Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Ρωμανὸς ὁ Μελωδός – ᾈσμάτων ᾆσμα

Ρωμανὸς ὁ Μελωδός

Κοντάκιον εις την Δευτέραν Παρουσίαν

Εσχατολογική αναφορά στη Δευτέρα Παρουσία, την έλευση του Αντιχρίστου και την Τελική Κρίση.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Ρωμανὸς ὁ Μελωδός

—

Κεφάλαιο 21 από 23

Τῇ κυριακῇ τῆς ἀποκρέου, κονδάκιον τῆς δευτέρας παρουσίας τοῦ κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, Ῥωμανοῦ, ἦχος αʹ, φέρον ἀκροστιχίδα τήνδε· 〈τοῦ ταπεινοῦ Ῥωμανοῦ τὸ ἔπος〉. Προοίμιον Ὅταν ἔλθῃς, ὁ Θεός, ἐπὶ γῆς μετὰ δόξης, καὶ τρέμουσι τὰ σύμπαντα, ποταμὸς δὲ τοῦ πυρὸς πρὸ τοῦ βήματος ἕλκει, καὶ βίβλοι διανοίγονται καὶ τὰ κρυπτὰ δημοσιεύονται, τότε ῥῦσαί με ἐκ τοῦ πυρὸς τοῦ ἀσβέστου καὶ ἀξίωσον ἐκ δεξιῶν σού με στῆναι, κριτὰ δικαιότατε.

Τὸ φοβερόν σου κριτήριον ἐνθυμούμενος, ὑπεράγαθε κύριε, καὶ τὴν ἡμέραν τῆς κρίσεως, φρίττω καὶ πτοοῦμαι ὑπὸ τῆς συνειδήσεως τῆς ἐμῆς ἐλεγχόμενος. Ὅταν μέλλῃς καθέζεσθαι ἐπὶ τοῦ θρόνου σου καὶ ποιεῖν τὴν ἐξέτασιν, τότε ἀρνεῖσθαι τὰς ἁμαρτίας οὐδεὶς οὐκ ἐξισχύσει, ἀληθείας ἐλεγχούσης καὶ δειλίας κατεχούσης.

Μέγα μὲν ἠχήσει πῦρ τὸ τῆς γεέννης· ἁμαρτωλοὶ δὲ βρύξουσι· διό με ἐλέησον πρὸ τέλους καὶ φεῖσαί μου, κριτὰ δικαιότατε. Ὅτε τὸ πρῶτον ἐλήλυθε καὶ ἐπέφανε τοῖς ἀνθρώποις ὁ κύριος μὴ χωρισθεὶς τοῦ γεννήτορος, ἔλαθε τὰς ἄνω ἐξουσίας καὶ δυνάμεις καὶ ἀγγέλων τὰ τάγματα, καὶ ἐγένετο ἄνθρωπος ὥσπερ ἠθέλησεν ὁ ποιήσας τὸν ἄνθρωπον, καὶ ἀνελήφθη πρὸς τὸν πατέρα ὁ τοῦτον οὐκ ἐάσας.

Ἀνερμήνευτόν σού ἐστι τὸ μυστήριον, σωτήρ μου· οὐδὲ γὰρ ἀπέστης ὅλως τοῦ πατρός σου καὶ τὸν πατέρα ἔφθασας, ὁ τούτου ἀχώριστος πληρῶν καὶ τὰ σύμπαντα, κριτὰ δικαιότατε. Ὑπὸ ἀγγέλων ὑμνούμενος ἀνελήλυθε μετὰ δόξης ὁ κύριος, βλεπόντων τῶν μαθητῶν αὐτοῦ· οὕτω προτρεχόντων τῶν ἀγγέλων ἐλεύσεται φανερῶς, καθὼς γέγραπται· ὅτε καὶ τὰ οὐράνια καὶ τὰ ἐπίγεια ἅμα τὰ καταχθόνια δοξολογήσει καὶ προσκυνήσει Χριστὸν τὸν σταυρωθέντα καὶ σαφῶς ὁμολογήσει ὡς θεός ἐστι καὶ κτίστης, τότε Ἰουδαῖοι ὄψονται θρηνοῦντες εἰς ὅνπερ ἐξεκέντησαν· οἱ δίκαιοι δὲ λάμψουσι κραυγάζοντες· «Δόξα σοι, κριτὰ δικαιότατε.» Τῆς μὲν προτέρας ἐλεύσεως τοῦ Θεοῦ ἡμῶν Ἰωάννης προέδραμεν κηρύττων πᾶσι μετάνοιαν· πρόδρομος Ἠλίας τῆς δευτέρας γενήσεται παρουσίας ὁ δίκαιος.

Μαλαχίας προφήτης αὐτὸν προεκήρυξε λέγων· «Ἀποσταλήσεται πρὸ τῆς ἡμέρας τῆς τοῦ κυρίου Ἠλίας ὁ Θεσβίτης·» καὶ Ματθαῖος δὲ συγγράφει πῶς ἐδίδασκες, σωτήρ μου, περὶ Ἰωάννου, «Οὗτός ἐστι, λέγων, ἂν θέλετε προσδέξασθαι, ὁ μέλλων ἐλεύσεσθαι Ἠλίας» κηρύττων σε, κριτὰ δικαιότατε.

Ἄλλα μεγάλα κα<ὶ ἀ>πόρρητα παραδέδωκε καὶ σαφῶς ἐξεδίδαξεν εἰς τὴν αὐτοῦ Ἀποκάλυψιν καὶ ὁ θεολόγος Ἰωάννης καὶ ἔδειξεν ὡς Ἠλίας ἐλεύσεται· σὺν αὐτῷ δὲ ὑπέφηνεν ὡς παραγίνεται καὶ Ἐνὼχ ὁ μακάριος, «τοὺς δύο, λέγων, ἐξαποστείλω προφήτας ἐν τῷ κόσμῳ· περιβάλωνται δὲ σάκκους καὶ κηρύξωσί με πᾶσι.» Τούτους δὲ χιλίας καὶ διακοσίας ἑξήκοντα διέγραψεν ἡμέρας προτρέχειν σοι πρὸ τῆς παρουσίας σου, κριτὰ δικαιότατε.

Πάντα σαφῶς προεμήνυσε τὰ ἐσόμενα Δανιὴλ ὁ θεσπέσιος, ἂν ἀκριβῶς ἐρευνήσωμεν, «μίαν ἑβδομάδα, λέγων, θήσω διαθήκην», καὶ εὐθέως ἐπήγαγεν· «Εἰς τὸ ἥμισυ τῆς ἑβδομάδος ἀρθήσεται τῆς λατρείας τὸ καύχημα·» καὶ ἑρμηνεύει ὡς τρία ἔτη καὶ ἥμισυ κηρύξει ἡ δυὰς ἡ τῶν ἁγίων τὴν δευτέραν παρουσίαν· ἄλλον δὲ τοσοῦτον χρόνον κυριεύσει ὁ ἄδικος Ἀντίχριστος δεινῶς τιμωρούμενος τοὺς σὲ περιμένοντας, κριτὰ δικαιότατε.

Εὕρῃ δὲ ῥίζαν πικραίνουσαν ὁ Ἀντίχριστος καὶ ἐκ ταύτης τεχθήσεται, τὴν τοῦ Χριστοῦ ἐνανθρώπησιν θέλων ἐκμιμεῖσθαι ὁ δεινὸς καὶ παμμίαρος, ὁ μισῶν τὴν ἀλήθειαν. Τῆς αὐτοῦ πονηρίας ἐπάξιον ὄργανον ἀναλήψεται σώματος· ἐκ γυναικὸς μὲν ταῖς φαντασίαις γεννᾶται ἀκαθάρτου· ἐκπλανήσει δὲ ἀνόμους ὡς παρθένος αὐτὸν τίκτει· τέρατα ποιήσει διὰ φαντασίας ὁ ψεύστης καὶ ἀνόσιος ὃν στέρξουσιν ἄνομοι, καὶ σὲ ἀπαρνήσονται, κριτὰ δικαιότατε.

Ἵνα δὲ οὕτως ὀφθήσεται ὁ κατάρατος καὶ ἀλάστωρ διάβολος, ὁ τοῖς καλοῖς ἀντικείμενος, ὁ τῆς ἀπωλείας ὑϊὸς ἐπαιρόμενος ὡς θεὸς προσκυνούμενος παρὰ τῶν πλανηθέντων τοῖς τούτου φαντάσμασιν, παρ᾽ αὐτῶν καὶ δεχθήσεται τῶν τὴν ἀγάπην τῆς ἀληθείας Χριστοῦ μὴ δεξαμένων, ἀλλὰ μᾶλλον πιστευσάντων ἐν τῷ ψεύδει τῷ τοῦ πλάνου· λόγους δὲ λαλήσει κατὰ τοῦ ὑψίστου ὁ δράκων ὁ ἀνήμερος, καὶ πᾶσιν ἐπέρχεται τοῖς σὲ περιμένουσιν, κριτὰ δικαιότατε.

Ναὸν δὲ τότε ποιήσεται περιούσιον τῶν Ἑβραίων τὸ σύστημα πλανῶν καὶ ἄλλους ὁ ἄνομος, ὅταν πεπλασμένας φαντασίας ἐργάσηται καὶ σημεῖα ὁ τύραννος· ἐκ μορφῆς εἰς ἑτέραν μορφὴν μεταβάλλεται, εἰς ἀέρα διίπταται καὶ σχηματίζει ὥσπερ ἀγγέλους τοὺς δαίμονας πανούργως τοῖς αὐτοῦ ὑπηρετεῖσθαι ἐπιτάγμασι σπουδαίως.

Θλῖψις καὶ ἀνάγκη ἔσται τοῖς ἀνθρώποις μεγάλη τε καὶ ἄμετρος, δι᾽ ἧς δοκιμάζονται οἱ δοῦλοί σου ἅπαντες, κριτὰ δικαίοτατε. Ὁ μὲν λιμὸς μέγας γενήσεται, καὶ ἀρνήσεται καὶ ἡ γῆ τοὺς καρποὺς αὐτῆς, καὶ ὄμβροι ὅλως οὐκ ἔσονται· πάντα τὰ φυτὰ δὲ μαρανθήσεται ἄθροον καὶ βοτάναι ξηραίνονται.

Ἀπὸ τόπου εἰς τόπον οἱ ἄνθρωποι φεύξονται καὶ θρηνήσουσιν ἄπαυστα· ὁ διωγμὸς δὲ ἐπικρατήσει ὁ κατὰ τῶν ἁγίων, καὶ ἐν ὄρεσιν ἐρήμοις καὶ βουνοῖς καὶ τοῖς σπηλαίοις γίνονται φυγάδες φόβῳ τοῦ τυράννου, τὸν δράκοντα ἐκκλίνοντες, βοῶντες· «Ἐπίβλεψον καὶ σῶσον τοὺς δούλους σου, κριτὰ δικαιότατε.» Ὑπὸ πολλῆς δολιότητος ὁ παγκάκιστος ὥσπερ πρᾶος ἐλεύσεται, ὡς ὁ ποιμὴν ὁ καλὸς ἡμῶν· τούτου γὰρ μιμεῖται τὴν φωνὴν καὶ προτρέπεται ἐκ τῆς μάνδρας τὰ πρόβατα· καὶ πολλοὶ ὑπακούσονται καὶ ἀπελεύσονται πρὸς αὐτὸν ἀπατώμενοι, καὶ τὴν σφραγῖδα τὴν τοῦ σωτῆρος ἐκ τούτων ἀφαιρεῖται καὶ σφραγῖδα ἀπωλείας ὡς ἰδίοις ἐγχαράττει· ὅσοι δὲ νοοῦσι τούτου τὴν ἀπάτην μισοῦσι καὶ βδελύσσονται αὐτὴν τὴν φωνὴν αὐτοῦ καὶ μόνον σὲ στέργουσι, κριτὰ δικαιότατε.

Ῥοιζοῦται τότε ὁ δόλιος καὶ παγκάκιστος δυσμενῶς ὀργιζόμενος, καὶ ὥσπερ δράκων ἀνήμερος πᾶσι τοῖς ἀνθρώποις ὡς ἐχθρὸς ἐπελεύσεται, τοῖς ἁγίοις δὲ μάλιστα· καὶ προβάλλεται τὸν κεκρυμμένον ἰὸν αὐτοῦ κατὰ πάντων ὁ ἄσπλαγχνος· κινήσει φόβον καὶ φαντασίας καὶ κτύπους ἐν ἀέρι ἐμποιοῦντας φρίκην πᾶσαν καὶ δειλίαν τοῖς ἀνθρώποις· σείεται τὰ πάντα γῆς καὶ τῆς θαλάσσης· τὰ ἅγια ἀρθήσεται· διόπερ οἱ δίκαιοι· «Ἐμφάνηθι, κράζουσι, κριτὰ δικαιότατε.» Ὥστε καὶ πάντες θανήσονται διωκόμενοι οἱ Χριστὸν ἀναμένοντες· ψαλμοὶ καὶ ὕμνοι παυθήσονται, οὐδὲ λειτουργία, οὐχ ἁγίασμα ἔσεται, προσφορὰ ἢ θυμίαμα· ἐπὶ τρεῖς γὰρ καὶ ἥμισυ χρόνους ἀρθήσεται ἡ θυσία, ὡς γέγραπται.

Σεισμοὶ καὶ θνήσεις καὶ πᾶσα θλῖψις κρατήσει ἐν τῷ κόσμῳ, καὶ ἐκλείψουσι παιδία ἐν τοῖς κόλποις τῶν μητέρων· θνῄσκει γὰρ καὶ μήτηρ καὶ πρὸ τοῦ παιδίου· ἐν ἀγορᾷ τὰ λείψανα ὁ θάπτων οὐ φαίνεται· ἐγείρεις δὲ ἅπαντας, κριτὰ δικαιότατε.

Μία δὲ πόλις ἢ ἔρημος οὐκ ἰσχύσουσι περισώζειν τοὺς φεύγοντας· συνέχει πένθος τὰ πέρατα· πάντες μετ᾽ ὀδύνης ἐν ἡμέρᾳ προσεύξονται, ἵν᾽ ἑσπέρα γενήσεται· ἐπελθούσης δὲ πάλιν νυκτός, ἵνα ἴδωσι τὴν ἡμέραν προσεύξονται· μακαριοῦσι τοὺς ἐν τοῖς τάφοις δακρύοντες οἱ ζῶντες, καὶ πατὴρ μὲν συναντήσας περιπλέκεται τῷ τέκνῳ, καὶ περιπλακέντες θνήξουσιν οἱ δύο· πεσοῦνται οἱ ἱστάμενοι, μακάριος ἔσται δὲ ὁ φέρων καὶ στέργων σε, κριτὰ δικαιότατε.

Ἅμα τὴν θλῖψιν τὴν ἄφατον ἣν ἐνδείκνυται ὁ πικρὸς ἀλιτήριος, πληροῦνται τότε τὰ σκάνδαλα, ὅτι ὁ δεσπότης διὰ τοὺς ἐκλεκτοὺς αὐτοῦ κολοβώσει, ὡς γέγραπται, τὰς ἡμέρας τῆς θλίψεως περιφειδόμενος τῶν ἰδίων ὡς εὔσπλαγχνος.

Καὶ λοιπὸν ἥξει ἐκ τῶν ὑψίστων ὡς ἥλιος ἀστράπτων ἐν νεφέλαις μετὰ δόξης ὡς Θεὸς σεσαρκωμένος, ὥσπερ καὶ ἀνῆλθε πάντων βασιλεύων ὁ ἅγιος καὶ ἄχραντος, ὃν τρέμουσιν ἄγγελοι κραυγάζοντες· «Δόξα σοι, κριτὰ δικαιότατε.» Νυμφίε Θεέ, σωτὴρ ἡμῶν, ἵνα δείξῃς σου τὴν ἀνείκαστον δύναμιν, ἀγγέλων πάντα τὰ τάγματα καὶ τῶν ἀρχαγγέλων ἀνυμνοῦντα προτρέχουσι πρὸ τοῦ θρόνου σου, κύριε· φλὸξ δὲ πέλουσιν οὗτοι πυρὸς κατακαίουσα καὶ τὴν γῆν ἐκκαθαίρουσα· καὶ ποταμὸς δὲ πεπληρωμένος φρικτοῦ πυρὸς προτρέχει· Χερουβὶμ καὶ Σεραφὶμ δὲ μετὰ τρόμου λειτουργοῦσι καὶ δοξολογοῦσι λέγοντες ἀπαύστως τὸν ὕμνον τὸν τρισάγιον· τὰ πρόσωπα κρύπτουσι κραυγάζοντα· «Δόξα σοι, κριτὰ δικαιότατε.» Ὅλα τὰ μνήματα σείονται καὶ ἀνοίγονται ἐνηχούσης τῆς σάλπιγγος, καὶ οἱ νεκροὶ ἀναστήσονται· πάντες δὲ οἱ ζῶντες ἁρπαγήσονται ἄθροον, συντελεῖται δὲ ἅπαντα· θεωροῦσι τὸ κάλλος ἐκεῖνο τὸ ἄφραστον τοῦ νυμφίου καὶ τρέμουσιν ἁμαρτωλῶν τε καὶ τῶν δικαίων τὰ γένη καὶ τὰ φῦλα· φοβερὰ ὑπάρχει ὄντως τοῦ Χριστοῦ ἡ παρουσία.

Μέγας οὐρανὸς μὲν σχίζεται ἐξαίφνης, ἡ γῆ δὲ ἐναλλάσσεται, καὶ πάντα τὰ ἔθνη σοι ἐξομολογήσονται, κριτὰ δικαιότατε. Ὕστερον πάλιν οἱ δίκαιοι θεασάμενοι τοῦ κυρίου τὸ πρόσωπον, ἐν τῷ νυμφῶνι γενόμενοι καὶ ἐν παρρησίᾳ προσκυνοῦντες τὸν ὕψιστον μετ᾽ ἀγγέλων παρίστανται· τὸν ἀγῶνα τὸν ἴδιον ἕκαστος δίκαιος ἐπιδείξει γηθόμενος, ὅτε τὰ ἔργα γεγυμνωμένα καὶ τετραχηλισμένα φανεροῦνται ἐναντίον τοῦ κριτοῦ καὶ βασιλέως· ὅσοι γὰρ τὴν πίστιν μετὰ καὶ τῶν ἔργων βεβαίαν ἐπιδείξουσι καυχώμενοι κράξουσι· «Τὴν χάριν σου δὸς ἡμῖν, κριτὰ δικαιότατε.» Τότε ὁ δόλιος ἄγεται πρὸ τοῦ βήματος ὑπ᾽ ἀγγέλων δεσμούμενος σὺν πᾶσι τοῖς λειτουργοῖς αὐτοῦ· ἄγονται δὲ ἅμα οἱ αὐτῷ πειθαρχήσαντες καὶ Χριστὸν ἀρνησάμενοι· ὁ ἐχθρὸς καὶ οἱ δαίμονες τούτου βληθήσονται εἰς τὸ πῦρ τὸ αἰώνιον, οἱ ἀσεβοῦντες ἀποκληροῦνται μετὰ τοῦ διαβόλου σὺν αὐτῷ τὰς αἰωνίους ὑπομένοντες κολάσεις· ὅσοι δὲ ἐν νόμῳ ἥμαρτον ἑκόντες ἐννόμως καὶ κριθήσονται.

Δικαία ἡ κρίσις σου καὶ ἀπροσωπόληπτος, κριτὰ δικαιότατε. Ὅτε δικαίαν ἐξέτασιν πρὸ τοῦ βήματος τοῦ Χριστοῦ ὑπομείνωμεν ἁμαρτωλοί τε καὶ δίκαιοι, τότ᾽ ἐκ δεξιῶν μὲν οἱ εὐάρεστοι στήσονται ὥσπερ φῶς ἀπαστράπτοντες· τὰ εὐώνυμα λήψονται οἱ ἁμαρτήσαντες μετ᾽ ὀδύνης καὶ θλίψεως· οὐδὲ γὰρ τόπος ἀπολογίας δοθήσεται ἐκείνοις, ὅτι πάντας διελέγχει τὰ ἑκάστῳ πεπραγμένα.

Καὶ γὰρ σωτηρίας πρόξενος ὑπῆρχεν ἡ πρώτη ἐπιφάνεια· ἡ ἄλλη δὲ κρίσεως, ἣν πᾶσιν ἠπείλησας, κριτὰ δικαιότατε. Ἔσονται δὲ τότε ἄφθαρτοι καὶ ἀθάνατοι μετ᾽ ἀνάστασιν ἅπαντες· φθορὰ γὰρ πᾶσα ἐλήλαται· φόβος δὲ οὐκ ἔσται τοῦ λοιποῦ ὡς ἐπέρχεται ἢ τροπὴ ἢ καὶ θάνατος· ἀλλ᾽ αἰώνιον ἔσται ἀεὶ τὸ πολίτευμα, ἀτελεύτητον, ἄτρεπτον· οἱ ἐν τῷ σκότει τῷ ἐξωτέρῳ βαλλόμενοι δικαίως δι᾽ αἰῶνος τῇ κολάσει ἀφορίζονται θρηνοῦντες· δίκαιοι δὲ πάλιν ἐν τῇ βασιλείᾳ χαρὰν τὴν ἀνεκλάλητον, ὡς γέγραπται, λήψονται ὑμνοῦντες τὸ κράτος σου, κριτὰ δικαιότατε.

Ποῖα καὶ πόσα θρηνήσουσιν οἱ κατάκριτοι ἐν τῇ ὥρᾳ τῆς κρίσεως, ὧν εἰς καὶ πρῶτος καθέστηκα, βλέποντες κριτὴν μὲν φοβερὸν προκαθήμενον ἐπὶ θρόνου τὸν ὕψιστον, τῶν δικαίων τε καὶ τῶν ἁγίων τὰ τάγματα ἐν χαρᾷ διαλάμποντα, ἁμαρτωλοὺς δὲ ἐν κατηφείᾳ καὶ κρίσει αἰωνίᾳ· καὶ μετάνοιαν ματαίαν ἐπιδείξονται βοῶντες· «Εἴθε ἐν τῷ κόσμῳ τὸν τῆς μετανοίας καρπὸν ἐπεδειξάμεθα, καὶ εὕραμεν ἔλεος καὶ χάριν καὶ ἄφεσιν, κριτὰ δικαιότατε.» Οὗτος ὁ τρόπος τῆς κρίσεως. Ἀλλὰ φύγωμεν τὴν αἰώνιον κόλασιν· τὰ πρόσκαιρα βδελυξώμεθα, τῶν δὲ αἰωνίων καὶ μελλόντων φροντίσωμεν, ἵνα ἔλεος εὕρωμεν.

Μὴ νομίσωμεν ὅτι, ἐπείπερ ἡμάρτομεν, πάντως ἀποβαλλόμεθα· καὶ γὰρ τὸ τραῦμα τῆς ἁμαρτίας φαρμάκῳ μετανοίας ἰατρεύσομεν συντόμως, ἐὰν ἄρα βουληθῶμεν. Νῦν οὖν τοῦ σωτῆρος πάντες δεηθῶμεν βοῶντες· «Δὸς κατάνυξιν τοῖς δούλοις σου, κύριε, ἵν᾽ εὕρωμεν ἄνεσιν, κριτὰ δικαιότατε.» Σῶτερ τοῦ κόσμου πανάγιε, ὡς ἐπέφανας καὶ τὴν φύσιν ἀνέστησας κειμένην ἐν παραπτώμασιν, οὕτως ὡς οἰκτίρμων ἀοράτως ἐμφάνηθι καὶ ἐμοί, ἀνεξίκακε· ἐν πολλαῖς ἁμαρτίαις ἐμὲ κατακείμενον ἐξανάστησον, δέομαι, ὅτι ἃ λέγω καὶ συμβουλεύω τοῖς ἄλλοις οὐ φυλάττω· ἀλλά, σὲ καθικετεύω, δὸς καιρόν μοι μετανοίας, καὶ ταῖς ἱκεσίαις τῆς ἀειπαρθένου καὶ θεοτόκου φεῖσαί μου καὶ μὴ ἀπορρίψῃς με ἀπὸ τοῦ προσώπου σου, κριτὰ δικαιότατε.