Ἔργον
Ρωμανὸς ὁ Μελωδός – ᾈσματα (Νόθα)
Ύμνος εις τόν άγιον Ιωάννην τόν Χρυσόστομον
Εγκώμιο για την ορθόδοξη διδασκαλία, το ποιμαντικό έργο και την τυπολογική σύγκριση του ιεράρχη με μορφές της Παλαιάς Διαθήκης.
Πλατφόρμα ἀναγνώσεως, ἀναζητήσεως καὶ νοηματικῆς πλοηγήσεως πατερικῶν καὶ βιβλικῶν κειμένων
Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.
Χρήση του Αναγνωστηρίου
Γρήγορη εύρεση Αναζητήστε απευθείας συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής.
Αναλυτική επιλογή Επιλέξτε πηγή και κατόπιν συγγραφέα, έργο, κεφάλαιο ή βιβλικό χωρίο.
Εργαλεία μελέτης Κατά την ανάγνωση μπορείτε να χρησιμοποιήσετε μετάφραση, σελιδοδείκτες, σημειώσεις και τις προσωπικές ρυθμίσεις εμφάνισης.
Ἔργον
Ύμνος εις τόν άγιον Ιωάννην τόν Χρυσόστομον
Εγκώμιο για την ορθόδοξη διδασκαλία, το ποιμαντικό έργο και την τυπολογική σύγκριση του ιεράρχη με μορφές της Παλαιάς Διαθήκης.
ΤΟ[Ο]Υ ΤΑΠΕΙΝΟΥ ΡΩΜΑΝΟΥ Τὴν ὑπὲρ ἡμῶν Ἐκ τῶν οὐρανῶν ἐδέξω τὴν θείαν χάριν καὶ διὰ τῶν σῶν χειλέων πάντας διδάσκεις προσκυνεῖν ἐν τριάδι τὸν ἕνα θεόν· Ἰωάννη Χρυσόστομε, παμμακάριστε ὅσιε, ἐπαξίως εὐφημοῦμεν σε· |〈τῶν περάτων γὰρ αὐτὸς〉 ὑπάρχεις καθηγητὴς ὡς τὰ θεῖα σοφός.:
Τὰ τῆς γῆς (Arr. Metr. C) Τῷ τῶν ὅλων ποιητῇ κλίνω τὸ γόνυ, τῷ πρὸ αἰώνων Λόγῳ χεῖρας ἐκτείνω λόγου ζητῶν χάρισμα, ἵν᾽ ὑμνήσω τὸν ὅσιον, ὃν αὐτὸς ἐμεγάλυνε· φησὶ γὰρ τῷ προφήτῃ ὁ ζῶν εἰς τοὺς αἰῶνας· “Δοξάσω τοὺς ἐν πίστει δοξάζοντας μέ„· ὁ οὖν ἐν τοῖς πάλαι τὸν Σαμουὴλ ἀνυψώσας ἐδόξασέ νυν τὸν ἱεράρχην· τὸ τάλαντόν γαρ, ὃ ἐπιστεύθη, καλῶς ἐμπορευσάμενος τῷ βασιλεῖ προσήγαγε· διὸ καὶ ὑπερύψωσεν αὐτὸν ὁ ὑπερούσιος· τούτου γὰρ χάριν αἰτῶ ὁ ἀνάξιος ἐγὼ λόγον δέξασθαι μέ, ἵν᾽ ἰσχύσω εὐσεβῶς ἀνυμνῆσαι αὐτόν· |τῶν περάτων γὰρ αὐτὸς ὑπάρχεις καθηγητὴς ὡς τὰ θεῖα σοφός.:
