Ἔργον
Ρωμανὸς ὁ Μελωδός – ᾈσματα (Νόθα)
Ύμνος εις τό Γενέσιον τού αγίου Ιωάννου τού Προδρόμου
Η αγγελική οπτασία του Ζαχαρία, η σύλληψη της Ελισάβετ και η γέννηση του Τιμίου Προδρόμου.
Πλατφόρμα ἀναγνώσεως, ἀναζητήσεως καὶ νοηματικῆς πλοηγήσεως πατερικῶν καὶ βιβλικῶν κειμένων
Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.
Χρήση του Αναγνωστηρίου
Γρήγορη εύρεση Αναζητήστε απευθείας συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής.
Αναλυτική επιλογή Επιλέξτε πηγή και κατόπιν συγγραφέα, έργο, κεφάλαιο ή βιβλικό χωρίο.
Εργαλεία μελέτης Κατά την ανάγνωση μπορείτε να χρησιμοποιήσετε μετάφραση, σελιδοδείκτες, σημειώσεις και τις προσωπικές ρυθμίσεις εμφάνισης.
Ἔργον
Ύμνος εις τό Γενέσιον τού αγίου Ιωάννου τού Προδρόμου
Η αγγελική οπτασία του Ζαχαρία, η σύλληψη της Ελισάβετ και η γέννηση του Τιμίου Προδρόμου.
ΕΙΣ ΤΟΝ ΠΡΟΔΡ[Ρ]ΟΜ[Μ]ΟΝ Δ[Α]ΟΜΙΤΙΟΥ [vel ΡΩΜΑΝΟΥ] Ἡ παρθένος σήμερον Ἡ στεῖρα σήμερον Χριστοῦ τὸν πρόδρομον τίκτει, καὶ αὐτὸς τὸ πλήρωμα πάσης τῆς προφητείας· ὅν γαρ οἱ προφῆται προεκηρύξαν τοῦτον ἐν <Ἰο>ρδάνῃ χειροθετήσας ἀνεδείχθη θείου λόγου |προφήτης, κῆρυξ ὁμοῦ καὶ πρόδρομος.:
Ἡ παρθένος σήμερον Ἡ στεῖρα σήμερον Χριστοῦ τὸν πρόδρομον τίκτει ⟦τὸν⟧ μηνυτὴν καὶ κήρυκα τῆς Χριστοῦ παρουσίας λῦσαι Ζαχαρίου τὴν ἀφωνίαν καὶ τῆς Ἐλισάβετ στειροποιΐαν, ἐξ αὐτῶν γαρ ἐτέχθη |προφήτης, κῆρυξ ὁμοῦ καὶ πρόδρομος.:
Τὴν Ἐδὲμ Βηθλεέμ (App. Metr. B) Εὐφημήσωμεν νῦν τὸν τοῦ κυρίου πρόδρομον, ὅνπερ τῷ ἱερεῖ ἡ Ἐλισάβετ ἔτεκεν ἐκ μήτρας ἀκάρπου, ἀλλ᾽ οὐχὶ ἀσπόρου· Χριστὸς γὰρ μόνος χώραν διώδευσεν ἀνόδευτον, ἄσπορον· τὸν Ἰωάννην στεῖρα ἐγέννησεν ἄνευ δὲ ἀνδρὸς τοῦτον οὐκ ἔτεκεν· τὸν Ἰησοῦν δὲ ἐπισκιάσει πατρὸς καὶ πνεύματος θεοῦ παρθένος ἔτεκεν ἁγνή· ἄλλα τοῦ ἐκ παρθένου ἀνεδείχθη ὁ ἐκ στείρας |προφήτης, κῆρυξ ὁμοῦ καὶ πρόδρομος.:
Ἰησοῦν τὸν Χριστὸν τὸν ἀληθῆ θεόν ἡμων Ἠσαΐας ποτὲ καὶ οἱ προφῆται ἅπαντες ἐν τύποις κατεῖδον τοῖς τῆς ἀληθείας· ἀλλ᾽ οὗτος μείζων τούτων ἐγένετο προφήτης, ὡς γέγραπται· θεὸν γὰρ λόγον ὃν προεφήτευσαν εἶδεν ἐν σαρκὶ καὶ ἐψηλάφησε καὶ πρὸ ὠδίνων προκαταγγέλλει ἐν τοῖς σκιρτήμασιν αὐτοῦ παντὶ τῷ κόσμῳ τὴν χαράν, ὅτι πρῶτος ἐδείχθη τῆς τοῦ Λόγου παρουσίας |προφήτης, κῆρυξ ὁμοῦ καὶ πρόδρομος.:
Σὺν σπουδῇ, ἀδελφοί, νῦν τὸν Λουκᾶν προσέλθωμεν παριστῶντα ἡμῖν τὴν Ἰωάννου γέννησιν καὶ τὸν παρ᾽ ἐλπίδα τόκον ἐπιγνῶμεν· τὸν Ζαχαρίαν νῦν ἐρωτήσωμεν, πῶς ταῦτα ἐγένετο, πῶς σιωπήσας πάλιν ἐφθέγξατο, πῶς χαλινωθεὶς αὖθις ἐλάλησε, πῶς περὶ τούτου εὐηγγελίσθη ὑπ᾽ ἀρχαγγέλου Γαβριὴλ εἰπόντος τότε πρὸς αὐτὸν ὅτι· “Ἔσται ὃν τίκτεις τοῦ μεγάλου βασιλέως |προφήτης, κῆρυξ ὁμοῦ καὶ πρόδρομος.„:
Τοῦ ἀγγέλου νυνὶ τὴν ὀπτασίαν μάθωμεν· θυμιῶντι σαφῶς ὤφθη αὐτῷ, ὡς γέγραπται, πρὸς τῷ παναγίῳ θυσιαστηρίῳ· φρικτὸς ὁ τόπος καὶ ἀξιόπιστος καὶ πλάνης ἀλλότριος· ἀλλ᾽ ἐταράχθη καὶ οὐκ ἐπίστευσε· φόβος γὰρ αὐτὸν ἐπολιόρκησε τῇ ξένῃ θέᾳ, τῷ ξένῳ λόγῳ· φησὶ γὰρ τότε πρὸς αὐτὸν ὡς· “Εἰσηκούσθης, ἱερεῦ· ὑϊὸς γάρ σοι ἔσται Ἰωάννης, ὁ τοῦ λόγου |προφήτης, κῆρυξ ὁμοῦ καὶ πρόδρομος.„:
Ὁ πρεσβύτης ἰδὼν τὴν ὀπτασίαν ἔφριξε καὶ σὺν φόβῳ πολλῷ τῷ Γαβριὴλ ἐφθέγξατο· “Ὑπὲρ τοῦ λαοῦ μου νῦν τὰς ἱκεσίας εἰσῆλθον πέμψαι τῷ πανοικτίρμονι θεῷ παντοκράτορι· αὐτὸς δὲ ἄρτι κατεπαγγέλλει μοι ξένα τε ὁμοῦ καὶ δυσπαράδεκτα· προβέβηκά γαρ τοσούτους χρόνους, καὶ φύσις ἄτονος ἐμοὶ καὶ τῇ συζύγῳ τῇ ἐμῇ· ἐξ ἀγόνου δὲ μήτρας πῶς τεχθήσεται, εἰπέ μοι, |προφήτης, κῆρυξ ὁμοῦ καὶ πρόδρομος;„: “Νῦν ἐξόρισον σοῦ τῆς διανοίας, ἄνθρωπε,„ τῷ πρεσβύτῃ εὐθὺς ὁ Γαβριὴλ ἐφθέγξατο, “δειλίας ἀνάγκην καὶ τὴν ἀπιστίαν· τὰ παρ᾽ ἀνθρώποις πᾶσιν ἀδύνατα θεῷ δυνατά ἐστι· καὶ ἔγνως πάλαι στείρωσιν τίκτουσαν· τόν γαρ Ἰσαὰκ στεῖρα ἐγέννησε θεοῦ ὀφθέντος τῷ πατριάρχῃ καὶ εὐλογήσαντος αὐτόν, ἱνὰ γεννήσῃ ὑϊόν· τοῦ φανέντος δὲ τότε γενήσεται ὁ υἱός σου |προφήτης, κῆρυξ ὁμοῦ καὶ πρόδρομος.„:
Πρὸς τὸν ἄγγελον δὲ ὁ Ζαχαρίας ἔφησεν· “Ὅτι πάντα θεὸς δύναται συνεπίσταμαι· καὶ γὰρ ἐξ οὐκ ὄντων παρήγαγε κόσμον, πρὸς Ἀβραάμ δε πάλαι ἐλήλυθε θεὸς ἀπερίγραπτος τρισὶ προσώποις καὶ ὑποστάσεσιν ὤν τε καὶ προὼν καὶ γνωριζόμενος ἀγγέλων δύο ἀκολουθούντων, οὓς καὶ ἡγεῖτο Ἀβραὰμ ἀνθρώπους εἶναι γηγενεῖς· ἀληθῆ οὖν ἐκεῖνα, ἐμοὶ δὲ πῶς ἔσται ἄρα |προφήτης, κῆρυξ ὁμοῦ καὶ πρόδρομος;:
Ῥαψῳδίας οὐκοῦν ῥήματα μοὶ προσήγγειλας· τί γαρ ὄφελος μοὶ ἢ καὶ τῷ κόσμῳ ἔσεται, ἂν τέκνον γεννήσω ἐν γήρει τοιούτῳ; πατὴρ ἐθνῶν γὰρ ποίων γενήσομαι ὡς οὗτος ὁ δίκαιος; ἢ τί ἐντεῦθεν ἄρα καρπώσομαι; μᾶλλον δὲ πολλοῖς γέλως γενήσομαι; οὐ γὰρ πρεσβύταις, ἀλλὰ τοῖς νέοις τὸ τίκτειν ἔστιν ἀγαθὸν καὶ χαριέστατον ἀεί· ὅθεν λόγον οὐκ ἔχει, ὡς γενήσεται υἱός μου |προφήτης, κῆρυξ ὁμοῦ καὶ πρόδρομος.:
Οὐ πιστεύω ἐγώ, ὅτι υἱὸν θεάσομαι· εἰ γὰρ καὶ ἐξ ἐμοῦ ἡ σὺν ἐμοὶ συλλήψεται, τὸ κέρδος μοι ποῖον, ἂν μὴ ἐπιζήσω; εἰς γῆν ἐκάμφθην ὕπο τοῦ γήρους μου· ἰσχὺς δέ μου ἔλιπε, καὶ ἐπὶ θήραις ἔστιν ὁ θάνατος ὡς τῆς τελευτῆς κατεπειγούσης με· ἢ ὅλως ταῦτα, ἃ λέγεις ἄρτι, νομίσει τις ἀληθινά, ὅτι γεννήσω ὑϊόν; ἀμφιβάλλω γὰρ τοῦτο, ὡς ἔσται ὁ ὑϊός μου |προφήτης, κῆρυξ ὁμοῦ καὶ πρόδρομος.„:
Δειλιάσαντα δὲ ἅμα καὶ ἀπιστήσαντα εἰς τοῦτον ἰδὼν τὸν γηραιὸν ὁ ἄγγελος σπουδάζει, θαρρύνει ἅμα καὶ διδάσκει· φησὶ γὰρ τούτῳ· “Σύνες καὶ ἄκουσον, πρεσβύτα, οὗ λέγω σοι· τῷ πατριάρχῃ πάλαι ὡς ἔφησας ὤφθη ὁ θεὸς ὁ ἀπερίγραπτος· ἀλλὰ ἐκεῖνα ὑπῆρχε τύπος ὧν πράττειν μέλλει ὁ θεὸς συγκαταβαίνων τοῖς θνητοῖς, οὗ γενήσεται πάντως ὁ υἱός σου Ἰωάννης |προφήτης, κῆρυξ ὁμοῦ καὶ πρόδρομος.:
Ῥαψῳδίας μὲν οὖν λόγους σοι οὐκ ἀπήγγειλα, ἀληθείας δὲ σοὶ ῥήματα προσεκόμισα πεμφθεὶς οὐρανόθεν ἐκ τοῦ φιλανθρώπου· ἐγὼ ἀγγέλων ὁ ἀρχιστράτηγος ὑπάρχω, πρεσβύτατε· τῷ φοβερῷ δε θρόνῳ τοῦ κτίσαντος γῆν καὶ οὐρανὸν τρέμων παρίσταμαι· παρ᾽ οὗ ἐπέμφθην διακονῆσαι καὶ προμηνῦσαι σοὶ χαρὰν καὶ διὰ σοῦ πάσῃ τῇ γῇ, ἧς γενήσεται πάντως ὁ υἱός σου Ἰωάννης |προφήτης, κῆρυξ ὁμοῦ καὶ πρόδρομος.„: ⟦“Ῥήματά μοι λαλεῖς ἅμα πιστὰ καὶ ἄπιστα· οἶδα γὰρ τὸν θεὸν πάντα σαφῶς δυνάμενον, ἀλλ᾽ οὐκ ᾐτησάμην τοῦ λήψεσθαι παῖδα, τὴν σωτηρίαν λαοῦ δὲ μάλιστα„, ὁ πρέσβυς ἀντέφησε· “σὺ δέ μοι λέγεις. υἷον ὡς τέξομαι· πόρρω τῆς ἐμῆς βουλῆς οἱ λόγοι σου· διὸ φοβοῦμαι πιστεῦσαι τούτοις, μήπως εἰς ὄλισθον δεινῆς, οἰκήσεως συγκαταχθῶ· υἱὸς γάρ μοι πῶς ἔσται, ὥσπερ ἔφης, 〈τοῦ〉 δεσπότου |προφήτης, κῆρυξ ὁμοῦ καὶ πρόδρομος;„:⟧ “Ὁ οὖν πέμψας με σοὶ Λόγος ἐστὶ προάναρχος καὶ υἱὸς τοῦ θεοῦ ἅμα τε καὶ θεός ἡμων, ὃς ἔρχεσθαι μέλλει διὰ εὐσπλαγχνίαν καὶ δι᾽ ἀνθρώπους ἄνθρωπος γίνεται ἀνθρώπους λυτρούμενος· καὶ ἐκ παρθένου μήτρας προέρχεται πρᾶγμα φοβερὸν καὶ δυσπαράδεκτον, ὅπερ θαυμάσει ἡ κτίσις πᾶσα, ὅτι ἀθάνατος θεὸς συμπολιτεύεται θνητοῖς· ἄλλα τοῦ μυστηρίου γενήσεται ὁ υἱός σου |προφήτης, κῆρυξ ὁμοῦ καὶ πρόδρομος.:
Μὴ θαυμάσῃς οὐκοῦν, ὅτι ἡ στεῖρα τέξεται· καὶ γὰρ ἔχεις ἰδεῖν καὶ τὴν παρθένον τίκτουσαν καὶ τότε ἐκστήσῃ μειζόνως ἐν τούτῳ· ἐκ παραδόξου παραδοξότερον θεάσῃ, πρεσβύτατε, καὶ ἐκ τῶν πρώτων τὰ τελευταῖα σοι καὶ τοῖς μετὰ σὲ παραδειχθήσεται· ἐνταῦθα μέντοι κατὰ τὴν φύσιν τῇ συνελεύσει τῇ πρὸς σὲ ἡ στεῖρα τέξεται υἱόν· ἀλλ᾽ ἐκεῖ ὑπὲρ φύσιν, οὗ ἐστὶν ὁ Ἰωάννης |προφήτης, κῆρυξ ὁμοῦ καὶ πρόδρομος.„: [“Μάρτυράς μοι πιστοὺς τῶν λεγομένων ποίησον· οὐδὲ γὰρ τὸ τυχὸν λέγεις μοι βεβαιούμενος· θεὸς πῶς ἐν μήτρᾳ παρθένου οἰκήσει; καὶ σὺ γὰρ ἔφης ὡς ἀκατάληπτον ὑπάρχει καὶ ἄφραστον· εἰ δὲ καὶ τοῦτο θεὸς ἐργάσεται, πῶς ἐκ τῆς ἐμῆς ὀσφύος λήψεται τὸν προδρομοῦντα αὐτοῦ τῆς ξένης ἐπιφανείας καὶ φρικτῆς; τί με τὸν γέροντα θροεῖς; οὐχ ἁπλῶς σοι πιστεύω, ὅτι ἔσται ὑϊός μοι |προφήτης, κῆρυξ ὁμοῦ καὶ πρόδρομος.„:] “Ὁδηγήσω σε νῦν καὶ τὴν γραφὴν διδάξω σε· Ἠσαΐας ποτὲ προφητικῶς ἐκήρυξε περὶ τοῦ υἱοῦ σου, ὃν τίκτει στεῖρα· “Φωνὴ βοῶντος„ τοῦτον ἐκάλεσε, φωνὴ καὶ κληθήσεται· φωνὴ τοῦ Λόγου πάντων ἡγήσεται, τοῦ Ἐμμανουὴλ πρῶτος ἐλεύσεται· τοῦ βασιλέως ὁ στρατιώτης καὶ τοῦ δεσπότου ὁ πιστὸς προτρέχει δοῦλος ἐπὶ γῆς τὴν ὁδὸν ἑτοιμάζων καὶ καλούμενος ἐν κόσμῳ |προφήτης, κῆρυξ ὁμοῦ καὶ πρόδρομος.„:
Νῦν μὲν ὁ Γαβριὴλ τούτοις τοῖς λόγοις κέχρηται· ἄλλα ὁ ἱερεὺς καθ᾽ ἑαυτὸν λογίζεται τοῦ τόπου τὸ σέβας καὶ τοῦ προσλαλοῦντος· “Ναὸς ὑπάρχει τοῦ παντοκράτορος σεπτὸς καὶ πανάγιος, παστὰς ἀγγέλοις καὶ ταῖς δυνάμεσι καὶ τοῖς Χερουβὶμ τοῖς λειτουργοῖς αὐτου· ἀπατηλὸς δὲ οὐκ ἂν ἐνταῦθα ποτὲ ἐθάρρησεν ἐλθεῖν καὶ ἀπατῆσαι τοὺς πιστούς· ἀλλ᾽ οὐδ᾽ οὕτως πιστεύω, ὅτι ἔσται ὑϊός μου |προφήτης, κῆρυξ ὁμοῦ καὶ πρόδρομος.„:
Δριμυχθεὶς οὐ μικρὸν ὁ Γαβριὴλ ὀργίζεται καὶ φησὶ πρὸς αὐτόν· “Ἔδει σε, ὦ πρεσβύτατε, μὴ ἀμφισβητῆσαι πρὸς τὰ λαληθέντα· ἀλλ᾽ ἐπειδήπερ σὺ οὐκ ἐπίστευσας τοῖς λόγοις οἷς εἶπον σοι, οὐ μὴ λαλήσεις, ἕως οὗ γένηται ἔργοις καὶ καιροῖς ἅπερ λελάληκα· τὴν γὰρ σφαλεῖσαν φωνὴν ἐγώ σου ἐπέχω ὡς ἀπιστηθεὶς καὶ σωφρονίσω πρὸς καιρόν, ἕως ὅτε τεχθείς σοι τὴν φωνήν 〈σου〉 ἀποδώσει |προφήτης, κῆρυξ ὁμοῦ καὶ πρόδρομος.„: ⟦“Ἀπιστεῖς μοι;„ φησὶ τῷ ἱερεῖ ὁ ἄγγελος· “πειραθήσῃ λοιπὸν θείας ἀγανακτήσεως· ἰδοὺ γὰρ δεσμός σου τῆς γλώσσης κρατήσει· ἄφωνος λοιπὸν μένεις ἐπάξιον λαβὼν ἐπιτίμιον, ἕως γεννήσῃς φωνὴν τὴν λύσασαν τῆς ἀφωνιᾶς σὲ τὸν γεννήσαντα καὶ ὑποδείξει Χριστὸν ἀνθρώποις τὸν ἀφαιρούμενον αὐτῶν τὰς ἁμαρτίας ὡς θεός· καὶ γὰρ οὗτος ὑπάρξει τῆς αὐτοῦ παρουσίας |προφήτης, κῆρυξ ὁμοῦ καὶ πρόδρομος.„:⟧ Ὁ ἀσώματος μὲν ταῦτα εἰπὼν ἀπέρχεται, ὁ λαὸς δὲ ἑστὼς τὸν ἱερέα ἔμενε θαυμάζων καὶ λέγων· “Τίνος ἆρα χάριν τοσοῦτον χρόνον ἔσω ἐβράδυνε νυνὶ ὁ πρεσβύτατος; οὐδέποτέ γαρ τοῦτο ἐγένετο.„ πᾶς οὐν ὁ λαὸς τότε ἐξίστατο· ἀλλ᾽ ὁ πρεσβύτης ἐξῆλθε μόνος καὶ διανεύων τῷ λαῷ ἐγνώσθη πᾶσι μὴ λαλῶν· καὶ λοιπὸν ἐσιώπα, ἕως ὅτε ἐτέχθη |προφήτης, κῆρυξ ὁμοῦ καὶ πρόδρομος.:
Μέτα τὴν σιωπὴν ἔβλεπεν ὁ πρεσβύτατος ἐν τοῖς ἔργοις αὐτοῖς τὰ τοῦ ἀγγέλου ῥήματα, τὴν ἄκαρπον πρώην νῦν καρποφοροῦσαν· ἧς μέτα χρόνον πάλιν τεθέαται παρθένον ἐγκύμονα “Ἡ στεῖρα„, λέγων, “ἤδη συνέλαβε, μήτηρ δὲ φωνῆς πάντων γενήσεται· ἐγὼ φωνῆς μεν ἀπεστερήθην, ὁ πρώην εὔλαλος ἀεὶ εὑρέθην ἄλαλος νυνί· ἀλλὰ πάλιν φωνήν μοι προξενήσει ὁ ἐκ στείρας |προφήτης, κῆρυξ ὁμοῦ καὶ πρόδρομος.„:
Ἰωάννην οὐκοῦν ὁ Ζαχαρίας ἔμενεν, ἡ σιγὴ τὴν φωνὴν τίκτεσθαι ἐξεδέχετο, ὁ γέρων τὸν νέον τὸν ἐξ Ἐλισάβετ· ὁ πρόδρομός δε τότε κρατούμενος δεσμοῖς τοῖς τῆς φύσεως καὶ ἐν τῇ μήτρᾳ ἔτι κρυπτόμενος κράζει οὐ φωνῇ ἀλλὰ σκιρτήμασι· “Τὴν κτίσιν οὔπω ἐγὼ κατεῖδον καὶ προμηνύω σοι τὸν σὸν δημιουργὸν καὶ λυτρωτήν· πρὸ γεννήσεως σπεύδω τοῦ λόγου τοῦ προανάρχου |προφήτης, κῆρυξ ὁμοῦ καὶ πρόδρομος.„:
Τῇ τῶν λόγον φωνῇ προφητικῶς προήγγελε· σαρκωθέντα αὐτὸν προθεωρῶν ἠγάλλετο· τὸν κόσμον οὐκ εἶδε καὶ κόσμῳ συγχαίρει· τὸ φῶς μὴ βλέπων εἶδε τὸν ἥλιον τὸν πάντας φωτίζοντα· δεσπότην βλέπων παραγενόμενον, χρόνον τοκετοῦ οὐ περιέμενεν· ἀλλὰ καὶ φεύγειν ἐφιλονείκει πρὸ τῆς γεννήσεως αὐτοῦ τὰ τῆς γαστρὸς τότε δεσμὰ “Τί κατέχομαι„, λέγων, “ὅτι ἦλθεν οὗ ὑπάρχω |προφήτης, κῆρυξ ὁμοῦ καὶ πρόδρομος;„:
Ἰωάννης μὲν οὖν ἐξ Ἐλισάβετ τίκτεται, ὁ πατήρ δε αὐτοῦ ἐκ παραδόξου φθέγγεται τὴν προσηγορίαν τοῦ νέου συγγράφων· ἐρωτηθείς γαρ “Τίνα καλέσωμεν τεχθὲν τὸ παιδάριον;„ αἰτήσας δέλτον γράφει τὸ ὄνομα, ὅπερ πρὸς αὐτὸν εἶπεν ὁ ἄγγελος· ἀγράφοις λόγοις ὁ μὴ πιστεύσας ἐγγράφως ἄρτι τοῦ υἱοῦ κηρύττει ὄνομα εἰπών· “Ἰωάννης καλείσθω ὁ τεχθεὶς καὶ ὁ ὑπάρχων |προφήτης, κῆρυξ ὁμοῦ καὶ πρόδρομος.„:
Ὁ ἀκούσας τὸ πρὶν καὶ μὴ πιστεύσας ῥήμασι τῇ φωνῇ ἑαυτοῦ τοῦτο ἐνομοθέτησε· καὶ ἡ δεξιά μεν ἔσπευδε τοῦ γράφειν, ἀλλὰ προφθάσαι ταύτην ἠπείγετο ἡ γλῶσσα τοῦ γέροντος, καί, πρὶν προγράψῃ ὅλον τὸ ὄνομα, λύεται δεσμὸς ὁ τῆς φωνῆς αὐτου· τὸ γράμμα οὔπω ὑπανεγνώσθη, ὁ δὲ ἐκέκραγε βοῶν καὶ εὐλογῶν τὸν λυτρωτήν· “Ἰωάννης καλείσθω ὁ τεχθεὶς καὶ ὁ ὑπάρχων |προφήτης, κῆρυξ ὁμοῦ καὶ πρόδρομος.„:
Ὑϊὲ τοῦ θεοῦ, σύ εἰ θεὸς προάναρχος, τοῦ ἀνάρχου πατρὸς σύνθρονος καὶ τοῦ πνεύματος, ἀρρήτως, ἀφράστως τεχθεὶς ἐκ παρθένου· ὁ δι᾽ ἀνθρώπους ἄνθρωπος τέλειος ἀτρέπτως γενάμενος, παράσχου πᾶσι δόξαν καὶ ἄφεσιν καὶ ἐπιστροφὴν τοῖς προσιοῦσι σοι, καὶ σῶσον πάντας ταῖς ἱκεσίας τῆς παναμώμου σου μητρὸς καὶ τοῦ ἐνδόξου βαπτιστοῦ· καὶ αὐτός γαρ πρεσβεύει ὑπὲρ πάντων ὡς ὑπάρχων |προφήτης, κῆρυξ ὁμοῦ καὶ πρόδρομος.:
Ἔργον
Κείμενο
Ανοίγει το σχετικό χωρίο σε νέο παράθυρο.