Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Ρωμανὸς ὁ Μελωδός – ᾈσματα (Νόθα)

Ρωμανὸς ὁ Μελωδός

Ύμνος εις τόν Αρχιστράτηγον τών Ασωμάτων

Δοξολογία για τη δημιουργία των αγγελικών ταγμάτων, βιβλικές εμφανίσεις του Αρχαγγέλου και ικεσία για προστασία.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Ρωμανὸς ὁ Μελωδός

—

Κεφάλαιο 3 από 23

ΕΙΣ ΤΟΝ ΑΡΧΙΣΤΡΑΤΗΓΟΝ Ἰδιόμελον Ἀρχιστράτηγε θεοῦ, λειτουργὲ θείας δόξης, τῶν ἀγγέλων ὁδηγὲ καὶ ἀρχηγὲ ἀσωμάτων, τὸ συμφέρον ἡμῖν πρέσβευε καὶ τὸ μέγα ἔλεος, |ὁ τῶν ἀσωμάτων ἀρχιστράτηγος.:

Τράνωσον (App. Metr. A) Ἔφης, φιλάνθρωπε, ἐν γραφαῖς σου πλήθη χαίρειν ἀγγέλων ἐπ᾽ ἀνθρώπῳ ἑνὶ μετανοοῦντι, ἀθάνατε· ὅθεν ἡμεῖς οἱ ἐν ἁμαρτίαις, ἀναμάρτητε μόνε καρδιογνῶστα, σὲ δυσωπεῖν καθ᾽ ἑκάστην τολμῶμεν ὡς εὔσπλαγχνον, οἰκτεῖραι καὶ καταπέμψαι ἀναξίοις κατάνυξιν, δέσποτα, παρέχων ἥμιν συγχώρησιν· ὑπὲρ πάντων ἡμῶν γὰρ πρεσβεύει σοι |ὁ τῶν ἀσωμάτων ἀρχιστράτηγος.:

Ἴσχυσαν πάλαι οἱ Νινευῖται μετανοίᾳ θυμόν σου ἐκμειλίξαι, σωτήρ, διὰ νηστείας, ὡς γέγραπται· νῦν δὲ ἡμᾶς εὐσπλαγχνίας πλούτῳ ἐλεήσας τὴν ἄφεσιν δίδου πᾶσιν· ὡς γὰρ θεὸς οἰκτειρήσας ηὐδόκησας σάρκα λαβεῖν καὶ τίκτῃ φιλανθρωπίᾳ μυστηρίῳ τῷ σῷ ὑπουργήσαντος τοῦ πρωτοστάτου ⟦τῶν⟧ νοῶν Γαβριήλ, ὃς σταλεὶς τῇ παρθένῳ τὸ “Χαῖρε„ βοᾷ, |ὁ τῶν ἀσωμάτων ἀρχιστράτηγος.:

Σὺ φοβερός εἰ ⟦ὁ⟧ κτίστης τῶν ὅλων, ὁ ποιήσας ἀγγέλους πυραυγεῖς, φοβεροὺς καὶ πνεύματα λειτουργοῦντα σοι· σοὶ παρειστήκεισαν κύκλῳ τάξεις τῶν ἁγίων ἀγγέλων καὶ ἀρχαγγέλων· σὺ ταῖς ἀρχαῖς ἐξουσίαις δυνάμεις συνέζευξας σὺν τούτοις ἅμα καὶ θρόνοις κυριότητας τάξας δουλεύειν σοι· διέπεις πάντα προστάγματι, καὶ ὑπείκει θελήματι σῷ, ἀγαθέ, |ὁ τῶν ἀσωμάτων ἀρχιστράτηγος.:

Τί προσαγάγῃ ὁ χοῦς τῷ πλάστῃ; τί ἀντάξιον δώσῃ ἡ πηλὸς τῷ θεῷ τῷ μόνῳ δημιουργήσαντι; οὐ γὰρ ἠρκέσθη τοῦ πλάσαι μόνον, ἀλλὰ δέδωκεν ἄγγελον φυλάττειν τοῦτον· ἔχομεν οὖν φυλακτήριον ἄγγελον ἕκαστος, καί, τοῦτον ἐὰν τιμῶμεν, τῶν ἀτόπων γινόμεθα πάντων ἐκτός· ὁδὸν ἡμῶν γαρ εὐθύνει ἀεὶ ὡς δοθεὶς φυλακτήριον πᾶσιν ἡμῖν |ὁ τῶν ἀσωμάτων ἀρχιστράτηγος.:

Ὅπλοις στεφόμεθα εὐδοκίας τοῖς ἀΰλοις οἱ πάντες τῶν ἀγγέλων χοροῖς παντόθεν περικυκλούμενοι· φύλακες γὰρ τῶν σωμάτων μόνον οὐκ εἰσίν, ἀλλὰ γὰρ καὶ ψυχῶν προστάται καὶ ἐν πολέμοις ἐφάνησαν πλείστων ὑπέρμαχοι· καὶ μάρτυς τούτων ὑπάρχει Βαλαὰμ καὶ σὺν τούτῳ <Ἰη>σοῦς ὁ Ναυῆ καὶ Δανιὴλ ὁ σοφώτατος, ὅστις τὸν Γαβριὴλ ἐθεάσατο |τὸν τῶν ἀσωμάτων ἀρχιστράτηγον.:

Νίκην πολέμου διὰ κατάρας ἐπιφέρειν νομίσας τῷ λαῷ ἑαυτοῦ ὁ τῆς Μωὰβ βασιλεὺς Βαλαάκ, πέμψας πρεσβείαν μετακαλεῖται Βαλαὰμ μαντευόμενον ἐν κυρίῳ “Ἄρασαι μοὶ ἐξ Αἰγύπτου λαόν„ λέγων τῷ Βαλαάμ, ὃς εἶδε διὰ τῆς ὄνου ἀνθρωπίνῃ φωνῇ λαλησάσης αὐτῷ λεγούσης· “Βλέπε, ⟦πῶς⟧ κωλύει με τὴν ὁδὸν παρελθεῖν ἀνθιστάμενος |τὸν τῶν ἀσωμάτων 〈ἀρχιστράτηγον〉„.:

Ἂν οὖν σιγήσω καὶ μὴ λαλήσω, ὅσην δόξαν παρέσχε τοῖς ἀνθρώποις θεός, ὡς ἄδικος κατακρίνομαι· διὸ παράσχου μοι λόγον, Λόγε, ὁ ἀνοίξας τῆς ὄνου στόμα λαλῆσαι, ἵν᾽ εἴπω ἅπερ πάλαι παρέσχες καὶ νῦν ἀγαθά, ἀγγέλους τάξας ἁγίους εἰς τὸ σώζειν ἀνθρώπους ὡς εὔσπλαγχνος· καὶ Ἰησοῦ γὰρ ποτὲ τοῦ Ναυῆ πολεμοῦντι ἐχθροὺς σὺ κατέπεμψας |τὸν τῶν ἀσωμάτων ἀρχιστράτηγον.:

Ῥήματα τότε τῷ πολεμάρχῃ ὁ ἀσώματος εἶπε περὶ τοῦ Ἰσραὴλ τοῖς ὅπλοις θωρακισμένος· μόνον δὲ εἶδεν ἑστῶτα τοῦτον Ἰησοῦς, ἐπηρώτησε οὕτως λέγων· “Ἡμέτερος εἶ ἢ τῶν ὑπεναντίων; σαφήνισον„· εὐθέως ἀνταπεκρίθη· “Ἀρχιστράτηγος πέλω θεοῦ σαβαώθ· ὑπόλυσαι ὑποδήματα, ὡς προστάττω ἐγὼ ὁ σταλεὶς ἐκ θεοῦ, |ὁ τῶν ἀσωμάτων ἀρχιστράτηγος.:

Χάριν ὑμῶν ἐγὼ ἀπεστάλην, ἵνα τοὺς ἀλλοφύλους πρὸ προσώπου ὑμῶν ἐξολοθρεύσω δυνάμει μου„· φόβῳ δὲ τότε προσπίπτει τούτῳ καὶ αἰτεῖ τὸν ἀσώματον ἱκετεύων· “Τί οὖν προστάττεις οἰκέτῃ τῷ σῷ, ταξιάρχα θεοῦ, ποιῆσαι; πῶς προσετάχθης; μὴ δὴ κρύψῃς εἰπεῖν ἃ συμφέρει μοι· θεὸς κελεύσας ἀπέστειλε σέ, ἵνα σώσῃς λαὸν τοῦ Ἰσραήλ, |ὁ τῶν ἀσωμάτων ἀρχιστράτηγος„.:

Ἰεριχὼ παρέλαβε πόλιν Ἰησοῦς ὁδηγοῦντος τοῦ ἀγγέλου αὐτόν· εὐχῇ γὰρ τείχη κατέαξε· ταῦτα δὲ λέγων κηρύττω πᾶσι τὴν θεοῦ πρὸς ἀνθρώπους φιλανθρωπίαν, πῶς ἐξ ἀρχῆς τοὺς ἀνθρώπους φυλάττουσιν ἄγγελοι· ἐξείπω ἄλλην ἀγγέλου ἐπὶ τοῦ Μανωὲ συγκατάβασιν; αὐτὸς δηλώσας Σαμψὼν τοκετὸν ἀναπέμπειν θυσίας προσέταττεν |ὁ τῶν ἀσωμάτων ἀρχιστράτηγος.:

Σώζει δὲ πάλιν Ἰσραηλίτας δι᾽ ἀγγέλου ἁγίου ἐπὶ τοῦ Γεδεὼν ⟦ὁ θεὸς⟧ καὶ Μαδιὰμ ἐξωλόθρευσεν, ὥσπερ καὶ ἔπι τοῦ Ἐζεκίου Ἀσσυρίους κατέβαλε δι᾽ ἀγγέλου· καὶ Ζαχαρίᾳ ἀπέστειλεν ἐν τῷ ναῷ Γαβριήλ, ὅς, λέξας τὴν τοῦ προδρόμου σύλληψιν, ἠπιστεύθη καὶ κώφευσιν τῷ Ζαχαρίᾳ ἐπέβαλε, καὶ 〈ἀπ〉έμεινεν οὕτως ὡς ἔφησεν |ὁ τῶν ἀσωμάτων ἀρχιστράτηγος.:

Τίνι ἑτέρῳ εἶχε πιστεῦσαι κεκρυμμένον ἀρρήτως πρὸ αἰώνων φρικτὸν μυστήριον τῆς σαρκώσεως; κἄν γαρ προφῆται ἔφησαν τοῦτο, ἐν αἰνίγμασιν εἶπαν καθὼς ἐχώρουν· μόνῳ οὐν τῷ Γαβριὴλ φανεροῖ ὁ θεὸς τὸ κρυπτὸν καὶ στέλλει πιστὸν ὡς δοῦλον πρὸς παρθένον ἁγνὴν εἰς πόλιν Ναζαρέτ· ὃς κατελθὼν ἐπὶ γῆς πρὸς αὐτὴν μετὰ φόβου βοᾷ· “Χαῖρε, μῆτερ θεοῦ„ |ὁ τῶν ἀσωμάτων ἀρχιστράτηγος.:

Ῥῆμα θεοῦ διὰ τῶν ἀγγέλων ἀπεστάλη πρὸς πάντας τοὺς ἀνθρώπους ἀεί· αὐτῷ γὰρ πάντες παρίστανται· καὶ σωτηρία πιστοῖς ἐδόθη ἡ αὐτῶν ἀκατάληπτος προστασία, ἣν ἀσφαλῆ οἱ προστρέχοντες σκέπην κεκτήμεθα αἰτοῦντες τὸν ταξιάρχην τὰς ἡμῶν ἱκεσίας καὶ τὰς προσευχὰς ἀεὶ προσάγειν τῷ πάντων θεῷ ὡς τῷ θρόνῳ αὐτοῦ παριστάμενον, |ὡς τῶν ἀσωμάτων ἀρχιστράτηγον.:

Ἄισωμεν ᾆσμα τῷ πάντων κτίστῃ σὺν ἀγγέλοις αἰνοῦντες καὶ ὑμνοῦντες Χριστὸν βουλῇ τεχθέντα ὡς ἄνθρωπον· “δόξα!„ βοῶντες θεῷ ὑψίστῳ ἐπὶ γῆς τῷ εἰρήνην δωρησαμένῳ πᾶσι βροτοῖς εὐδοκίᾳ πατρὸς καὶ τοῦ πνεύματος· Χριστός γαρ ἐνανθρωπήσας τοῦ φραγμοῦ τὸ μεσότοιχον ἔλυσε, καὶ χαίρουσι πάντες ἄγγελοι ἐφ᾽ ἑνὶ σωζωμένῳ βροτῷ καὶ αὐτὸς |ὁ τῶν ἀσωμάτων ἀρχιστράτηγος.:

Τεῖχος ἀπόρθητον ἔχομέν σε, ἀρχιστράτηγε, πάντες οἱ προστρέχοντες σοὶ καὶ τῶν κινδύνων λυτρούμεθα· ὑπὸ τὴν σκέπην γὰρ τῶν πτερύγων τῆς ἀΰλου σου δόξης καταφυγόντες τῶν δυσχερῶν καὶ ἀτόπων λυτρούμεθα πράξεων· τὴν σήν γαρ ἐπιποθοῦντες προστασίαν ἡμεῖς οἱ ἀνάξιοι τὰς ἱκεσίας προσφέρομεν, ἵνα ταύτας θεῷ προσαγάγῃς αὐτὸς |ὁ τῶν ἀσωμάτων ἀρχιστράτηγος.:

Ἡ πολυπόθητος καὶ τιμία τῆς ἁγίας σου δόξης τοῦ ναοῦ σου σκηνή, ἐν ᾗ προστρέχομεν ἅπαντες, ἐν ἐπισκέψει θαυμαζομένη ἐξιᾶται τὰς νόσους καὶ ἀλγηδόνας ἔχουσα σὲ ἐνοικοῦντα καὶ περιοδεύοντα· τὰ πάθη ἀποσοβοῦσα περιβόητος πέλει ἐν πάσῃ τῇ γῇ· διὸ καὶ μέ, λειτουργέ θεου, ψυχικῶν νοσημάτων ἀπάλλαξον, |ὁ τῶν ἀσωμάτων ἀρχιστράτηγος.:

Γνώμην προσδέχου εὐχαριστοῦσαν, καὶ γὰρ ἄξιον τί σοι ⟦προσ⟧ἀγαγεῖν ἀπορῶν ὑμνοῦσαν γλῶτταν προσφέρω σοι, ὑπὲρ χρυσίον εὐγνωμοσύνην, ὑπὲρ λίθους σαπφείρους εὐχαριστίαν, καὶ ὡς μικρὰν προσφοράν σοι προσφέρω τὰ ῥήματα· ἀντί οὐν πλειόνων δέχου τὰ ἐλάχιστα πίστει με λέξαντα, καὶ τῶν πταισμάτων συγχώρησιν πάρα τοῦ ἀθανάτου μοι αἴτησαι, |ὁ τῶν ἀσωμάτων ἀρχιστράτηγος.:

Ὅτε εἰσέλθω ἐν τῷ ναῷ σου, ἀρχιστράτηγε δόξης τοῦ θεοῦ σαβαώθ, εὐθὺς πληροῦμαι τῆς χάριτος καὶ ὑπερτέρω τῶν ἐπιγείων ἀνιέναι νομίζω ἐπὶ τὸ κρεῖττον καὶ εἰσιέναι δοκῶ εἰς αὐτὸν τὸν παράδεισον· τρυγῶ δε ἀντὶ ἀνθέων τὴν ὑγείαν καὶ ῥῶσιν τοῦ σκήνους μου, καὶ λύσιν πάντων ἁμαρτιῶν διὰ τῶν πρεσβειῶν σου ἐλπίζω εὑρεῖν, |ὦ τῶν ἀσωμάτων 〈ἀρχιστράτηγε〉.:

Νῦν ἱκετεύω σέ, ταξιάρχα, τοῦ πρεσβεύειν ἀπαύστως τῷ θεῷ ἐκτενῶς, ᾧ λειτουργεῖς καὶ παρίστασαι, τοὺς εὐσεβεῖς βασιλεῖς φυλάττειν καὶ τὴν ποίμνην ἀτάραχον σὺν ποιμένι, δοῦναι τῇ γῇ εὐφορίαν καρπῶν καὶ καιροὺς ἀγαθούς, τὴν πίστιν ὀρθοτομεῖσθαι, ἐκκλησίαις παρέχειν τὴν ἕνωσιν, τὰς τῶν αἱρέσεων λύειν ὁρμὰς καὶ τὰ βάρβαρα ἔθνη σοβεῖν διὰ σοῦ, |ὦ τῶν ἀσωμάτων 〈ἀρχιστράτηγε〉.: