Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Ρωμανὸς ὁ Μελωδός – Γνήσια ᾄσματα

Ρωμανὸς ὁ Μελωδός

Ύμνος εις την μετάνοιαν των Νινευιτών και τον προφήτην Ιωνάν

Η μετάνοια και η νηστεία της πόλεως Νινευή, η διδασκαλία του Θεού προς τον δυσαρεστημένο προφήτη Ιωνά μέσω της κολοκυθιάς, και η δέηση του υμνωδού για την άφεση των αμαρτιών.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Ρωμανὸς ὁ Μελωδός

—

Κεφάλαιο 4 από 7

ΤΟΝ ΠΡΟΦΗΤΗΝ ΚΥΡΙΟΥ Ἰδιόμελον Ἀπεγνωσμένην τὴν Νινευῒ προέφθασας, ἐπηγγελμένην τὴν ἀπειλὴν παρήγαγες· καὶ τὴν ὀργὴν ἐνίκησε τὸ ἔλεός σου, κύριε· σπλαγχνίσθητι καὶ νῦν ἐπὶ λαὸν καὶ πόλιν σου, παλάμῃ κραταιᾷ τοὺς καθ᾽ ἡμῶν κατάβαλε πρεσβείαις τῆς θεοτόκου |προσδεχόμενος ἡμῶν τὴν μετάνοιαν.:

Τὸ ἰατρεῖον τῆς μετανοίας (App. Metr. xxxiv) Τὸ ἰατρεῖον τῆς μετανοίας τοῖς γνώμῃ ἀρρωστοῦσιν ἀνέῳκται· δεῦτε προφθάσωμεν κἀκεῖθεν ῥῶσιν ταῖς ψυχαῖς ἡμῶν λάβωμεν· ἐν αὐτῷ γὰρ ἡ πόρνη ὑγίανεν, ἐν αὐτῷ ἀπέθετο καὶ ὁ Πέτρος τὴν ἄρνησιν· ἐν αὐτῷ τὸ ἐγκάρδιον ἄλγος Δαβὶδ ἔθραυσεν, ἐν αὐτῷ καὶ Νινευῖται ἰατρεύθησαν· μὴ οὖν ὀκνῶμεν, ἀλλ᾽ ἀναστῶμεν καὶ δείξωμεν τὸ τραῦμα τῷ σωτῆρι καὶ λάβωμεν ἔμπλαστρον· ⟦δωρεὰν γὰρ θεραπεύει⟧ ὑπὲρ πάντα γὰρ πόθον |προσδέχεται ἡμῶν τὴν μετάνοιαν.:

Οὐκ ἀπαιτεῖ〈ται〉 μισθὸν οὐδὲ εἷς τῶν αὐτῷ προσελθόντων οὐδέποτε· ὅτι οὐκ ἴσχυον τῆς ἰατρείας δοῦναι δῶρον ἀντάξιον, διὰ τοῦτο δωρεὰν ὑγίαναν, ἐκεῖνο δὲ ἔδωκαν, ὃ καὶ δοῦναι ἐδύναντο, ἀντὶ δώρων τὰ δάκρυα· ἔστι γὰρ καὶ φίλτατα καὶ ἐράσμια τῷ ῥύστῃ καὶ ποθούμενα· μάρτυς ἡ πόρνη ἅμα τῷ Πέτρῳ, Δαβὶδ καὶ Νινευῖται, ὅτι μόνον κλαυθμὸν προσενέγκαντες ὑπέπεσαν τῷ ῥύστῃ, |καὶ ἐδέξατο αὐτῶν τὴν μετάνοιαν.:

Νικᾷ πολλάκις κλαυθμὸς τὸν θεόν, εἰ ἔξεστιν εἰπεῖν, καὶ βιάζεται ὄντως· ἡδέως γὰρ ὑπὸ δακρύων ὁ οἰκτίρμων συνέχεται· τῶν δακρύων δὲ τῶν ἐκ τοῦ πνεύματος, οὐ τῶν ἐκ 〈τοῦ〉 σώματος ὧν αἱ θλίψεις παραίτιοι· καὶ νεκροὺς γὰρ δακρύομεν καὶ ἐκ πληγῶν κλαίομεν· ἡ γὰρ σὰρξ πηλὸς ὑπάρχει ῥέων ἄπαυστα· κλαύσωμεν τοίνυν ἀπὸ καρδίας, ὃν τρόπον Νινευῖται κατανύξει τὸν οὐρανὸν ἤνοιξαν καὶ ὤφθησαν τῷ ῥύστῃ, |καὶ ἐδέξατο αὐτῶν τὴν μετάνοιαν.:

Περὶ οὖν τούτους εἰλήσθω ὁ νοῦς· αὐτῶν γὰρ καὶ ἐστὶν ἡ ὑπόθεσις, ὅθεν σχολάσωμεν καὶ τῶν ἐκείνοις πεπραγμένων ἀκούσωμεν· μετ᾽ ἐκεῖνο τὸ ἔμφοβον κήρυγμα ὃ πρώην ἐκήρυξεν Ἰωνᾶς τοῖς μὴ νήφουσι, μετ᾽ ἐκείνην τὴν ἄστεκτον καὶ τὴν ἀνυπόστατον ἀπειλὴν ἣν ὁ προφήτης προεκήρυξεν, οἱ Νινευῖται ὥσπερ τεχνῖται ἐπιστηρίξαι πόλιν, ἣν κακίαι ἐσάλευσαν, ἔσπευσαν, οὐ λίθον ὑποθέντες, |ἀλλὰ πέτραν ἀσφαλῆ τὴν μετάνοιαν.:

Ῥοαῖς δακρύων τὸν ῥύπον αὐτῆς ἐκπλύναντες εὐχαῖς κατεκόσμησαν ὅλην καὶ ἤρεσεν ἐπιστραφεῖσα ⟦ἡ⟧ Νινευῒ τῷ οἰκτίρμονι· τὸ γὰρ κάλλος αὐτῆς τὸ ἐγκάρδιον εὐθέως ὑπέδειξε τῷ καρδίας ἐτάζοντι, καὶ τὴν σάρκα τὴν ἄμορφον σάκκῳ σποδῷ μίξασα εὐποιΐαις ὡς ἐλαίῳ ἐπεχρίσατο καὶ ταῖς νηστείαις μυρισαμένη πρὸς τὸν ἀρχαῖον ἄνδρα ἀναλύει καὶ τούτῳ προσπλέκεται· διὸ καὶ ὁ νυμφίος |ἠγκαλίσατο αὐτῆς τὴν μετάνοιαν.:

Ὁ βασιλεὺς δὲ αὐτῆς ὁ σοφὸς καθάπερ νυμφοστόλος γενόμενος τότε ἐκέλευσε τὴν πόλιν πᾶσαν ἀρετὴν ἀναδήσασθαι καὶ ὡς νύμφην λοιπὸν ἐκαλλώπισε καὶ κτήνη καὶ θρέμματα ὡς εἰς φέρνην ηὐτρέπιζε· “Πάντα”, λέγων, “προσφέρω σοι· μόνον διαλλάγηθι, νυμφίε, θεέ, σωτήρ μου, καταλλάγηθι τῇ πορνευσάσῃ καὶ ἀποστάσῃ ἐκ τῆς ἀκηλιδώτου συνουσίας τῆς σῆς καθαρότητος· ἰδοὺ γὰρ σὲ φιλοῦσα |σοὶ προσφέρει δωρεὰν τὴν μετάνοιαν.:

Φωνὴ ἀλόγων ζητούντων νομήν, ἀνθρώποις γὰρ ὁμοῦ καὶ τοῖς κτήνεσι πᾶσιν ἐκέλευσα νηστείαν ἄγειν, ἕως ἂν φιλιωθῇς ἡμῖν· εἰ ἐγὼ ὁ ἀνάσσων ἠνόμησα, ἐμὲ μόνον ἔτασον καὶ τοὺς πάντας ἐλέησον· εἰ δὲ πάντες ἡμάρτομεν, πάντων φωνὰς ἄκουσον, τῶν βοῶν καὶ τῶν προβάτων τὰ μυκήματα καὶ τῶν ἀνθρώπων τὰς ἱκεσίας· ἐπιφθασάτω μόνον ἡ ῥοπή σου, καὶ πᾶν δεινὸν λέλυται· οὐ δειλιῶμεν φόβον, |ἐὰν δέξῃ παρ᾽ ἡμῶν τὴν μετάνοιαν.:

Ἡ τὸν ζυγόν σου, σωτὴρ ἀγαθέ, τραχήλου ἑαυτῆς ἀπορρίψασα, αὕτη προσπίπτει σοι καὶ πάλιν τοῦτον ὑποθεῖναι ἐπείγεται· Νινευῒ ἡ δραπέτις προσπίπτει σοι, κἀγὼ ὁ ταλαίπωρος βασιλεὺς καὶ οἰκέτης σου ὡς τοῦ θρόνου ἀνάξιος ἐπὶ σποδοῦ κάθημαι, ὡς τὸ στέμμα καθυβρίσας κόνιν πέπασμαι, ὡς μὴ ἁρμόζων τῇ πορφυρίδι τὸν σάκκον ἐνεδύθην κα<ὶ ὠ>δυνήθην· διὸ μὴ παρίδῃς με· ἐπίβλεψον, σωτήρ μου, |καὶ 〈νῦν〉 πρόσδεξαι ἡμῶν τὴν μετάνοιαν.:

Τίς ὠφελία ἐν τῇ Νινευῒ, ἐὰν καταστραφῇ, ἀναμάρτητε μόνε; μὴ δύναται ὁ χοῦς ἐν Ἅιδῃ ἀναγγεῖλαι σοι αἴνεσιν; διὰ τοῦτο οἱ ζῶντες ζητοῦμεν σε· ἐκεῖνο ὃ πέφυκας, τοῦτο δεῖξον τοῖς δούλοις σου· ἐλεήμων, οἰκτίρμων εἶ, οἴκτειρον, ἐλέησον, μὴ ποιήσῃς ἥμας 〈ἄγραν〉 τῶν ἐχθρῶν ἡμῶν, μὴ μισηθῶμεν ὡς Σοδομῖται, μὴ γέλως ἐξαπίνης τοῖς ἐχθροῖς μου ἡ πόλις σου γένηται· ἀλλὰ ὡς ἐλεήμων |〈καὶ〉 νῦν πρόσδεξαι ἡμῶν τὴν μετάνοιαν.:

Ἡ ναυαγοῦσα ὁλκὰς Νινευῒ καὶ πάσης τῆς ζωῆς ἀπελπίσασα, κράξον καὶ αἴτησαι τὸν πάντων ῥύστην δεξιὰν ἐπιδοῦναι σοι· ὁ γάρ σε κυβερνῶν οὐκ ἀκούομαι· πάντων γὰρ τὰ πταίσματα ἐν ἐμοὶ μόνῳ φαίνεται· διὰ τοῦτο οὖν κραύγασον· τάχα τοῖς σοῖς πείθεται καὶ τοῖς δάκρυσί σου μᾶλλον ἐπικάμπτεται· κλαῦσον, ὦ νύμφη, κλαύσατε, νέοι, κλαύσατε, νεανίσκος σὺν παρθένῳ, πρεσβῦται καὶ νήπια, ἐνώπιον κυρίου, |προσενέγκωμεν 〈αὐτῷ〉 τὴν μετάνοιαν.”:

Νομοθετήσας τοιαῦτα ποτὲ ὁ πάνσοφος ὁμοῦ καὶ πανεύφημος ἄναξ ὑπήκοον τὴν πόλιν πᾶσαν εὗρεν ὥσπερ ἠθέλησεν· καὶ μαστῶν ὁ θηλάζων ἀπείχετο, παῖδες ἀσεβήσαντες ἡδονῶν ἀπετάξαντο, καὶ τὸν γάμον τὰ γύναια τίμιον ἡγήσαντο καὶ ἀμίαντον τὴν κοίτην διεφύλαξαν· πάντες οἱ νέοι ἅμα πρεσβύταις εὐχαῖς, λιταῖς, νηστείαις, εὐποιΐαις τὸν νῶτον συνέκαμψαν, καὶ τοιαῦτα πραξάντων |προσεδέξατο ⟦ὁ⟧ θεὸς τὴν μετάνοιαν.:

Καὶ ἵνα γνῶμεν τὸ μεῖζον καλόν, οὐκ εἶπεν ἡ γραφὴ ὅτι ἤσκησαν μόνον οὐδ᾽ ἔφησεν ὅτι νηστείαις καὶ τῷ σάκκῳ ἐχρήσαντο, ἀλλὰ τί μετὰ ταῦτα ἐποίησαν· ἐβόησεν ἕκαστος ἐκτενῶς πρὸς τὸν κύριον, πρὸς ἐκεῖνον 〈ὃν〉 ἔφυγον πάλιν ἐπανέλυσαν· οὐ γὰρ εὗρον ἄλλον οὕτω σπλαγχνιζόμενον μετανοοῦντα ἐπὶ κακίαις, καὶ ἀγαπῶντα σῴζειν καὶ φιλοῦντα λυτροῦσθαι καὶ ῥύεσθαι καὶ σπεύδοντα οἰκτείρειν |καὶ δεχόμενον 〈ἡμῶν〉 τὴν μετάνοιαν.:

Ὑπὸ δὲ τούτων εὐθὺς Ἰωνᾶς τῇ λύπῃ ἑαυτὸν κατεμάρανε λέγων· “Οὐκ ἔλεγον, †ὅτι οἰκτείρεις καὶ οὐ κτείνεις, φιλόψυχε†, διὰ τοῦτο γὰρ φεύγειν ἐσπούδαζον, οὐχ ἵνα 〈μὴ〉 πέμψῃς με, ἀλλὰ ἵνα μὴ ψεύσωμαι· καὶ τὰ νῦν ἠθύμησα, οὐκ ἐπειδὴ ἔσωσας, ἀλλ᾽ ἐζήτουν ὡς τῶν πρώτων κῆρυξ γέγονα, οὕτως καὶ τούτων ἀξιωθῆναι· ἀλλ᾽ ἐγενόμην κῆρυξ τῆς ὀργῆς σου καὶ οὐ τῆς ἀφέσεως· ἐγὼ σκληρὸς οἰκέτης, |†σὺ δὲ πρᾶος καὶ φιλόστοργος†.:

Ῥανίδα μόνην τῶν σῶν οἰκτιρμῶν παράσχου μοι τὰ νῦν ὡς οἰκέτῃ σου· λάβε τὸ πνεῦμα μου· καλὸν γὰρ ἔστι τὸ θανεῖν ἢ τὸ ζῆσαι με”· καὶ τοιαῦτα εἰπὼν ἐκαθεύδησε· τῇ λύπῃ γὰρ πάντοτε καὶ ὁ ὕπνος ἀκόλουθος· ὁ δὲ μόνος ἀνύστακτος τότε τὸν κοιμώμενον τῇ σκιᾷ τῆς κολοκύντης ἐπανέπαυσε, ταύτῃ σκεπάζων τὸν ἀθυμοῦντα καὶ δι᾽ αὐτῆς διδάσκων τὸν προφήτην μισεῖν τὸ ἀπότομον καὶ ἅπασι συμπάσχειν |καὶ φιλεῖν 〈⏑⏑⏑–〉 τὴν μετάνοιαν.:

Ἰδοὺ ὁ τύπος τοῦ νόμου σαφῶς ἐπὶ τῆς κολοκύντης γνωρίζεται ὄντως· φυεῖσα γὰρ νυκτὸς ἐκείνη Ἰωνᾶν ὑπεσκίαζε· καὶ ὁ νόμος σκιάζων τὰ μέλλοντα νυκτὸς ἀνεβλάστησε τῷ Μωσῇ ὑπὸ νέφεα, ἡ δὲ χάρις ὡς ἥλιος ἄρτι ἀνατείλασα ἐπεκάλυψε τὸν νόμον ὡς τὸ λάχανον· ὅθεν ὁ κόσμος ὡς ὁ προφήτης ἀφυπνισθεὶς κατεῖδεν ὅτι πᾶσαν τοῦ νόμου τὴν ἄγρωστιν ἐθέρισεν ἡ χάρις |καὶ ἐφύτευσεν ἡμῖν τὴν μετάνοιαν.:

Ὁ μὲν προφήτης ποτὲ Ἰωνᾶς ἐχάρη κατιδὼν τὴν κολόκυνταν τότε καὶ ἄθροον ὡς ξηρανθεῖσαν θεωρήσας ἠθύμησεν· ὁ δὲ πλάστης φησὶ πρὸς τὸν ὅσιον· “Εἰ σφόδρα λελύπησαι ὑπὲρ ἧς οὐκ ἐκοπίασας, εἰ τὸ ἄνθος σε ἔθλιψε, πόσῳ μᾶλλον ἄνθρωπος; εἰ τοῦ χόρτου ξηρανθέντος ὠλιγόρησας, μὴ οἰκτείρω πόλιν ⟦τὴν⟧ τοιαύτην ἐν μέτρῳ δεκαδύο μυριάδας ἀνδρῶν πλήρης γέμουσαν; †διὸ οὖν μεγαλοψύχει |καὶ ἀγάπα σὺν ἡμῖν τὴν μετάνοιαν†.”:

Υἱὲ τοῦ μόνου καὶ μόνε θεέ, ὁ θέλημα ποιῶν τῶν φιλούντων σε, ῥῦσαι ὡς εὔσπλαγχνος ἐκ τῆς μελλούσης ἀπειλῆς, ἀναμάρτητε· ὡς ποτὲ Νινευίτας ᾠκτείρησας καὶ τῶν μυστηρίων σου Ἰωνᾶν κατηξίωσας, οὕτω νῦν τοὺς ὑμνοῦντας σε λύτρωσαι τῆς κρίσεως καὶ ἐμοὶ μισθὸν τοῦ λόγου δὸς τὴν ἄφεσιν· λέγειν γὰρ οἶδα, πράττειν δ᾽ οὐκ οἶδα, ἐπειδὴ οὖν οὐκ ἔχω ἔργα, σῶτερ, τῆς σῆς δόξης ἄξια· ἀλλ᾽ οὖν διὰ τοὺς λόγους |ἐξελοῦ με 〈ὡς〉 φιλῶν τὴν μετάνοιαν.: