Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Ρωμανὸς ὁ Μελωδός – ᾈσμάτων ᾆσμα

Ρωμανὸς ὁ Μελωδός

Κοντάκια εις τον Απόστολον Θωμάν και εις τους Αγίους Αποστόλους

Ύμνοι για τη ψηλάφηση του Θωμά και την αποστολή των μαθητών του Χριστού στο κήρυγμα του Ευαγγελίου.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Ρωμανὸς ὁ Μελωδός

—

Κεφάλαιο 19 από 23

Κοντάκιον εἰς τὴν καινὴν κυριακὴν καὶ εἰς τὸν Θωμᾶν, φέρον ἀκροστιχίδα τήνδε· 〈τοῦ ταπεινοῦ Ῥωμανοῦ〉 ἦχος πλάγιος δʹ, ἰδιόμελον. Προοίμιον I Τῇ φιλοπράγμονι δεξιᾷ τὴν ζωοπάροχόν σου πλευρὰν ὁ Θωμᾶς ἐξηρεύνησε, Χριστὲ ὁ Θεός· συγκεκλεισμένων γὰρ τῶν θυρῶν ὡς εἰσῆλθες, σὺν τοῖς λοιποῖς ἀποστόλοις ἐβόα· «Κύριος ὑπάρχεις καὶ Θεὸς ἡμῶν.»

Προοίμιον II Ὁ τοῦ Θωμᾶ δισταγμὸς πίστις ἀναμφίβολος οἰκονομήθη, σωτήρ, ὄντως βουλήσει σου, ἵνα μηδείς σου ποτὲ ἐνδοιάσῃ τὴν ἀνάστασιν· ἑαυτὸν γὰρ μόνον οὐκ ἔδειξας αὐτῷ, ἀλλὰ τύπους ἥλων καὶ λόγχης τὴν νυγμήν· διὸ σὲ καὶ ὡμολόγησε· «Κύριος ὑπάρχεις καὶ Θεὸς ἡμῶν.»

Προοίμιον III Τὴν ἐκ νεκρῶν σου ἀνάστασιν ἀπιστῶν καὶ τὴν πλευράν σου τὴν θείαν ἐξερευνῶν, ἐν πίστει ἔλεγεν ὁ Δίδυμος Θωμᾶς· «Συμπάθησόν μοι, δέσποτα, θρασέως ψηλαφήσαντι καὶ πρόσδεξαι, φιλάνθρωπε, μηκέτι με διστάζοντα, ἀλλὰ ἐν πίστει βοῶντα· ‘Κύριος ὑπάρχεις καὶ Θεὸς ἡμῶν.’» Τίς ἐφύλαξε τὴν τοῦ μαθητοῦ παλάμην τότε ἀχώνευτον, ὅτε τῇ πυρίνῃ πλευρᾷ προσῆλθε τοῦ κυρίου;

Τίς ἔδωκε ταύτῃ τόνον, καὶ ἴσχυσε ψηλαφῆσαι φλόγεον ὀστοῦν; Πάντως ἡ ψηλαφηθεῖσα. Εἰ μὴ γὰρ ἡ πλευρὰ δύναμιν ἐχορήγησε, πηλίνη δεξιὰ πῶς εἶχε ψηλαφῆσαι παθήματα σαλεύσαντα τὰ ἄνω καὶ τὰ κάτω;

Αὕτη ἡ χάρις Θώμᾳ ἐδόθη τὸ αὐτὴν ψηλαφῆσαι, Χριστῷ δὲ βοῆσαι· «Κύριος ὑπάρχεις καὶ Θεὸς ἡμῶν.» Ὄντως φέρουσα ἡ βάτος τὸ πῦρ ἐκαίετο κα<ὶ ο>ὐ κατεφλέγετο· ἐκ γὰρ τῆς τοῦ Θώμα χειρὸς πιστεύω τοῖς Μωσέως· σαθρὰ γὰρ καὶ ἀκανθώδης ὑπάρχουσα, οὐκ ἐφλέχθη ψαύσασα πλευρᾶς ὥσπερ φλογὸς καιομένης· καὶ τότε μὲν τὸ πῦρ ἦλθεν ἐπὶ τὴν ἄκανθαν· νυνὶ δὲ πρὸς τὸ πῦρ ἔδραμεν ἡ βατώδης, καὶ ὤφθη ὁ αὐτὸς Θεὸς ἀμφότερα φυλάττων.

Οὕτω πιστεύω, οὕτω δοξάζω τὸν αὐτὸν Θεὸν ἅμα καὶ ἄνθρωπον λέγων· «Κύριος ὑπάρχεις καὶ Θεὸς ἡμῶν.» Ὑπεγράφη γὰρ βεβαίως ἐμοὶ ὁ ὅρος ταύτης τῆς πίστεως διὰ τῆς τοῦ Θώμα χειρός· Χριστοῦ γὰρ ἁψαμένη, ὡς κάλαμος γραμματέως ἐγένετο ὀξυγράφου γράφουσα πιστοῖς ἔνθεν ἡ πίστις πηγάζει· ἐκεῖθεν ὁ λῃστὴς ἔπιε καὶ ἀνένηψεν, ἐκεῖθεν μαθηταὶ ἤρδευσαν τὴν καρδίαν, ἐκεῖθεν Θώμας ἤντλησε τὴν γνῶσιν ὧν ἐζήτει· πίνει οὖν πρῶτος, εἶτα ποτίζει· ἀπιστήσας μικρὸν πολλοὺς ἔπεισε λέγειν· «Κύριος ὑπάρχεις καὶ Θεὸς ἡμῶν.» Τίνος ἕνεκεν ἢ πόθεν ἢ πῶς ἠπίστησεν ὁ ἀπόστολος;

Ἐρωτήσωμεν, εἰ δοκεῖ, τὸν γόνον Ζεβεδαίου· τρανῶς γὰρ ὁ Ἰωάννης τὰ ῥήματα τοῦ Διδύμου ἔγραψεν ἐν τῇ βίβλῳ τοῦ εὐαγγελίου. Φησὶ γὰρ ὁ σοφός· μετὰ τὴν Χριστοῦ ἔγερσιν, οἱ ἄλλοι μαθηταὶ ἔφησαν πρὸς τὸν Θώμαν· «Ὦ φίλε, ἑωράκαμεν τὸν κύριον ἐνταῦθα.» Θώμας δὲ εἶπε τάχα πρὸς τούτους· «Οἱ ἰδόντες μὴ κρύπτεσθε, ἀλλὰ βοᾶτε· ‘Κύριος ὑπάρχεις καὶ Θεὸς ἡμῶν.’ Ἀπαγγείλατε παντὶ τῷ λαῷ ἃ εἴδετε καὶ ἠκούσατε· μὴ καλύψητε, μαθηταί, τὸν λύχνον τῷ μοδίῳ· ἃ λέγετε ἐν τῷ σκότει κηρύξατε ἐν τῷ φέγγει· δεῦτε μετ᾽ ἐμοῦ ἔξω μετὰ παρρησίας· ἀκμὴν ἐν φωλεῷ πέλετε, καὶ θρασύνεσθε;

Λαλεῖτε ὑψηλὰ τῶν θυρῶν κεκλεισμένων, βοᾶτε· ‘Ἑωράκαμεν ἐν γωνίᾳ τὸν κτίστην’· φαίνηται πᾶσι, μάθῃ ἡ κτίσις, διδαχθῶσι θνητοὶ βοᾶν τῷ ἀναστάντι· ‘Κύριος ὑπάρχεις καὶ Θεὸς ἡμῶν.’ Πῶς δυνήσομαι πιστεῦσαι ὑμῖν, ἀκούων ἄπιστα ῥήματα;

Εἰ γὰρ ἦλθεν ὁ λυτρωτής, ἐζήτει τὸν οἰκέτην· εἰ ἔλαμψεν ἡ ἡμέρα, οὐκ ἔφαινε παρὰ ὥραν· εἴπερ ὁ ποιμὴν ὤφθη, ἐκάλει τὸν ἄρνα· ἠρώτησέ ποτε· ‘Ποῦ τεθείκατε Λάζαρον;’ καὶ νῦν οὐκ ἔφησε· ‘Ποῦ ἀφήκατε Θώμαν;’, ἀλλ᾽ ἔλαθε τοῦ θέλοντος μετὰ τούτου τεθνάναι;

Ἄπιστος μένω ἕως ἂν ἴδω· ὅταν ἴδω καὶ ψαύσω, πιστεύσω καὶ λέξω· ‘Κύριος ὑπάρχεις καὶ Θεὸς ἡμῶν.’» Ἔτι λέγοντος τοῦ Θώμα ποτὲ τοιαῦτα τοῖς ἀδελφοῖς αὐτοῦ, παρεγένετο ὁ σωτήρ, τὸ θάρσος τῶν ἐν φόβῳ, ἡ ἄμεμπτος παρρησία τῶν ἐν φυγῇ καὶ δειλίᾳ· μέσον μαθητῶν ὤφθη θυρῶν κεκλεισμένων.

Ἰδὼν δὲ ὁ Θωμᾶς κάτω κάμπτει τὸ πρόσωπον καὶ ἔνδον τῆς ψυχῆς ἔλεγε· «Τί τελέσω; Πῶς νῦν ἀπολογήσομαι οἷς ἠπίστησα πρώην; Τί εἴπω Πέτρῳ; τί φῶ τοῖς ἄλλοις; Οὓς ὠνείδισα πάλαι πῶς πείσω καὶ κράξω· ‘Κύριος ὑπάρχεις καὶ Θεὸς 〈ἡμῶν〉’;

Εἴθε ἤσκησα κἀγὼ σιωπήν, ὡς Ἰησοῦς ἐν τῷ κρίνεσθαι· ἀλλ᾽ ἠρέθισέ με λαλεῖν ἡ θέα τῶν χαιρόντων· τοῖς ῥήμασιν ὑπεκνίσθην τῶν ἐν χαρᾷ κραυγαζόντων· ‘Εἴδομεν σαφῶς ζῶντα τὸν γνώμῃ θανέντα’.

Ὁρῶν οὖν ἱλαρὸν Πέτρον τὸν ἀρνησάμενον καὶ πάλιν χαριεῖς τοὺς σὺν αὐτῷ φυγόντας ἐζήλωσα· ἐζήτουν γὰρ μετὰ τούτων χορεύειν· ζηλῶν οὖν εἶπον ἅπερ προεῖπον· μὴ μεμφθῶ, Ἰησοῦ μου, προσδεχθῶ δὲ βοῶν σοι· ‘Κύριος ὑπάρχεις καὶ Θεὸς ἡμῶν.’ Νύξ μοι γέγονε καὶ σκότος βαθὺ τὰ ῥήματα τῶν συνδούλων μου· οὐκ ἐφώτισαν γὰρ αὐτά, οὐχ ἧψαν τῇ ψυχῇ μου τοῦ θαύματος τὴν λαμπάδα, ἣν νῦν ὁρῶ παρ᾽ ἐλπίδα· βλέπω γὰρ Χριστὸν πάλιν θυρῶν κεκλεισμένων· εἰ δ᾽ ἔφθασα μαθεῖν ὅτι οὕτως ἐλήλυθεν, οὐκ ἂν ἠπίστησα· εἶχον γὰρ ἐννοῆσαι τὴν εἴσοδον καὶ ἔξοδον αὐτοῦ τὴν ἐκ Μαρίας· μόνον γὰρ εἶπον ὅτι κατεῖδον· τὶς δὲ τοῦτον οὐκ εἶδε πῶς δυνήσεται λέγειν· ‘Κύριος ὑπάρχεις καὶ Θεὸς 〈ἡμῶν〉’;» Οὕτω Δίδυμος λαλῶν ἑαυτῷ ἐλάλει καὶ τῷ Θεῷ ἡμῶν· ὁ ἐτάζων δὲ τοὺς νεφρούς, τὸν Θώμαν θεωρήσας συντριβέντα τὴν καρδίαν, καθώς ποτε τὸν τελώνην ᾤκτειρε βοῶν· «Φέρε τὴν χεῖρά σου ὧδε· εἰς τί ἐδίστασας, λέγε μοι, ὀλιγόπιστε; ἢ ποῖον τῶν ἐμῶν ἄπιστόν σοι ἐφάνη, ἡ σταύρωσις, ἡ νέκρωσις, ἡ ἀνάστασις αὐτή;

Μέχρι δὲ τίνος ἀμφισβητεῖς μοι; Ὃν ἐπόθεις ἰδεῖν ἰδοὺ βλέπων με, κράξον· ‘Κύριος ὑπάρχεις καὶ Θεὸς ἡμῶν.’ Ὕπνον ὕπνωσα ἐν τάφῳ μικρὸν καὶ μετὰ τρεῖς ἀνεβίωσα· διὰ σὲ καὶ τοὺς κατὰ σὲ ἐκείμην ἐν μνημείῳ, καὶ σὺ ἀντ᾽ εὐχαριστίας προσῆξάς μοι ἀπιστίαν· ἤκουσα γὰρ ὧν εἶπας πρὸς τοὺς ἀδελφούς σου.» Πρὸς ταῦτα ὁ Θωμᾶς ἔπτηξε καὶ ἀνέκραξε· «Μὴ μέμψῃ μοι, σωτήρ· σοὶ γὰρ ἀεὶ πιστεύω, τῷ Πέτρῳ δὲ καὶ τοῖς λοιποῖς δυσχεραίνω πιστεύειν· οἶδα γὰρ τούτους σοὶ ψευσαμένους καὶ ἐν ὥρᾳ κακῶν φοβουμένους εἰπεῖν σοι· ‘Κύριος ὑπάρχεις καὶ Θεὸς ἡμῶν.’ Ῥῖψαι θέλοντα τὸν Θώμαν ποτὲ τῆς ἀπιστίας τὸ ἔγκλημα θεωρῶν ὁ πάντα ὁρῶν πρὸς τοῦτον ἀπεκρίθη· »Καὶ σὺ μετὰ τούτων ἦσθα ἐν τῷ καιρῷ ᾧ ᾐνίξω· πάντες γὰρ ἐμὲ μόνον ἀφήκατε πάσχειν· καιρὸς ἦν χαλεπός, Δίδυμε, μὴ ὀνείδιζε, δι᾽ ὃν καὶ ἡ γραφή· ‘Πατάξω τὸν ποιμένα καὶ διασκορπισθήσονται τὰ πρόβατα τῆς ποίμνης.’ Νόει ἃ λέγω, ποίει ὃ εἶπας· ψηλαφῆσαί με θέλεις; Ψηλάφησον λέγων· ‘Κύριος ὑπάρχεις καὶ Θεὸς ἡμῶν.’» Ὢ τοῦ θαύματος, ὢ τῆς ἀνοχῆς, ὢ τῆς ἀμέτρου πραότητος· ψηλαφᾶται ὁ ἀνάφης, κρατεῖται ὑπὸ δούλου καὶ δείκνυσι τῷ οἰκέτῃ τὰ τραύματα ὁ δεσπότης ὧν ἐν τῷ καιρῷ πᾶσα ἡ κτίσις ἐσείσθη.

Τοιούτων δὲ Θωμᾶς δωρεῶν ἀξιούμενος τῷ ἀξιώσαντι δέησιν ἀνατείνει, «Ἀνάσχου, λέγων, δέσποτα, τῆς ἐμῆς προπετείας, φεῖσαι τοῦ χόρτου, ῥῦσαί με φόρτου· κουφισθῶ ἀπιστίας, ἵνα ψάλλω καὶ λέξω· ‘Κύριος ὑπάρχεις καὶ Θεὸς ἡμῶν.’ Μεῖνον ἥμερος, ἕως ἂν ἐγὼ κατατρυφήσω σου, κύριε· πληροφόρησόν με τὸν σόν· ἠνέσχου ἀλλοτρίων, ἀνάσχου καὶ τοῦ ἰδίου καὶ δεῖξόν μοι τὰς πληγάς σου, ἵνα ὡς πηγὰς ταύτας ἀντλήσω καὶ πίω.

Μὴ φλέξῃς με, σωτήρ· πῦρ γὰρ εἶ καθ᾽ ὑπόστασιν, κατὰ δὲ βούλησιν σῶμα εἶ ὃ ἐγένου· ἀπόκρυψον οὖν, δέομαι, ἑαυτὸν ὅσον ὅσον· δέξαι, σωτήρ μου, ὡς τὴν αἱμόρρουν· οὐ κρατῶ τοῦ κρασπέδου, σοῦ ἅπτομαι λέγων· ‘Κύριος ὑπάρχεις καὶ Θεὸς ἡμῶν.’ —Ἅπαξ ἤκουσας, καλὲ μαθητά, γενοῦ πιστὸς καὶ μὴ ἄπιστος· μὴ φοβοῦ· οὐ φλέγω σε γάρ, φυλάττω τοὺς ἐντός μου· τὴν κάμινον Βαβυλῶνος ἐδίδαξα τοῦτο πράττειν, μᾶλλον οὖν ἐγὼ τοῦτο ποιῶ καὶ διδάσκω.

Μὴ τῆς ἁμαρτωλοῦ πόρνης σὺ εἶ σαθρώτερος ἥτις ἐπήλειψε μύρῳ τὴν κεφαλήν μου καὶ ταῖς θριξὶν ἐξέμαξε τοὺς ἁγίους μου πόδας; Δεῦρο οὖν, φίλε, μή με μυρίσῃς· ἑαυτὸν εὐωδίασον πίστει βοῶν μοι· ‘Κύριος ὑπάρχεις καὶ Θεὸς 〈ἡμῶν〉.’ —Ναί, φιλάνθρωπε, μυρίσω κἀγώ, οὐχ ὡς ἡ πόρνη τὸ πρότερον· οὐ προσέρχομαι μυρεψῷ κραυγάζων· ‘Δός μοι μύρον’, τὴν πίστιν σοι προσκομίζω τῷ ἔχοντι ὑπὲρ μύρον χάριν, τὴν πλευρὰν ἥνπερ κρατῶν ἀπολαύω.

Δοξάζω σου, Χριστέ, τὴν πιστὴν συγκατάβασιν, πῶς ἐνηνθρώπησας ἵνα τῆς τῶν εἰδώλων τὸν ἄνθρωπον, ὃν ἔπλασας, ματαιότητος ῥύσῃ· καὶ ῥαπισθῆναι 〈σὺ〉 κατεδέξω ἵν᾽ ἐμ<ὲ ἐ>λευθερώσῃς παθῶν, τοῦ βοᾶν σοι· ‘Κύριος ὑπάρχεις καὶ Θεὸς ἡμῶν’. [Νῦν οὖν, δέσποτα, εἰδὼς ὅτι ἐμφαίνω σοι τὴν καρδίαν μου, καθορᾷς καὶ τοὺς λογισμοὺς γινώσκων τὰς ἐννοίας· ἀλλ᾽ ὅμως σοι ἀπαγγέλλω· προῄδεις 〈με〉 τὸν πιστόν σου· ἴδω τὴν πλευράν, ἵνα τοὺς πάντας διδάξω· ὀστέα ψηλαφῶ καὶ τοὺς τύπους τῶν ἥλων σου, καὶ κύριον ἐγὼ καὶ Θεόν σε κηρύττω· ὡς κύριος τῆς δόξης γὰρ τὴν σταύρωσιν ἠνέσχου, ἐπὶ τοῦ ξύλου πᾶσι δεικνύων ἐν ἀμέμπτῳ καρδίᾳ καὶ πίστει βοᾶν σοι· ‘Κύριος ὑπάρχεις καὶ Θεός μου.’] —Ὅμως ἄκουσον καὶ μάθε σαφῶς· σοφοῦ γὰρ γέγονας μέτοχος· ἡ σοφία ἡ τοῦ πατρὸς ἐγνώσθην τοῖς ἀνθρώποις· μακάριος εἶ ἐν πίστει, καὶ μᾶλλον δὲ μακαρίζω τοὺς ἐξ ἀκοῆς μόνης ἐμοὶ προσελθόντας· αὐτός με ψηλαφῶν νῦν ἐπέγνως τὴν δόξαν μου, ἐκεῖνοι δὲ φωνῇ λόγων μοι προσκυνοῦσι· μεγάλη δὲ ἡ ἔννοια τῶν οὕτω πιστευόντων· σοὶ θεωροῦμαι ὡς μαθητῇ μου καὶ ἐκείνοις ὡς δούλοις ἁγίοις βοῶσι· ‘Κύριος ὑπάρχεις καὶ Θεὸς 〈ἡμῶν〉.’»

Ὑπὸ χάριτος ψυχῇ καὶ σαρκὶ στηρίξας σῶσόν με, ὕψιστε, ἵνα ἅπτωμαι τῆς πλευρᾶς· λαμβάνων σου τὴν χάριν, τὸ αἷμά σου καὶ τὸ σῶμα, λυτροῦμαι ἐκ τῶν κακῶν μου, ἄφεσιν ἱνὰ εὕρω τῶν παραπτωμάτων.

Ὁ Θώμας ψηλαφῶν νῦν ἐπέγνω τὴν δόξαν σου· ἐγὼ δὲ δειλιῶ, οἶδα γὰρ τὰς βουλάς σου, ἐπίσταμαι τὰ ἔργα μου· συνειδός με ταράττει· φεῖσαι, οἰκτίρμων, φεῖσαι, σωτήρ μου, ἵνα ἔργοις καὶ λόγοις ἐν πίστει βοῶ σοι· «Κύριος ὑπάρχεις καὶ Θεὸς 〈ἡμῶν〉.»

Μηνὶ ἰουνίῳ λʹ, κονδάκιον τῶν ἁγίων ἀποστόλων, ἦχος βʹ. Προοίμιον I Τοὺς ἀσφαλεῖς καὶ θεοφθόγγους κήρυκας, τὴν κορυφὴν τῶν μαθητῶν σου, κύριε, προσελάβου εἰς ἀπόλαυσιν τῶν ἀγαθῶν σου καὶ ἀνάπαυσιν τοὺς πόνους γὰρ ἐκείνων καὶ τὸν θάνατον ἐδέξω ὑπὲρ πᾶσαν ὁλοκάρπωσιν, ὁ μόνος γινώσκων τὰ ἐγκάρδια.

Προοίμιον II Ὁ σοφίσας ὑπὲρ ῥήτορας τοὺς ἁλιεῖς καὶ ἐκπέμψας ὥσπερ κήρυκας πάσῃ τῇ γῇ τῇ ἀφάτῳ φιλανθρωπίᾳ σου, Χριστὲ ὁ Θεός, δι᾽ αὐτῶν κραταίωσον τὴν ἐκκλησίαν σου καὶ τοῖς πιστοῖς κατάπεμψον τὴν εὐλογίαν σου, ὁ μόνος γινώσκων τὰ ἐγκάρδια.

Τράνωσόν μου τὴν γλῶτταν, σωτήρ μου, πλάτυνόν μου τὸ στόμα, καὶ πληρώσας αὐτὸ κατάνυξον τὴν καρδίαν μου, ἵνα οἷς λέγω ἀκολουθήσω καὶ ἃ δῆθεν διδάσκω ποιήσω πρῶτος· πᾶς γὰρ ποιῶν καὶ διδάσκων, φησίν, οὗτος μέγας ἐστίν· ἐὰν οὖν λέγων μὴ πράττω, ὡς χαλκὸς ὁ ἠχῶν λογισθήσομαι· διὸ λαλεῖν με τὰ δέοντα καὶ ποιεῖν τὰ συμφέροντα δώρησαι, ὁ μόνος γινώσκων τὰ ἐγκάρδια.

Οὕτω ποτὲ καὶ οἱ μαθηταί σου, ἐκτελέσαντες πρῶτον τὰ προστάγματά σου, ἐδίδασκον ἅπερ ἔπραττον, πάσῃ δυνάμει ὁμοῦ κυροῦντες τὴν 〈αὐτῶν〉 διδασκαλίαν τῇ πολιτείᾳ, ἣν ὁ ὁρῶν καὶ ζηλῶν ὡς αὐτοὶ οὗτος μέγας ἐστίν· γυμνοῦσθαι τῶν ἐν τῷ βίῳ καὶ τῶν ἄνω φροντίζειν ἑκάστοτε, σταυρὸν βαστάζειν ἐπ᾽ ὤμοισιν, ἐντρυφᾶν τὸ θανεῖν, ὡς προσέταξας, ὁ μόνος γινώσκων τὰ ἐγκάρδια.

Ὕλῃ τοσαύτῃ τῶν ἐναρέτων ὁ κατάλογος οὗτος τῶν ἀποστόλων κομῶν πᾶσαν τὴν γῆν εὐωδίασε, τὰ κλήματα Χριστοῦ τῆς ἀμπέλου, τὸ γεώργιον τοῦ ἄνω καλλιέργου, οἱ πρὸ Χριστοῦ ἁλιεῖς καὶ μετὰ τὸν Χριστὸν ἁλιεῖς, οἱ ἅλμῃ συνομιλοῦντες καὶ γλυκὺ ῥῆμα νῦν ἐρευγόμενοι, οἱ πρὶν ἰχθύας ἀγρεύοντες καὶ βροτοὺς νῦν θηροῦντες, ὡς ἔφησεν ὁ μόνος γινώσκων τὰ ἐγκάρδια.

Τούτους τοὺς ἄρνας ὁ ἀγελάρχης οὓς ἐσκόρπισε φόβος ἐν καιρῷ τοῦ σταυροῦ συνήγαγε μετ᾽ ἀνάστασιν· στὰς γὰρ εἰς ὕψος ἐπὶ τοῦ ὄρους ἐκελάδησε μέλος γλυκὺ τῇ ποίμνῃ· θάρσος διδοὺς καὶ μικρὸν ὡς δειλοῖς αἰνιττόμενος ἐβόα λέγων· «Θαρσεῖτε· ἐγὼ μόνος τὸν κόσμον νενίκηκα, ἐγὼ τοὺς λύκους ἐσκόρπισα· μετ᾽ ἐμοῦ ἦν οὐδείς, μόνος ἤμην ὁ ὤν, ὁ μόνος γινώσκων τὰ ἐγκάρδια.

Ἄπιτε οὖν εἰς πάντα τὰ ἔθνη· μετανοίας τὸν σπόρον ἐμβαλόντες τῇ γῇ διδασκαλίαις ἀρδεύσατε. Βλέπε μοι, Πέτρε, πῶς ἐκπαιδεύεις· ἐννοῶν σου τὸ πταῖσμα συμπάθει πᾶσι μὴ αὐστηρός, δι᾽ ἐκείνην τὴν κόρην τὴν σείσασάν σε· ἐάν σοι τῦφος εἰσπέσῃ, τῆς φωνῆς τοῦ ἀλέκτορος ἄκουσον καὶ τῶν δακρύων μνημόνευε ὧν ἐγώ σε τοῖς ῥείθροις ἀπέπλυνα ὁ μόνος γινώσκων τὰ ἐγκάρδια.

Πέτρε, φιλεῖς με; Ποίει ἃ λέγω· ποίμαινέ μου τὴν ποίμνην καὶ φίλει οὓς φιλῶ, συμπάσχων τοῖς ἁμαρτάνουσιν μνησθείς μου τῆς πρὸς σὲ εὐσπλαγχνίας, ὅτι τρὶς ἀρνησάμενόν σε ἐδεξάμην· ἔχεις λῃστὴν θυρωρὸν παραδείσου θαρρύνοντά σε, ἐκείνῳ πέμπε οὓς θέλεις· δι᾽ ὑμῶν πρὸς ἐμὲ ἀναστρέφει Ἀδὰμ βοῶν· ‘Ὁ πλάστης παρέσχε μοι τὸν λῃστὴν πυλωρὸν καὶ κλειδοῦχον Κηφᾶν, ὁ μόνος γινώσκων τὰ ἐγκάρδια.’ Ἴσχυέ μοι καὶ σύ, ὦ Ἀνδρέα· ὥσπερ εὗρές με πρῶτος εὑρεθεὶς παρ᾽ ἐμοῦ, εὑρὲ καὶ σὺ τὸ πλανώμενον.

Μὴ ἐπιλάθῃ τῆς πρώτης τέχνης· ἐξ αὐτῆς γὰρ εἰς ταύτην σε μεταπαιδεύσω· πρώην γυμνὸς εἰς βυθὸν καὶ νυνὶ πρὸς τὸν βίον γυμνός, καλάμῳ πρὶν ἁλιεύων, τῷ σταυρῷ ἁλιεύειν διδάχθητι· τῷ σκώληκι ἐδελέαζες, τῇ σαρκί μου θηρᾶν παραγγέλλω σοι ὁ μόνος γινώσκων τὰ ἐγκάρδια.

Νῦν δεῖξον ἔργον, ὦ Ἰωάννη· πάντες μάθωσιν ἄρτι ὡς οὐ μάτην τὸ πρὶν ἀνέκλινά σε τῷ στήθει μου· ποίησον αὔλακας τῇ πηγῇ μου ἦς τὰ νάματα ἤντλησεν ἡ στοργή σου· ὄρυξόν μοι ὡς δικέλλῃ τῇ γλώττῃ διέξοδον, καὶ ἥξω οὗ ἐὰν θέλῃς καὶ ποτίσας μεθύσω τὸν σπόρον σου· ὡς κόκκους λόγους κατάβαλε, καὶ αὐξήσας πληθύνω τὰ λήϊά σου ὁ μόνος γινώσκων τὰ ἐγκάρδια.

Οὕτω καὶ σύ, Ἰάκωβε, πράττε· μὴ τὸ κήρυγμα λείψας Ζεβεδαίου μνησθῇς, οὗ πρὶν ἐμὲ προετίμησας· οἶδα γὰρ πῶς ἀφῆκας ἐν σκάφῃ τὸν γενέτην, τὸν πλάστην ἐμὲ ποθήσας. Πλήρωσόν μου τὴν βουλὴν μετὰ τῶν ὁμοδούλων σου· μὴ πτήξῃς τοὺς ἐπιβούλους· τὰς βουλὰς γὰρ αὐτῶν διεσκέδασα· μαχαίραις σε ὅταν τέμνωσιν, νόει τίς ὁ τῇ λόγχῃ νυγεὶς τὴν πλευράν, ὁ μόνος γινώσκων τὰ ἐγκάρδια.

Ὕπαγε, Φίλιππε, ἅμα τούτοις· κήρυξόν με ὡς βλέπεις καὶ ἀκούεις μου νῦν· μὴ τοῦ πατρός μου χωρίσῃς με· μὴ εἴπῃς ὅτι ‘τὸν γόνον εἶδον, τὸν δὲ τούτου γενέτην οὐδ᾽ ὅλως εἶδον’· ἔδειξά σοι ἐν ἐμοὶ τὸν πατέρα κἀμὲ ἐν αὐτῷ· οὐκ ἦλθον παρὲξ ἐκείνου· ὃ γὰρ θέλει τελῶ καὶ ὃ θέλω τελεῖ· ἐν τῷ αὐτῷ ἐσμεν πνεύματι· τούτου κήρυκα ῥήτορα πέμπω σε ὁ μόνος γινώσκων τὰ ἐγκάρδια.

Ῥήματα τῆς ποτε ἀπιστίας διὰ πίστεως ἄρτι ἀπαλείψας, Θωμᾶ, ὃν ἐψηλάφησας κήρυξον· ἦλθε καιρὸς ὃν ἀεὶ ἐπόθεις, παρατάξασθαι δήμῳ τῷ τῶν Ἑβραίων· ἔχεις σαφῶς τῆς ἐγέρσεώς μου τὰ ἐνέχυρα· τοὺς τύπους εἶδες τῶν ἥλων καὶ τῆς λόγχης κατεῖδες τοὺς μώλωπας· οὐκ ἔστι σοὶ λοιπὸν πρόφασις· πᾶσαν γὰρ ἀφορμὴν περιεῖλόν σοι ὁ μόνος γινώσκων τὰ ἐγκάρδια.

Ὥσπερ τελώνης μεῖνον, Ματθαῖε, καὶ τελώνει ἐκεῖνον τὸν ἐχθρὸν τοῦ Ἀδὰμ ὡς πρώην τοὺς διοδεύοντας· μὴ φείσῃ ἕως ἂν ἀπολάβῃς καὶ τὸν ἔσχατον κοδράντην παρ᾽ ἐκείνου· κάθου τηρῶν τὴν ὁδὸν τὴν πρὸς Ἅιδην ἀπάγουσαν, κἂν εὕρῃς τὸν ὀλετῆρα ἀπὸ τῶν ἐμῶν ἐκπορευόμενον, ἐπίστηθι καὶ τελώνησον καὶ γυμνὸν τοῦτον δεῖξον, ὡς λέγω σοι ὁ μόνος γινώσκων τὰ ἐγκάρδια.

Μίαν φωνὴν ἀφίημι πᾶσιν, ἵνα μὴ τὸν καθένα ἐκδιδάσκων κοπῶ· ἅπαξ λαλῶ τοῖς ἁγίοις μου· πορευθέντες εἰς πάντα τὸν κόσμον μαθητεύσατε ἔθνη καὶ βασιλείας. Πάντα γάρ μοι παρεδόθη ὑπὸ τοῦ γεννήσαντός με, τὰ ἄνω ἅμα τοῖς κάτω, ὧν καὶ πρὶν λάβω σάρκα ἐδέσποζον· καὶ πάντων νῦν βεβασίλευκα καὶ ὑμᾶς ἱερὰν ἔχω σύγκλητον ὁ μόνος γινώσκων τὰ ἐγκάρδια.

Ἄπιτε οὖν εἰς πάντα τὰ ἔθνη· μετανοίας τὸν σπόρον ἐμβαλόντες τῇ γῇ διδασκαλίαις ἀρδεύσατε.» Τούτων δ᾽ ἀκούσαντες οἱ συμμύσται πρὸς ἀλλήλους ἑώρων κινοῦντες κάρας· «Πόθεν ἡμῖν ἡ φωνὴ καὶ ἡ γλῶσσα πρὸς πάντας λαλεῖν;

Ἰσχὺν δὲ τίς ἡμῖν δώσει ἀντιστῆναι λαοῖς καὶ τοῖς ἔθνεσιν, ἀγράμματοι καὶ ἀπαίδευτοι, ἁλιεῖς ἀσθενεῖς, ὡς προσέταξας, ὁ μόνος γινώσκων τὰ ἐγκάρδια; —Νῦν μὴ ταράσσεσθε τῇ καρδίᾳ, μὴ θολώσῃ τὰς φρένας ὑμῶν ὁ δυσμενής· ὡς νήπιοι μὴ λογίζεσθε, γίνεσθε φρόνιμοι ὡς οἱ ὄφεις· δι᾽ ὑμᾶς γὰρ ὡς ὄφις ἐγὼ ὑψώθην· μὴ ἑαυτοὺς ἐκφοβοῦντες τὸ κήρυγμα λίπητε· οὐ θέλω σθένει νικῆσαι, διὰ τῶν ἀσθενῶν περιγίνομαι· οὐ χαίρω τοῖς πλατωνίζουσι· τὰ μωρὰ γὰρ τοῦ κόσμου ἠγάπησα ὁ μόνος γινώσκων τὰ ἐγκάρδια.

Ὅμως ὑμῖν καὶ δύναμιν δώσω, δύναμιν ἐν τῷ πίπτειν ἀνιστῶσαν πολλούς, καὶ γλῶσσαν δὲ τὴν σοφίζουσαν· δῆμος ὑμῶν σοβεῖ Δημοσθένην καὶ ἡττῶνται Ἀθηναῖοι Γαλιλαίοις· παύσει λοιπὸν συγγραφὰς ὁ Κηφᾶς ἐξαγγέλλων ἐμέ· ἀμέτρους λέξεις καὶ μύθους ἀμαυροῖ τὸ ῥητὸν τοῦ μαραναθά· ἡ Ναζαρὲτ δονεῖ Κόρινθον· οἱ λαλοῦντες ὑμεῖς, καὶ ὁ πείθων ἐγὼ ὁ μόνος γινώσκων τὰ ἐγκάρδια.

Ὕβρεσι πάντες ὑμᾶς πλυνοῦσι· φυλακαῖς ἐμβαλόντες καὶ δεσμοῦντες πικρῶς τοῖς ἄρχουσι παραδώσουσιν· ἀλλ᾽ ὀρφανοὺς ὑμᾶς οὐκ ἐάσω· μεθ᾽ ὑμῶν γάρ εἰμι μέχρι συντελείας· ὅταν κριταῖς παραστήκετε, μέσον με ὄψεσθε· δεσμεῖτε, καὶ συνδεσμοῦμαι· σὺν ἐμοὶ δι᾽ ἐμὲ πάντα πάσχετε· ὑμεῖς τὴν γνώμην προτείνατε, καὶ ἐγὼ δι᾽ ὑμῶν ἀγωνίζομαι ὁ μόνος γινώσκων τὰ ἐγκάρδια.» Ὅτε δὲ ἤκουσαν τῶν ῥημάτων τοῦ σοφοῦ διδασκάλου οἱ σοφοὶ μαθηταί, πρὸς ταῦτα ἀνταπεκρίθησαν· «Πάντα σκληρὰ ἡμῖν ἐπηγγείλω καὶ δειλίας ἀνάμεστα καὶ θανάτου· τούτων δὲ νῦν ἐνομίζομεν φεύγειν κολλώμενοι σοί, καὶ ἄρτι τοῖς σκληροτέροις παραδίδεις ἡμᾶς, ὁ σωτὴρ ἡμῶν· ἐκάλεσας εἰς ἀνάπαυσιν, καὶ ἰδοὺ προαλείφεις εἰς ἄθλησιν ὁ μόνος γινώσκων τὰ ἐγκάρδια. —Ψῆφος ὑμᾶς καλεῖ πρὸς ἀγῶνας· ὁ κανὼν τῆς ἀγάπης ἀπαιτεῖ παρ᾽ ὑμῶν φιλίας ἔργον ἐνδείξασθαι· πάθετε ὑπὲρ ἐμοῦ ὡς φίλοι, ὡς κἀγὼ ὑπὲρ φίλων καὶ μὴ ὀφείλων· χρέος οὐδὲν οὐχ εὑρέθη καλοῦν με πρὸς θάνατον, ἀλλ᾽ ὅμως κατεδεξάμην καὶ σταυρὸν ὡς χρεώστης ὑπέμεινα· τὸ πατρικὸν ὑμῶν δάνειον ὁ ἀνεύθυνος θέλων ἀπέδωκα, ὁ μόνος γινώσκων τὰ ἐγκάρδια.

Ἄπιτε οὖν εἰς πάντα τὸν κόσμον· μετανοίας τὸν σπόρον ἐμβαλόντες τῇ γῇ διδασκαλίαις ἀρδεύσατε. Βλέπετε μή τις μετανοήσας ἔξω τῆς ὑμετέρας σαγήνης μείνῃ· χαίρω γὰρ τοῖς ἐπιστρέφουσιν, ὡς οἴδατε καὶ ὑμεῖς· ὡς εἴθοις καὶ ὁ προδούς με εἰς ἐμὲ μετὰ πρᾶσιν ὑπέστρεψεν, κἀγὼ αὐτοῦ τὸ ἁμάρτημα ἐξαλείψας ὑμῖν τοῦτον ἥνωσα ὁ μόνος γινώσκων τὰ ἐγκάρδια.

Λύπην μισήσατε καὶ δειλίαν· αὕτη γὰρ παραπέμπει τῷ θανάτῳ πολλούς, ὡς τὸν Ἰούδαν ἀπέδειξεν· οἴδατε πῶς ἀγχόνης σχοινίον ἡ ἀπόγνωσις ἔπλεξε τῷ προδότῃ· ὅμως κενὴ καὶ ἐν τούτῳ ἡ τοῦ διαβόλου παγίς· μικρὸν γὰρ καὶ ἀποτίσει ἀντὶ τοῦ Ἰσκαρ<ιώ>του τὸν Κίλικα, ἀντὶ δολίου τὸν δόκιμον, ἀντὶ πράτου τὸν Παῦλον κομίσομαι ὁ μόνος γινώσκων τὰ ἐγκάρδια.

Μύσται μου, φίλοι καὶ ἀδελφοί μου —μύστας γὰρ ὑμᾶς λέγω, οὐχὶ δούλους λοιπόν, υἱοὺς καὶ συγκληρονόμους μου—, φωστῆρες τῆς οἰκουμένης ὅλης καὶ ἐμοῦ τοῦ ἡλίου φαιδραὶ ἀκτῖνες, τῶν θησαυρῶν τῶν ἐμῶν οἱ πιστοὶ κλειδοφύλακες, μεσῖται τῶν δωρουμένων παρ᾽ ἐμοῦ τῷ Ἀδὰμ ὑποστρέφοντι, οἱ στῦλοι τῆς ἐκκλησίας μου οὓς ἐγὼ ἐκ θαλάσσης ἀνήγαγον ὁ μόνος γινώσκων τὰ ἐγκάρδια.

Οὕτως κηρύξατέ με τῷ κόσμῳ, φανεροῦντες ὃ πέλω καὶ μισοῦντες λοιπὸν παραβολὰς καὶ αἰνίγματα· εἴπατε ὅτι Θεὸς ὑπάρχω καὶ ἀνέκφραστος μορφὴν ἔλαβον δούλου· δείξατε πῶς τὰς πληγὰς τῆς σαρκὸς οἰκειούμην ἑκών· Θεὸς ὤν, καίπερ μὴ θνῄσκων σὺν τῷ σώματι ἦλθον εἰς θάνατον καὶ ὁ ταφεὶς ὡς κατάκριτος ἐξεπόρθουν τὸν Ἅιδην ὡς κύριος, ὁ μόνος γινώσκων τὰ ἐγκάρδια.

Σώσατε οὖν ἐν τούτοις τὸν κόσμον βαπτίζοντες εἰς ὄνομα Πατρὸς καὶ Υἱοῦ καὶ τοῦ ἁγίου Πνεύματος.» Τούτοις τοῖς λόγοις κραταιωθέντες οἱ ἀπόστολοι ἔλεγον πρὸς τὸν πλάστην· «Σὺ εἶ Θεὸς προαιώνιος καὶ ἀτελεύτητος· σὲ ἕνα κύριον γνόντες ἅμα τῷ σῷ Πατρὶ καὶ τῷ Πνεύματι κηρύσσομεν ὡς προσέταξας· σὺ γενοῦ μεθ᾽ ἡμῶν τε καὶ ὑπὲρ ἡμῶν, ὁ μόνος γινώσκων τὰ ἐγκάρδια.»