Ἔργον
Ρωμανὸς ὁ Μελωδός – ᾈσματα (Νόθα)
Ύμνος εις τόν άγιον Ιωάννην τόν Θεολόγον
Εγκωμιαστικός ύμνος προς τον απόστολο και ευαγγελιστή Ιωάννη, ο οποίος εξιστορεί τη θεολογία, τα θαύματα και τη μεσιτεία του.
Πλατφόρμα ἀναγνώσεως, ἀναζητήσεως καὶ νοηματικῆς πλοηγήσεως πατερικῶν καὶ βιβλικῶν κειμένων
Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.
Χρήση του Αναγνωστηρίου
Γρήγορη εύρεση Αναζητήστε απευθείας συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής.
Αναλυτική επιλογή Επιλέξτε πηγή και κατόπιν συγγραφέα, έργο, κεφάλαιο ή βιβλικό χωρίο.
Εργαλεία μελέτης Κατά την ανάγνωση μπορείτε να χρησιμοποιήσετε μετάφραση, σελιδοδείκτες, σημειώσεις και τις προσωπικές ρυθμίσεις εμφάνισης.
Ἔργον
Ύμνος εις τόν άγιον Ιωάννην τόν Θεολόγον
Εγκωμιαστικός ύμνος προς τον απόστολο και ευαγγελιστή Ιωάννη, ο οποίος εξιστορεί τη θεολογία, τα θαύματα και τη μεσιτεία του.
ΥΜΝΟΣ[Σ] ΕΙΣ ΤΟΝ ΘΕΟΛΟΓΟΝ ΡΩΜ[Μ]ΑΝΟΥ Ἰδιόμελον Τὰ μεγαλεῖα σου, παρθένε, τίς διηγήσεται; βρύεις γὰρ θαύματα καὶ πηγάζεις ἰάματα καὶ πρεσβεύεις ὑπὲρ τῶν ψυχῶν ἡμῶν |ὡς θεολόγος καὶ φίλος τοῦ Χριστοῦ.:
Τράνωσον (App. Metr. A) Ὕψη οὐράνια ἐκμανθάνειν καὶ θαλάσσης τὰ βάθη ἐρευνᾶν τολμηρὸν ὑπάρχει καὶ ἀκατάληπτον· ὥσπερ γὰρ ἄστρα ἐξαριθμῆσαι καὶ παράλιον ψάμμον οὐκ ἔστιν ὅλως, οὕτως οὐδὲ τὶς τὰ τοῦ θεολόγου εἰπεῖν ἱκανός· τοσούτοις αὐτὸν στεφάνοις ὁ Χριστὸς ὃν ἠγάπησεν ἔστεψεν· ὁ ἐν τῷ στήθει ἀναπεσὼν καὶ ἐν τῷ μυστικῷ δείπνῳ συνεστ<ια>θεὶς |ὡς θεολόγος καὶ φίλος τοῦ Χριστοῦ.:
Μέγας ὑπάρχων ἱερογράφος, “Ἐν ἀρχῇ ἦν ὁ Λόγος καὶ ὁ Λόγος δὲ ἦν πρὸς τὸν θεὸν„ ἀπεφθέγξατο· καὶ τὸ εἰπεῖν “Θεὸς ἦν ὁ Λόγος„ ἀπεστόμησε ⟦τὸν⟧ Ἄρειον καταπλήττων ὁ ἁλιεὺς ὁ ποτὲ καταρτίζων τὰ δίκτυα, ὁ γόνος τοῦ Ζεβεδαίου, ὁ εὐφραίνων τὸν κόσμον τοῖς λόγοις αὐτοῦ καὶ τὰς καρδίας στηρίζων ἡμῶν ἐν τῷ ἄρτῳ τῆς πίστεως προφητικῶς |ὡς θεολόγος καὶ φίλος τοῦ Χριστοῦ.:
Νοῦν ἐξιστᾷ τὰ ἐν τῇ σταυρώσει· ἑστηκότων πλησίον τῆς μητρὸς καὶ αὐτοῦ τὰ λελεγμένα ἐξαίρετα· ἐκτεταμένος Χριστὸς ἐν ξύλῳ τὴν μητέρα ἰδὼν καὶ ὅνπερ ἠγάπα τῷ μαθητῇ ἔφησεν ἐν φωνῇ· “Ἰδοὺ ἡ μήτηρ σου„· καὶ τῇ ἰδίᾳ μητρὶ ἔφη· “Ἰδοὺ ὁ υἱὸς σοῦ ὃν ἠγάπησα·„ ⟦ἔκτοτε⟧ λαβὼν αὐτὴν εἰς τὰ ἴδια ὡς μητρὶ τοῦ θεοῦ ὑπηρέτει αὐτῇ |ὁ θεολόγος καὶ φίλος τοῦ Χριστοῦ.:
Ὅτε οὖν ἦλθες πρὸς μαθητείαν ὑπὲρ πάντας τοὺς ἄλλους ἠγαπήθης, σοφέ, ὡς πρᾶος καὶ φιλοπάρθενος· ὅθεν σε καὶ ὁ εἰδὼς τὰ πάντα ἐπὶ ὄρους ἀνάγει μέτα συγγόνου καὶ τοῦ Κηφᾶ ὑποδείξας τὸ κάλλος τὸ ἄφραστον, ἵν᾽, ὅταν πάσχοντα ἴδῃς, μηδαμῶς δειλιάσῃς τὸ πάθημα, ἀλλ᾽ ἐν σταυρῷ παριστάμενος τῆς ἁγνῆς θεοτόκου ἀκούσῃς υἱὸς |ὡς θεολόγος καὶ φίλος τοῦ Χριστοῦ.:
Σὺν Ἰωάννῃ Πέτρος ἀνῄει ἐν τῷ ἱερῷ ὥρᾳ τῆς ἐνάτης εὐχῆς καί τις χωλὸς ἐκ κοιλ<ιᾶ>ς μητρος, ὃν βασταγμῷ ἦγον καθ᾽ ἡμέραν καὶ ἐτίθουν παρὰ τῇ ὡραίᾳ πύλῃ· οὗτος ἰδὼν Πέτρον καὶ Ἰωάννην ἐζήτει λαβεῖν ἐκ τούτων ἐλ<εη>μοσύνην καὶ κραυγῇ ἀνεβόα πορίσασθαι τοὺς ὀβολοὺς ἐξ αὐτῶν· πρὸς ὃν βλέψας σπλαγχνίζεται σὺν τῷ Κηφᾷ |ὁ θεολόγος καὶ φίλος τοῦ Χριστοῦ.: ⟦Σύνοικον ἔχων τὴν παρθενίαν ἐν μητράσι παρθένον καὶ μητέρα Χριστοῦ παρέλαβες εἰς τὰ ἴδια· τὸν γὰρ αὐτῆς υἱὸν μὴ καταλείψας ἐν τῇ ὥρᾳ τοῦ θείου αὐτοῦ πάθους καὶ τῷ σταυρῷ παρεστὼς φωνῆς θείας ἀκήκοας· “Ἰδοὺ ἡ μήτηρ σου, φίλε„· καὶ τῇ μητρὶ δὲ πάλιν ἐφώνησεν· “Ἰδοὺ τὸ τέκνον σου, μῆτερ μου· σὺν αὐτῷ τὴν κατοίκησιν ποίησον |ὡς θεολόγῳ καὶ φίλῳ τοῦ Χριστοῦ.„:⟧ Ἔχοντες σύντομον τὸ οἰκτεῖραι ἑστηκότες πλησίον τοῦ πτωχοῦ καὶ χωλοῦ σπλαγχνισθεὶς Πέτρος φησίν αὐτῳ· “Ἀργύριον καὶ χρυσίον ὅλως οὐχ ὑπάρχει μοι· ὃ δὲ ἔχω διδῶ σοι· ⟦ἐν τῷ⟧ ὀνόματι ⟦τοῦ⟧ Ναζωραίου Χριστοῦ καὶ θεοῦ ἡμων ἀνάστα καὶ περιπάτει.„ καὶ κρατήσας αὐτὸν τῆς δεξ<ιᾶ>ς χειρος 〈ἀν〉ήγειρε, καὶ ἀνέστη σκιρτῶν καὶ θεῷ εὐχαρίστει καὶ τῷ μαθητῇ |ὡς θεολόγῳ καὶ φίλῳ τοῦ Χριστοῦ.:
Ἵστησι φρένας τοῦτο τὸ θαῦμα †μὴ στερήσας† τὰς βάσεις, τὰ σφυρὰ τοῦ χωλοῦ, ἡ τοῦ Χριστοῦ θεία δύναμις· οἱ ψιλὸν ἄνθρωπον †τολμῶντες λέγειν† τὸν Χριστὸν ὀνομάζειν δοκοῦντες εἶναι γνώμη μικρά· εἰ ψιλός ἐστιν ὥσπερ ὑμεῖς φατε, πῶς ἔργα θεοῦ τοιαῦτα καὶ τοσαῦτα ἐργάζεται λόγῳ ἑνὶ χωρὶς μισθοῦ καὶ οὐχ ὡς ὑμεῖς; τοῦ θεοῦ δὲ ἡ δόξα δ<ι᾽ ὃ>ν ταῦτα τελεῖ |ὁ θεολόγος καὶ φίλος τοῦ Χριστοῦ.:
Σπεύσατε, φράσετε οἱ ἐν πείρᾳ ⟦οἱ⟧ τῆς ἰατρικῆς ὄντες, Ἱπποκράτης, εἰπὲ καί, Γαληνέ, διασάφησον καὶ ὑμεῖς ὅσοι σὺν τούτοις μύσται οἱ τὴν κρεοκοπίαν εἰδότες ἄκρως, οἱ χειρουργεῖν καὶ τὸ φλεβοτομεῖν ἐπιτρέχοντες, οἱ ἐκ τῶν νοσοτριβούντων, οἱ μισθοὺς τὰς ψυχὰς αὐτῶν αἴροντες φωνῇ ἀνέγκλητῳ εἴπατε τὸ σαφές, πῶς τοιαῦτα ἐργάζεται |ὁ θεολόγος καὶ φίλος τοῦ Χριστοῦ;:
Τὴν τῶν ἐμπλάστρων πολυπειρίαν καὶ πολύειδον πᾶσαν γλῶσσαν τῶν βοτανῶν, σιδηρᾶς σμίλας, τυφλάγκιστρα καὶ ἐργαλεῖα πάμπολλα εἶχον τὰ φλεβοτομικὰ ἐπίσης μακέλλου· αἱμοχαρεῖς, εἴπατε ἡμῖν, πῶς ἄνευ τούτων Κηφᾶς καὶ ἅμα τῷ Ἰωάννῃ τὸν χωλὸν παραδόξως ἐνεύρωσαν μισθοῦ χωρὶς καὶ οὐχ ὡς ὑμεῖς; τῷ θεῷ δὲ ἡ δόξα, δ<ι᾽ ὃν> ταῦτα τελεῖ |ὁ θεολόγος καὶ φίλος τοῦ Χριστοῦ.:
Ὁ θεολόγος, ἃ ἐξετρίβη καὶ μεμάθηκε σόφως ἐκ τοῦ παιδοτριβοῦ Χριστοῦ τοῦ μόνου θεοῦ ἡμων, ταῦτα εἰς ἄκρον διεξετέλει· ἴσως δέ τις ἐρεῖ μοι· “Τί ἐδιδάχθη; ἦν ἁλιεύς, ἡ ἁλιεία δὲ ὅλως οὐ δίδωσι σοφίαν· οὔτε δὲ πάλιν Ζεβεδαῖος ἦν γνώσεως παιδευτικῆς.„ πρὸς τοὺς δὲ ταῦτα μοι λέξαντας ἀντερῶ παριστῶν ἃ δεδίδακτο |ὁ θεολόγος καὶ φίλος τοῦ Χριστοῦ.:
Νοῦς ἀκατάληπτος ὡς ὑπάρχων μετερρύθμησε τοῦτον ἐκ θαλάσσης εἰς γῆν βροτοὺς ζωγρεῖν ὡς ηὐδόκησεν· ἄκουε οὖν ἃ ἦν ἁλιεύων· πᾶσαν νόσον ἰᾶτο καὶ μαλακίαν καὶ τοὺς πτωχοὺς κατεπλούτει, γυμνοὺς ἐνεδίδυσκε, παρέτους λόγῳ ἀνίστα τοῦ Χριστοῦ ἐπικλήσει, κοξούς, κυλλους, ἀρθριτικοὺς ἀπεδείκνυεν τρέχειν ὡς τὰς ἐλάφους ἀσκέλιστα |ὁ θεολόγος καὶ φίλος τοῦ Χριστοῦ.:
Θαύματα σύντομα ἐξετέλει δαίμονας ἀπελαύνων τὸν Σατὰν δὲ ποσὶ μετὰ τῶν ἄλλων πεπάτηκεν· ἵνα δὲ μή τις μάταια δόξῃ τὰ λεγόμενα, δείξω καὶ παραστήσω· ἐν λοετρῷ ἑαυτὸν ὁ σοφὸς μισθωσάμενος γεγόνει καὶ περιχύτης ἐκτελῶν εὐπρεπῶς τὰ προσήκοντα· τὸ βαλανεῖον δὲ ἔδειξεν ἐκκλησίαν θεοῦ ὁ πολύστεπτος, |ὁ θεολόγος καὶ φίλος τοῦ Χριστοῦ.:
Ἐκ τῶν μισθῶν τοῦ περιχυτεύειν τά μεν τοῖς δεομένοις διεδίδου, τὰ δὲ ὁ συμπαθὴς διενέμετο· ἔτυχεν οὖν τινὰ εἰσελθόντα τῇ νυκτὶ τοῦ λουθῆναι, ὃς εἶχε πνεῦμα ἐν τῷ κρυπτῷ πονηρόν· τοῦτον οὖν εἰς τὰ θόλα εὑρὼν ὁ δαίμων ἔπνιξεν ἔσω, καὶ γνωστὸν τοῦτο πᾶσι γενόμενον τὸ πλῆθος ἔξω ἐκραύγασεν· “Ἰωάννης ἐκεῖνον ἐφόνευσεν |ὁ θεολόγος καὶ φίλος τοῦ Χριστοῦ.„:
Ὁ θεοφρούρητος θεωρήσας τὴν σκευὴν τὴν ἐκ πάντων γενομένην αὐτῷ ἐν τῷ λουτρῷ εἰσεπήδησε καὶ πρὸς τὸ οὖς μὲν τοῦ τεθνηκότος ἐν σιγῇ τὸν Χριστὸν ὀνομάζει πίστει· ἔκραξε δὲ ἐν μεγάλῃ φωνῇ· “Ἔγειρέ και εἰπέ, τίς ἔστιν ὁ σὲ φονεύσας·„ ὁ νεκρὸς δὲ ἀνέστη καὶ ἔφησεν· “Ἐμὲ ὁ δαίμων ἀπέπνιξεν, ὅνπερ εἶχον τὸ πρίν, καὶ οὐχί αὐτος |ὁ θεολόγος καὶ φίλος τοῦ Χριστοῦ.„:
Λέγειν τὰ τοῦ λῃστοῦ ἀναγκαῖον· νεανίσκον ἀστεῖον καὶ θερμὸν τὴν ψυχὴν λῃστὴν ἰδὼν ὁ μακάριος τοῦτον ἀγρεύσας τῷ ἐπισκόπῳ παρατίθεται λέγων· “Χριστοῦ ὁ μύστης· ἔχε ἰδοὺ παραθήκην τὸν νέον φυλάττων μοι.„ λαβὼν δὲ τοῦτον βαπτίζει καὶ τῇ ποίμνῃ Χριστοῦ συνηρίθμησε· μετ᾽ ὀλίγον δὲ πάλιν κατέλιπε τὸν θεόν, οὗ καὶ ἐστὶ μαθητὴς |ὁ θεολόγος καὶ φίλος τοῦ Χριστοῦ.:
Ὁ θεολόγος ἐλθὼν ἐζήτει ὃν παρέδωκε νέον καὶ λοιπὸν μὴ εὑρὼν μιμούμενος τὸν διδάσκαλον τάχος τὰ ὄρη καταλαμβάνει· καταλείψας τὰ πλεῖστα ἐπὶ τὸ ἕν δε μέτα σπουδῆς ὁ Χριστοῦ μαθητὴς κατεπείγετο· εὑρὼν δὲ τοῦτον τοῖς ὤμοις ὡς καλὸς ποιμενάρχης ἀνέλαβε καὶ τῇ ποίμνῃ Χριστοῦ συνηρίθμησεν ὡς καὶ πρώην ἀσίγητον κράζοντα |ὁ θεολόγος καὶ φίλος τοῦ Χριστοῦ.:
Γενναιοτάτως αὐτὸν ἰξεύσας ἔφη· “Εὖξαι κυρίῳ·„ καὶ ἀδείας λαβὼν πρὸς ἑαυτὸν σιγῇ εὔξατο παραλυθῆναι ἢ μὴ τραπῆναι· καὶ εὐθὺς παρελύθη· ἰδὼν δὲ τοῦτον ὁ μαθητὴς ἀθυμήσας ἠρώτα· “Τί πέπονθας,„ καὶ εἶπεν· “Ἐγὼ εὐξάμην ἵνα μοὶ ἔλθῃ ἡ πάρεσις, ἵνα μὴ τοῖς προτέροις καὶ πάλιν ἀπάρξωμαι„· καὶ ἀκούσας ἐξέστη Χριστῷ |ὁ θεολόγος καὶ φίλος τοῦ Χριστοῦ.: <εὐχα>ριστῶν Οὐδὲ τῶν πέντε νεκρῶν σοι φθάνει, ἢ τῶν δύο σοφῶν 〈οἳ〉 τῆς θαλάσσης ὡς σὺ ὑπομεμένηκαν κίνδυνον, ἢ τὸ εἰπεῖν ⟦τὸν⟧ υἱὸν Ζεβεδαίου· “Ὁ καθεὶς ἡμῶν ἄρτι νεκρὸν ἀναστήσει,„ ἢ ὡς αὐτὸς νεκρὸν ἤγειρε, ὃς τὴν στολήν αὐτου φορέσαι κατηξιώθη, ἢ καὶ τοῦτο δαιμόνων τὸ κήρυγμα· Ἀριστοδήμου δὴ μάλιστα τοῦ φαρμάκου, ὃν μετεστοιχείωσεν |ὁ θεολόγος καὶ φίλος τοῦ Χριστοῦ.:
Νῦν Ἀριστόδημος ὁ φαρμάκος, οὓς ἀνεῖλεν ἀνθρώπους δηλητήριον δοὺς καὶ κύνα ἅμα καὶ πίθηκον, τούτῳ ὁ ἅγιος ἔφη· “Δός μοι τὸ αὐτὸ δηλητήριον, ἵνα πίω·„ ὃ καὶ λαβὼν καὶ πιὼν τοῦ Χριστοῦ τῷ ὀνόματι οὐδ᾽ ὅλως κακὸν ὑπέστη· καὶ ἰδὼν ἐξεπλάγη θερμῶς αἰτων, ἵν᾽ ἐγείρῃ οὓς ἔκτεινε φάρμαξι τοῦ Χριστοῦ ἐπικλήσει, ὃ καί ποιει |ὁ θεολόγος καὶ φίλος τοῦ Χριστοῦ.:
Ῥήμασι πλείστοις αὐτῷ προσάγων ὁ Ἀντίπατρος ἅμα τῇ συζύγῳ αὑτοῦ εἰς τὴν οἰκίαν εἰσέφερεν· ᾧ ἐγεννήθη δίδυμα τέκνα δεινοὺς δαίμονας ἔχοντα ἀπὸ μήτρας· οἵτινες οὖν χρήμασιν ἐξῃτοῦντο τὸν ἅγιον τὰ βρέφη τούτων ἰᾶσθαι· σπλαγχνισθεὶς δὲ τοὺς δαίμονας αὔθωρον τῶν βρεφῶν ἀπεδίωξεν ἀμισθὶ 〈⏒⏑–⏑⏑–⏑⏑⏓⏑⏒(–)〉 |ὁ θεολόγος καὶ φίλος τοῦ Χριστοῦ.:
Ὡς οὖν ὁ ἅγιος τὸν χιτῶνα, ὃν ἐφόρει, ἐξέδυ, ⟦ἐκ⟧δίδωσι προφανῶς Ἀριστοδήμῳ εἰπών αὐτῳ· “Τὸν χιτωνίσκον, ὅν σοι παρέχω, ἐπιθεὶς ἐν ἑκάστῳ τῶν τεθνεώτων, ὄψει εὐθὺς τοῦ θεοῦ τοῦ ἐμοῦ τὰ τεράστια·„ καὶ τοῦτο τάχος ποιήσας ἐξανέστησαν πάντες κραυγάζοντες· “Εἷς θεὸς καὶ οὐκ ἄλλος, ὃν σέβεται σὲ δικαίως ποθῶν ὁ οἰκέτης σου, |ὁ θεολόγος καὶ φίλος τοῦ Χριστοῦ.„:
Μόνος θρηνῶν ὁ ἀλάστωρ τότε αὖθις ἄνδρα εὑρίσκει καθοπλίσας αὐτόν, ὃς προϋπῆρχεν ἀνθύπατος· τοῦτον ὀξύνει κατὰ τοῦ πράου· ὃς κρατήσας δεσμεῖ τοῦ θεοῦ τὸν φίλον καὶ ἐν φρουρᾷ κατακλείσας προστέταχεν ἅπασι μὴ ἄρτον αὐτῷ, μὴ ὕδωρ ἐπιδοῦναι μηδὲ λαλιὰς 〈⏑⏑(–)〉, ἀλλὰ μένειν αὐτὸν ἀπαράκλητον· οὐρανίᾳ τροφῇ δὲ ἐτρέφετο |ὁ θεολόγος καὶ φίλος τοῦ Χριστοῦ.: ⟦Μετὰ τὴν ἔγερσιν οὖν τὴν θείαν καὶ τὴν εἰς τοὺς οὐρανοὺς ἄνοδον θεϊκὴν μετὰ τοὺς ἄλλους ἐξέδραμες εἰς τὴν ὑφήλιον ὥσπερ πρώην ἁλιεύων δικτύῳ θεολογίας· τοὺς ἐν βυθῷ ἀπωλείας καὶ σκότῳ καθεύδοντας καὶ ζάλῃ ἁμαρτημάτων κρατουμένους ἀνείλκυσας, ἔνδοξε, τῷ δεσπότῃ προσάγων ὀψώνιον ἀσιγήτως αὐτῷ ἀνακράζοντας |ὡς θεολόγος καὶ φίλος τοῦ Χριστοῦ.:⟧ Ἄγαν ποθῶν, σοφὲ Ἰωάννη, τόν σε ὕπερ τοὺς ἄλλους ἀγαπῶντα Χριστὸν ἐπὶ τὸν τάφον προέδραμες πρῶτος τῶν ἄλλων καὶ κατοπτεύσας τὴν ἀνάστασιν πᾶσιν εὐηγγελίσω γράψας τρανῶς καὶ τὴν ἔλευσιν ⟦τὴν⟧ πρὸς ⟦τοὺς⟧ μαθητάς αὐτου, ὡς ἔλθῃ μέσον ἁπάντων τῶν θυρῶν κεκλεισμένων δωρούμενος εἰρήνην πᾶσι τοῖς ἑαυτοῦ, ἣν τῷ κόσμῳ πλουσίως κατέπεμψεν, |ὡς θεολόγος καὶ φίλος τοῦ Χριστοῦ.:
Νοῦν καὶ ψυχήν σε καθηγνισμένον καθιδὼν ὁ ἁγνείας φυτουργὸς καὶ θεὸς φωνῇ ἰδίᾳ ἐκάλεσε· σὺ δὲ τὸ πλοῖον ἐγκαταλείψας, Ἰωάννη, προσῆλθες τῷ κυβερνήτῃ καὶ παρ᾽ αὐτοῦ ἐπιστεύθης τοὺς οἴακας, πάνσοφε, πανσέπτου νῦν ἐκκλησίας· ἧς τὰ τέκνα ἐκ ζάλης λυτρούμενος πρὸς θείαν γαλήνην καθόρμησον· παρρησίαν γὰρ ἔχεις διὰ παντὸς |ὡς θεολόγος καὶ φίλος τοῦ Χριστοῦ.:
Ὁ ἐκ τοῦ στήθους τοῦ διδασκάλου, οὗ ἀνέπεσες, μάκαρ, ἐξαντλήσας σοφῶς θεολογίας τὰ δόγματα τῶν φιλοσόφων τὰς γλωσσαλγίας κατεπόντισας ὡς τοὺς πρὶν Αἰγυπτίους καὶ τὸν πιστὸν Ἰσραὴλ πρὸς τὴν γῆν καθωδήγησας τῆς ὄντως ὀρθοδοξίας, τὸν υἱὸν τῷ πατρὶ ὁμοούσιον ἀνακηρύξας τρανώτατα, ἔνδοξε, καὶ τὸ πνεῦμα ⟦τὸ ἅγιον⟧ ἐκπορευτόν, |ὡς θεολόγος καὶ φίλος τοῦ Χριστοῦ.:
Ὑπὸ τοῦ πνεύματος διαλάμπεις ὁ βροντήσας τῷ κόσμῳ τοῦ ἀνάρχου υἱοῦ τὴν προαιώνιον γέννησιν, ἔσχατον πάλιν τὴν ἐκ παρθένου πρὸς ἡμᾶς ἐνδημήσασαν †σαρκωθέντα†. αἴτησαι οὖν τοῖς τιμῶσι σε ἄφεσιν ἁμαρτιῶν, εἰρήνην ταῖς ἐκκλησίαις, βασιλεῦσι τὴν νίκην βραβεύων ἀεί, ἀτάραχόν δε τὴν ποίμνην σου διαφύλαξον, ἣν ⟦Χριστός⟧ σοι παρέσχετο, |ὡς θεολόγος καὶ φίλος τοῦ Χριστοῦ.:
Ἔργον
Κείμενο
Ανοίγει το σχετικό χωρίο σε νέο παράθυρο.