Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Ρωμανὸς ὁ Μελωδός – ᾈσματα (Νόθα)

Ρωμανὸς ὁ Μελωδός

Ύμνος εις τόν άγιον Τρύφωνα

Ο βίος, η θαυματουργική δράση, η ομολογία και το μαρτύριο των αγίων Τρύφωνος και Νήφωνος.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Ρωμανὸς ὁ Μελωδός

—

Κεφάλαιο 6 από 23

ΤΟΥ ΤΑΠΙΝΟΥ ΡΩΜΑΝΟΥ Εἰ καὶ ἐν τάφῳ Ἐκδαπανήσας τὴν πλάνην τῇ πίστει σου τὰ τῶν ἀγώνων ἐτρύφησας ἔπαθλα καὶ ἐδείχθης ὡς ἀληθῶς Χριστοῦ ἐραστής, τῶν θαυμάτων τὴν χάριν τῷ κόσμῳ δωρούμενος καὶ δαιμόνων τὰ θράση ἀόπλως τροπούμενος, |ὅθεν ἐδέξω τὸν ἄφθαρτον στέφανον.:

Τὸν πρὸ ἡλίου ἥλιον (App. Metr. E) Τὴν τῶν ἀνθρώπων γενεὰν πᾶσαν Χριστὸς ἁγιάζων σὰρξ γέγονεν ἀτρέπτως καὶ ηὐξήθη ἐν κοιλίᾳ, τεχθεὶς δὲ ἐκ μήτρας ὡς βρέφος ἐσπαργανώθη· καὶ διὰ πάσης ἡλικίας ἦλθεν ὁ ὕψιστος, ἵνα καὶ πρὸ τόκου καὶ μετὰ τόκον πᾶσα ἡλικία χαίρῃ καὶ σκιρτᾷ ἐν Χριστῷ καὶ τύπτῃ τὸν διάβολον. πρῶτος μὲν ἤρξατο ὁ Ἰωάννης κυοφορούμενος καὶ μὴ φαινόμενος σκιρτᾶν καὶ χορεύειν ἐν ἀγαλλιάσει, ὅτι ἑώρα τὸ φῶς ἐν σκότει, καὶ βρέφη καὶ νεώτεροι καὶ γέροντες ἠγωνίζοντο |ὡς προσδοκῶντες τὸν ἄφθαρτον στέφανον.:

Ὅθεν ὁρῶν ὁ δυσμενὴς τὰς ἑαυτοῦ παρατάξεις γενναίως ῥηγνυμένας καὶ εἰς ἔδαφος κειμένας ἀεὶ ἐθρηνῴδει καὶ κλαίων ταῦτα ἐβόα· “Ὤρυξα βόθρον καὶ εἰς τοῦτον πρῶτος ἐνέπεσα· κρεῖττον γὰρ ὑπῆρχε μόνον με βλέπειν ἐν τῷ παραδείσῳ ὄντα τῆς τρυφῆς τὸν Ἀδὰμ ἢ πλῆθος ἀναρίθμητον· τότε μὲν ἔχαιρον τοῦτον πλανήσας· ἀλλὰ ὁ πόνος μου καὶ τὸ ἀδίκημα ὑπέστρεψε τάχος ἐπὶ κορυφήν μου· εἰς ἐμπαιγμὸν γὰρ ἐδόθην πᾶσι· γελῶσι μὲ τὰ νήπια ὡς ἄνανδρον καὶ νικῶσι με |καὶ στεφανοῦνται τὸν ἄφθαρτον στέφανον.„:

Ὑπὸ παιδίου διετοῦς πρὸς τοὺς ἀγῶνας καλεῖται ὁ λέγων ὅτι “Θήσω μου τὸν θρόνον ἐπὶ ὕψους„. διετὲς γὰρ βρέφος, καθὼς διδάσκει ἡ βίβλος, ἦν ⟦ὁ⟧ μάρτυς Τρύφων ὅτε ἤρξατο ἀγωνίζεσθαι· οὐδὲ γὰρ ἡ φύσις τῆς ἀληθείας μέτρῳ ἡλικίας χαίρει ἐν ἀνθρώποις ποτὲ ἢ σώματος ἁδρότητι, μόνης δὲ τέρπεται τῆς ἐναρέτου ψυχῆς ἐν σώματι φρονούσης ἅπαντα τὰ τῆς εὐσεβείας καὶ ἐργαζομένης δικαιοσύνην μετὰ ἀνδρείας· τὸ κάλλος γὰρ τοῦ σώματος μαραίνεται· ὡραιότης δε |ψυχῆς λαμβάνει τὸν ἄφθαρτον στέφανον.:

Τοῦτον δὲ μᾶλλον ὁ Χριστὸς ὥσπερ τὸν Ἱερεμίαν ἡγίασεν ἐκ μήτρας καὶ ηὐλόγησεν τεχθέντα· ἡ γὰρ μήτηρ τούτου ὡς μισθωτός, οὐχ ὡς μήτηρ, χρόνον ὀλίγον τὸν παῖδα γαλακτοτροφήσασα, ὡς παραλαβοῦσα, οὐχ ὡς τεκοῦσα, τοῦτον ἀπολύει, ἵνα διατρέφῃ αὐτὸν ἡ χάρις ἡ τοῦ πνεύματος· τοῦτο δὲ πρόδηλον ὅτι παιδίον ὑπάρχων ἄωρον εὐθὺς ἐξώρμησε τῆς ἐνεγκαμένης καὶ οὐκ ἐκωλύθη οὐδ᾽ ἐζητήθη ἐκ τῶν γονέων· ἡ πίστις καὶ ἐλπίς αὐτον ἐξέτρεφεν· ἡ ἀγάπη δε |θεοῦ λαμβάνει τὸν ἄφθαρτον στέφανον.:

Ἅπαντας νῦν διεξελθεῖν τοῦ ἀθλητοῦ τοὺς ἀγῶνας, ἂν σπεύσω ἐν τῷ λόγῳ, ἐπιλείψει με ὁ χρόνος· ὅμως ⟦τὰ⟧ πρῶτα εἴπω καὶ τότε τὰ τελευταῖα. τοῦτον ἑώρα ὁ πανοῦργος ὄφις καὶ δόλιος σὺν ἡλικιώταις παίζοντα τότε, ἄνω δὲ τὸ ὄμμα ἔχοντα ἀεὶ πρὸς θεόν, καὶ σπεύσας ἐπιφύεται· τούτου δὲ πρῶτον μὲν κατεψηλάφα σαφῶς τὴν δύναμιν· οὐ γὰρ ἐτόλμησεν εὐθὺς συμπλακῆναι· ἀλλ᾽ ἀπὸ μακρόθεν ἑστὼς λαμβάνει τὴν πεῖραν πᾶσαν καὶ τύπτει τὸν ὁμήλικα ὡς ἄθλιον, ὡς οὐκ ἔχοντα |ἐν προ〈σδοκίᾳ τὸν ἄφθαρτον στέφανον〉.:

Πρὸς ἑαυτὸν ὁ δολερός· “Ῥᾴδιον ἔστι βαδίζειν,„ φησὶ γάρ, “κατὰ τάξιν πρὸς τὸ σκάμμα τοῦ παιδίου· ἂν ἴδῃ με οὗτος τοῖς ἄλλοις ἐπιφυέντα, πάντως φοβεῖται, ὁ δὲ φόβος ἔλεγχος γίνεται· πλήξας οὖν τὸν ἄλλον νῦν θεωρήσω Τρύφωνος τὴν ὄψιν· γνώσομαι ἐντεῦθεν σαφῶς τῆς γνώμης τὴν στερρότητα· ἐὰν γὰρ φεύξεται ὡς δειλιάσας, καὶ ἐπελεύσομαι καὶ συμπλακήσομαι, πρὶν ἀνδρειωθῆναι, ἵνα περικόψω τὴν προθυμίαν καὶ τὰς δυνάμεις· ἐὰν δὲ κατεπέλθῃ μοι, φυλάξομαι καὶ βουλεύσομαι, |ἵνα μὴ λάβῃ τὸν ἄφθαρτον στέφανον„.:

Ἰσχὺν οὖν δείξας κραταιὰν ἐκ τῆς ἰδίας πατρίδος ὁ ἅγιος διώξας τὸν ἐχθρὸν καὶ λυμεῶνα διέτης ὑπάρχων ἐπεξενώθη τοῖς ἄλλοις ἅπαντα τόπον ἁγιάζων, οὗ παρεγένετο, ἔχων ἐξουσίαν κατὰ δαιμόνων, ὥσπερ πολεμίους τούτους τραυματίζων ἀεὶ τοῖς ὅπλοις τοῖς τοῦ πνεύματος· ἔφευγον δαίμονες τοῦτον ὁρῶντες ἢ καὶ ἀκούοντες παραγινόμενον· ἐκ τόπου εἰς τόπον ὑπαναχωροῦντες βουλὴν ποιοῦνται πανοῦργον πάντες, ἵνα δόγμα κινήσωσι καὶ θάνατον ἐπενέγκωσι |τῷ προσδοκῶντι τὸν ἄφθαρτον στέφανον.:

Νῖκος λαβὼν κατὰ ἐχθρῶν ὁ ἀθλητὴς ὁ γενναῖος ἐκ τόπων ἀπελαύνων καὶ ἀνθρώπους τοὺς ἀδίκους ἰᾶται πρὸς τούτοις καὶ μαλακίας καὶ νόσους· καὶ εἴ τις θέλει τὰ τοῦ μάρτυρος γνῶναι θαύματα, δύναται μανθάνειν ἀπὸ τῆς βίβλου· πάνυ δὲ ὀλίγων θέλω μνημονεῦσαι ἐγὼ πρὸς ἔπαινον τοῦ μάρτυρος· τύραννοι ἄνομοι τότε Ῥωμαίων κατεκυρίευον καὶ ἐβασίλευον εἰδώλοις ματαίοις ἀεὶ προσκυνοῦντες κωφοῖς, ἀλόγοις καὶ ἀναισθήτοις· τῇ κτίσει μὲν ἐδούλευσαν, τὸν κτίστην δὲ ἀπηρνήσαντο, |τὸν χορηγοῦντα τὸν ἄφθαρτον στέφανον.:

Ὁ διωγμὸς κατὰ Χριστοῦ καὶ τῶν αὐτῷ προσκυνούντων ἐκράτει κατὰ πάσης τῆς Ῥωμαίων βασιλείας· ἐχθροὶ μὲν οὖν ταῦτα ἐσκεύαζον τοῖς ἁγίοις, ἀλλὰ ὁ μάρτυς ἐν σοφίᾳ περιεγένετο περιεσφιγμένος, ἐστηριγμένος καὶ ἠσφαλισμένος πίστει πρὸς Χριστὸν τὸν θεὸν τὸν πάντων βασιλεύοντα· ἄρχοντας ἔπεισε σέβειν τὸ δόγμα, καὶ ἐσφραγίσθησαν καὶ ἐφωτίσθησαν μισήσαντες πᾶσαν τὴν τῶν ἀνοήτων καὶ ἀναισθήτων εἰδώλων πλάνην· διὸ καὶ ἐκομίσατο σὺν ἅπασι τοῖς προσήκουσιν |ἐκ τοῦ σωτῆρος τὸν ἄφθαρτον στέφανον.:

Ὑπερασπίζων ὡς θεῶν Γοδριανὸς τῶν δαιμόνων, ὁ ἄναξ τῶν Ῥωμαίων, τῆς τούτων πειρᾶται βλάβης· τοιούτοις γὰρ δώροις ἀμείβονται τοὺς ἰδίους· καὶ γάρ τις δαίμων προσκυνούμενος ἐκ τοῦ ἄνακτος ἀντ᾽ εὐεργεσίας καὶ τῆς θυσίας τὴν τοῦ βασιλέως τύπτει θυγατέρα σφοδρῶς βασάνοις καὶ κολάσεσιν· αὕτη μὲν ἔμενεν ἀντὶ παστάδων δεινῶς ἀφρίζουσα καὶ καταπίπτουσα, ἀντὶ δὲ μνηστῆρος τῷ ὀλετηρίῳ προσδεδεμένη ἐχθρῷ ἀσπόνδῳ· σπουδαίως οὖν ἐζήτητο ὁ ἅγιος, ἵν᾽ ἰάσηται |καὶ προξενήσῃ τὸν ἄφθαρτον στέφανον.:

Ῥύσεως χάριν ἐν σπουδῇ δόγματα τοῦ βασιλέως, προστάγματα ἐπάρχων καὶ ὑπάτων κατεπέμφθη κατὰ πᾶσαν πόλιν καὶ χώραν τῆς πολιτείας, ἀνερευνᾶσθαι τὸν ζητούμενον καὶ ἐκπέμπεσθαι ἔπι τὴν Ῥωμαίων πόλιν συντόμως· ὅθεν καὶ ἡ χάρις ἔδειξε σπουδαίως αὐτόν, ἐν Ῥώμῃ δὲ ἐξέπεμψεν· ὅτε οὖν ἅπαντα ταῦτα ἐπράχθη, ἡ παῖς ὑγίανεν, αὐτὸς δ᾽ ὑπέστρεψε καὶ πάλιν εὐθέως ἐπὶ τὴν Φρυγίαν· ὁ διωγμὸς δὲ οὐκ ἐκινεῖτο· ὁ ἄναξ γὰρ ᾐσχύνετο τὸν δίκαιον καὶ ἐτίμησεν |ὡς προσδοκῶντα τὸν ἄφθαρτον στέφανον.:

Ὡς δὲ ἐξῆλθεν ὁ τερπνὸς ἐκ τῆς ἰδίας πατρίδος, ἐτῶν ὑπῆρχε δύο ὁ γενναῖος, καθὼς εἶπον· δεκαπέντε ἔτη θαυματουργῶν διετέλει· ὅτε δὲ ἦλθεν ἐν τῇ Ῥώμῃ ἐκ τοῦ θεσπίσματος, δέκα καὶ ἑπτά μεν ἔφερε χρόνους, ἄλλα ὑποστρέψας ἦν προσκαρτερῶν τῷ Χριστῷ εὐχαῖς καὶ ταῖς δεήσεσι. δέχεται Φίλιππος τὴν βασιλείαν τοῦ πρώτου ἄνακτος ἀποβιώσαντος· καὶ οὗτος δὲ πάλιν μετὰ δεκαπέντε ἀπῆλθε χρόνους ἐκ τῶν πραγμάτων· παρέλαβέ δε Δέκιος τὰ πράγματα καὶ ἐπέθετο |τοῖς προσδοκῶσι τὸν ἄφθαρτον στέφανον.:

Μετ᾽ ἀπειλῆς οὖν φοβερᾶς ἀνανεοῦται τὸ δόγμα ὑπὸ τοῦ βασιλέως ἐκπεμφθὲν τῇ οἰκουμένῃ· αὐτὸς μὲν ὁ ἄναξ ὁ ἀσεβὴς ἐν τῇ Ῥώμῃ πλείστας ἐποίει σπονδὰς κατὰ τὸ Καπετώλιον· πᾶσαι δὲ αἱ πόλεις ἅμα καὶ χῶραι πάσης ἐπληροῦντο κνίσης καὶ καπνοῦ θυσιῶν, καὶ πάνδημος ἀπώλεια τότε ἦν, θόρυβος τῶν βακχευμάτων· ἐκεῖ σκιρτήματα αἰσχρά τε ᾄσματα καὶ ἡ ματαιότης ἐκεῖ τῶν κροτάλων ἀρρένων ἅμα καὶ τῶν θηλείων· τιμῶντες γὰρ τοὺς δαίμονας ἑώρταζον ἀποκτέννοντες |τοὺς προσδοκῶντας τὸν ἄφθαρτον στέφανον.:

Ἀλλὰ ἰδόντες οἱ πιστοὶ τῆς ἀσεβείας τὴν πλάνην ἀπέφευγον τὰς πόλεις καὶ κατῴκουν ἐν ἐρήμοις· ἐθνάρχαι δὲ τούτους καὶ ἄρχοντες ἀνηρεύνων καὶ πικροτάτοις βασανιστηρίοις ὑπέβαλλον· ἐν μὲν οὖν τῇ Ῥώμῃ ἀντὶ ὑδάτων αἵματος πληροῦται ἐκ τῶν ἀθλοφόρων Χριστοῦ Τιβέριος, ὡς γέγραπται· κίνδυνοι, βάσανοι ἁπανταχόσε· οἱ μὲν ἐξέοντο, οἱ δὲ ἐκαίοντο, καὶ ἄλλοι θηρίοις καὶ ξίφεσιν ἄλλοι, καὶ ἦν ποικίλων βασάνων τρόπος· καὶ Τρύφων δὲ ὁ ἅγιος συνείχετο καὶ ἐδέδετο |ὡς προσδοκήσας τὸν ἄφθαρτον στέφανον.:

Νήφων ὁ δέσμιος Χριστοῦ ἐν τῇ Νικαίᾳ ἐπέστη καὶ ἔστη πρὸ τοῦ θρόνου Ἀκυλίου τοῦ ἐπάρχου καὶ τῶν δορυφόρων τὸν φόβον οὐ κατεπλάγη· ὁ δικαστής οὐν τοῦτον πότε μὲν ἐκολάκευεν, πάλιν δὲ ἠπείλει πῦρ καὶ βασάνους· ὅθεν μὴ πεισθέντι κόλασιν προσφέρει φρικτήν, ποικίλην καὶ διάφορον· βλέπων δὲ ἔχοντα εὔτονον γνώμην καὶ ὑποφέροντα ἑκάστην βάσανον ἠρώτα θαυμάζων, τί ἄρα ἐλπίζει ὑπὲρ τῶν πόνων ὁ ἀθλοφόρος, ἢ τίνα μετὰ θάνατον κομίσεται ἀνταπόδοσιν |〈ὡς προσδοκήσας τὸν ἄφθαρτον στέφανον;〉:

Ὁ δικαστής οὐν ἐν σπουδῇ ἔλεγεν τότε πρὸς τοῦτον· “Τὴν φρόνησίν σου οἶδα· οἴκτειρον τὴν ἡλικίαν· διὸ συμβουλεύω, ἵνα προσέλθῃς καὶ θύσῃς τοῖς ἀθανάτοις καὶ δουλεύσῃς τῷ αὐτοκράτορι· ἐὰν δὲ οὐ βούλῃ, ὄμοσον μόνον Δία τὸν τοῦ Κρόνου, ἵνα τιμηθεὶς παρ᾽ ἡμῶν κερδάνῃς καὶ τὸν θάνατον· ἐὰν δὲ ἄτοπον κρίνῃς καὶ τοῦτο, ἐλθέ, προσκύνησον, σπονδὰς προσάγαγε τῇ τοῦ βασιλέως εἰκόνι ⟦τῇ⟧ λαΐνῃ· ἐὰν γὰρ ταῦτα μὴ σπεύσῃς πρᾶξαι, μετὰ τὸ τιμωρήσασθαι τῷ ξίφει σε παραδίδωμι |τὸν προσδοκῶντα τὸν ἄφθαρτον στέφανον.:

Ὑγιαινόντων λογισμῶν ἔστι τὸ διανοεῖσθαι τὰ κρείττῳ ἐν τῷ βίῳ καὶ λογίζεσθαι τὸ δέον· ἐνθυμήθητί οὐν, ὅτι Χριστός, ὅνπερ σέβῃ, οὐκ ἠδυνήθη ἐξελέσθαι σε, ὥσπερ ἤλπισας, ἀπὸ τῶν χειρῶν μου ἢ τῶν βασάνων· ἐὰν γὰρ ὑπῆρχεν οὗτος, ὡσπὲρ λέγεις, θεός, ἠδύνατό σε ῥύσασθαι· δεῦρο οὖν, ἄρνησαι τοῦτον σπουδαίως· οὐδέ γαρ δύναται οὔτε λυτρώσασθαι οὔτε παρασχεῖν σοι οὐδὲν ἐπαξίως ὑπὲρ τῶν πόνων, ὧν ὑπομένεις· μηδεὶς οὖν ἀπατήσῃ σε· οὐκ ἔχει γαρ οὐδὲ δίδωσιν |τοῖς προσδοκῶσι τὸν ἄφθαρτον στέφανον.„: