειν τὴν ζωὴν τὴν αἰώνιον.
Μεγάλη ἐστὶν ἡ νηστεία πρὸς ἣν ὁ Ἀδὰμ ἐκεκλήρωτο πρώην· ἐν μόνοις γὰρ φυτοῖς ὑπῆρχεν ἡ τροφὴ τῷ γεννήτορι· ἀκρατὴς δὲ καὶ οὗτος ἐγένετο. Νῦν παντοδαπής ἐστι τῶν βρωμάτων ἀπόλαυσις, τῶν ἰχθύων τὰ ἥδιστα, ὄρνεις καὶ τετράποδα, τῶν φυτῶν καὶ τῶν σπερμάτων τὰ ποικίλματα, 〈αἱ〉 μαγγανεῖαι αἱ τῶν τρυφώντων, τῶν τραπεζῶν ἡ χάρις ἡ κινοῦσα ἡμᾶς πρὸς τὴν ὄρεξιν τὴν τῆς γαστριμαργίας, 〈ἀφαιροῦσα δὲ ζωὴν τὴν αἰώνιον〉.
Νῦν ταῦτα λέγων, μὴ ἐρεθίσω πολλοὺς πρὸς γυμνασίαν παμφάγον, 〈ὦ〉 φίλοι· μὴ δείξω δὲ τοῦ πρωτοπλάστου λιχνοτέρους ἐν βρώμασι· τὸν γὰρ ζῆλον ἡμῶν, ὦ πιστότατοι, περὶ τὴν ἐγκράτειαν τὴν μεγίστην ἐκήρυξα· λειτουργεῖν γὰρ ἐπείγεσθε, τὴν νηστείαν στέργοντες, ἐτησίως νῦν δεκάτας τῷ Θεῷ ἡμῶν, ὥσπερ Ἑβραῖοι ἐκ τῶν χρημάτων προσέφερον Κυρίῳ τὰς δεκάτας, τῷ τύπῳ σημαίνοντες τὴν μέλλουσαν νηστείαν δι᾽ ἧς ἔχομεν ζωὴν τὴν αἰώνιον.
Ὁ ἀριθμὸς οὖν ἐν τῇ νηστείᾳ δηλούσθω ὁ τῆς δεκατώσεως, φίλοι· ἑπτὰ μὲν γὰρ αἱ ἑβδομάδες τῆς νηστείας ὑπάρχουσιν· αἱ δὲ πέντε ἡμέραι ὑπόψηφοι ἐφ᾽ ἑκάστῃ δείκνυνται ἑβδομάδι νηστεύσιμοι, ὡς ὑπάρχειν τριάκοντα πέντε ἃς νηστεύομεν, καὶ νυχθήμερον πρὸς τούτοις τὸ τοῦ σαββάτου τοῦ σωτηρίου ἔχομεν πάθους· τριάκοντα ἓξ οὖν ἡμέραι πᾶσαι καὶ ἥμισυ γίνονται, δεκάτωσις τοῦ ἔτους, δι᾽ ἧς κτώμεθα ζωὴν τὴν αἰώνιον.
Σῶτερ τοῦ κόσμου, σὲ προσκυνοῦντες λατρείαν λογικήν σοι προσφέρομεν ταύτην· φιλάνθρωπε καὶ ἐλεῆμον, σὺ τοὺς πάντας ἐλέησον· καὶ ἐσθίοντες γὰρ καὶ νηστεύοντες, πάντες σε δοξάζομεν τὸν 〈τοὺς πάντας〉 ῥυόμενον ἐκ τῆς πλάνης οὓς ἔπλασας· σὺ γὰρ εἶ ὁ Θεὸς ἡμῶν, εἰ καὶ ἄνθρωπος ἐγένου, ὡς ἠθέλησας, ἐκ τῆς παρθένου καὶ παναγίας Μαρίας τῆς ἀχράντου Θεοτόκου· διὸ σοὶ προσπίπτομεν· πρεσβείαις τῆς μητρός σου, δὸς τοῖς δούλοις σου ζωὴν τὴν αἰώνιον.
Ἔργον
Κείμενο
Ανοίγει το σχετικό χωρίο σε νέο παράθυρο.