Ὁ μὲν ἥλιος λάμπων, ὡς φθάσας εἶπον, τὰ ἐν κόσμῳ εὐφραίνει, πανήμερόν δε δρόμον ποιησάμενος ὑπ᾽ ἐκείνης δεσπόζεται, ἧς δεσπόζων ἐτύγχανε· καθάπερ γὰρ χιτῶνι καλύπτεται τῷ σκότῳ καὶ νὺξ καταλαβοῦσα ἀμβλύνει αὐτόν· τοῦ δὲ πανολβίου ἀρχιερέως τὸ κλέος καὶ ἡ ἡμέρα ἀνακηρύττει, καὶ νὺξ δὲ πάλιν θαυμάζει ἄγαν, πῶς διασχίσαι ἴσχυσε τὴν τῶν πραγμάτων θύελλαν παρασταθῆναι ἄμωμος Χριστῷ τῷ βασιλεῖ ἡμων· ἤκουσε γὰρ παρ᾽ αὐτοῦ· “Σὺ ἐδόξασας ἐμὲ ἐπὶ τῶν γηγενῶν, καὶ ἐγὼ ἐν οὐρανοῖς δόξαν δίδωμι σοί„· |τῶν περάτων γὰρ αὐτὸς ὑπάρχει καθηγητὴς ὡς τὰ θεῖα σοφός.: ⟦Ὁ τῶν ἐπουρανίων ἀρχιεράρχης τοῦτον ἡμῖν παρέσχεν ἀρχιερέα θεῖον, ἀξιάγαστον, τὸν ἐπίγειον ἄγγελον καὶ οὐράνιον ἄνθρωπον, τὸν ὄντως θεολόγον καὶ τῆς τριάδος μύστην καὶ ὅλης ⟦τῆς⟧ οἰκουμένης ῥήτορα τρανόν· αὐτὸς γὰρ τὸ δόγμα τῆς εὐσεβείας πλατύνας τὸν κατελθόντα ἐκ τῶν ὑψίστων καὶ σαρκωθέντα καὶ σταυρωθέντα Χριστὸν καλεῖ καὶ κύριον τῆς δόξης ὁ σοφώτατος θεὸν ὁμοῦ καὶ ἄνθρωπον τὸν ἕνα καὶ ἀμέριστον· καὶ τὴν τεκοῦσαν αὐτὸν θεοτόκον ἀληθῶς καὶ μητέραν αὐτοῦ ἀνυμνεῖ καὶ προσκυνεῖ καὶ κηρύττει λαοῖς· |τῶν περάτων γὰρ αὐτὸς ὑπάρχει καθηγητὴς ὡς τὰ θεῖα σοφός.:⟧ Ὑπὲρ τὴν τοῦ ἡλίου φαίνει ἀκτῖνα ἡ τοῦ ἐνθέου τούτου ἄδυτος αἴγλη· νέφη γὰρ καλύπτουσι τὴν ἐκείνου, τὴν τούτου δε οὐδὲ νὺξ διαδέχεται· ἐκεῖνος ἀνατέλλων μαρμαρυγὰς ἐκπέμπει καὶ δύνων ἕλκει αὖθις πάσας σὺν αὐτῷ· οὗτος ἀνατείλας κατηύγασε τοὺς ἐν κόσμῳ καὶ τελευτήσας φωτίζει πλέον· περιπολεῖ γαρ μετὰ ἀγγέλων· ἐν οὐρανοῖς γὰρ πέφυκε τὸ τῶν πιστῶν πολίτευμα, μεθ᾽ ὧν Χριστὸς αὐλίζεται ὁ τῶν ἁπάντων κύριος, ὁ τὸν τὰ θεῖα σοφὸν ἐν τῇ τρίβῳ τῆς ζωῆς ὁδηγήσας καλῶς ὥσπερ καὶ τὸν Ἀαρὼν καὶ τὸν Μελχισεδέκ· |τῶν περάτων γὰρ αὐτὸς ὑπάρχεις καθηγητὴς ὡς τὰ θεῖα σοφός:
Τοὺς προπάτορας αὐτοῦ παραζηλώσας ὁ σοφὸς οὗτος ποιμὴν πάντων διῆλθε, πάντας ὑπερέβαλε ταπεινώσει ὑψούμενος τοῖς χρηστοῖς αὐτου ἤθεσι· Χριστός γαρ τοῦτον ὄντως ἐδόξασε πλουσίως ἐν ταῖς διδασκαλίαις παρέχων αὐτῷ πλουσίαν τὴν γνῶσιν τὴν τῶν γραφῶν ἑρμηνεύειν τοῖς ἐκζητοῦσι τὴν σωτηρίαν τῆς μετανοίας ὁδὸν βαδίζειν· τούτοις ἐγκελευόμενος ὁ πρᾶος καὶ ἡσύχιος πληρώσας τὸ ἐπάγγελμα τὸ τοῦ σωτῆρος, αὖθις δε τοὺς πάντας φωταγωγῶν, ὁδηγῶν καὶ συνετῶν καὶ δεικνύων αὐτοῖς ἐπιμένειν τοῖς καλοῖς ἐκδιδάσκων αὐτούς· |τῶν περάτων γὰρ αὐτὸς ὑπάρχεις καθηγητὴς ὡς τὰ θεῖα σοφός.:
Ἀγνοῶ, πῶς τὸν θεῖον προσαγορεύσω· στρατηγόν, ἱερέα ἢ τροπαιοῦχον; ὃς διὰ τοῦ μέλανος καὶ καλάμου τοξεύμασι τὰς αἱρέσεις κατέβαλε· καλέσω ἀθλοφόρον; ὡς ὁμολογητής γαρ στεφανηφόρος μάρτυς παρέστη Χριστῷ· ἀλλ᾽ εἴπω ἰατρόν; τοὺς γὰρ νοσοῦντας ἰᾶται καὶ ἐκ πνευμάτων δεινῶν λυτροῦται· θαυματουργεῖ γαρ ἀδιαλείπτως· ὁλκάδα πανθαύμαστον ἢ κυβερνήτην δόκιμον; πολλοὺς γὰρ σώζει πάντοτε ἐπὶ λιμένα εὔδιον· πῶς οὖν καλέσω αὐτόν; τεῖχος, πέτραν ἢ πηγὴν ἢ Χριστοῦ μαθητήν; πάντα ἔστι· πᾶσι γὰρ χορηγεῖ ἀγαθά· |τῶν περάτων γὰρ αὐτὸς ὑπάρχει καθηγητὴς ὡς τὰ θεῖα σοφός:
Παράδεισος ὑπάρχει θεολογίας πνευματικῶν ἀνθέων πεπληρωμένος οὗτος ὁ θεάρεστος· τὸ γὰρ ξύλον τὸ τῆς ζωῆς ὁ σταυρὸς τοῦ θεοῦ ἡμων ὡς πρὶν ἐν παραδείσῳ ἐδείχθη καὶ ἐν τούτῳ τοῦ σώζειν τοὺς ἐν πίστει φρουροῦντας αὐτόν· πηγὴ ἡ τῆς Ἐδὲμ τετραμερῶς διαιρεῖται καὶ πᾶσαν κτίσιν καταπλουτίζει· ἀλλ᾽ οὗτος μείζων ἐκείνης ὤφθη· ἡ μὲν τῇ γῇ ὠφέλιμος, ὁ δὲ ἀνθρώποις ἅπασιν· ἐκείνη βλύζει νάματα, καὶ οὗτος λόγον ἅγιον· 〈τὰ〉 τετραπέρατα γὰρ ὡς παράδεισος τερπνὸς εὐωδίας πληροῖ τὰ θεόπνευστα αὐτοῦ λόγια χορηγῶν· |τῶν περάτων γὰρ αὐτὸς ὑπάρχει καθηγητὴς ὡς τὰ θεῖα σοφός.:
Ἐξεχύθη ἀληθῶς ἐκ τῶν σῶν χειλέων ὑπὲρ μέλι καὶ κηρίον ἡ γλυκύτης τῆς διδασκαλίας σου, Ἰωάννη πανθαύμαστε, καὶ τὸν κόσμον ἐπλήρωσε· γλυκάνας καὶ εὐφράνας τοὺς πικροτάτῃ βρώσει ἀπογευσαμένους ἐκ τοῦ πονηροῦ, προσάξας δὲ τούτους θυσίαν ζῶσαν κυρίῳ τῷ ἀγαθῷ τε καὶ φιλανθρώπῳ, τῷ σωτηρίαν θέλοντι πάντων· ἐν τούτῳ γὰρ ἐδόξασε σὲ ἀληθῶς, πανεύφημε· ἐν τούτοις καὶ ἐκάλεσεν ἐπάξιως Χρυσόστομον καὶ μαθητὴν ἑαυτοῦ τρισκαιδέκατον, σοφέ, συντάξας τοῖς αὐτοῦ ἀποστόλοις ὡς λαβόντα χάριν παρ᾽ αὐτοῦ· |τῶν περάτων γὰρ αὐτὸς ὑπάρχεις καθηγητὴς ὡς τὰ θεῖα σοφός.:
Ἰσορρόπους τοῖς πράγμασιν οὐχ εὑρίσκω λόγους πρὸς τὸ ὑμνῆσαι τὸν Ἰωάννην· λόγῳ γὰρ καὶ πράγματι καὶ ἐννοίᾳ ὑπέρκειται τοῦ σεπτοῦ ἡ διήγησις· ἀκέραιος ἐν πᾶσιν ὁ Ἄβελ ἀνεδείχθη καθάπερ ὁ τὰ θεῖα σοφώτατος νῦν· ἐκεῖνος τὴν ζωὴν καὶ μετὰ θάνατον ἔχει, ὥσπερ καὶ οὗτος ὁ ταπεινόφρων· καὶ κατοικοῦσι σκηναῖς ἁγίων· Ἐνὼχ δὲ ὁ ἐνάρετος τὸν θάνατον διέφυγε· σκιρτᾷ οὖν καὶ ἀγάλλεται καὶ χαίρει καὶ ὁ ἄπλαστος ἐπὶ τοῖς τέκνοις αὐτοῦ σὺν τῷ Ἄβελ καὶ Ἐνὼχ Ἰωάννην ὁρῶν καὶ σεμνύνεται λοιπὸν ἐπὶ τούτοις καλῶς· |τῶν περάτων γὰρ αὐτὸς ὑπάρχει καθηγητὴς ὡς τὰ θεῖα σοφός.:
Νῶε μὲν ἐκδιδάσκων τοὺς παρανόμους τῶν δεινῶν ἐπιστρέψαι οὐκ ἠδυνήθη· νῦν δὲ ὁ διδάσκαλος τῷ θεῷ ἀναρίθμητα πλήθη ὄντως προσήγαγε· τριώροφον ἐκεῖνος ἐκτήσατο ἑστίαν κἀκεῖ τοὺς ὑπηκόους διεσώσατο· κα<ὶ ο>ὗτος ἐκκλησίας τρισμακαρίστου προέστη ἐν ταύτῃ σώζων τοὺς εὐσεβοῦντας καὶ ἐλευθέρους ποιῶν θανάτου· ἐκείνην οἱ οἰκήσαντες τὸν θάνατον διέφυγον, ἐν ταύτῃ οἱ προστρέχοντες εἰς τὸν αἰῶνα ζήσονται· τὰ πάλαι τύποι τῶν νῦν· ὁ μὲν εἶχε γὰρ ζωὴν ἐπίσαλον ποτέ, οὗτος δὲ ἐπασφαλῆ ἐπὶ πέτραν ἑστώς· |τῶν περάτων γὰρ αὐτὸς ὑπάρχει καθηγητὴς ὡς τὰ θεῖα σοφός.:
Ὁ Ἀβρ<αὰ>μ τοὺς ἀγγέλους ἐξενοδόχει, ὑπὲρ τοῦτον δὲ ὤφθη ὁ Ἰωάννης· τὴν σκηνὴν γὰρ ἔπηξεν ὑπὸ δρῦν ὁ πρεσβύτατος καὶ ἐκεῖσε διέτριβεν· οὗτος δὲ νῦν ἐν ταύτῃ τῇ Κωνσταντινουπόλει οἰκῶν πρὸς σωτηρίαν πάντων τῶν λαῶν ἑκάστῳ δαψιλῶς τὰ πρὸς τὴν χρείαν ἐδίδου, τροφήν, ἐσθῆτα καί γε πρὸς τούτοις τὸν θεῖον λόγον τῆς εὐσεβείας· ἐκεῖ τοὺς παροδεύοντας ἀνέψυχεν ὁ ἔνθεος, ἐνταῦθα ὁ θεσπέσιος τοὺς κύκλῳ καὶ τοὺς πόρρωθεν· ἐκεῖνος τὸν Ἰσαὰκ πρὸς θυσίαν ἤγαγε τῷ τῶν ὅλων θεῷ, οὗτος δὲ καὶ ἑαυτὸν θύει πνευματικῶς· |τῶν περάτων γὰρ αὐτὸς ὑπάρχει καθηγητὴς ὡς τὰ θεῖα σοφός.:
Ὑψηλὸς ἐν τοῖς πάλαι βεβιωκόσιν Ἰακὼβ ἀνεδείχθη ὁ πατριάρχης· οὗτος γάρ, ὡς γέγραπται, τὴν ψυχήν αὐτου τέθηκε τοῦ ποιμνίου κηδόμενος· καὶ νῦν ὁ ἀγελάρχης τῆς τοῦ Χριστοῦ ἀγέλης τὰ λογικὰ ἀρνία νομεύει πιστῶς· ἐκτρέφων τὰς ψυχὰς τοῖς ὑγιαίνουσι λόγοις καὶ τὰς καρδίας τῶν εὖ φρονούντων τὴν θείαν μάνδραν πληθύνει πᾶσιν· ἐκεῖνος ἐπὶ κλίμακος τὸν κύριον ἑώρακε, καὶ οὗτος διὰ πίστεως τὸν κύριον τεθέαται· ἐκεῖνος 〈μὲν〉 Ἰσραὴλ ὠνομάσθη ὡς πατὴρ τοῦ λαοῦ τοῦ θεοῦ, οὗτος τῶν Χριστιανῶν ⟦ὡς⟧ διδάσκαλος πιστός· |τῶν περάτων γὰρ αὐτὸς ὑπάρχει καθηγητὴς ὡς τὰ θεῖα σοφός.:
Ῥήτωρ ἐν τῇ Αἰγύπτῳ Μωσῆς ἐδείχθη, ῥήτωρ τῇ οἰκουμένῃ οὗτος ἐγνώσθη· πάλαι ἀντελέγετο τὰ ἐκείνου διδάγματα, νῦν τὰ τούτου κρατύνεται· ἐν τέρασιν ἐκεῖνος προσῆλθεν Αἰγυπτίοις, οὗτος τοῖς ἐν τῷ κόσμῳ ἐν λόγῳ Χριστοῦ· ἐκεῖνος τὸν ὄφιν τῷ λαῷ ὕψωσε πάλαι, νῦν οὗτος πᾶσι θεὸν ἀφράστως σαφῶς κηρύττει σαρκὶ τεχθέντα· ἐκεῖνος οὖν κατῴκησεν εἰς τὰ Ἱεροσόλυμα, οὗτος πολλοὺς συνήγαγε τῇ ἄνω Ἱερουσαλήμ· ἐκεῖνος ἴθυνε πρὶν τὸν λαὸν τοῦ Ἰσραήλ, ἀλλ᾽ οὐκ ἦρξεν αὐτῶν· τοῦτον νῦν οἱ εὐσεβεῖς ἕπονται εὐσεβῶς· |τῶν περάτων γὰρ αὐτὸς ὑπάρχει καθηγητὴς ὡς τὰ θεῖα σοφός.:
Ὡς Ἀάρων τὸ πάρος Ἰσραηλίταις, ὁμοίως ἀνεδείχθη τοῖς ἐν τῷ βίῳ οὗτος ὁ πανεύφημος· ἱερεῖς γὰρ ἀμφότεροι τοῦ θεοῦ ἐχρημάτισαν· ἐκεῖνος ἐπωμίδα ἠμφιεσμένος πάλαι, καὶ οὗτος ὠμοφόρον περικείμενος ⟦νῦν⟧· ἐκεῖνος 〈μὲν〉 πλαξὶ λιθίναις κεκολαμμέναις ἐν στήθει φέρων ἐξιλεοῦτο, οὗτος δὲ πόλεις πάσας καὶ δήμους ἔχων ἐν στέρνοις ἔνδοθεν ἐν τῇ καρδίᾳ πάντοτε ὑπὲρ ἁπάντων εὔχεται καθαγιάζων ἅπαντας· ζωοθυσίας ὁ πρὶν ἐκτελέσας ἥγνιζε τὸν λαόν, ὁ δὲ νῦν ἀναιμάκτῳ προσφορᾷ σώζει νῦν τοὺς πιστούς· |τῶν περάτων γὰρ αὐτὸς ὑπάρχει καθηγητὴς ὡς τὰ θεῖα σοφός.:
Μωϋσῆς καὶ Ἀάρων ἐν ἱερεῦσι καὶ Σαμουὴλ ἐν τοῖς ἐπικαλουμένοις τοῦ θεοῦ τὸ ὄνομα, ὡς φησὶν ὁ μελίρρυτος κελαδῶν ἐν τοῖς ᾄσμασι· καὶ Φινεὲς ἐκεῖνον τὸν ζηλωτὴν τοῦ νόμου ὡσαύτως μεγαλύνει ὁ πρᾶος Δαβίδ· καὶ ἔστη Φινεὲς καὶ ἐξιλάσατο 〈τότε〉, καὶ ἐκοπᾶσεν ἡ θραῦσις πᾶσα καὶ εἰς δικαίους κατελογίσθη· οὗτος δὲ ὁ πανόλβιος πολυμερῶς ὑπόκειται· ἀρχιερεὺς γὰρ πέφυκε πρὸς τὸν τοῦ κόσμου κύριον ἐπικαλεῖ τε πιστῶς ὡς τῆς ποίμνης ἀρχηγός, ἐξαιρεῖ τε ἀεὶ ἐκ τῆς πλάνης τοῦ ἐχθροῦ τὸν λαὸν τοῦ Χριστοῦ· |τῶν περάτων γὰρ αὐτὸς ὑπάρχει καθηγητὴς ὡς τὰ θεῖα σοφός.:
Ἀνιστάμενος ὄρθρου ἀεὶ προσῆγεν ὁ Ἰὼβ τὰς θυσίας ὑπὲρ τῶν τέκνων λέγων ὁ φιλόθεος· “Μήποτε ἐνενόησαν πονηρὰ ταῖς ψυχαῖς αὐτῶν„· ὁ δὲ ἱεροφάντης ὑπὲρ τῶν ὀρθοδόξων ἀναίμακτον θυσίαν προσάγει θεῷ· ἐκεῖνος μὲν ἄκων τῶν ἑαυτοῦ ἐστερήθη, οὗτος ἑκών δε ἀεὶ δωρεῖται τοῖς δεομένοις τὴν εὐλογίαν· ἐκείνου τοῖς παλαίσμασιν ἡττήθη ὁ διάβολος, καὶ τούτου τοῖς κηρύγμασι διδράσκει πᾶσα αἵρεσις· ἐν τοῖς συμβᾶσιν αὐτῷ οὐχὶ ἥμαρτεν Ἰώβ, ὡς φησὶν ἡ γραφή, ἀλλ᾽ ὑπέρκειται αὐτῷ οὗτος ὁ ἱερεύς· |τῶν περάτων γὰρ αὐτὸς ὑπάρχει καθηγητὴς ὡς τὰ θεῖα σοφός.:
Νουνεχῶς ὁ προφήτης Δαβὶδ ἐβόα· “Οἱ ἱερεῖς τοῦ θεοῦ δικαιοσύνην πάντοτε ἐνδύσονται„· οὗτος οὖν ὁ ἀρχιερεὺς ἄγαν ἠγαλλιάσατο· ψαλτήριον ἐκεῖνος ἐσκεύασε τὸ πάρος, συγγράμματα δὲ οὗτος θεόπνευστα νῦν· σοφὸς ἐν τοῖς πάλαι ὁ Σολομὼν ἀνεδείχθη, οὗτος δὲ νῦν ὤφθη ὑπερβαλλόντως κεκοσμημένος σοφίᾳ θείᾳ· ὁ Ἐζεκίας δάκρυσι θάνατον ἐτροπώσατο καὶ αὖθις ἐπεβίωσε κελεύσει τοῦ θεοῦ ἡμων, οὗτος δὲ τῇ προσευχῇ τὴν ἀκήρατον ζωὴν ηὕρατο εὐσεβῶς καὶ ἀεὶ ἐν οὐρανοῖς συνδιάγει Χριστῷ· |τῶν περάτων γὰρ αὐτὸς ὑπάρχει καθηγητὴς ὡς τὰ θεῖα σοφός.:
Ὁ Θεσβίτης Ἠλίας ὀργῇ δικαίᾳ ἱερεῖς ἀνιέρους ξίφει ἀνεῖλεν· τούτῳ ἁμιλλώμενος ὁ τῆς πίστεως ζηλωτὴς τῇ μαχαίρᾳ ἀπέκτεινε τῇ τῆς διδασκαλίας τούς τε αἱρεσιάρχας καὶ τὰς αὐτῶν αἱρέσεις ἔπρισε σαφῶς· ἐκείνου τῇ εὐχῇ κατῆλθε πῦρ οὐρανόθεν, τῇ τούτου πνεῦμα τὸ ἐν πυρίναις προφθάσαν γλώσσαις τοὺς ἀποστόλους· ἐκεῖ τὸ πῦρ κατέφαγε τὸ θῦμα καὶ τὰ ὕδατα, ἐνταῦθα σῶμα ἔδειξε θεοῦ καὶ αἷμα ἅγιον· ἐκεῖνος ἤρθη ποτὲ ἐπὶ ἅρματος πυρὸς ὡς εἰς τὸν οὐρανόν, οὗτος ἐν τῷ οὐρανῷ συνδιάγει Χριστῷ· |τῶν περάτων γὰρ αὐτὸς ὑπάρχει καθηγητὴς ὡς τὰ θεῖα σοφός.:
Ὑψηλῶν συγγραμμάτων ὑπάρχει πίναξ προφητῶν, ἀποστόλων καὶ διδασκάλων οὗτος ὁ ἀείμνηστος· ἐν αὐτῷ γὰρ εὑρίσκομεν πάντων τὰ κατορθώματα, τὰς ἀρετὰς ἑκάστου, τὴν πρὸς θεὸν ἀγάπην, τὸν ζῆλον, τὴν ἐλπίδα, τὸν δρόμον αὐτῶν· τὸν γὰρ Ἠσαΐαν, Ἱερεμίαν, Δανιὴλ Ἰεζε<κιή>λ τε καὶ τοὺς ὀφθέντας ἐν τῇ παμφλόγῳ ἀνθρακοβάτας, Ἀμβακοὺμ τὸν μετάρσιον καὶ Ἰωνᾶν τὸν κήρυκα· ἐν τούτῳ ὁ βουλόμενος γνωρίζει ὄντως ἅπαντας· ὥσπερ γὰρ τὴν Νινευῆν ὁ προφήτης πρότερον, οὗτος ἔσωσε νῦν πάντας τοὺς Χριστιανοὺς καὶ Κωνσταντινούπολιν· |τῶν περάτων γὰρ αὐτὸς ὑπάρχει καθηγητὴς ὡς τὰ θεῖα σοφός.:
Ἔργον
Κείμενο
Ανοίγει το σχετικό χωρίο σε νέο παράθυρο.