Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Ρωμανὸς ὁ Μελωδός – Γνήσια ᾄσματα

Ρωμανὸς ὁ Μελωδός

Ύμνος εις την αποτομήν του τιμίου Προδρόμου

Ο ύμνος προς τον Βαπτιστή Ιωάννη, το ανόσιο συμπόσιο του Ηρώδη, η δόλια πλεκτάνη της Ηρωδιάδας, ο αποκεφαλισμός του Προδρόμου και η προτροπή προς τους πιστούς για εγκράτεια.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Ρωμανὸς ὁ Μελωδός

—

Κεφάλαιο 2 από 7

ΤΟΥ ΤΑΠΕΙΝΟΥ ΡΩΜΑΝΟΥ Ἰδιόμελον Πρέπει σοι, Πρόδρομε, ἔπαινος ἄξιος, ὅτι τῆς αἰωνίας ζωῆς ὕπερ ἀπέθανες ὡς μισήσας τὴν πρόσκαιρον.

Ἰδιόμελον Ἡ τοῦ Προδρόμου ἔνδοξος ἀποτομὴ οἰκονομία γέγονέ τις θεϊκή, ἵνα καὶ τοῖς ἐν Ἅιδῃ τοῦ σωτῆρος κηρύξῃ τὴν ἔλευσιν· θρηνείτω οὖν Ἡρωδιὰς ἄνομον φόνον αἰτήσασα· οὐμενοῦν γὰρ τὸν τοῦ θεοῦ ζῶντα αἰῶνα ἠγάπησεν, |ἀλλ᾽ ἐπίπλαστον, πρόσκαιρον.:

Ἰδιόμελον (App. Metr. xxix) Τὰ γενέσια τὰ τοῦ Ἡρώδου πᾶσιν ἐφάνησαν ἀνόσια, ὅτε ἐν μέσῳ τῶν τρυφώντων ἡ κεφαλὴ 〈ἡ〉 τοῦ νηστεύοντος παρετέθη ὥσπερ ἔδεσμα· τῇ χαρᾷ συνήφθη λύπη, καὶ τῷ γέλωτι ἐκράθη πικρὸς ὀδυρμός, ὅτι τὴν κάραν τοῦ βαπτιστοῦ πίναξ φέρων ἐπὶ τῶν πάντων εἰσῆλθεν, ὡς εἶπεν ἡ παῖς· καὶ διὰ στρῆνον θρῆνος ἐπέπεσε πᾶσι τοῖς ἀριστήσασι τότε σὺν τῷ βασιλεῖ· οὐ γὰρ ἔτερψεν ἐκείνους οὔτε Ἡρώδην αὐτόν· φησὶ γὰρ ἐλυπήθη λύπην οὐκ ἀληθινήν, |ἀλλ᾽ ἐπίπλαστον, πρόσκαιρον.:

Οὐκ ἀνέμεινε γὰρ ὁ Ἡρώδης οὔτε ἐχρόνισε λυπούμενος· ἀλλ᾽ ὥσπερ ἤδη μελετήσας τὸ ἀσεβὲς εὐθὺς ἐποίησεν, ἵνα τέρψῃ ἣν ἐμοίχευσεν· ἡ μοιχὰς γάρ, οὐχ ἡ κόρη ἀποκόψαι τὸν τῆς στείρας ἐζήτει καρπόν· ἥτις καὶ τάχα πρὸ τῆς τομῆς τὴν ἰδίαν γνώμην ἐδήλου τῇ κόρῃ βοῶσα αὐτῇ· “Δεῦρο μοι, τέκνον, συναίνεσον τῇ μητρί σου· λόγον γὰρ κρύφιον ἔχω γυμνῶσαι πρὸς σέ· φανερῶ σοι τὴν βουλήν μου· ἐπιθυμῶ ἀνελεῖν τὸν υἱὸν Ζαχαρίου· ἔδωκε γάρ μοι πληγὴν |αἰωνίαν, οὐ πρόσκαιρον.”:

Ὑπακούσασα δὲ ἡ παιδίσκη τοῦ παρανόμου μελετήματος ἔφριξεν, ἔκραξεν· “Ὦ μῆτερ, ὢ τί δεινόν ἐστι τὸ πάθος σου· ἄφες τοῦτο ἀνιάτρευτον· ἂν γὰρ θέλῃς θεραπεῦσαι χαλεπώτερον τὸ τραῦμα ποιεῖς σεαυτῇ· κοίμησον ἔνδον τῶν λογισμῶν σου τὸ ῥῆμα, μήποτε γένηται πτῶμα τῷ γένει ἡμῶν· οὔτε γὰρ μόνη τὸν ἐξ αὐτοῦ μόρον δέχῃ, ἀλλὰ κἀγὼ καὶ Ἡρώδης καὶ οἱ ἐξ ἡμῶν· ἐὰν θάνῃ Ἰωάννης, γέγονε πάντα νεκρά, καὶ ἐτάφημεν ζῶντες μνήμην λείψαντες κακήν, |αἰωνίαν, οὐ πρόσκαιρον.”: “Τί ἐγένετο σοί, ὦ παιδίσκη; τί σοι συμβέβηκεν αἰφνίδιον; πόθεν ἐφείσω Ἰωάννου καὶ τῆς μητρὸς ὑπερηγάπησας τὸν μισοῦντα τὴν ζωὴν ἡμῶν;

ἀγνοεῖς πολλάκις, τέκνον, ἃ ὑπέθετο Ἡρώδῃ ἕνεκεν ἐμοῦ, ‘οὐκ ἔξεστί σοι’, 〈λέγων〉, ‘ἔχειν τὴν γυναῖκα Φιλίππου τοῦ ἀδελφοῦ σου· ἀπόθου αὐτήν’· θέλω οὖν ἤδη τὴν ἄκαιρον παρρησίαν τοῦ τολμηροῦ ἀποκόψαι, ἂν εὕρω καιρόν· ἀφελῶ αὐτοῦ τὴν γλῶτταν, μᾶλλον δὲ τὴν κεφαλήν, καὶ λοιπὸν οὐ λυποῦμαι ἔχουσα ἐν ἀσφαλεῖ |τὴν ζωήν μου τὴν πρόσκαιρον.”: “Ἀσεβοῦμεν, μῆτερ, οὐκ εἰς ἄλλους, ἀλλ᾽ εἰς ἡμᾶς καὶ τὴν ζωὴν ἡμῶν, ὥσπερ <Ἰε>ζάβελ τὸν Ἠλίαν ὀλέσαι θέλουσα τὸν δίκαιον ἑαυτὴν μᾶλλον ἀπώλεσεν· Ὁ Ἠλίας μὲν ἐντόνως, Ἰωάννης δὲ ἐννόμως ἤλεγξεν ἡμᾶς· ὁ ἐρημίτης σὺν αὐστηρότητι εἶπεν ὡς παραινῶν τῷ Ἡρώδῃ· ‘οὐκ ἔξεστι σοί’· ὁ δὲ Θεσβίτης μετὰ πραΰτητος εἶρξε τοῦ Ἀχαὰβ τὰς νεφέλας· οὐκ ἔβρεξε γάρ· διὰ τοῦτο, δέσποινά μου, θάψον τὸ σκέμμα σου νῦν καὶ τὸ σκάμμα νεκρώσῃς, μὴ ποιήσῃς ὡς ἀεὶ |τὴν αἰσχύνην τὴν πρόσκαιρον.”: “Παρ᾽ ἐμοῦ διδάσκου, ἀνοσία, μὴ ἐπιχείρου νουθετῆσαι με· ὅταν γὰρ πάντα μάθῃς †πλήρις τὰ νῦν ἐπιλανθάνει σε†· οὐ νοεῖς· οὐδὲ γὰρ δύνασαι· ἂν γὰρ οὗτος ὁ βαπτίζων ἐπιμείνῃ με ὑβρίζων καὶ φαίνηται ζῶν, ἕκαστος αἴρει τὴν πρὸς ἐμὲ παρρησίαν, καί, ἅπερ θέλει, ὡς θέλει λέγει κατ᾽ ἐμοῦ ὡς τῆς τυχούσης, οὐχὶ δὲ βασιλευούσης, ὡς γυναικὸς ἰδιώτου καὶ οὐ σεβαστοῦ· ἀλλ᾽ ἡσύχασον, παιδίσκη· πλέον γὰρ σοῦ καὶ πολλῶν τὸ συμφέρον γινώσκω· οἶδα κτήσασθαι τιμὴν |αἰωνίαν, οὐ πρόσκαιρον.”: “Ἐρωτῶ σε, μῆτερ, τὸ τοιοῦτον πότε βουλεύει τελεσθῆναι σοι;

ἐν τῷ φωτὶ ἢ ἐν τῷ σκότει; τὸ ἀσεβὲς γάρ σου ἐνθύμημα τῆς νυκτός ἐστιν ἐπάξιον· διὰ τίνος οὖν τελεῖται; τίς μὴ ναρκήσει φονεῦσαι προφήτην Χριστοῦ;” “Σὺ ὡς θυγάτηρ συνέρχου τῇ σε τεκούσῃ τοῦ ἀνελεῖν τὸν ἐχθρόν μου καὶ γένῃ μοι χείρ”· “Δέομαι, μῆτερ, μὴ δι᾽ ἐμοῦ τῆς ἀθλίας δέξεται ⟦ἡ⟧ γῆ τὸ ἀθῷον αἷμα τοῦ σοφοῦ· ὡς ἐσφάγη Ζαχαρίας, νῦν Ἰωάννης τμηθῇ· κἀγὼ μὴ ὑπουργήσω, μήπως λήψωμαι πληγὴν |αἰωνίαν, οὐ πρόσκαιρον.”: “Ἰωάννης σοι προετιμήθη, ὦ παναθλία καὶ ταλαίπωρε, τῆς βαστασάσης σε κοιλίας; ὁ βαπτιστὴς ἀναγκαιότερος κατεφάνη τῇ ἀνοίᾳ σου; οὐκ αἰδεῖσαι τοὺς μαστούς μου, οἳ ἐποίησαν τροφήν σου; ὡς εἴθοις γε μή· τί γὰρ ἐζήτουν κατ᾽ ἐμαυτῆς ἀναθρέψαι τὴν διὰ τῆς ἀπειθείας ἐχθραίνουσαν μέ; τί δὲ ἠπείχθην τῷ βασιλεῖ συναφθῆναι διὰ τὸ περισωθῆναι τὴν θλίβουσαν μέ; διὰ τί δὲ προλυποῦμαι; γένηται ῥῆμα ἐμόν· καὶ ὃ θέλω τελεῖται· καὶ μὴ θέλουσα ποιεῖς |τὴν βουλήν μου τὴν πρόσκαιρον.:

Νῦν οὖν ἡσυχάσω καὶ μὴ δείξω τῇ παγκακούργῳ ἃ βουλεύομαι· μήποτε σκέψηται καὶ εὕρῃ τοῦ ἐνθυμίου μου ἀναίρεσιν ἡ τεχθεῖσα μου εἰς κόλασιν.” τῶν τοιούτων ἐσκεμμένων καὶ πολλάκις εἰρημένων ὑπὸ τῆς μητρὸς ἡ μὲν θυγάτηρ ἐν ἡσυχίᾳ διῆγεν, ἡ δὲ τεκοῦσα ἐνήχει τότε τῷ ἀνδρὶ λέγουσα· “Ἄνερ, τῶν γενεσίων σου ὥρα· ποίησον ἥμιν ἡμέραν φαιδρᾶς ἑορτῆς· εὐφρανθῶμεν ἐν τῷ γήρει· τὴν γὰρ νεότητα μοῦ λαβὼν ὁ ἀδελφός σου περιέσυρε κακῶς |εἰς τὸν βίον τὸν πρόσκαιρον.”:

Ὁ Ἡρώδης οὖν ὑπὸ τῶν λόγων τῆς ἐπιβούλου βουκολούμενος μέγα ἐκραύγασε βοήσας καὶ ὡς ἀσύνετος ἐν γέλωτι τὴν φωνὴν αὐτοῦ ἀνύψωσε· “Κοινωνέ μου”, λέγων, “γύναι, καὶ ἐν τούτῳ χάριν ἔχω τῷ φίλτρῳ τῷ σῷ· ἂν οὖν τελέσω τῶν γενεσίων τὴν ὥραν, σὺ τί προσάγεις μοι δῶρον ἄξιον ἐμοῦ;” “Τί σοι προσάξω; δούλην ἐμαυτήν, καὶ πάλιν τὴν ἐξ ἐμοῦ παραστήσω ὀρχήστριαν σοί, τὴν εὐφραίνουσάν σε πάνυ, καὶ φαιδρυνῶ ἀληθῶς τὴν τῆς γενέσεως ἡμέραν, ἣν ποιήσεις, βασιλεῦ, |διὰ τέρψιν τὴν πρόσκαιρον.”:

Ὑπεκλίθη οὖν τῷ παρανόμῳ τῆς πονηρᾶς αὐτοῦ γενέσεως ἡ τρισκατάρατος ἡμέρα, ἣν καὶ αὐτὸς κατηράσατο ὁ Ἰὼβ οὕτω φθεγξάμενος, ἢ ὡς εἶπε Ζαχαρίας· “Ἡ ἡμέρα ἔσται ἐκείνη σκότος καὶ οὐ φῶς”· κἂν γὰρ ἐρρέθη τοῦτο περὶ τῆς ἡμέρας, ὅτε τὸ φῶς τῶν ἐν σκότει ἦν ἐν τῷ σταυρῷ, ὅμως ἁρμόττει τῇ τοῦ Ἡρώδου ἡμέρᾳ, ὅτι ἐν ταύτῃ ἐκτάνθη φίλος τοῦ φωτός· καὶ ὁ κτείνας μὲν οὐκ ἔστιν, ὁ δὲ κτανθεὶς καὶ ἐστὶ καὶ λαλεῖ μετὰ θνῆσιν ἕλκων πάντας πρὸς ζωὴν |τὴν ἀεὶ καὶ οὐ πρόσκαιρον.:

Ῥίψας ταῦτα πάντα ὁ Ἡρώδης τῶν ἑαυτοῦ λοιπὸν ἐγένετο, καὶ τῆς ἡμέρας συμφθασάσης τῶν γενεσίων, καθὼς γέγραπται, ἐν αὐτῇ δεῖπνον ἐποίησε μεγιστᾶσι καὶ τοῖς φίλοις, χιλιάρχοις καὶ συμβούλοις πᾶσιν ὁμαδόν· τοῦ δὲ ἀρίστου μετὰ χαρᾶς τελουμένου καὶ ἐσθιόντων ἡδέως τῶν ἀριστητῶν, ἄφνω ἐτράπη ἡ τράπεζα εἰς παγίδα, καὶ ἐγενήθη τὸ βρῶμα σκάνδαλον αὐτοῖς, ἐπειδὴ τὴν κεκρυμμένην παγίδα τοῦ βαπτιστοῦ οὐ συνέτριψαν γνόντες, ἀλλ᾽ ἠνέσχοντο ὁρᾶν |διὰ τέρψιν τὴν πρόσκαιρον.:

Ὡς οὖν εἶδε πάντας μεθυσθέντας Ἡρωδιὰς ἡ πολυμήχανος, ἥνπερ ἐζήτει εὐκαιρίαν εὑροῦσα, εἶπεν ἐν ψυχῇ αὑτῆς· “Ἴδε, ὥρα ἣν ἐθήρευον· νῦν τελεῖται ὅπερ ἤθελον, καὶ φονεύεται ὁ λέγων μοιχάδα ἐμέ· δεῦρο οὖν, τέκνον, προσάξω σὲ τῇ ἡμέρᾳ δῶρον καλὸν ὑποτάσσον Ἡρώδην ἡμῖν· εἴσελθε, τέκνον, χαρίτωσον τῷ ποδί σου τὸν βασιλέα καὶ πάντας τοὺς φίλους αὐτοῦ· μεταστρέφῃς τὴν καρδίαν τοῦ σεβαστοῦ πρὸς ἡμᾶς †ὡς στρεβλὸν τόξον ἄρτι· κερδανοῦμεν τιμὴν† |αἰωνίαν, οὐ πρόσκαιρον.”:

Μετεποίησεν ἡ ἀνοσία τοῖς λόγοις τούτοις τὸ κοράσιον, καὶ κοσμηθὲν ἐπὶ τὸ πρᾶγμα τὸ ἀναιδὲς περιεβάλλετο ἀτιμίαν ὡς ἱμάτιον· οἱ δὲ φίλοι τοῦ Ἡρώδου τὸ μὲν κάλλος τῆς παιδίσκης ᾔνεσαν πολύ, τῆς δὲ τεκούσης τὴν ἀδιάτρεπτον γνώμην καὶ τὸν σκοπὸν ἐννοοῦντες εἶπαν ἐν κρυφῇ· “Βλέπετε γνώμην Ἡρωδιάδος τῆς πόρνης, πῶς καὶ ἣν ἔτεκε θέλει δεῖξαι κατ᾽ αὐτήν; οὐκ ἠρκέσθη τῇ ἰδίᾳ ἀναισχυντίᾳ αὐτῆς, ἀλλὰ καὶ τὴν ἐκ σπλάγχνων ἔχρανεν ἐπὶ ἡμῶν |διὰ τέρψιν τὴν πρόσκαιρον.:

Ἀψευδὴς ὁ λόγος τῆς σοφίας· ‘τέκνα μοιχῶν ἔσται ἀτέλεστα, καὶ παρανόμου κοίτης σπέρμα ἀφανισθήσεται εἰς τέλεον’· ὥσπερ τοῦτο τὸ κοράσιον, ὃ πρὸς ὥραν μὲν ᾐσχύνθη, μετ᾽ ὀλίγον δὲ πολλάκις χεῖρον τι ποιεῖ”· τούτων δὲ πάντων οὐ φανερῶς λεγομένων, ἦλθε κατόπιν τῶν λόγων ἔργα πονηρά· ἡ γὰρ παιδίσκη ὀρχησαμένη ἐν μέσῳ τῶν ἀριστώντων τὸ στόμα ἔπλησε κραυγῶν· “Βασιλεῦ”, φησίν, “Ἡρώδη, ὡς ἐκ μελέτης ἐστὶν ἡ ὀρχήστρια αὕτη· πάνυ ἔχει ἐν ψυχῇ |τὴν πορείαν τὴν πρόσκαιρον.”:

Νικηθεὶς ὁ ἄναξ τοῖς ἐπαίνοις τῶν εὐφημούντων τὸ κοράσιον ὤμοσε τότε ἐπὶ πάντων· “Ὃ ἂν αἰτήσῃ με, παρέχω σοι ὑπὲρ ταύτης τῆς ὀρχήσεως”· ἡ δὲ παῖς ἐξῆλθε καὶ φησὶ πρὸς τὴν τεκοῦσαν· “Αἰτήσομαι τί;” “Αἴτησον, τέκνον, τὴν κεφαλὴν Ἰωάννου τοῦ βαπτιστοῦ, ὅτι ταύτης μόνης ὑστερῶ”· “Οἴμοι, τεκοῦσα, εἴθε ἐτμήθην τοὺς πόδας καὶ μὴ ἐξέδραμον πρός σε μαθεῖν παρὰ σοῦ· εἴθε πάλιν ἐφιμώθην καὶ μὴ ἠρώτησά σε ἃ οὐκ ἔδει· εἴθε ἤσκησα σιγὴν |αἰωνίαν οὐ πρόσκαιρον.”:

Οὕτως ἔδει λέξαι τὴν παιδίσκην· ὅμως οὐδὲν τούτων ἐφθέγξατο· ἦν γὰρ ἐκ γῆς ἀκανθηφόρου, ῥίζης κακῆς πικρὸν ζιζάνιον, νόσον ἔχουσα θανάσιμον· ἧς γευσάμενος Ἡρώδης οὐκ ἀπέπτυσεν, ἀλλ᾽ ἔσχεν ἔνδον ἑαυτοῦ· ὅθεν μὴ πέμψας τοῦτο ἠρεύξατο φόνον καὶ τὴν τοῦ θείου προδρόμου ἤμεσε τομὴν πόνον γεννῶσαν τῷ ἐκτελέσαντι φόνον καὶ τὴν τομὴν τοῖς τιμῶσι νέμουσαν τιμήν· ἠφανίσθη γὰρ ὁ κτείνας, οἱ δὲ τιμῶντες πιστοὶ εἰσὶν ἔτι καὶ ζῶσι ποριζόμενοι ζωὴν |αἰωνίαν, οὐ πρόσκαιρον.:

Ὑϊὲ τοῦ ὄντως ἱερέως, τέκνον τῆς στείρας καὶ προφήτιδος, θρέμμα ἐρήμου, Ἰωάννη, ὅτι νηστείας σου ἐμνήσθημεν, δὸς ἰσχὺν ἱνὰ νηστεύσωμεν· γενηθῶμεν μιμηταί σου, κἂν εἰς τοῦτο ὃ ἰσχύει ἕκαστος ἡμῶν· οὐ γὰρ δεσπόζει τινὸς 〈ἡμῶν〉 ἡ κοιλία, ἀλλὰ ἡμεῖς τῆς κοιλίας κρατοῦμεν ἀεὶ κατὰ τὸν Παῦλον· “Τὰ βρώματα τῇ κοιλίᾳ καὶ ἡ κοιλία τοῖς βρώμασιν”· ἡμεῖς δὲ Χριστοῦ τοῦ νηστεύσαντος βουλήσει καὶ ἀφελόντος ἡμῶν τὴν πεῖναν τὴν ἀρχαίαν, ἣν ἐπείνασεν Ἀδὰμ |διὰ τέρψιν τὴν πρόσκαιρον.: