Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Ρωμανὸς ὁ Μελωδός – ᾈσμάτων ᾆσμα

Ρωμανὸς ὁ Μελωδός

Κοντάκια εις την Ανάληψιν και εις την Πεντηκοστήν

Η Ανάληψη του Σωτήρος στους ουρανούς και η επιφοίτηση του Αγίου Πνεύματος κατά την Πεντηκοστή.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Ρωμανὸς ὁ Μελωδός

—

Κεφάλαιο 20 από 23

Τῇ εʹ τῆς ϛʹ ἑβδομάδος, κοντάκιον εἰς τὴν ἀνάληψιν τοῦ κυρίου καὶ Θεοῦ καὶ σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ, φέρον ἀκροστιχίδα τήνδε· 〈τοῦ ταπεινοῦ Ῥωμανοῦ〉 ἦχος πλάγιος βʹ. Προοίμιον I Τὴν ὑπὲρ ἡμῶν πληρώσας οἰκονομίαν καὶ τὰ ἐπὶ γῆς ἑνώσας τοῖς οὐρανίοις ἀνελήφθης ἐν δόξῃ, Χριστὲ ὁ Θεός, οὐδαμόθεν χωριζόμενος, ἀλλὰ μένων ἀδιάστατος καὶ βοῶν τοῖς ἀγαπῶσί σε· «Ἐγώ εἰμι μεθ᾽ ὑμῶν καὶ οὐδεὶς καθ᾽ ὑμῶν.»

Προοίμιον II Ἐν τῷ ὄρει τῶν ἐλαιῶν ἁγιάσας τοὺς μαθητὰς εἰς οὐρανοὺς ἀνελήφθης, κύριε, ἐπαγγειλάμενος αὐτοῖς διδασκαλίαν καὶ βοήσας αὐτοῖς· «Οὐ χωρίζομαι ὑμῶν· ἐγώ εἰμι μεθ᾽ ὑμῶν καὶ οὐδεὶς καθ᾽ ὑμῶν.» Τὰ τῆς γῆς ἐπὶ τῆς γῆς καταλιπόντες, τὰ τῆς τέφρας τῷ χοῒ παραχωροῦντες, δεῦτε, ἀνανήψωμεν καὶ εἰς ὕψος ἐπάρωμεν ὄμματα καὶ νοήματα· πετάσωμεν τὰς ὄψεις ὁμοῦ καὶ τὰς αἰσθήσεις ἐπὶ τὰς οὐρανίους πύλας οἱ θνητοί· νομίσωμεν εἶναι τοῦ ἐλαιῶνος εἰς ὄρος καὶ ἀτενίζειν τῷ λυτρουμένῳ ἐπὶ νεφέλης ἐποχουμένῳ· ἐκεῖθεν γὰρ ὁ κύριος εἰς οὐρανοὺς ἀνέδραμεν, ἐκεῖ καὶ ὁ φιλόδωρος τὰς δωρεὰς διένειμεν τοῖς ἀποστόλοις αὐτοῦ, κολακεύσας ὡς πατὴρ καὶ βοήσας αὐτοῖς, ὁδηγήσας ὡς υἱοὺς καὶ λέξας πρὸς αὐτούς· «Οὐ χωρίζομαι ὑμῶν· ἐγώ εἰμι μεθ᾽ ὑμῶν καὶ οὐδεὶς καθ᾽ ὑμῶν.» Ὁ τὴν γῆν καταλαβών, ὡς μόνος οἶδεν, ἀναβαίνων ἐξ αὐτῆς πάλιν, ὡς οἶδεν, ἦρεν οὓς ἠγάπησεν καὶ εἰς ὄρος μετέωρον ἤγαγεν οὓς συνήγαγεν, ἵν᾽ ἔχοντες εἰς ὕψος τὰς κάρας καὶ τὰς φρένας πάντων τῶν χαμαιζήλων λάθωσι λοιπόν.

Διὸ ἀναχθέντες ἐν τῷ βουνῷ τῶν ἐλαίων περιεκύκλουν τὸν εὐεργέτην, ὡς διηγεῖται Λουκᾶς ὁ μύστης· ἐπάρας δὲ ὁ κύριος χεῖρας καθάπερ πτέρυγας, ὡς ἀετὸς ἐσκέπασε τὴν νοσσιὰν ἣν ἔθαλπε καὶ λέγει τοῖς νεοσσοῖς· «Ἐπεσκίασα ὑμᾶς ἐκ πάντων τῶν κακῶν· ὡς οὖν ἔστερξα ὑμᾶς, ἀγαπήσατέ με, κα<ὶ ο>ὐ χωρίζομαι ὑμῶν· ἐγώ εἰμι μεθ᾽ ὑμῶν καὶ οὐδεὶς καθ᾽ ὑμῶν.

Ὑπεράνωθεν ὑμῶν, ὦ μαθηταί μου, ὡς θεὸς καὶ ποιητὴς ὅλου τοῦ κόσμου τείνω τὰς παλάμας μου ἃς οἱ ἄνομοι ἔτειναν, ἔδησαν καὶ καθήλωσαν· ὑμεῖς οὖν ὑποθέντες τὰς κάρας ταῖς χερσίν μου σύνετε, γνῶτε, φίλοι, ἅπερ ἐκτελῶ· ὥσπερ γὰρ βαπτίζων χειροθετῶ ὑμᾶς ἄρτι καὶ εὐλογήσας ἐξαποστέλλω πεφωτισμένους, σεσοφισμένους· ἐπὶ ταῖς κεφαλαῖς ὑμῶν αἴνεσις καὶ εὐπρέπεια· ἐπὶ δὲ ταῖς ψυχαῖς ὑμῶν ἔλλαμψις, καθὼς γέγραπται· ἐκ γὰρ τοῦ πνεύματός μου ἐκχεῶ ἐπὶ ὑμᾶς, κα<ὶ ἔ>σεσθέ μοι δεκτοί, διδακτοὶ καὶ ἐκλεκτοί, οἰκεῖοι καὶ πιστοί· κα<ὶ ο>ὐ χωρίζομαι ὑμῶν· ἐγώ εἰμι μεθ᾽ ὑμῶν καὶ οὐδεὶς καθ᾽ ὑμῶν.» Ταῦτα λέξας ὁ σωτὴρ τοῖς ἀποστόλοις ἱκανήν τε καὶ πολλὴν παρέσχε λύπην· τάχα δὲ καὶ ἔκλαυσαν καὶ ἐκ βάθους στενάξαντες εἶπον πρὸς τὸν διδάσκαλον· «Ἀφεὶς ἡμᾶς, οἰκτίρμων, χωρίζῃ τῶν φιλούντων;

Ταῦτα γὰρ ὡς ὁδεύων ἐφθέγξω ἡμῖν· τὰ ῥήματα ταῦτα ἀποδημίαν σημαίνει, καὶ τούτου χάριν ἀδημονοῦμεν, ἐπειδὴ εἶναι σὺν σοὶ ποθοῦμεν· ζητοῦμέν σου τὸ πρόσωπον, τέρπει γὰρ τὰς ψυχὰς ἡμῶν· ἐτρώθημεν, ἐδέθημεν τῇ γλυκυτάτῃ θέᾳ σου· οὐκ ἔστι πλὴν σοῦ θεός· μὴ μακρύνῃς οὖν σαυτὸν τῶν σῶν ἀγαπητῶν, συμπαράμεινον ἡμῖν καὶ λέξον πρὸς ἡμᾶς· ‘Οὐ χωρίζομαι ὑμῶν· ἐγώ εἰμι μεθ᾽ ὑμῶν καὶ οὐδεὶς καθ᾽ ὑμῶν.’ Ἀπελίπομεν ἡμεῖς ὅλον τὸν βίον καὶ ἐφύγομεν αὐτὸν καθάπερ βίαν· ἵνα σε κερδήσωμεν, ἐπὶ γῆς ἐγενήθημεν ξένοι καὶ παρεπίδημοι· ὁ πρῶτος ἡμῶν Πέτρος γενόμενός σου φίλος πάντων ἠλλοτριώθη ὧν εἶχε τὸ πρίν· Ἀνδρέας δ᾽ ὁ τούτου συναίμων, ὅτε σε εὗρεν, τῶν ἐν τῷ κόσμῳ εὐθὺς ἀπῆρε καὶ τὸν σταυρόν σου ἐπ᾽ ὤμων ἦρε.

Τοιαύτην οὖν διάθεσιν θέλεις ἀφεῖναι, δέσποτα, καὶ σπεύδεις ἐκδραμεῖν ἡμῶν ὥσπερ ἐπιλαθόμενος; Μὴ γένοιτο, βασιλεῦ· μὴ γελάσωσιν ἡμᾶς οἱ μισοῦντες ἡμᾶς, μὴ βοήσωσιν ἡμῖν· ‘Ποῦ ἐστιν ὁ εἰπών· Οὐ χωρίζομαι ὑμῶν· ἐγώ εἰμι μεθ᾽ ὑμῶν καὶ οὐδεὶς καθ᾽ ὑμῶν.’ Παρορᾷς, ὦ λυτρωτά, καὶ οὐ λογίζῃ τὴν φιλίαν τῶν υἱῶν τοῦ Ζεβεδαίου;

Μνήσθητι, φιλάνθρωπε, πῶς τοῦ θείου σου ῥήματος ἤκουσαν κα<ὶ ο>ὐ παρήκουσαν; Οὐκ εἶπον ἐν καρδίαις· ‘Τίς οὗτος ὁ καλέσας;’, ἀλλὰ καὶ τοῦ γενέτου προέκρινάν σε. Ματθαῖος δὲ πάλιν τοῦ τελωνίου τὸν πόρον ὡς ἀπορίαν πολλὴν ἡγεῖτο, ἐπειδὴ πλοῦτον τὸν σὸν ἐπόθει· Θωμᾶς δὲ ὁ καὶ Δίδυμος καὶ τὴν ζωὴν ἐμίσησε.

Καὶ ἅπαξ πάντες εἴπομεν· ‘Σὲ ἀντὶ πάντων στέργομεν’· μὴ οὖν στερήσῃς ἡμᾶς· ἐναγκάλισαι ἡμᾶς, ὁ τὰ πάντα πληρῶν, περικύκλωσον ἡμᾶς καὶ βόησον ἡμῖν· ‘Οὐ χωρίζομαι ὑμῶν· ἐγώ εἰμι μεθ᾽ ὑμῶν καὶ οὐδεὶς καθ᾽ ὑμῶν.’» Ἐπακούσας ὁ σωτὴρ τῶν ἀποστόλων καὶ ἰδὼν τὸν ὀδυρμὸν τῶν ἀγαπώντων, τότε ἀντελάβετο ὡς πατὴρ ὑϊοὺς αὐτοῦ, ᾤκτειρε καὶ ἐβόησε· «Μὴ κλαίετε, ὦ φίλοι· καιρὸς γὰρ οὐ δακρύων, ἀλλ᾽ οὔτε ἡμέρα ἐστὶν ὀδυρμοῦ· χαρᾶς ἐστιν ὥρα· πρὸς τὸν ἐμὸν γὰρ πατέρα ἀναλαμβάνω τὰς πτέρυγάς μου καὶ καταπαύω ἐν τῇ σκηνῇ μου· σκηνὴν γὰρ τὸ στερέωμα τοῦ οὐρανοῦ ἐποίησα, σκηνὴν οὐ περιγράφουσαν, ἀλλὰ περικυκλοῦσάν με, ὡς Ἡσαΐας βοᾷ· ‘Ὡς καμάραν οὐρανὸν ἐστήσατο Θεὸς καὶ οἰκεῖ ὥσπερ σκηνήν’, ὁ λέγων τοῖς αὐτοῦ· ‘Οὐ χωρίζομαι ὑμῶν· ἐγώ εἰμι μεθ᾽ ὑμῶν καὶ οὐδεὶς καθ᾽ ὑμῶν.’

Ἱλαροὶ οὖν καὶ φαιδροὶ γίνεσθε ἄρτι, καὶ χαρίεσσαν μορφὴν ἀναλαβόντες ᾆσμα καινὸν ᾄσατε· καὶ γὰρ πᾶν ὃ ἂν γένηται ἕνεκεν ὑμῶν γίνεται ὑμῶν χάριν κατῆλθον καὶ διὰ πάντων ἦλθον, ἵνα ὑμῖν ἀρέσω καὶ δέξησθέ με· ὑμῶν χάριν πάλιν εἰς οὐρανοὺς ἀναβαίνω, ἵνα τὸν τόπον ἐξευτρεπίσω ὅπου ὀφείλω ὑμῖν συνεῖναι· πολλαὶ μοναὶ γὰρ πέλουσιν ἄνω πρὸς τὸν πατέρα μου· αἱ μὲν πατέρας ἔχουσιν, ἄλλαι δικαίων γέμουσιν καὶ ἄλλαι τῶν προφητῶν· τὴν μονὴν δὲ τὴν ὑμῶν οὐδεὶς οἶδεν ἀκμήν· ἑτοιμάζω οὖν αὐτὴν καὶ λαμβάνω ὑμᾶς, κα<ὶ ο>ὐ χωρίζομαι ὑμῶν· ἐγώ εἰμι μεθ᾽ ὑμῶν καὶ οὐδεὶς καθ᾽ ὑμῶν.

Νῦν ἀνάστητε ὀρθοί, στῆτε ἑδραῖοι καὶ ἀμώμῳ ὀφθαλμῷ κατανοεῖτε ταύτην τὴν ἀνάληψιν ἣν ὁρῶντες νοήσατε σώματος, οὐ θεότητος· ἡ σὰρξ γὰρ ἣν ὁρᾶτε αὐτὴ τὰ ἄνω φθάνει· τῆς γὰρ θεότητός μου πᾶς τόπος μεστός· ἀλλ᾽ ὅμως καὶ τούτου τοῦ ὁρατοῦ ὑψουμένου συνανυψοῦται τὸ ἀφανές μου· καὶ γὰρ ἡνώθην τῷ φαινομένῳ· εἷς πέλω ἀθεώρητος ἅμα καὶ θεωρούμενος· ἐγώ εἰμι ὃν βλέπετε ὄντως καὶ οὐκ ἠλλοίωμαι, ὡς ἔφησεν ἡ γραφή, καὶ ἀθάνατός εἰμι καὶ ὅμοιος ὑμῶν, ὑπεράνωθεν ὑμῶν καὶ ἐν μέσῳ ὑμῶν, κα<ὶ ο>ὐ χωρίζομαι ὑμῶν· ἐγώ εἰμι μεθ᾽ ὑμῶν καὶ οὐδεὶς καθ᾽ ὑμῶν.» Ὅτε ταῦτα ὁ Χριστὸς εἶπε τοῖς φίλοις, διανεύει τὸ λοιπὸν τοῖς ἀρχαγγέλοις ἵνα ἑτοιμάσωσι τοῖς ἁγνοῖς αὐτοῦ βήμασιν ἄνοδον ἀδιόδευτον· καὶ δὴ ὡς προσταχθέντες οἱ τῶν ἀγγέλων πρῶτοι πάσαις ταῖς ἐν τῷ ὕψει ἔκραζον ἀρχαῖς· «Ἐπάρατε πύλας καὶ ἐκπετάσατε θύρας τὰς οὐρανίους καὶ ἐπιδόξους· ὁ γὰρ τῆς δόξης δεσπότης φθάνει.

Νεφέλαι, ὑποστρώσατε νῶτα τῷ ἐπιβαίνοντι· αἰθήρ, ἐξευτρεπίσθητι τῷ διὰ σοῦ ὁδεύοντι· ἀνοίχθητε, οὐρανοί· οὐρανοὶ τῶν οὐρανῶν, ἐκδέξασθε αὐτόν, ὅτι φθάνει πρὸς ὑμᾶς ὁ λέγων τοῖς αὐτοῦ· ‘Οὐ χωρίζομαι ὑμῶν· ἐγώ εἰμι μεθ᾽ ὑμῶν καὶ οὐδεὶς καθ᾽ ὑμῶν’.» Ὑπακούσαντες εὐθὺς οἱ ἐν τῷ ὕψει καὶ ἀνοίξαντες ὁμοῦ πάντα τὰ ὕψη, θρόνοι, κυριότητες σὺν ἀρχαῖς καὶ δυνάμεσιν ἔδραμον εἰς ἀπάντησιν καὶ στρώσαντες ταχέως ὡς ἅρμα τὴν νεφέλην, ἐπὶ τὸν ἐλαιῶνα πέμπουσιν αὐτήν· ἡ δὲ κατελθοῦσα ἐνεκολπώσατο τότε τὸν τὰς νεφέλας ἡνιοχοῦντα καὶ ὀμβροτόκους αὐτὰς ποιοῦντα· λαβοῦσα οὖν ἐβάσταζεν, μᾶλλον δὲ ἐβαστάζετο· αὐτὸς γὰρ ὁ φερόμενος ἔφερε τὴν βαστάζουσαν ὡς τὴν Μαρίαν ποτέ· καὶ αὐτὴν γὰρ ἡ γραφὴ νεφέλην προκαλεῖ ἣν ἐφύλαξεν οἰκῶν ὁ τοῖς φίλοις εἰπών· «Οὐ χωρίζομαι ὑμῶν· ἐγώ εἰμι μεθ᾽ ὑμῶν καὶ οὐδεὶς καθ᾽ ὑμῶν.»

Ῥαθυμεῖ δὲ οὐδὲ εἷς τῶν ἀποστόλων, ἀλλ᾽ ἐφρόντιζον ὁμοῦ τῶν τελουμένων· πάντες γὰρ ἀνήρτησαν πρὸς τὸ ὕψος τὰ πρόσωπα, βλέποντες τὴν ἀνάληψιν· εὐθὺς οὖν ὑποθεῖσα τὰ νῶτα ἡ νεφέλη ὄχημα τῷ ἀμώμῳ γέγονε ποδί· χιτῶνος δὲ δίκην ὁ οὐρανὸς διερράγη κα<ὶ ὁ> ἐκ Μαρίας ἀνῆλθεν ἄνω, χορῶν πυρίνων προηγουμένων, βοώντων· «Σπεῦσον, δέσποτα, ἕτοιμος γὰρ ὁ θρόνος σου· ἐπίβηθι, πετάσθητι ταῖς τῶν ἀνέμων πτέρυξι καὶ φθάσον κόλπους Πατρός· ὁ γὰρ θρόνος σου σαφῶς αὐτός ἐστιν ἀεὶ ὃν οἰκεῖς καὶ οὐκ ἐᾷς, κἂν τοῖς κάτω βοᾷς· ‘Οὐ χωρίζομαι ὑμῶν· ἐγώ εἰμι μεθ᾽ ὑμῶν καὶ οὐδεὶς καθ᾽ ὑμῶν’».

Ὡς οὖν εἶδον οἱ πιστοὶ τὰ γεγονότα, παραυτὰ δαυιτικῶς ψάλλοντες εἶπον· «Ὄντως ἀναβέβηκεν ὁ Θεὸς ἐν ἀλαλαγμῷ, κύριος ἐν φωνῇ σάλπιγγος». Αὐτῶν οὖν συμψαλλόντων καὶ ἄνω θεωρούντων, μία ἀγγέλων ζεύγλη ἦλθεν πρὸς αὐτούς, ὃν τρόπον διδάσκει καὶ ἡ τῶν πράξεων βίβλος, ὅτι τοῦ πλάστου ἀναληφθέντος καὶ τῶν ἁγίων ἀτενιζόντων, ἐπέστησαν ὡς ἄνθρωποι δύο λαμπροὶ τῷ σχήματι βοῶντες· «Τί ἑστήκατε; Τίνι δὲ ἀτενίζετε;

Τί θέλετε κατιδεῖν; Ἰδοὺ κάθεται Θεὸς ἐπὶ θρόνου αὐτοῦ· ἐβασίλευσεν ἡμῶν ὁ βοήσας ὑμῖν· ‘Οὐ χωρίζομαι ὑμῶν, ἐγώ εἰμι μεθ᾽ ὑμῶν καὶ οὐδεὶς καθ᾽ ὑμῶν.’ Μὴ θαμβῆσθε τὸ λοιπόν, ὦ Γαλιλαῖοι· Ἰησοῦς γὰρ ὁ Χριστὸς ὃς ἀνελήφθη οὕτως καὶ ἐλεύσεται ὡς αὐτὸν ἐθεάσασθε ἄνω παραγενόμενον.

Σαφῶς γὰρ ἀνελήφθη καὶ οὐχὶ μετετέθη· οὐχ ὡς Ἐνὼχ τὸ πρῶτον, οὕτως ὁ Χριστός· Ἐνὼχ γὰρ ἐκεῖνος τῶν ἐπιγείων μετέστη, οὐκ ἠξιώθη τῶν οὐρανίων, ἀλλ᾽ ἐνετέθη σκηναῖς δικαίων· Ἠλίας δὲ ὁ πύρινον ἅρμα ἐπικαθήμενος ἀνῆλθε καὶ οὐκ ἔφθασε τὸν οὐρανόν, ὡς γέγραπται, ἀλλ᾽ ὡς εἰς τὸν οὐρανόν· ὁ Θεὸς δὲ τοῦ Ἐνὼχ κα<ὶ ὁ> Θεὸς Ἠλιοῦ ἀνελθὼν εἰς οὐρανοὺς ἐδήλωσεν ὑμῖν· ‘Οὐ χωρίζομαι ὑμῶν· ἐγώ εἰμι μεθ᾽ ὑμῶν καὶ οὐδεὶς καθ᾽ ὑμῶν.’» Ἀλλ᾽ ἀκουσάντες εὐθὺς τούτων τῶν λόγων οἱ τοῦ ῥύστου μαθηταὶ εἶπον ἀλλήλοις· «Ὄντως πιστοὶ μάρτυρες τῆς Χριστοῦ ἀναλήψεως οὗτοι ὡς ἐπουράνιοι· εἰ μὴ γὰρ εἶδον τοῦτον ἐν τῷ οὐρανῷ ἄνω, οὐκ ἂν κατῆλθον κάτω κηρῦξαι ἡμῖν· ἀγγέλων δεσπόζει καὶ δι᾽ ἀγγέλων γνωρίζει τὰς φιλανθρώπους οἰκονομίας ὁ ἀνατείλας ἐκ τῆς παρθένου· ἐτέχθη, καὶ τὴν γέννησιν τούτου ἐδήλουν ἄγγελοι· ἠγέρθη, καὶ τὴν ἔγερσιν πάλιν ἐδήλουν ἄγγελοι· ἀνῆλθεν εἰς οὐρανούς, καὶ τὴν θείαν καὶ φαιδρὰν ἀνάληψιν αὐτοῦ δι᾽ ἀγγέλων ἀγαθῶν ἐδήλωσεν ἡμῖν· ‘Οὐ χωρίζομαι ὑμῶν· ἐγώ εἰμι μεθ᾽ ὑμῶν καὶ οὐδεὶς καθ᾽ ὑμῶν.’

Νευρωθῶμεν οὖν ἡμεῖς κατὰ τῶν πλάνων, ὁπλισθῶμεν ὁμαδὸν τοῖς συκοφάνταις· πάντες κοπιάσωμεν, ἐπιμόνως παλαίσωμεν ἕως ἂν αὐτοὺς ῥήξωμεν· εἰπῶμεν παρρησίᾳ πρὸς τοὺς τῆς ἀπωλείας· ‘Ποῦ ἐστιν, ὃν ἐν τάφῳ εἴχετε νεκρόν;

Ποῦ πέλει ἐκεῖνος ὃν στρατιῶται ἐτήρουν καὶ αἱ σφραγῖδες ὑμῶν ἐφρούρουν; Πῶς ἀπεκλάπη; ποῦ ἀνελήφθη; Τίς τοῦτον ἀπεσύλησεν; τίς δὲ αὐτὸν ἐβάστασεν; Ἐκλάπη ἐκ τοῦ μνήματος; Πῶς νῦν τοῦ στερεώματος ἀπέστειλε πρὸς ἡμᾶς καὶ ἐδήλωσεν ἡμῖν· Μὴ πτοῆσθε αὐτούς, οὐ νικήσουσιν ὑμᾶς· ὡς γὰρ εἶπον ὑμῖν, οὐ χωρίζομαι ὑμῶν· ἐγώ εἰμι μεθ᾽ ὑμῶν καὶ οὐδεὶς καθ᾽ ὑμῶν.’» Οἱ τοῦ ῥύστου μαθηταὶ οὕτω φρονοῦντες, τοῦ Χριστοῦ τε καὶ Θεοῦ ἀναληφθέντος, τότε καταβαίνουσιν ἐκ τοῦ ὄρους γηθόμενοι ἅμα καὶ ἀγαλλόμενοι· καὶ φθάσαντες τὰ κάτω, ὡς ἡ γραφὴ διδάσκει, κύψαντες προσκυνοῦσι τῷ ἄνω Θεῷ, καὶ πλήρεις ἐπαίνων φωνὰς ἀφῆκαν τῷ ὄρει ὡς εὐφημοῦντες τὸν ἐλαιῶνα ὅτι τοσούτων κατηξιώθη, «Τὸ ὄρος τὸ Σινάτιον, λέγοντες, ὑπερέβαλες· ἐκεῖνο γὰρ ἐδέξατο τὰ τοῦ Μωσέως βήματα, σὺ δὲ αὐτοῦ τοῦ Θεοῦ· ἐν ἐκείνῳ νόμος ἦν, ἡ χάρις δὲ ἐν σοὶ ἡ καὶ πλάσασα Μωσῆν καὶ λέξασα ἡμῖν· ‘Οὐ χωρίζομαι ὑμῶν· ἐγώ εἰμι μεθ᾽ ὑμῶν καὶ οὐδεὶς καθ᾽ ὑμῶν.’ Ὑπεράνω εἶ λοιπὸν καὶ τοῦ Λιβάνου, Θαβὼρ καὶ Ἑρμονιεὶμ σοὶ ἐλαττοῦνται, ὅτι οὐκ ἐποίησεν ἐν αὐτοῖς ὁ φιλάνθρωπος ἅπερ ἐν σοὶ ἐποίησεν.»

Τοιαῦτα οὖν εἰπόντες οἱ μαθηταὶ τοῦ πλάστου ἔστησαν μέχρι τούτου τοὺς λόγους αὐτῶν, καὶ ἄραντες ἄνω τοὺς ὀφθαλμοὺς καὶ τὰς χεῖρας ἐξιλεοῦντο τὸν βασιλέα τῶν οὐρανίων καὶ ἐπιγείων βοῶντες. «Ἀναμάρτητε, τὴν σὴν εἰρήνην δὸς ἡμῖν καὶ δι᾽ ἡμῶν τῷ κόσμῳ σου πρεσβείαις τῆς τεκούσης σε· οὐ στέγει γὰρ ὁ ἐχθρὸς κατιδεῖν τὰ ὑφ᾽ ἡμῶν γινόμενα καλά· ἀλλὰ σόβησον αὐτὸν ἀφ᾽ ἡμῶν ὁ εἰπών· ‘Οὐ χωρίζομαι ὑμῶν· ἐγώ εἰμι μεθ᾽ ὑμῶν καὶ οὐδεὶς καθ᾽ ὑμῶν.’»

Κυριακῇ ἑβδόμῃ, κοντάκιον εἰς τὴν ἁγίαν Πεντηκοστήν, φέρον ἀκροστιχίδα τήνδε· 〈τοῦ ταπεινοῦ Ῥωμανοῦ〉 ἦχος πλάγιος δʹ Προοίμιον Ὅτε καταβὰς τὰς γλώσσας συνέχεε, διεμέριζεν ἔθνη ὁ ὕψιστος· ὅτε τοῦ πυρὸς τὰς γλώσσας διένειμεν, εἰς ἑνότητα πάντας ἐκάλεσε· καὶ συμφώνως δοξάζομεν τὸ πανάγιον πνεῦμα.

Ταχεῖαν καὶ σταθηρὰν δίδου παραμυθίαν τοῖς δούλοις σου, Ἰησοῦ, ἐν τῷ ἀκηδιᾶσθαι τὰ πνεύματα ἡμῶν· μὴ χωρίζου τῶν ψυχῶν ἡμῶν ἐν θλίψεσιν, μὴ μακρύνου τῶν φρενῶν ἡμῶν ἐν περιστάσεσιν, ἀλλ᾽ ἀεὶ ἡμᾶς πρόφθασον· ἔγγισον ἡμῖν, ἔγγισον ὁ πανταχοῦ· ὥσπερ τοῖς ἀποστόλοις σου πάντοτε συνῆς, οὕτω καὶ τοῖς σε ποθοῦσιν ἕνωσον σαυτόν, οἰκτίρμων, ἵνα συνημμένοι σοι ὑμνέομεν καὶ δοξολογοῦμεν τὸ πανάγιον πνεῦμα.

Οὐκ ἐχωρίσθης, σωτήρ, ἀπὸ τῶν μαθητῶν σου ὁδεύσας εἰς οὐρανούς· καὶ φθάσας γὰρ τὰ ἄνω τὰ κάτω συνέχεις, οὐδὲ εἷς γὰρ τόπος δίχα σου, ἀχώρητε· κἂν γὰρ γένηται, ἀπόλλυται καὶ ἀφανίζεται καὶ ὡς Σόδομα γίνεται· σὺ γὰρ ἱστᾷς τὰ σύμπαντα, πάντα πληρῶν· σὲ οὖν καὶ οἱ ἀπόστολοι εἶχον ἐν ψυχαῖς· διὸ ἐκ τοῦ ἐλαιῶνος σοῦ ἀναληφθέντος τότε κατῆλθον χορεύοντες καὶ ψάλλοντες καὶ δοξολογοῦντες τὸ πανάγιον πνεῦμα.

Ὑπέστρεψαν ἐν χαρᾷ ἀπὸ τοῦ ἐλαιῶνος οἱ ἕνδεκα μαθηταί· Λουκᾶς γὰρ τοῦτο γράφει ὁ ἱεροφάντης ὅτι εἰς Ἱεροσόλυμα ἀνέλυσαν, ὑπερῴῳ δὲ ἀνέβησαν ἔνθα κατέμενον καὶ ἐμβάντες ἐκάθισαν Πέτρος καὶ οἱ ἐπίλοιποι τῶν μαθητῶν, ὧν ὁ Κηφᾶς ὡς ἔξαρχος εἶπε πρὸς αὐτούς· «Μερισταὶ τῆς βασιλείας, ἄνω σχῶμεν τὰς καρδίας πρὸς τὸν ὑποσχόμενον καὶ λέξαντα· ‘Ἐγὼ ὑμῖν πέμψω τὸ πανάγιον πνεῦμα.’» Τοιαῦτα τότε εἰπὼν Πέτρος τοῖς ἀποστόλοις διήγειρεν εἰς εὐχήν, καὶ στὰς ἐν μέσῳ τούτων ἐβόησε λέγων· «Δεηθῶμεν, γόνυ κλίνωμεν, αἰτήσωμεν, ἐκκλησίαν τὸ δωμάτιον τοῦτο ποιήσωμεν· καὶ γὰρ ἔστι καὶ γίνεται· κλαύσωμεν καὶ κραυγάσωμεν πρὸς τὸν Θεόν· ‘Πέμψον ἡμῖν τὸ πνεῦμά σου τὸ ἀγαθὸν ἵν᾽ ὁδηγήσῃ τοὺς πάντας εἰς τὴν γῆν σου τὴν εὐθεῖαν ἣν σὺ προητοίμασας τοῖς σέβουσι καὶ δοξολογοῦσι τὸ πανάγιον πνεῦμα.’» Ἀκούσαντες οὖν εὐθὺς οἱ μετ᾽ αὐτοῦ κληθέντες συνήθροισαν ἑαυτοὺς ὡς πρὸς ποιμένα ἄρνες τῷ λόγῳ θελχθέντες, καὶ σιγῶντες ὑπηγόρευον ἃ ηὔχοντο καὶ δεήσεις ἐπανέτεινον τῷ παντοκράτορι περιεχούσας ταῦτα· «Τῷ τῶν ἀγγέλων πρύτανι καὶ βασιλεῖ, τῷ τῶν ἀνθρώπων ἄνακτι καὶ δημιουργῷ, τῷ τὰ ἐν γῇ καὶ θαλάσσῃ μόνῳ νεύματι κρατοῦντι, οἱ φίλοι καὶ δοῦλοί σου βοῶσί σοι· ‘Ταχὺ ἡμῖν πέμψον τὸ πανάγιον πνεῦμα.’»

Πληρώσαντες οὖν εὐθὺς τὰς ἑαυτῶν δεήσεις ὑπέγραψαν ἐν αὐταῖς σφραγίσαντες τῇ πίστει καὶ πέμψαντες ἄνω· ἃς ἀνέγνω ὁ διδάσκαλος καὶ ἔφησεν· «Αὐτεξούσιε Παράκλητε, μὴ κελευόμενος, ἀλλ᾽ ὡς θέλεις κατάβηθι· σὲ γὰρ λοιπὸν ἐκδέχονται οἱ μαθηταὶ οὕσπερ ἐγὼ συνήγαγον σοὶ καὶ τῷ πατρί, οὓς ἐξεπαίδευσα λέγων· ‘Μαθητεύσατε τὰ ἔθνη πατέρα κηρύττοντες καὶ σέβοντες υἱὸν καὶ ὑμνοῦντες τὸ πανάγιον πνεῦμα.’» Ἐπήκουσεν ὁ Θεὸς ὁ Παράκλητος τότε τῶν δεομένων αὐτοῦ, καὶ δὴ καταλαμβάνει τούτους εὐχομένους, οὐδαμόθεν μεθιστάμενος ὁ ἄφραστος· οὐ γὰρ γέγονε κατάβασις ἡ συγκατάβασις, οὐδ᾽ ὑπέμεινε μείωσιν· ἄνω γὰρ ἦν καὶ κάτω ἦν καὶ πανταχοῦ· θεία γὰρ φύσις ἄφραστος καὶ ἀναφής· τοῖς ὀφθαλμοῖς οὐχ ὁρᾶται, πίστει δὲ κατανοεῖται· χερσὶν οὐ κατέχεται, καρδίαις δὲ πιστῶν ψηλαφᾶται τὸ πανάγιον πνεῦμα.

Εἰστήκεισαν ὁμαδόν, συμπληρουμένης τότε τῆς θείας πεντηκοστῆς, εὐχαῖς προσκαρτεροῦντες οἱ ἕνδεκα μύσται· καὶ ὡς λέγει τὸ ἀνάγνωσμα τῶν πράξεων, ὡς πνοῆς βιαίας ἄθροον ἦχος ἐγένετο οὐρανόθεν κτυπούμενος· ὅλον δὲ τὸ δωμάτιον ἔπλησε πυρός, μᾶλλον δὲ καὶ κατέπληξεν τοὺς ἀγαπητούς· διὸ ὡς σκάφος τὸν οἶκον σαλευόμενον ὁρῶντες ἐβόων· «Ὦ δέσποτα, κατάπαυσον τὴν ζάλην καὶ πέμψον τὸ πανάγιον πνεῦμα.» Νομίσαντες οἱ σοφοὶ ὅλον τὸ ὑπερῷον χαοῦσθαι ἐκ τῆς πνοῆς, συνέστειλαν ἐν φόβῳ τὰ ὄμματα πάντες.

Καὶ ἰδοὺ γέγονεν ἕτερον φρικτότερον, καὶ τῷ πρώτῳ φόβῳ δεύτερον τρόμον ἐπήγαγε τὰ ἐπάλληλα θαύματα· γλῶσσαι γὰρ πάλιν πύριναι ἥπτοντο αὐτῶν καὶ ἐπὶ κάραις ἤρχοντο τῶν ἀγαπητῶν, καὶ οὐ παρέφλεγον τρίχας, ἀλλ᾽ ἐφώτιζον τὰς φρένας· καὶ γὰρ καθαρίζοντας καὶ νίζοντας προέπεμπε ταύτας τὸ πανάγιον πνεῦμα.

Ὁ Πέτρος δὲ κατιδὼν τὰ γεγονότα πάντα ἐβόησεν· «Ἀδελφοί, τιμῶμεν ἃ ὁρῶμεν, μὴ ἐξερευνῶμεν· μήτις εἴπῃ· ‘Τοῦτο τί ἐστι τ<ὸ ὁ>ρώμενον;’ Ὑπερβαίνει γὰρ διάνοιαν τὸ ἐκτελούμενον καὶ νικᾷ τὴν ἐνθύμησιν· πνεῦμα καὶ πῦρ συνέζευκται, θαῦμα πιστόν· αὔρα καὶ φλὸξ συνήρμοσται, θέαμα φρικτόν· μετὰ ἀνέμων λαμπάδες, μετὰ δρόσων δὲ σπινθῆρες· τίς εἶδε; τίς ἤκουσε; τίς δύναται εἰπεῖν ὃ ὑπάρχει τὸ πανάγιον πνεῦμα;

Ὑμεῖς οὖν, ἀγαπητοί, στῆτε καὶ καθορᾶτε ἀπεριέργως τὸ πῦρ ὃ ἔπεμψεν ἐξ ὕψους ὁ ὢν ἐν τῷ ὕψει· μὴ φοβεῖσθε· οὐ γὰρ φλέγουσιν οἱ ἄνθρακες· μὴ θαμβεῖσθε, ὅτι ἄκαυστον τοῦτο τὸ πῦρ ἐστιν· ἀλλ᾽ ὡς φρόνιμοι μνήσθητε πῶς πάλαι πῦρ ἐδέξατο παῖδας τοὺς τρεῖς, πῶς οὐκ ἐκαύθη σώματα τούτων οὐδὲ θρίξ, πῶς ἡ τοὺς τρεῖς δεξαμένη τέσσαρας αὐτοὺς ἐδείκνυ· σὺν τόκῳ γὰρ ἔδωκεν οὓς ἔλαβεν, ὅτι ἐφοβεῖτο τὸ πανάγιον πνεῦμα.

Ῥιψάτω οὖν, ἀδελφοί, ὁ καθεὶς ἡμῶν ἄρτι τὸν φόβον ἐκ τῆς ψυχῆς καὶ πόθον ἐνδειξάτω τῷ ἀναληφθέντι, ὅτι οὕτως οὓς ἐκάλεσεν ἠγάπησεν, ὅτι πάντα ἅπερ πρόειπεν νῦν ἐξεπλήρωσεν καὶ ὡς εἶπεν ἐποίησεν.

Τί δειλιῶμεν ἄφλεκτον φλόγα λοιπόν; Ῥόδα τὸ πῦρ νομίσωμεν, ὅπερ καὶ ἐστίν· ἐπὶ τὰς κάρας γὰρ ἡμῶν ὥσπερ ἄνθη ἐπετέθη ἐν οἷς ἐστεφάνωσεν, ἐκόσμησεν, ἐλάμπρυνεν ἡμᾶς τὸ πανάγιον πνεῦμα. Ὡς εἶπε ταῦτα Κηφᾶς πᾶσι τοῖς ἀποστόλοις, ἡσύχασε μετ᾽ αὐτῶν καὶ δέχεται σὺν τούτοις τὸ ἅγιον πνεῦμα· ἐληλύθει γὰρ μετέπειτα, ὡς γέγραπται· ὡς προδρόμοις ἦν χρησάμενον δύο τοῖς θαύμασι, τοῦ πυρὸς καὶ τοῦ πνεύματος· ἔδει γὰρ πρὸ τοῦ πνεύματος θαῦμα προδραμεῖν, ἔδει πρὸ τοῦ φωτίζοντος φλόγα προελθεῖν καὶ προμηνῦσαι τῷ κόσμῳ ὥσπερ σάλπιγγες ἠχοῦσαι ὅτι ὡς ἐπίσταται, ὡς βούλεται, τῇ γῇ ἐπιβαίνει τὸ πανάγιον πνεῦμα.

Μεγάλα ἦν καὶ φρικτὰ τὰ γεγονότα πάντα, καὶ φρένας πάντων ἱστᾷ· πλησθέντες γὰρ ἐξαίφνης τοῦ πνεύματος πάντες προσωμίλουν τοῖς ἀκούουσιν ὡς ἤκουον, τοῖς Ῥωμαίοις οὐχ ὡς βάρβαροι, Πάρθοις ὡς ὅμοιοι καὶ τοῖς Μήδοις ὡς ἴδιοι· τοῖς Ἐλαμίταις εὔλαλοι ὤφθησαν τρανῶς, τοῖς Ἀραβίοις γνώριμοι γέγοναν εὐθύς, Ἀσιανοῖς καὶ Φρυγίοις εὔδηλοι καὶ τρανόλαλοι, καὶ πᾶσι τοῖς ἔθνεσιν ἐφθέγγοντο ὡς τούτοις ἐδίδου τὸ πανάγιον πνεῦμα.

Ἀλλ᾽ ὅτε εἶδον αὐτοὺς γλώσσαις λαλοῦντας πᾶσιν οἱ πανταχόθεν ἐκεῖ, ἐξίσταντο βοῶντες· »Τί βούλεται τοῦτο; Γαλιλαῖοι οἱ ἀπόστολοι ὑπάρχουσιν, καὶ πῶς ἄρτι, καθὼς βλέπομεν, πᾶσι τοῖς ἔθνεσι πατριῶται γεγόνασιν;

Πότε κατεῖδεν Αἴγυπτον Πέτρος ὁ Κηφᾶς; Πότε Ἀνδρέας ᾤκησε μέσην ποταμῶν; Οἱ υἱοὶ τοῦ Ζεβεδαίου πόθεν εἶδον Παμφυλίαν; Πῶς ταῦτα γνωρίσωμεν; Πῶς εἴπωμεν; Ἦ πάντως ὡς θέλει τὸ πανάγιον πνεῦμα.» Νῦν γέγοναν σοφισταὶ οἱ ἀγρευταὶ τὸ πρώην· νῦν ῥήτορες καὶ τρανοὶ οἱ πρὶν κατὰ τὰς ὄχθας τῶν λίμνων ἑστῶτες· οἱ τὸ πρῶτον καταρράπτοντες τὰ δίκτυα νῦν πλοκὰς ῥητόρων λύουσιν καὶ εὐτελίζουσιν ἁπλουστέρῳ τῷ ῥήματι· ἕνα γὰρ λόγον λέγουσιν ἀντὶ πολλῶν, ἕνα θεὸν κηρύττουσιν οὐ μετὰ πολλῶν· τὸ ἓν ὡς ἓν προσκυνοῦσιν, ἀκατάληπτον πατέρα, υἱὸν ὁμοούσιον, ἀμέριστον καὶ ὅμοιον τούτοις τὸ πανάγιον πνεῦμα.

Οὐκοῦν ἐδόθη αὐτοῖς πάντων περιγενέσθαι δι᾽ ὧν λαλοῦσι γλωσσῶν; Καὶ τί φιλονεικοῦσιν οἱ ἔξω ληροῦντες; Τί φυσῶσι καὶ βομβεύουσιν οἱ Ἕλληνες; Τί φαντάζονται πρὸς Ἄρατον τὸν τρισκατάρατον;

Τί πλανῶνται πρὸς Πλάτωνα; Τί Δημοσθένην στέργουσι τὸν ἀσθενῆ; Τί μὴ νοοῦσιν Ὅμηρον ὄνειρον ἀργόν; Τί Πυθαγόραν θρυλλοῦσι τὸν δικαίως φιμωθέντα; Τί δὲ μὴ προστρέχουσι πιστεύοντες οἷς ἐνεφανίσθη τὸ πανάγιον πνεῦμα;

Ὑμνήσωμεν, ἀδελφοί, τῶν μαθητῶν τὰς γλώσσας, ὅτι οὐ λόγῳ κομψῷ, ἀλλ᾽ ἐν δυνάμει θείᾳ ἐζώγρησαν πάντας, ὅτι ἦραν τὸν σταυρὸν αὐτοῦ ὡς κάλαμον, ὅτι ῥήμασιν ὡς νήμασιν πάλιν ἐχρήσαντο καὶ τὸν κόσμον ἡλίευσαν, ὅτι τὸν λόγον ἄγκιστρον ἔσχον ὀξύ, ὅτι καθάπερ δέλεαρ γέγονεν αὐτοῖς ἡ σὰρξ τοῦ πάντων δεσπότου, οὐ πρὸς θάνατον θηρῶσα, ἀλλ᾽ εἰς ζωὴν ἕλκουσα τοὺς σέβοντας καὶ δοξολογοῦντας τὸ πανάγιον πνεῦμα.