Ἔργον
Ρωμανὸς ὁ Μελωδός – ᾈσματα (Νόθα)
Ύμνος εις τόν απόστολον Φίλιππον
Η κλήση του αποστόλου Φιλίππου, ο διάλογος με τον Χριστό περί της ομοουσιότητος και το ιεραποστολικό του έργο.
Πλατφόρμα ἀναγνώσεως, ἀναζητήσεως καὶ νοηματικῆς πλοηγήσεως πατερικῶν καὶ βιβλικῶν κειμένων
Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.
Χρήση του Αναγνωστηρίου
Γρήγορη εύρεση Αναζητήστε απευθείας συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής.
Αναλυτική επιλογή Επιλέξτε πηγή και κατόπιν συγγραφέα, έργο, κεφάλαιο ή βιβλικό χωρίο.
Εργαλεία μελέτης Κατά την ανάγνωση μπορείτε να χρησιμοποιήσετε μετάφραση, σελιδοδείκτες, σημειώσεις και τις προσωπικές ρυθμίσεις εμφάνισης.
Ἔργον
Ύμνος εις τόν απόστολον Φίλιππον
Η κλήση του αποστόλου Φιλίππου, ο διάλογος με τον Χριστό περί της ομοουσιότητος και το ιεραποστολικό του έργο.
ΡΩΜΑΝΟΥ Ο ΨΑΛΜΟΣ Ὡς ἀπαρχάς Ὁ μαθητὴς καὶ φίλος σου καὶ μιμητὴς τοῦ πάθους σου τῇ οἰκουμένῃ θεόν σε ἐκήρυξεν, ὁ θεηγόρος Φίλιππος· ταῖς αὐτοῦ ἱκεσίαις ἐξ ἐχθρῶν παρανόμων τὴν ἐκκλησίαν σου καὶ πᾶσαν πόλιν διὰ τῆς θεοτόκου συντήρησον, |πολυέλεε.:
Οἱ ἐν πάσῃ τῇ γῇ (App. Metr. D) Ῥεῖθρα λόγου παράσχου μοι, κύριε, ὁ ὑδάτων τὴν φύσιν δειμάμενος· τὴν καρδίαν μου στήριξον, εὔσπλαγχνε, ὁ τὴν γῆν στερεώσας τῷ λόγῳ σου, καὶ φώτισόν μου τὴν διάνοιαν, ὁ τὸ φῶς ὡς χιτῶνα ἀναβαλλόμενος, ἵνα λέγων καὶ ψάλλων τὰ πρέποντα ἐπαξίως τιμήσω τὸν σὸν μαθητήν, |πολυέλεε.:
Ὡς πολύ σου τὸ πλῆθος τῆς χάριτος, ἀριθμὸς δὲ οὐκ ἔστι τῆς δόξης σου· ἐκ μὴ ὄντων ἡμᾶς γαρ ἐποίησας καὶ χαρίσμασι σοῦ κατεπλούτησας· αὐτός, φιλάνθρωπε, νῦν δώρησαι τῇ βεβήλῳ καρδίᾳ μου αἴνεσιν ⟦ὁ⟧ ὑπ᾽ ἀγγέλων ἀπαύστως ὑμνούμενος, ἵνα ψάλλων τιμήσω τὸν σὸν μαθητήν, |πολυέλεε.:
Μεθ᾽ ἡμῶν, ὁ θεὸς ὁ ἀόρατος, ἐπ᾽ ἐσχάτων τῶν χρόνων ἐσκήνωσας ἐκ παρθένου λαβὼν τὸ ἡμέτερον, ἵνα δώσῃς ἡμῖν τὸ ἀλλότριον· καὶ πένης ὤφθης ὁ πλούσιος μεταδοῦναι ἡμῖν τὸν ἀμέτρητον κ<αὶ ἀ>κατάληπτον πλοῦτον σου, δέσποτα, διὰ τοῦτο καὶ πένητας σχὼν μαθητάς, |πολυέλεε.:
Ἀναρίθμητα τὰ μεγαλεῖα σου καὶ ἀνέκφραστα σοῦ τὰ τεράστια· ὁ μετρήσας ἀστέρων τὴν σύστασιν μετρητὸς κατὰ σάρκα ἐπέφανας, ἐκ Ναζαρὲτ δὲ γεγέννησαι καὶ τῷ Καίσαρος δόγματι ἐπειθάρχησας, ⟦καὶ⟧ βασιλεὺς τῶν αἰώνων καὶ κύριος· μαθητῶν δὲ χορὸν συνεστήσω, Χριστὲ |πολυέλεε.:
Νῦν ἡ πόλις σκιρτάτω χορεύουσα ἡ Ἀνδρέου καὶ Πέτρου τοῦ μάκαρος· ἐξ αὐτῆς γὰρ φωστὴρ ἡμῖν ἔφανεν ἀγλαΐζων τὴν πᾶσαν ὑφήλιον Φίλιππος ὁ ἱερώτατος, ὃν ὁ Λόγος φησὶ καὶ θεός ἡμων· “Δεῦρο καὶ ἀκολούθει ὀπίσω μου καὶ τὰ ἔθνη ὁδήγησον μοῦ τοῦ βοᾶν· |‛Πολυέλεε‚.„:
Οὗτος ὁ μαθητὴς ὁ θεόκλητος Φίλιππος τῆς τριάδος ὁ μύσταρχος εὐθὺς μέτα τὴν κλῆσιν ἐκήρυττεν τὸν υἱὸν τοῦ θεοῦ σαρκωθέντα· φησὶ τοιαῦτα δὲ πρὸς Ναθαναήλ· “Ὃν Μωσῆς ἐν τῷ νόμῳ προέγραψε κα<ὶ ο>ἱ προφῆται ἐκήρυξαν, εὕραμεν, τὸν υἱὸν Ἰωσὴφ τὸν ἀπὸ Ναζαρὲτ |πολυέλεον.„:
Ὑποπτεύονται τὰ ταπεινότερα τῆς Χριστοῦ τοῦ Θεοῦ ἡμων φύσεως· εὐτελοῦς γὰρ ἐκ πόλεως ἔρχεται πενιχροὺς ἔχων καὶ τοὺς γεννήτορας· πρὸς ἃ ὁρῶντες ἐδυσχέραινον· ὑπὲρ τὸν Ναθαναὴλ γὰρ πείθονται ὡς ἀδήλων ἐπόπτην προβλέποντες καὶ υἱὸν αὐτὸν κηρύττουσι θεοῦ |πολυέλεον.:
Οὐκ ἐκάλυπτε γνόφος τὸν ἥλιον οὐδὲ νὺξ τὴν ἡμέραν ἐφαύλιζεν· ἐξ αὐτῶν γὰρ τῶν ἔργων ἐδείκνυεν, ὅτι οὗτος ὑπῆρχεν ὁ ἄναρχος υἱὸς καὶ λόγος τοῦ συνανάρχου πατρός· καὶ γὰρ ὅτε “Ὑπάγω„ προέλεγε “πρὸς πατέρα„, ἠρώτα τὸν Φίλιππον ἀληθέστερον θέλων ἰδεῖν καὶ μαθεῖν, |πολυέλεος.: “Ψυχαγώγησον, Λόγε, τοὺς φίλους σου· λέγεις γὰρ πρὸς πατέρα πορεύεσθαι· τοῦτον δεῖξον ἡμῖν καὶ ἀρκεῖ ἡμιν,„ ὁ πιστώτατος Φίλιππος ἔλεξε πρὸς τὸν διδάσκαλον καὶ κύριον· πρὸς ὃν ἔφη “Ἀκμὴν ἀγνοεῖς αὐτόν;„ τὸ ⟦τοῦ⟧ πατρὸς ὁμοούσιον γέννημα· καὶ γὰρ ἦν χαρακτὴρ τοῦ πατρὸς ὁ υἱὸς |πολυέλεος.:
Ἀναπτύξας τὰ χείλη ὁ κύριος πρὸς τὸν Φίλιππον ἔφη τὰ ἴδια· “Ἐγὼ καὶ ὁ πατὴρ ὁμοούσιοι καὶ συνάναρχοι καὶ συναΐδιοι, ὁμοβασίλειοι κα<ὶ ὁ>μόδοξοι· καὶ ἐν θρόνῳ συγκάθημαι τῷ γεννήτορι καὶ μεθ᾽ ὑμῶν ἀναστρέφομαι ἄνθρωπος· ἀπερίγραπτος ὢν περιγράφομαι νῦν |πολυέλεος.„: “Λόγος ὢν τοῦ πατρὸς ἐνηνθρώπησα„, πρὸς τὸν Φίλιππον πάλιν ὁ κύριος· “οὐκ ἀπέστην αὐτοῦ τῆς θεότητος, ἀλλὰ ⟦καὶ⟧ σὺν τῷ πατρὶ ἀδιαίρετος καὶ μεθ᾽ ὑμῶν ὁμοούσιος· ταῦτα φρόνει καὶ δίδασκε, Φίλιππε· τὰ τοῦ πατρὸς πάντα ἐμά ἐστι· μίαν ἄναρχον ζήτει θεᾶσθαι ἀρχήν, |πολυέλεον.„:
Μυστιπόλος ἐδείχθη ὁ Φίλιππος ἐκ θεοῦ διδαχθεὶς τὰ ἀπόρρητα· διὰ τοῦτο σταυρούμενον ἔβλεπε καὶ θεὸν ἀληθῆ ἐπεγίνωσκε καὶ μετὰ τὴν ἀνάστασιν τοῦ υἱοῦ τοῦ θεοῦ καὶ σωτῆρος ἡμῶν τῇ οἰκουμένῃ σαφῶς ἐκήρυξεν ὁμοούσιον τὴν τριάδα θεόν τε καὶ ἀληθῆ |πολυέλεον.:
Οὗτος ὁ μαθητὴς ὁ περίδοξος Φίλιππος, ἡ τιμὴ πάσης πόλεως, Ἱεραπολιτῶν τὸ ἑδραίωμα, ἐγκαλλώπισμα καὶ ἀγαλλίαμα, θεογνωσίᾳ ἐλάμπρυνε τὴν ὑφήλιον πᾶσαν καὶ πρόκειται μαρμαρυγὰς ἰαμάτων δωρούμενος ἐκ τιμίων λειψάνων αὐτοῦ καὶ σεπτῶν |πολυέλεος.:
Σοῦ, τριάς, προσκυνῶ τὴν θεότητα, σοῦ δοξάζω τὸ κράτος τὸ ἄτμητον, ἡ γὰρ σὴ βασιλεία ἀμέριστος, τοῦ πατρός, τοῦ υἱοῦ καὶ τοῦ πνεύματος· αὐτὴ καὶ νῦν ἐξαπόστειλον τὸ τρισσὸν καὶ ἀπρόσιτον φῶς καὶ κλέος καὶ τὸ ἔλεος, ἅγιε κύριε, ἐπὶ πᾶσι τοῖς ψάλλουσί σοι πιστῶς, |πολυέλεε.:
Ἔργον
Κείμενο
Ανοίγει το σχετικό χωρίο σε νέο παράθυρο.