Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Ρωμανὸς ὁ Μελωδός – Γνήσια ᾄσματα

Ρωμανὸς ὁ Μελωδός

Ύμνος εις το γενέσιον της Θεοτόκου

Η προσευχή του Ιωακείμ και της Άννης για την απαλλαγή από την ατεκνία, η γέννηση και η αφιέρωση της Θεοτόκου στον ναό, και η καταληκτήρια ικεσία για την προστασία του ποιμνίου.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Ρωμανὸς ὁ Μελωδός

—

Κεφάλαιο 1 από 7

Η ΩΔΗ ΡΩΜΑΝΟΥ Ἰδιόμελον <Ἰω>ακεὶμ καὶ Ἄννα ὀνειδισμοῦ ἀτεκνίας, καὶ Ἀδὰμ καὶ Εὔα ἐκ τῆς φθορᾶς τοῦ θανάτου ἠλευθερώθησαν, ἄχραντε, ἐν τῇ ἁγίᾳ γεννήσει σου· αὐτὴν ἑορτάζει καὶ ὁ λαός σου, ἐνοχῆς τῶν πταισμάτων λυτρωθῆναι τῷ κράζειν σοι· |“Ἡ στεῖρα τίκτει τὴν θεοτόκον καὶ τροφὸν τῆς ζωῆς ἡμῶν.”:

Ἡ προσευχή (App. Metr. xxviii) Ἡ προσευχὴ ὁμοῦ καὶ στεναγμὸς τῆς στειρώσεως καὶ ἀτεκνώσεως Ἰωακείμ τε καὶ Ἄννης εὐπρόσδεκτος καὶ εἰς ὦτα κυρίου ἐλήλυθεν καὶ ἐβλάστησε καρπὸν ζωηφόρον τῷ κόσμῳ· ὁ μὲν γὰρ προσευχὴν ἐν τῷ ὄρει ἐτέλει, ἡ δ᾽ ἐπὶ τῷ παραδόξῳ ὄνειδος φέρει· ἀλλὰ μετὰ χαρᾶς |ἡ στεῖρα τίκτει τὴν θεοτόκον καὶ τροφὸν τῆς ζωῆς ἡμῶν.:

Ὦ τοκετὲ τῆς Ἄννης ἀγαθέ, πῶς ὑμνήσω σε ἢ πῶς δοξάσω σε, ὅτι ὑπάρχεις τεχθεὶς ναὸς ἅγιος; <Ἰω>ακεὶμ ἐν τῷ ὄρει ἱκέτευε τὸν καρπὸν ἀπολαβεῖν ἐκ κοιλίας τῆς Ἄννης· καὶ γίνεται δεκτὴ ἡ εὐχὴ τοῦ ὁσίου, καὶ μετὰ κυοφορίαν ἡ μακαρία ἐν τῷ κόσμῳ χαρά· |ἡ στεῖρα τίκτει τὴν θεοτόκον καὶ τροφὸν τῆς ζωῆς ἡμῶν.:

Δῶρα ποτὲ προσῆγεν ἐν ναῷ καὶ ἀπρόσδεκτα ταῦτα γεγόνασι, τῶν ἱερέων μὴ θελόντων προσδέξασθαι ὡς ἀτέκνου καὶ σπέρμα μὴ ἔχοντος· κα<ὶ ἐ>ν τοῖς υἱοῖς Ἰσραὴλ <Ἰω>ακεὶμ ἐβδελύχθη· ἀλλ᾽ ἦλθεν ἐν καιρῷ καὶ προσάγει τὴν παρθένον σὺν δώροις εὐχαριστίας ἅμα τῇ Ἄννῃ, ὅτι χαίρουσα νῦν |ἡ στεῖρα τίκτει τὴν θεοτόκον καὶ τροφὸν τῆς ζωῆς ἡμῶν.:

Ἤκουσαν οὖν φυλαὶ τοῦ Ἰσραὴλ ὅτι ἔτεκεν Ἄννα τὴν ἄχραντον, κα<ὶ 〈ἐ>ν〉 εὐφροσύνῃ αἱ πᾶσαι συνέχαιρον· πότον Ἰωακεὶμ ἐποίησε καὶ ηὐφραίνετο λαμπρῶς ἐπὶ τῷ παραδόξῳ· καλέσας εἰς εὐχὴν ἱερεῖς καὶ Λευίτας καὶ τὴν Μαρίαν μέσον ἤγαγε πάντων, ὅπως μεγαλυνθῇ· |ἡ στεῖρα τίκτει τὴν θεοτόκον καὶ τροφὸν τῆς ζωῆς ἡμῶν.:

Ῥεῖθρον ζωῆς ἐξέβλυσας ἡμῖν ἡ τραφῆναι δοθεῖσα εἰς ἅγια καὶ τὴν ἀγγέλου τροφὴν ἀπολαύσασα, ἐν ἁγίοις ἁγία ὑπάρχουσα, ὡς ὡρίσθη, καὶ ναὸς καὶ δοχεῖον κυρίου· αἱ παρθένοι τὴν παρθένον προσῆγον μετὰ λαμπάδων τὸν ἥλιον τυποῦσαι, ὅνπερ προσφέρειν ἤμελλε τοῖς πιστοῖς· |ἡ στεῖρα τίκτει τὴν θεοτόκον καὶ τροφὸν τῆς ζωῆς ἡμῶν.: “Ὢ μυστικὸν τελούμενον ἐν γῇ”· μετὰ τόκον ἡ Ἄννα ἐβόησε πρὸς τὸν προγνώστην ποιητὴν καὶ θεὸν ἡμῶν· “εἰσήκουσάς μου, δέσποτα, ὥσπερ τῆς Ἄννης τοῦ Ἠλὶ μεμφομένου ἐν μέθῃ· αὕτη τὸν Σαμουὴλ ὑπέσχετο τεχθέντα κυρίῳ ἱερατεύειν· σὺ οὖν ὡς πρώην ἐδωρήσω κἀμοί· |ἡ στεῖρα τίκτει τὴν θεοτόκον καὶ τροφὸν τῆς ζωῆς ἡμῶν.:

Μέγα μοι νῦν ὑπάρχει, ἀγαθέ, ὅτι τέτοκα παῖδα τὴν τίκτουσαν τὸν πρὸ αἰώνων δεσπότην καὶ κύριον, τὸν μετὰ τόκον φυλάττοντα τὴν μητέρα ἑαυτοῦ ὥσπερ ἔστι παρθένον· αὐτὴν ἐν τῷ ναῷ προσφέρω σοι, οἰκτίρμων· αὐτὴ καὶ πύλη σὴ ἔσται τοῦ ἐξ ὑψίστων, ἥνπερ μετὰ χαρᾶς |ἡ στεῖρα τίκτει, τὴν θεοτόκον καὶ τροφὸν τῆς ζωῆς ἡμῶν.”:

Ἆρα ποτὲ καὶ Σάρρα ἡ πιστὴ ἐπεθύμει γεννῆσαι στειρεύουσα πρὶν ἢ τεχθῆναι Ἰσαὰκ τὸν υἱὸν αὐτῆς· αὕτη μὲν θεὸν ὑπεδέξατο ἐν ἀνθρωπίνῃ μορφῇ σὺν δυσὶν ἀρχαγγέλοις, καὶ λόγος πρὸς αὐτὴν εἰς τὸν καιρὸν τοῦτον· “Τῇ Σάρρᾳ ἔσται τέκνον”· νῦν δὲ τῷ κόσμῳ χαίρουσα ἐκβοᾷ· |“Ἡ στεῖρα τίκτει τὴν θεοτόκον καὶ τροφὸν τῆς ζωῆς ἡμῶν.”:

Νῦν Μαριὰμ ἐκλάμπει τοῖς καιροῖς καὶ ναὸν τῶν ἁγίων οὐκ ἔλιπεν· ἣν Ζαχαρίας θεωρῶν ὑπερακμάζουσαν μνηστῆρα λαχμῷ καθυπέβαλεν Ἰωσὴφ τὸν ἐκ θεοῦ μνηστευσάμενον ταύτην· ἐδόθη γὰρ αὐτῷ ἐν ῥάβδῳ δηλωθεῖσα ἐκ πνεύματος ἁγίου, δι᾽ ἣν καὶ Ἄννα χαίρουσα ἐκβοᾷ· |“Ἡ στεῖρα τίκτει τὴν θεοτόκον καὶ τροφὸν τῆς ζωῆς ἡμῶν.”:

Ὅλος σεπτὸς ὁ τόκος σου, σεμνή· τοῦ γὰρ κόσμου τὸ καύχημα ἔτεκες καὶ τῶν ἀνθρώπων πρεσβείαν εὐπρόσδεκτον· αὐτὴ γὰρ τεῖχος καὶ στήριγμα καὶ λιμὴν τῶν ἐπ᾽ αὐτῇ πεποιθότων ὑπάρχει, ἣν πᾶς Χριστιανὸς ἔχει προστασίαν καὶ σκέπην σωτηρίας καὶ ἐλπίδα, ἥνπερ ἐκ τῆς ⟦σῆς⟧ γαστρὸς |ἡ στεῖρα τίκτει, τὴν θεοτόκον καὶ τροφὸν τῆς ζωῆς ἡμῶν.:

Ὕψιστε θεέ, ὁ πάντων πλαστουργός, ὁ τῷ λόγῳ ποιήσας τὰ σύμπαντα καὶ σῇ σοφίᾳ σκευάσας τὸν ἄνθρωπον, αὐτὸς ὡς μόνος φιλάνθρωπος τὴν σὴν εἰρήνην σῷ λαῷ ὡς οἰκτίρμων παράσχου, φυλάττων βασιλεῖς πιστούς, σὺν τῷ ποιμένι ἀτάραχον τὴν ποίμνην φρουρῶν καὶ σκέπων, ἵνα πᾶς τις βοᾷ· |“Ἡ στεῖρα τίκτει τὴν θεοτόκον καὶ τροφὸν τῆς ζωῆς ἡμῶν.”: