Ἔργον
Ρωμανὸς ὁ Μελωδός – ᾈσματα (Νόθα)
Ύμνοι εις τόν πρωτομάρτυρα Στέφανον (Β')
Η θεοπτία, ο λιθοβολισμός, η συγχωρητική προσευχή του Στεφάνου και η μεταστροφή του Σαούλ.
Πλατφόρμα ἀναγνώσεως, ἀναζητήσεως καὶ νοηματικῆς πλοηγήσεως πατερικῶν καὶ βιβλικῶν κειμένων
Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.
Χρήση του Αναγνωστηρίου
Γρήγορη εύρεση Αναζητήστε απευθείας συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής.
Αναλυτική επιλογή Επιλέξτε πηγή και κατόπιν συγγραφέα, έργο, κεφάλαιο ή βιβλικό χωρίο.
Εργαλεία μελέτης Κατά την ανάγνωση μπορείτε να χρησιμοποιήσετε μετάφραση, σελιδοδείκτες, σημειώσεις και τις προσωπικές ρυθμίσεις εμφάνισης.
Ἔργον
Ύμνοι εις τόν πρωτομάρτυρα Στέφανον (Β')
Η θεοπτία, ο λιθοβολισμός, η συγχωρητική προσευχή του Στεφάνου και η μεταστροφή του Σαούλ.
ΤΟΥΤΟ ΡΩΜΟΥΑ Τὴν φοβεράν σου Τὴν τῶν ἀνόμων παρουσίαν ὁρῶν ὁ πρωτομάρτυς ἐν τῷ σταδίῳ ἐπὶ πάντων ἑστώς, ἔλεγε· “Χριστὲ ὁ θεός, μὴ στήσῃς τὸ ἔγκλημα τοῖς ἀδίκοις φονευταῖς, ἀλλ᾽ ἄνες καὶ δίδου τὴν συγχώρησιν αὐτοῖς, ἵνα κηρύττω σε θεὸν σεσαρκωμένον |τὸν διδοῦντα τὸ βραβεῖον τῆς νίκης.„:
Ἰδιόμελον ⟦Τὸ ὄνομά σου, ἅγιε, τὴν ἄθλησιν ἐμήνυσε, πρωτομάρτυς Χριστοῦ τοῦ θεοῦ, στεφάνῳ γὰρ φερωνύμως ἀξίως ἐστεφανώθης· ἄνω σὲ ἱκετεύω τοῦ δοθῆναι ἱλασμὸν ταῖς ψυχαῖς ἡμῶν |τὸν διδοῦντα βραβεῖον τῆς ἄνω κλήσεως.:⟧
Τῷ τυφλωθέντι Ἀδάμ (App. Metr. K) Τοῦ πρωτομάρτυρος εἴπω σαφῶς καὶ τῶν ἀνόμων τὴν τόλμαν, πιστοί· προφήτας γὰρ καὶ ἀποστόλους κατεδίωξαν πρὶν ὥσπερ λύκοι ὠμότατοι οἱ τοῦ Χριστοῦ προδόται, οἱ συγκεκαλυμμένοι καὶ ζοφώδεις ὑπάρχοντες· ἐκράτησαν αὐτὸν πρὸς σφαγὴν ὡς ἀρνίον τοῖς λίθοις κτείναντες, καθότι ὡμολόγει τεθεᾶσθαι τὴν δόξαν τὴν ἄφραστον, Χριστοῦ ἀνάστασιν κηρύττοντα τὴν ἐκ νεκρῶν φανερῶς· διὸ καὶ ἀναιροῦσιν ἔξω Ἱεροσολύμων |τὸν λαβόντα τὸ βραβεῖον τῆς νίκης.:
Ὁ ἐκ παρθένου θεὸς σαρκωθεὶς καὶ λόγος ἅγιος ὁ ἐκ πατρὸς αὐτός ἐστιν ὁ ἐν προφήταις κηρυχθεὶς ἀληθῶς, οὗ τὸ πνεῦμα ἐδέξαντο οἱ κατ᾽ ἀξίαν δοῦλοι, μάρτυρες καὶ προφῆται καὶ ἀπόστολοι μάλιστα· τὸ στάδιον μικρὸν καὶ τὸ βραβεῖον μέγα τοῖς ἐκλεκτοῖς Χριστοῦ· ὡς γὰρ σάλπιγξ ὁ λόγος τοῦ κηρύγματος πᾶσιν ἐξήκουσται· αἱ τῶν ἀγγέλων μὲν οὖν στρατιαὶ πάντας ἐκδέχονται τοὺς ἐν πίστει ὑμνοῦντας θεὸν τὸν σεσαρκωμένον |τὸν διδοῦντα τὸ βραβεῖον τῆς νίκης.:
Ὕψιστε, ἄχραντε λόγε θεοῦ, σοὶ πρέπει δόξα καὶ τῷ σῷ πατρὶ σὺν τῷ ἁγίῳ πνεύματί σου· δώρησαί μοι, σωτήρ, τοῦ ἀξίως ὑμνῆσαι σε· τίς ἱκανὸς γὰρ φράσαι τὴν θεϊκήν σου δόξαν; φῶς γὰρ οἰκῶν ἀπρόσιτον Στεφάνου στέφανος οὐρανόθεν ἐδείχθης· πλησθεὶς γὰρ ἀληθῶς πνεύματος τοῦ ἁγίου οὐρανόθεν τὴν δόξαν τεθέαται ἐκ δεξιῶν ἑστῶτος 〈σου〉, Χριστέ, τοῦ σοῦ ἀφράστου πατρός, καὶ ἐκτήσατο οὗτος θείαν χάριν τὸν διδοῦντα |οὐρανόθεν τὸ βραβεῖον τῆς νίκης.:
Τοῦτον ἐδόξασεν ὁ Ἰησοῦς ὃν τρόπον Παῦλον τὸν πρώην θρασύν, νυνὶ δὲ σκεῦος ἀληθείας· ὁ ποτὲ γὰρ δεσμῶν νῦν δεσμεῖται ἁλύσεσιν καὶ ἀστραπῇ τυφλοῦται, ψυχῇ δὲ ἀναβλέπει ἐπιγνοὺς τὸν αὐγάσαντα· πεσὼν δὲ κατὰ γῆς τὰς παλάμας ἐκτείνει, ζητῶν χειραγωγοὺς ἀναβοᾷ καὶ λέγει· “Τίς εἶ, κύριε; φράσον μοι, δέσποτα.„ εὐθέως οὖν ἦλθε αὐτῷ φωνή· “Σαούλ, Σαούλ, τί μοχθεῖς, τί διώκεις; τῶν ἄνω πόθησον καὶ μὴ διώξῃς |τὸν διδοῦντα τὸ βραβεῖον τῆς νίκης.„:
Ὅτε δὲ ἤκουσεν ὁ ἐκλεκτὸς ὁ πρώην λύκος νυνὶ δὲ ποιμήν· “Ἐγώ εἰμι 〈ὁ〉 Ἰησοῦς ὁ σταυρῷ προσηλωθεὶς καὶ τῇ λόγχῃ κεντούμενος· διὰ γὰρ τοὺς ἀνθρώπους ὑπέστην ταῦτα πάντα σῶσαι θέλων τὸν πταίσαντα· ὡς εὔσπλαγχνος θεὸς τῇ σαρκὶ ἐσταυρώθην τελώναις καὶ λῃσταῖς τὴν συγχώρησιν νέμων καὶ ταῖς πόρναις πταισμάτων τὴν ἄφεσιν. μάθε καὶ σὺ Σαοὺλ τὸ συμπαθεῖν καὶ μὴ θρασύνου δεινῶς θηριώδης ὑπάρχων· ἀλλὰ σκεῦος μοι γενοῦ 〈νῦν〉, |ἵνα λάβῃς τὸ βραβεῖον τῆς νίκης.„:
Ῥήματα θεῖα ἀκούσας Σαοὺλ χειραγωγούντων τῶν ἄλλων αὐτὸν ἐπὶ τὴν Δαμασκὸν εἰσῆλθεν· Ἀνανίαν ζητῶν 〈⏒⏑–⏑⏑–⏑⏑〉 καὶ τὸ λουτρὸν λαμβάνει τῆς παλιγγενεσίας καὶ ἰάσεως ἔτυχεν τῇ τῆς χειρὸς ἁφῇ Ἀνανίου εὐθέως· ἡμέραις γὰρ τρισὶν οὐκ ἐγένετο βλέπων καὶ λαμβάνει τροφὴν ἐπουράνιον. τροφὴν δὲ νῦν ἐρεῖ μοι ἡ γραφὴ τὸ σῶμα τὸ Χριστοῦ καὶ τὸ ἅγιον πόμα, οὗτινος καὶ ὤφθη κῆρυξ, |τοῦ διδοῦντος τὸ βραβεῖον τῆς νίκης.:
Ὡς Κορνηλίῳ ὁ Πέτρος ποτὲ δίδωσι χάριν ὡς 〈τῷ〉 ἐκλεκτῷ, νηστείαις τε καὶ εὐποιΐαις καὶ καρπῶν ἀγαθῶν πληρωθεὶς μεταπέμπεται Σίμωνα τὸν καὶ Πέτρον· ὅστις αὐτὸν βαπτίσας καὶ τὸν λόγον ἐδίδαξεν· τῇ πίστει γὰρ πιστοὶ τῷ θεῷ φανεροῦνται οἱ πνεῦμα ἔχοντες ταπεινώσεως ἤδη καὶ τὸν πλοῦτον τὸν ἄσυλον ἔχοντες ἐν οὐρανῷ, ὅπου καὶ ὁ Χριστὸς ἐκ δεξιῶν τοῦ θεοῦ· θησαυρὸς γὰρ ὑπάρχει ἀγαθῶν κατορθωμάτων |ὁ παρέχων τὸ βραβεῖον τῆς νίκης.:
Μέγα μυστήριον καὶ φοβερόν· θεὸς ἐλήλυθεν ἐπὶ τῆς γῆς· ἁμαρτωλοῖς συνανεστράφη τοῖς τελώναις διδοὺς σωτηρίας μετάνοιαν, ἵνα μηδεὶς ἀνθρώπων πλάνῃ ἐξολισθήσῃ εἰς ἀπώλειαν ἄδικον. ὁ θάνατος ὀξὺς καὶ ἡ κρίσις τελεία τῷ μὴ ποιήσαντι εὐσπλαγχνίαν ἐλέους· ὁ γὰρ λύχνος ὑπάρχει τοῦ σώματος ὁ ὀφθαλμὸς ἡμῶν ὁ νοερός, ὃν ὁ σωτὴρ καὶ θεὸς τῇ αὐτοῦ ἐπιγνώσει ὁδηγεῖ τε καὶ φωτίζει, |τὸν λαβόντα τὸ βραβεῖον τῆς νίκης.:
Ὅτε ὁ Στέφανος ἤχθη θανεῖν συρόμενος ἐξ ἀνόμου λαοῦ ἀνέβλεψεν ἀπὸ καρδίας ἐκβοῶν ἐκτενῶς τὰ τοιαῦτα δεόμενος· “Κύριε Ἰησοῦ μου, ἵλεως γενοῦ τούτοις, καὶ μὴ μνησικακήσῃς 〈οὖν〉, μηδὲ στήσῃς αὐτοῖς ταύτην τὴν ἁμαρτίαν, ἀλλὰ δέξαι αὐτὸς ἐν χερσί σου ἁγίαις, φιλοικτίρμων, τὸ πνεῦμα τοῦ δούλου σου· ἀνάπαυσόν με μετὰ τοῦ Ἀβρὰμ καὶ τῶν λοιπῶν προφητῶν.„ ἀκουσθεὶς δὲ τὸ πνεῦμα παρεδῶκε τῷ κυρίῳ |τῷ διδοῦντι τὸ βραβεῖον τῆς νίκης.:
Ὕπνον καλὸν ἐκοιμήθη εὐθὺς ὁ πρωτομάρτυς Χριστοῦ τοῦ θεοῦ, ἐγράφη δὲ ἐν τοῖς ὑψίστοις ἐπὶ βίβλου ζωῆς αἰωνίου ὁ δίκαιος· πρεσβεύει δὲ ἀπαύστως ὑπὲρ τῆς σωτηρίας τῶν ἀνθρώπων ὡς ἄμεμπτος τῷ κτίστῃ τῶν ψυχῶν, ἵνα ἀξιωθῶμεν βίον ἀγγελικὸν καὶ ἐνάρετον ζῆσαι σωτηρίαν ἐξ ὕψους λαμβάνοντες· ἐν τῷ ὀνόματί σου οὖν, Χριστέ, πάντας ἀξίωσον μετὰ τῶν ἐκλεκτῶν σου στῆναι ἐν τοῖς δεξιοῖς σου |τοῦ διδοῦντος τὸ βραβεῖον τῆς νίκης.:
Ἅγιος, ἅγιος εἶ, Ἰησοῦ, θεὸς αἰώνιος καὶ ἀληθὴς τὴν σάρκα τὴν ἡμῶν φορέσας καὶ τὰς σὰς ἐντολὰς μηδαμῶς ἀποκρύψας μοι, τοῦ πονηροῦ με ῥῦσαι, τῶν πειρασμῶν τῆς ζάλης τοῦ Σατάν με ἀπάλλαξον· οὐ παύει ὁ δεινὸς πολεμῶν τὴν ψυχήν μου ἡμέρας καὶ νυκτὸς δελεάζων τὸ σῶμα πρὸς ἀπάτην καὶ ἄδικα πράγματα· μὴ ἀπατήσῃ με ὁ δολερὸς ἱστῶν παγίδα αὐτοῦ καὶ ποιήσῃ με γέλως ὡς μὴ σχόντα οὐρανόθεν |〈τὸν διδοῦντα〉 τὸ βραβεῖον τῆς νίκης.:
Ἔργον
Κείμενο
Ανοίγει το σχετικό χωρίο σε νέο παράθυρο.