Ἔργον
Ρωμανὸς ὁ Μελωδός – ᾈσμάτων ᾆσμα
Κοντάκια κατανυκτικά, εις τους νεοφωτίστους και εις τους μοναχούς
Παραίνεση σε πνευματική εγρήγορση με ύμνους απευθυνόμενους στους νεοφώτιστους Χριστιανούς και τους μοναχούς.
Πλατφόρμα ἀναγνώσεως, ἀναζητήσεως καὶ νοηματικῆς πλοηγήσεως πατερικῶν καὶ βιβλικῶν κειμένων
Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.
Χρήση του Αναγνωστηρίου
Γρήγορη εύρεση Αναζητήστε απευθείας συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής.
Αναλυτική επιλογή Επιλέξτε πηγή και κατόπιν συγγραφέα, έργο, κεφάλαιο ή βιβλικό χωρίο.
Εργαλεία μελέτης Κατά την ανάγνωση μπορείτε να χρησιμοποιήσετε μετάφραση, σελιδοδείκτες, σημειώσεις και τις προσωπικές ρυθμίσεις εμφάνισης.
Ἔργον
Κοντάκια κατανυκτικά, εις τους νεοφωτίστους και εις τους μοναχούς
Παραίνεση σε πνευματική εγρήγορση με ύμνους απευθυνόμενους στους νεοφώτιστους Χριστιανούς και τους μοναχούς.
Τῇ ἁγίᾳ καὶ μεγάλῃ τρίτῃ κοντάκιον ᾀδόμενον εἰς τὰς δέκα παρθένους, οὗ ἡ ἀκροστιχίς· 〈τοῦ ταπεινοῦ Ῥωμανοῦ〉 ἦχος πλάγιος αʹ. Προοίμιον Λαμπάδα ἄσβεστον τὴν ψυχὴν νυμφίῳ δείξωμεν τῷ Χριστῷ· σὺν αὐτῷ εἰσελευσώμεθα· νυμφὼν γὰρ ἀποκλείεται· μὴ ἀπομείνωμεν ἔξω βοῶντες· «Ἄνοιξον».
Τί ῥαθυμεῖς, ταπεινή μου ψυχή; Τί μεριμνᾷς ἃ οὐ προσήκει καὶ ἀσχολῇ πρὸς πᾶν ἀνωφέλητον τῶν μελλόντων καιρῶν, καὶ κρατεῖς τὸ παρὸν ὡς αἰωνίῳ τούτῳ προσέχουσα; Ἡ ἐσχάτη ἐγγὺς καὶ ἀρχή σοι ἐστὶ τοῦ ἐπιβλέπειν εἰς ματαιότητα· ἀνάνευσον λοιπὸν πρὸς Ἰησοῦν ὡς ἡ συγκύπτουσα· ἐλύθης τῶν δεσμῶν σου, μὴ συγκάμψῃς τὸν νῶτόν σου· γνωμικῆς γὰρ κατοχῆς οὐκ ἔστι λύσις· διὸ ἀνάνηψον, γρηγόρησον ὡς ἀπὸ ὕπνου· ὁ νυμφίος ἔρχεται· μὴ ἀπομείνωμεν ἔξω βοῶντες· «Ἄνοιξον».
Οὕτω ποτὲ καὶ παρθένοι μωραὶ ἔπαθον, ὅτε οὐ συνῆκαν τοῦ νυμφιοῦ τὴν ἄθροον ἔλευσιν· διὰ τοῦτο, ψυχή, ὡς ἡμέρα ἐστίν, ἐπὶ τὸ ἔργον ἡμῶν ἐξέλθωμεν, ὅτι ἔρχεται νὺξ ἥνπερ εἶπεν Χριστός, ἐν ᾗ οὐδεὶς ἰσχύσει ἐργάσασθαι, καὶ μένομεν πτωχοὶ καὶ πένητες· οὐ γὰρ ἐκάμομεν.
Πτωχοὺς γὰρ εἰς τὸ μέλλον οὐκ οἰκτείρουσι πλούσιοι· οὐ γὰρ οἴκτειραν μωρὰς σοφαὶ παρθένοι· ἐκεῖ ἀνίλεως ἡ κρίσις τῷ μὴ ἐλεοῦντι· ἀλλ᾽ ἐνταῦθα φθάσωμεν τὸν τοῦ εὐσπλάγχνου πυλῶνα βοῶντες· «Ἄνοιξον».
Ὕπνωσας ὕπνον, ψυχή μου, κενόν· κεῖσαι καὶ ῥέγχεις ἕως πότε; Γρηγόρησον κἂν νῦν πρὸς ὃ βλέπομεν· ἀπειλαὶ ἐπαχθεῖς καὶ σεισμοὶ συνεχεῖς καὶ τῶν πολέμων κτύποι ἐπάλληλοι συνετάραξαν γῆν μετὰ τῶν ἐν αὐτῇ καὶ ἐφυγάδευσαν καὶ τὴν θάλασσαν.
Πτοήθητι λοιπὸν ὡς Ἰωνᾶς καὶ ἀφυπνίσθη[τι]· ἠχοῦσι κατὰ κόσμον τῶν σημείων αἱ σάλπιγγες προ[μη]νύουσαι Χριστὸν τοῖς προσδοκῶσιν, ὅτι ἐλεύσεται καὶ ἐνδημήσας ἀποκλείσει τὴν ἁγίαν εἴσοδον 〈⏑⏑⏑–〉 τῶν σημείων 〈⏑–⏑〉 〈«Ἄνοιξον»〉.
Ταῦτα καὶ νῦν θεωροῦμεν, ψυχή· θύραι εἰσίν, οὐκ ἐπὶ θύραις· ἐπέστη γὰρ καὶ πάρεστιν ἕτοιμα· οὐκ ἐλλείπει οὐδὲν ὧνπερ [εἶ]πε Χριστός, ἀλλ᾽ ὡς προεῖπε πάντα γενήσεται· καὶ λιμοὶ καὶ [λο]ιμοὶ καὶ σεισμοὶ συνεχεῖς, καὶ ἔθνος ἐπὶ ἔθνος ἐγήγερται· τὰ ἔσω φοβερά, τὰ ἔξω δὲ μάχης πεπλήρωνται· οὐκ ἔστι ποῦ σωθῆναι· πανταχοῦ γὰρ ὁ κίνδυνος· οὐδαμοῦ καταφυγή, φυγὴ δὲ πᾶσιν· ἡ πύλη κέκλεισται, ἡ εὐσπλαγχνία ἐσφρα[γί]σθη· οὐ γὰρ ἠβουλήθημεν ἔνδοθεν εἶναι, 〈νῦν ἔξω βοῶμεν· «Ἄνοιξον»〉. [Ἄκ]ουσον ταῦτα καὶ κλαῦσον, ψυχή· στέναξον ἤδη κατὰ γνώμην, πρὶν ἢ φθασθῇς καὶ κλαύσῃς μὴ θέλουσα, ὅτε πᾶσα ἡ γῆ δαπανᾶται πυρὶ καὶ ὁ οὐρανὸς ὡς χάρτης εἱλίσσεται, ὅτε φεύγει βυθὸς κα<ὶ ὁ> τούτου πυθμὴν ἀναφανήσεται ὡς οὐδέποτε· φωστῆρες οὐκ εἰσίν· ἀστέρες γὰρ ὡς φύλλα πίπτουσιν.
Τοσαύτη ἔσται θλῖψις, ὅτε ταῦτα ἐλεύσεται· σαλευθήσονται τῶν ἄνω αἱ δυνάμεις ἐν φόβῳ κράζουσαι· «Ὅπου 〈ἂν〉 γένηται τὸ πτῶμα, ἀετοὶ συναχθήσονται ἀφέντες ἔξω τοὺς γύπας 〈βοῶντας· Ἄνοιξον»〉. Πόσην ὀδύνην ποιεῖ ἡ φωνὴ τοῖς ῥαθυμήσασι καὶ πᾶσιν ἁμαρτωλοῖς, ὧν πρῶτος ἐγώ εἰμι· ἐκριζοῖ γὰρ ἡμᾶς ὡς ποτὲ τὴν συκῆν ἥτις οὐ δέδωκε τὸν καρπὸν αὐτῆς· καὶ γεέννης νομὴ ὡς ἀξίνης τομῇ ἀποτεμνόμενοι γενησόμεθα, ὃν τρόπον Ἰησοῦς ὁ τῶν ψυχῶν κληροῦχος ἔφησε.
Ψυχή μου, νεωθῶμεν καὶ ποιήσωμεν γέννημα ἀγαθὸν ὡς ἀγαθοῦ σπορέως σπέρμα, ἵν᾽ ὅταν ἔρχηται συναγαγεῖν εἰς ἀποθήκας τοὺς καλοὺς καρποὺς αὐτοῦ, μὴ ἀπομείνωμεν ἔξω βοῶντες· «Ἄνοιξον». Ἔφθασεν, ἔφθασεν ὁ θερισμός· τῆς συντελείας ἡ δρεπάνη εὐτρέπισται καὶ μᾶλλον ἠκόνισται· τῶν σεισμῶν ὁ αὐχ[μὸς] ὥσπερ καύσων σφοδρὸς ἐπὶ τὴν ἄρουραν περικέχυτ[αι]· οἱ ταχεῖς θερισταὶ πρὸς τὸ ἔργον αὐτῶν τὰ ἐπιτήδεια ἐ[πι]φέρονται, καὶ μένουσιν ἰδεῖν τί ὁ καλὸς γεοῦχος βούλε[ται].
Ψυχή μου, τί τελοῦμεν; Ζιζανίων γὰρ γέμομεν καὶ χωρίζ[ουσιν] ἡμᾶς ἀπὸ τοῦ σίτου, πρὶν συνδεσμήσωσι καὶ παραδώσ[ω]σιν εἰς καῦσιν· δεῦρο λοιπόν, προλάβωμεν διὰ δακρύων καὶ 〈γόων βοῶντες· «Ἄνοιξον»〉.
Ἴδε, καιρὸς χαλεπὸς ὁ παρών· τί ἀναμένομεν, ψυχή μου; ἡμέρα γὰρ ἐστὶν ἐκδικήσεως· ἐξεκαύθη θυμὸς ἐφ᾽ ἡμᾶς δι᾽ ἡμᾶς ὅτι ἡμεῖς αὐτὸν ὑπανήψαμεν· καὶ τὸ μέλλον γὰρ πῦρ ἐξ ἡμῶν καθ᾽ ἡμῶν, οὐδὲ γὰρ ὕλη ξύλων εὑρίσκεται· οὐ φαίνεται στοιβή, ἀλλ᾽ ἀμοιβὴ πυροῖ τὴν κάμινον· ἑκάστου ἡ κακία ὡς ἡ βάτος γενήσεται καιομένη καὶ οὐ κατακαιομένη· ἀεὶ γὰρ ἅπτεται καὶ οὐδέποτε δαπανᾶται, εἰ μὴ φθάσῃ δάκρυα τῶν ἀπεντεῦθεν ἐν θλίψει 〈βοώντων· «Ἄνοιξον»〉.
Νὺξ πρὸ νυκτὸς καὶ πρὸ σκότους ἀχλὺς πάντας κατέλαβεν ἐξαίφνης, καὶ νῦν ἐσμεν ὡς πρὶν 〈οἱ〉 Αἰγύπτιοι ἐν ὀμίχλῃ πληγῶν καὶ θυέλλῃ σεισμῶν καὶ τῶν πολέμων ζόφῳ κρατούμενοι· καὶ οὐ μέχρι αὐτῶν ἐξαρκεῖ ἡ ὀργή· ἡ Ἐρυθρὰ γὰρ πάντας ἐκδέχεται, ἡ γέεννα ἐκεῖ, οὐ πρόσκαιρος, ἀλλ᾽ εἰς ἀπέραντον.
Πολὺ γὰρ παρωργίσθη Ἰησοῦς ὁ σωτὴρ ἡμῶν, ὅτι θαύματα ποιῶν οὐκ ἐπιστεύθη· διὸ ἐν μάστιξι τὰς ἀδικίας τῶν ἀπίστων ἀντιεπεσκέψατο, ἵνα κἂν οὕτω πεισθῶμεν 〈βοῶντες· «Ἄνοιξον»〉. Ὅσοι οὖν τὸν νοητὸν Φαραὼ καὶ τὴν πικρὰν αὐτοῦ δουλείαν ἐφύγομεν, εἰς τέλος μισήσωμεν· ἐγεννήθημεν νῦν Ἰσραὴλ τοῦ Θεοῦ, μὴ ὑποστρέψωμεν εἰς τὴν Αἴγυπτον· οὐκ εἰς χώραν, φημί, ἥνπερ ἦλθε Χριστός, ἀλλ᾽ εἰς τὴν τῷ Μωσεῖ μὴ πιστεύσασαν· καρδίαν γὰρ σκληρὰν καὶ ἀπειθῆ νοοῦμεν Αἴγυπτον, καρδίαν πτοουμένην ἐπελθούσης τῆς θλίψεως, ἀπελθούσης δὲ αὐτῆς τραχυνομένην, ἥνπερ ἐσχήκαμεν, καὶ ὅτι ἔχομεν δηλοῦμεν ἀπὸ τῶν καρπῶν ἡμῶν· ἐν ταῖς ἀνάγκαις γὰρ μόνον βοῶμεν· «Ἄνοιξον». [Ὕπε]ρθε τῆς κεφαλῆς ἡ πληγή, καὶ ἡ καρδία οὐ λυπεῖται· [ἀλ]γεῖ ἡ σάρξ, κα<ὶ ὁ> νοῦς οὐκ αἰσθάνεται· μεμαστίγωται [πᾶ]ς, καὶ οὐδεὶς ἐξ ἡμῶν παρακαλεῖ θερμῶς τὸν μαστί[ζο]ντα.
Ὡς ἱμάντα Χριστὸς τὸν σεισμὸν καθ᾽ ἡμῶν ἀνεκαίνι[σεν], ὅτι ἐζήλωσεν ὁ πρὶν ἐν ἱερῷ φραγέλλιον ποιήσας κύριος· [ἡ]μεῖς δὲ ὡς παιδία ταῖς φρεσὶν ἐγενήθημεν μεριμνῶντες [τὸ] φαγεῖν, πιεῖν καὶ παίζειν· ἐν ἀγοραῖς ἐσμεν καθήμενοι καὶ προσφωνοῦντες· «Εἰ καὶ κρίσις ἔρχεται, τέως τερφθῶμεν, καὶ τότε βοῶμεν· ‘Ἄνοιξον’». [Ῥῖ]ψον, ψυχή μου, τὸ ῥῆμα χαμαί, πάτει τὸν νοῦν τῶν ἀπειθούντων· ἡ κρίσις γὰρ ἐγγίζει, ὡς γέγραπται· ὁ πατὴρ οὐ κρινεῖ, ἵνα μή τις εἰπῇ ὅτι οἰκτείρει τοὺς ὑϊοὺς αὐτοῦ· ὁ υἱὸς δὲ κρινεῖ καὶ δεικνύει ἡμῖν ἃ δι᾽ ἡμᾶς ὑπέστη παθήματα, «Ἐμβλέψατε», βοῶν, «[εἰ] χρεωστῶν τοιαῦτα πέπονθα, εἰ ἔσχε τις ἀγάπην κατὰ ταύτην ἣν ἔδειξα, τὴν ψυχήν μου δεδωκὼς ὑπὲρ τῶν φίλων· καὶ θανατούμενος τοῖς μαθηταῖς μου διεθέμην καὶ τὰς κλεῖς ἐπίστευσα τῷ Πέτρῳ λέγων· ‘Σὺ ἆρον 〈βοῶντας· Ἄνοιξον’»〉. [Ὢ] ποταπὸν χαλινὸν καὶ κημὸν οὗτος ὁ λόγος μοι ἐμβάλλει· οὐκ ἔχω γὰρ πρὸς τοῦτόν τι φθέγξασθαι· ἐὰν εἴπω Χριστῷ ὅτι «Θέλημα ἦν καὶ οὐκ ἀνάγκη τοῦ σταυρωθῆναί σε», ἀντεπάγει ἐμοί· «Καὶ γὰρ θέλημα ἦν, ἀλλ᾽ ὑπὲρ σοῦ ἐγένετο, ἄνθρωπε· αὐτὸς ἦς χρεωστῶν, ἐγὼ δὲ 〈σοὶ〉 οὐκ ἐχρεώστουν.»
Ψυχή μου, σκέψαι λόγον, ἵν᾽ ἐκεῖσε προσάξωμεν τῷ Θεῷ ἵν᾽ ἐν αὐτῷ δικαιωθῶμεν· ἀλλ᾽ οὐχ εὑρίσκομεν, εἰ μὴ σκεψάμενοι τρωθῶμεν καὶ Χριστῷ βοήσωμεν· «Ὁ πάντας θέλων σωθῆναι, καὶ ἡμῖν ἄνοιξον.» Μάθε, ψυχή μου, τὸν νοῦν τοῦ κριτοῦ, τί ἐβουλεύσατο, τί εἶπεν τοῖς μαθηταῖς, ἡνίκα διέθετο· «Μὴ ἐκλίπῃ, φησί, τῶν καρδίων ὑμῶν ἡ προσδοκία τῆς παρουσίας μου· μεθ᾽ ὑμῶν γάρ εἰμι, ἕως οὗ αἱ σποραὶ αἱ τοῦ αἰῶνος τούτου ἐκλίπωσι· καὶ ἔρχομαι πάλιν ἀπ᾽ οὐρανῶν μετὰ δυνάμεως.» Εἰς τί οὖν κοπιῶμεν; Διὰ τί δὲ μοχθήσαντες ἐνεβάλομεν οὐδὲν τῷ βαλαντίῳ;
Καὶ εἴθε κοῦφον ἦν καὶ μὴ πεπλήρωτ<ο ἀ>δικίας· οὐ γὰρ [ἐνε]πόδισε τῇ διανοίᾳ σχολάζειν τοῦ βοᾶν· «Ἄνοιξον». Ἄνοιξον, κύριε, ἄνοιξόν μοι τῆς εὐσπλαγχνίας σου τὴν θύραν πρὸ τοῦ καιροῦ τῆς ἀποδημίας μου· ἀπελθεῖν με γὰρ δ[εῖ καὶ] ἐλθεῖν παρὰ σοὶ καὶ περὶ πάντων ἀπολογίσασθαι ὧν ἐν [λό]γοις λαλῶ καὶ ἐν ἔργοις τελῶ καὶ ἐν καρδίᾳ διαλογίζομαι· καὶ θροῦς γὰρ γογγυσμῶν τὸ οὖς τὸ σὸν οὐκ ἀποκρύβεται. «Ἐκ[τή]σω τοὺς νεφρούς μου», ὁ Δαυὶδ ψάλλων κράζει σοι, καὶ «ἐν τῷ βιβλίῳ σου γέγραπται πάντα»· ἐν ᾧ τὰ στίγματα ἀναγινώσκ[ων] τῶν κακῶν μου τῷ σταυρῷ σου χάραξον, ὅτι ἐν τούτῳ καυχῶμαι βοῶν σοι· «Ἄνοιξον».
Ναί, ἀδελφοί μου, τ<ὰ α>ὐτὰ καὶ ἡμεῖς εἴπωμεν πάντες πρὸς τὸν πλάστην, ἕως ἔστι πνοὴ ἐν ῥισὶν ἡμῶν, πρὶν ἐπέλθῃ ἡμῖν ἡ ὀργὴ ὡς ὠδὶν τῇ ἐν γαστρὶ ἐχούσῃ αἰφνίδιον. Οὐ γὰρ πλεῖον ἡμῶν οἱ ἐν Τύρῳ κακοὶ οὐδ᾽ οἱ ἐν τῷ Καρμήλῳ δεινότεροι· ὡσαύτως καὶ ἡμᾶς ὀλέσθαι δεῖ, ἐὰν μὴ νήψωμεν· ἀρκοῦσαν Πτολεμαίοις τὰ συμβάντα εἰς ἔλεγχον τῆς σκληρότητος ἡμῶν καὶ ἀπειθείας· μετανοήσωμεν πρὸς τὰ γενόμενα ὁρῶντες, ἵνα τὰ ἐρχόμενα φύγωμεν, ὅτε ἐν θλίψει βοῶμεν· «Ἄνοιξον».
Οὕτως ἡμῶν ἐσκληρύνθη ὁ νοῦς ὅτι τῶν ἄλλων τὰς συμπτώσεις ἀκούσαντες οὐδὲν διωρθώσαμεν· οὐκ ἔστι συνιὼν οὐδὲ εἷς ἐκζητῶν, ἀλλ᾽ ἐξεκλίναμεν, ἠχρειώθημεν. Νινευῖται ποτὲ ἐπὶ μίᾳ φωνῇ τῇ τοῦ προφήτου μετεμελήθησαν, ἡμεῖς οὔτε φωνήν, οὔτ᾽ ἀπειλὴν ἐνενοήσαμεν· κλαυθμῷ ὁ Ἐζεκίας Ἀσσυρίους ἐτρέψατο ἐξεγείρας κατ᾽ αὐτῶν τὴν ἄνω δίκην· ἰδοὺ Ἀσσύριοι καὶ πρὸ αὐτῶν Ἰσμαηλῖται ᾐχμαλώτευσαν ἡμᾶς, καὶ οὐκ ἐκλαύσαμεν οὔτε βοῶμεν· «Ἄνοιξον».
Ὕψιστε δέσποτα, πάντων κριτά, τὶ τῶν ἡμῶν μὴ περιμείνῃς· οὐ χρεία γὰρ σοὶ τῶν ἀγαθῶν ἡμῶν, ὅτι ἔγκειται πᾶς [ἐπὶ] τὰ πονηρὰ καὶ διανοίᾳ καὶ τῷ θελήματι. Διὰ τοῦτο, [σωτήρ], τὰς ἡμέρας ἡμῶν κατὰ τὸ θέλημά σου διοίκησον, μὴ [μέν]ων τὴν ἡμῶν ἐπιστροφήν· οὔτε γὰρ ἔρχεται· κἂν ἔλθῃ [εἰ]ς ὀλίγον, οὐκ ἐμμένει εἰς τέλειον, ὡς τὸ σπέρμα τὸ πεσὸν [κατ]ὰ τὰς πέτρας· ὡς χόρτος δώματος πρὶν ἀναβῆναι [ἐξ]ηράνθη· ἀλλ᾽ ἐφάπλωσον ἡμῖν τοὺς οἰκτιρμούς σου καὶ [πᾶσι]ν τοῖς βοῶσιν· Ἄνοιξον.
Κοντάκιον ἕτερον εἰς τοὺς νεοφωτίστους, φέρον ἀκροστιχίδα τήνδε· 〈τοῦ ταπεινοῦ Ῥωμανοῦ αἶνος〉 ἦχος πλάγιος αʹ, ἰδιόμελον. Προοίμιον Τῆς κολυμβήθρας τὰ τέκνα, οἱ νεοφώτιστοι πάντες εὐχαριστοῦντες βοῶμέν σοι, Χριστὲ ὁ Θεός· «Ἐφώτισας ἡμᾶς τῷ φωτὶ τοῦ προσώπου σου, ἐνέδυσας στολὴν τὴν ἀξίαν τοῦ γάμου σου· δόξα σοι, δόξα σοι, ὅτι οὕτως ηὐδόκησας».
Τίς εἴπῃ, τίς δείξῃ Ἀδὰμ τῷ πρωτοπλάστῳ τὸ κάλλος, τὸ καῦχος, τὸ κῦρος τῶν αὐτοῦ τέκνων; Τίς πάλιν διηγήσεται καὶ τῇ ταλαίνῃ Εὔᾳ ὅτι οἱ ἐκ ταύτης ἐβασίλευσαν στολὴν φοροῦντες δόξης, καὶ μετὰ πολλῆς δόξης δοξάζουσι τὸν δοξάσαντα τῷ σώματι, τῷ πνεύματι καὶ τῷ σχήματι λάμποντες;
Βαβαὶ τοῦ θαύματος· οἱ πρώην ἄνθρωποι ἐξαπίνης ἄγγελοι, οἱ πήλινοι πύρινοι· καὶ τίς τούτους ὕψωσε; Πάντως ἡ ἀνάστασις ἡμῶν. Δόξα σοι, δόξα σοι, ὅτι οὕτως ηὐδόκησας. Οὐκέτι ὡς ξένοι τῶν θείων ἐξωθοῦνται, ἀλλ᾽ ἄρτι ὡς ἴδ<ιοι> τὸ «δεῦτε» ἤκουσαν πάντες· οὐκέτι παραστήκουσι τῇ θύρᾳ τοῦ νυμφῶνος, ὅτι τὸν νυμφίον ἐνεδύσαντο· οὐκέτι ἀπιστοῦνται, ἀλλὰ πάντα θαρροῦνται· οὐκέτι ὡς κατάσκοποι, ἀλλ᾽ ὄντως ὡς ἐπίσκοποι τῶν ἁγίων ἐφάπτονται· οὐκέτι κρούουσι τὴν θύραν κράζοντες· «Ὦ οἰκτίρμον, ἄνοιξον», ἀλλ᾽ ἔνδοθεν ᾄδουσι· «Σὺ ἐφώτισας ἡμᾶς πάντας, ἡ ἀνάστασις ἡμῶν.
Δόξα σοι, 〈δόξα σοι, ὅτι οὕτως ηὐδόκησας.〉». Ὑψώθη ἡ πάλαι ταπεινωθεῖσα φύσις, ὑψώθη, ἐπήρθη καὶ θείαν ἔφθασε φύσιν· ἐγένετο ὁ ἄνθρωπος θεὸς Θεὸν φορέσας· εὗρεν ὃν ἐζήτει εἰς παράδεισον· ἐκ〈εῖ〉 ζητήσας ἄλλο μετέπεσεν εἰς ἄλλο· ἐνταῦθα δὲ ἐζήτησε καὶ τάχος ἐβασίλευσε καὶ θεὸς ἐχρημάτισεν· ἐκεῖ ἐδίψησε καὶ ὧδε ἔπιεν, ἐκεῖ ἐπεθύμησε καὶ ὧδε ἐπέτυχε.
Καὶ τίς τούτῳ δέδωκε; Πάντως ἡ ἀνάστασις ἡμῶν. —Δόξα σοι, δόξα σοι, ὅτι οὕτως ηὐδόκησας. Τρανὸς εἶ, λαμπρὸς εἶ, Ἀδάμ, καὶ ζηλωτὸς ὢν τοῦ σὲ μισοῦντος ἐκτήκεις βάσκανον ὄμμα· ὁρῶν σε γὰρ ὁ τύραννος μαραίνεται καὶ κράζει· «Τίς ἐστιν ὃν βλέπω; Οὐκ ἐπίσταμαι· ὁ χοῦς ἀνενεώθη, ἡ κόνις ἐθεώθη, ὁ πένης καὶ ἐλάχιστος ἐκλήθη καὶ ἐλούσατο καὶ εἰσελθὼν ἀνέπεσεν· πρὸς δεῖπνον ἕλκεται, φαγεῖν ἐτόλμησε καὶ πιεῖν ἐθάρρησεν αὐτὸν τὸν ποιήσαντα.
Καὶ τίς τούτῳ δέδωκε; Πάντως ἡ ἀνάστασις αὐτοῦ.» —Δόξα σοι, δό〈ξα σοι ὅτι οὕτως ηὐδόκησας.〉 «Ἀρχαίων πταισμάτων αὐτοῦ οὐ μνημονεύει, προτέρων τραυμάτων οὐλὴν οὐδ᾽ ὅλως ἐμφαίνει· πολύχρονον παράλυσιν παρὰ τὴν κολυμβήθραν ἔρριψεν ὡς πάλαι ὁ παράλυτος, καὶ νῦν ἐπὶ τῶν ὤμων τὴν κλίνην οὐ βαστάζει, ἀλλ᾽ ὄντως ἐπιφέρεται σταυρὸν τοῦ ἐλεήσαντος καὶ ἐμὲ ἀπολέσαντος· πολλοὺς ἐν ὕδασι πολλάκις ἔλουσεν ὁ φιλάνθρωπος πρότερον, καὶ οὕτως οὐκ ἔλαμψαν· φαιδροὺς τούτους ἔδειξεν ἄρτι ἡ ἀνάστασις αὐτῶν.» —Δόξα 〈σοι, δόξα σοι, ὅτι οὕτως ηὐδόκησας〉. «Πηγῆς ἀενάου τῆς ἐν τῷ παραδείσῳ τὰ νάματα ὄντως εἰς ποταμοὺς διαιροῦνται, καὶ τούτοις 〈καταντ〉λούμενος ὁ Ἀδὰμ ἀρρωστήσας μίαν ἀλγηδόνα οὐ κατέπαυσε· κατέκλυσε τὸ ὕδωρ τὴν γῆν ἐπὶ τοῦ Νῶε, καὶ ὅμως οὐκ ἀπέσμηξε τὸν πρώην ἀρρωστήσαντα, ἀλλὰ μᾶλλον ἀπέπνιξε· καὶ τί ἐγένετο, ὅτι τὰ ὕδατα τοῦ βυθίζειν ἔλαθε καὶ σῴζειν μεμάθηκεν;
Ὄντως μετεσκεύασε ταῦτα ἡ ἀνάστασις αὐτῶν.» —Δόξα σοι, δόξα 〈σοι, ὅτι οὕτως ηὐδόκησας〉. «Ἰδοὺ μεῖζον βλέπω τῆς Ἐρυθρᾶς θαλάσσης· ἐκείνη δειχθεῖσα βυθὸς βατὸς τοῖς ἀνθρώποις οὐκ ἔλουσεν, οὐκ ἔσωσεν αὐτοὺς τῆς ἁμαρτίας· ἐνταῦθα δὲ κα<ὶ ἔ>λουσε καὶ ἔσωσε· κἀκεῖ μὲν οὐχὶ πάντας, ἀλλὰ τὸν λαὸν μόνον ἐδέξατο τὰ ὕδατα· ἐνταῦθα δὲ ἑκάστοτε πᾶσιν ἔθνεσι πρόκειται· οὐκ ἀποστρέφονται, οὐκ ἀποκρίνονται· ‘Μὴ Φαραωνίτης εἶ;’, ἀλλ᾽· ‘Εἴ τις εἴ, εἴσελθε’· ζῶν γὰρ ὕδωρ ἔδειξε τούτοις ἡ ἀνάστασις αὐτῶν.» —Δόξα 〈σοι, δόξα σοι, ὅτι οὕτως ηὐδόκησας〉. «Ναμάτων κακίστων πηγή ποτε ἰάθη ὑπὸ Ἐλισσαίου τοῦ σοφωτάτου προφήτου· ἐστείρου γὰρ τὰ γύναια ἡ τῶν ὑδάτων γεῦσις νόσον ἀτεκνίας παρεχόμενα· καὶ ὅμως ἰαθέντα καὶ μεταποιηθέντα οὐκ ἔμαθον τὰ ὕδατα καθαίρειν ἁμαρτήματα καὶ καινίζειν τὰ πνεύματα· ἀλλ᾽ ὧδε ἔμαθον καὶ πάντας ἥγνισαν καὶ τοῖς πᾶσι γεγόνασι λουτρὸν ἀνακτίσεως· καὶ ἤνοιξε δωρεὰν τοῦτο ἡ ἀνάστασις αὐτῶν.» —Δό〈ξα σοι, δόξα σοι, ὅτι οὕτως ηὐδόκησας〉. «Οὐκ οἶδα τί λέξω, οὐκ οἶδα τί τελέσω· στενά μοι παντόθεν, ἀπορῶ πρὸς ἃ βλέπω· ἡ χάρις ἄνευ δόσεως, τὸ δῶρον ἄνευ δώρου· τίς οὖν ἐπὶ τοῦτο οὐκ ἐπείγεται;
Πτωχὸς ἔχει ὀκνῆσαι ἢ πλούσιος ὀκλάσαι; οἱ ἄμορφοι αἰσχύνονται; οἱ δοῦλοι οὐκ ἐπείγονται; οἱ δεσπόται οὐ τρέχουσιν; Οἱ πάντες ἔρχονται· καὶ γὰρ ἀκήκοαν τοῦ δεσπότου φήσαντος· ‘Πηγὴ παρ᾽ ἐμοὶ ζωῆς· ἐγὼ λούω πάντας καὶ σμήχω ἡ ἀνάστασις ὑμῶν’.» —Δόξα 〈σοι, δόξα σοι, ὅτι οὕτως ηὐδόκησας〉. «Ὑπνοῦντας τοὺς πάντας εἰς Ἅιδου κατωτάτου καθάπερ χειμάρρους ὁ τοῦ λουτροῦ τούτου ἦχος ἀφύπνωσεν, ἀνέστησε τοὺς ἐκ τοῦ παραβάντος καὶ τῇ κεφαλῇ μου ἐπεβίβασε· καθῆρε ῥυπωθέντας καὶ ἄνευ ἀργυρίου ἐπλούτισε τοὺς ἅπαντας καὶ μόνον λόγον ἔλαβε παρ᾽ αὐτῶν ἀνθ᾽ ὧν ἔδωκε· ‘Πιστεύω’, ἔφησαν, καὶ πάντα ἔλαβον· ἐμοὶ ἐνεφύσησαν καὶ οὕτως ἐβόησαν· ‘Πιστεύομεν ὅτι ῥύεται ἡμᾶς ἡ ἀνάστασις ἡμῶν’.» —Δόξα σοι, δόξα σοι, ὅτι οὕτως 〈ηὐδόκησας〉.
Ῥημάτων τοιούτων τὸν ὄχλον ὄντως χέει ὁρῶν ὁ Βελίαρ τὸν νεοφώτιστον ἄρτι, καὶ νῦν ὑπὲρ τὸ πρότερον δριμύτερον προσέχει τῷ τῆς κολυμβήθρας γεννήματι· Διὸ παρακαλῶ σε ὡς πλεῖον ἀγαπῶν σε· τερπνέ μου νεοφώτιστε, ἀεὶ γενοῦ ὃ κέκλησαι, πανταχοῦ νεοφώτιστος· τερπνὸς ἑκάστοτε, ὡραῖος πάντοτε, μὴ νυμφίος σήμερον καὶ αὔριον ἄγαμος· ἥρμοσε γάρ σε τῷ δεσπότῃ ἡ ἀνάστασις ἡμῶν. —Δόξα σοι, δόξα 〈σοι, ὅτι οὕτως ηὐδόκησας〉.
Ὡς εἶπες «Πιστεύω», ἐπίμεινον πιστεύων, 〈καὶ〉 ὡς συνετάξω, οὕτω πολίτευσαι ἔξω· μὴ ἅμα τῷ ἐνδύματι ἐκδύσῃς σου τὴν δόξαν· μεῖνον λευκοφόρος τὴν διάνοιαν. Μὴ εἴπῃ σοι ὁ πλάνος· «Ἑπτὰ ἡμέρας μόνας ὀφείλεις συναυλίζεσθαι ᾧ ἔφθασας συντάξασθαι, καὶ μετέπειτα πάρελθε»· ἀλλ᾽ ὥσπερ ἔμαθες καὶ χαίρων ἔψαλλες· «Ἐὰν τῆς φωνῆς αὐτοῦ ἀκούσητε σήμερον», οὕτως ὕμνησον καθ᾽ ἡμέραν τὴν ἀνάστασιν ἡμῶν. —Δόξα σοι, δό〈ξα σοι, ὅτι οὕτως ηὐδόκησας〉.
Μὴ γάρ σοι ἀνάγκης ἐπιτεθείσης ἦλθες ἢ ἄλλου βιαίως ἑλκύσαντός σε εἰσῆλθες· αὐτὸς αὐτὸν κατήπειξας ἀκούσας τοῦ εἰπόντος· «Δεῦτε οἱ διψῶντές με καὶ πίετε». Καὶ μόνον ὡς εἰσῆλθες καὶ τοῦτο ἐρωτήθης· [Πιστεύεις ὅτι κέκτημαι πηγὴν ζωῆς, ὦ ἄνθρωπε;«, τὸ »Πιστεύω» ἀντέφησας.
Παρῆσαν ἅγιοι, συνῆσαν ἄγγελοι, αἱ δυνάμεις ἵσταντο, ἀρχαί, θρόνοι ἤκουον σοῦ βοῶντος ὅτι «Πιστεύω τὴν ἀνάστασιν ἡμῶν.» —Δόξα σοι, δόξα σοι, ὅτι οὕτως ηὐδόκησας. Ἀλλ᾽ ὅτι πρὸς τούτους, ἐὰν ἀρνήσῃ, ἔχεις, φυλάττου, ὦ φίλε, καὶ ἀσφαλίζου παντόθεν· μὴ κτήσῃ κατηγόρους σου τοὺς ἄνω καὶ τοὺς κάτω· πᾶσα γὰρ ἡ κτίσις σοῦ ἀκήκοεν.
Πολλάκις δὲ καὶ φόβῳ τῶν νῦν κρατούντων νόμων προσῆλθες τῷ βαπτίσματι καὶ γέγονας ὃ γέγονας τὸν καιρὸν αἰσχυνόμενος· καὶ τί σοι γένηται, ὅταν ἐλεύσεται ὁ καιρὸς τῆς κρίσεως καὶ πάντα ἐλέγχεται καὶ τοῖς πᾶσιν ἀνταποδώσει ἡ ἀνάστασις ἡμῶν; —Δόξα σοι, δόξα σοι, ὅτι οὕτως ηὐδόκησας.
Νουθέτει, ὦ φίλε, σαυτὸν ἐν τοῖς τοιούτοις, κἂν φόβῳ προσῆλθες, λοιπὸν ἐπίμεινον πόθῳ· ἀγάπησον ἃ ἔλαβες καὶ σφίγξον ἃ κατέχεις· μὴ αὐτομολήσῃς πρὸς τὰ πρότερα· μὴ γένῃ καταγέλως τοῦ νῦν σε φοβουμένου· ἐὰν γὰρ θεωρήσῃ σε δραμόντα πρὸς τὰ πρότερα, ἐπιχαίρων σοι φθέγγεται· «Οὐκ ἀπετάξω μοι καὶ τῇ λατρείᾳ μου; οὐ Χριστὸν ἠγάπησας κἀμοὶ ἐνεφύσησας; οὐκ ἠρνήσω με λέγων· ‘Σέβω τὴν ἀνάστασιν ἡμῶν;’» —Δόξα σοι, δόξα σοι, ὅτι οὕτως ηὐδόκησας.
Οὐκοῦν ἵνα μή σε ὁ ἐχθρὸς ὀνειδίσῃ μήτε ὁ οἰκτίρμων ὡς παραβάτην σε κρίνῃ, ἐπίβλεψον τῷ ὅπλῳ σου ᾧ νῦν ἐθωρακίσω, φρόνησον ἐπάξια τοῦ κάλλους σου· μνημόνευε καθ᾽ ὥραν τί ἧς καὶ τί ἐγένου, εἰς νοῦν φέρε ἑκάστοτε τὴν πρώτην σου εὐτέλειαν καὶ τὴν νῦν βασιλείαν σου· μὴ λάθῃς, ἄνθρωπε, τῶν γενομένων σοι· μὴ κριθῇς ἀνόητος καὶ κτήνεσιν ὅμοιος, σύνες πάντα καὶ ἀνευφήμει τὴν ἀνάστασιν ἡμῶν. —Δόξα σοι, δόξα 〈σοι, ὅτι οὕτως ηὐδόκησας〉.
Υἱόν σε ὁ πλάστης καὶ κληρονόμον ἔχει· οὓς γὰρ ἀποτίκτει ἡ μήτρα τῆς κολυμβήθρας λαμβάνει ὁ φιλόστοργος πατὴρ ὁ ἐπὶ πάντων καὶ εἰς κληρονόμους ἀναγράφεται. Ἰδὲ οὖν, ἀδελφέ μου, πατέρα τίνα ἔχεις καὶ τούτῳ προσκολλήθητι· μὴ λίπῃς τὸν γεννήσαντα καὶ λοιπὸν κατεντύχῃ σου βοῶν· «Ἀκούσατε, υἱὸν ἐγέννησα καὶ γεννήσας ὕψωσα· αὐτὸς δὲ ἠθέτησεν ὁ πρὸ ὥρας κράζων μοι· ‘Σέβω τὴν ἀνάστασιν ἡμῶν.’» —Δόξα 〈σοι, δόξα σοι, ὅτι οὕτως ηὐδόκησας〉.
Ἀνάτεινον ὅλον σαυτὸν ἐπὶ τὸ θεῖον· καὶ γὰρ ὄντως ὅλων τῶν θείων νῦν ἠξιώθης· οὐδέν σου μέρος ἄμοιρον ἐγένετο τῆς δόξης· ἅπαντα δὲ σύμπασιν ἡγίασται. Μὴ σπεύσῃς σου μολῦναι τὰ ὄμματα ταῖς θέαις· τὰ ὦτα μὴ σπιλώσῃ σου ὁ φθόγγος ὁ ὀλέθριος ὁ καλῶν εἰς ἀπώλειαν· μὴ βορβορώσῃς σου τὸ στόμα ᾄσμασιν οἷς ἐχθρὸς μὲν τέρπεται, ψυχὴ δὲ βαρύνεται· ἁπλῶς ὕμνει πάντοτε † βοῶν † τὴν ἀνάστασιν ἡμῶν. —Δόξα 〈σοι, δόξα σοι, ὅτι οὕτως ηὐδόκησας〉.
Ἰδοὺ ἀνεκτίσθης, ἰδοὺ ἀνεκαινίσθῃς· μηκέτι συγκάμψῃς τὸν νῶτον ἐν ἁμαρτίαις· ἐκτήσω, νεοφώτιστε, σταυρὸν ὡς βακτηρίαν, τούτῳ τὴν νεότητά σου στήριξον· αὐτὸν ἐν τῇ εὐχῇ σου, αὐτὸν ἐν τῇ τραπέζῃ αὐτὸν ἐπὶ τῆς κλίνης σου ὡς καύχημά σου πρόφερε πανταχοῦ, νεοφώτιστε· καὶ γὰρ οἱ δαίμονες ὡς κύνες ἄγριοι ὑλακτοῦσι πάντοτε, πρὸς οὓς ἀναβόησον· «Σταυρὸν ἔχων ἵσταμαι στέργων τὴν ἀνάστασιν ἡμῶν.» —Δόξα 〈σοι, δόξα σοι, ὅτι οὕτως ηὐδόκησας〉.
Νῦν ὅτι τῇ ποίμνῃ Χριστοῦ συναγελάζει, ἀπόσχου τῶν λύκων, μὴ συμμιγῇς ἀκαθάρτοις· ἀμνὸς εἶ ἁπαλόσαρκος· μὴ ἀποσκληρυνθήσῃ; μὴ ἀπολιθωθήσῃ; Ἔσο πέτρινος. Μὴ εἴπῃ σοι ὁ πλάνος· «Μὴ ψέγε οὓς οὐ σέβει»· μηδ᾽ ὅλως ὑποσύρῃ σε καιροὺς παρατηρήσασθαι καὶ ἡμέρας φυλάξασθαι, τοῦ μὲν μὴ ἅπτεσθαι, τοῦ δὲ ἀπέχεσθαι· 〈⏑⏑–⏑ –⏑⏑〉 τῶν πάντων κυρίευσον· πάντα γάρ σοι δέδωκε δοῦλα ἡ ἀνάστασις ἡμῶν. —Δόξα 〈σοι, δόξα σοι, ὅτι οὕτως ηὐδόκησας〉.
Οὐ λέγει ἐφάπαξ· «Ἀπόστα τοῦ Θεοῦ σου», ἀλλὰ κατὰ μέρος τῶν θείων ἀποσυλεῖ σε, δεικνύων σοι ἐνύπνια καὶ δι᾽ αὐτῶν πτοῶν σε καὶ ἐν τοῖς ὀνείροις σου φαντάζων σε· «Τοῦ τόπου τούτου χώρει, τοῦ δένδρου τούτου φεῦγε, τὸ φρέαρ τοῦτο τίμησον· ἐγὼ γὰρ τούτῳ ἕπομαι καὶ μέλλω εἶναι ἄγγελος.» Μὴ τούτοις πείσῃ σε καὶ ὑποφθείρῃ σε, καὶ νομίσῃς, ἄνθρωπε, τὸν δαίμονα ἄγγελον· μᾶλλον πάτησον αὐτὸν σέβων τὴν ἀνάστασιν ἡμῶν. —Δόξα σοι, δόξα σοι, ὅτι οὕτως ηὐδ〈όκησας〉.
Σωφρόνει καὶ φρόνει λοιπὸν τὰ τοῦ κυρίου· αὐτοῦ γὰρ ἐκλήθης καὶ εἶ πιστὸς οἰκονόμος· διὸ καὶ παρακάλεσον τὸν ἐμπιστεύσαντά σοι ὑπὲρ τῆς εἰρήνης τῶν ψυχῶν ἡμῶν· εἰπὲ τῷ νυμφιῷ σου τῷ νῦν σοι συνημμένῳ· «Προσπίπτω σοι, ἐπίνευσον καὶ δὸς ὡς πολυέλεος τὴν εἰρήνην τῷ κόσμῳ σου, ταῖς ἐκκλησίαις σου τὴν σὴν βοήθειαν, τοῖς ποιμέσιν εὔνοιαν, ταῖς ποίμναις ὁμόνοιαν, ἵνα πάντες πάντοτ<ε ὑ>μνοῦμεν τὴν ἀνάστασιν ἡμῶν.» —Δόξα σοι, δόξα σοι, ὅτι οὕτ〈ως ηὐδόκησας〉.
Τῷ σαββάτῳ τῆς τυροφάγου, κοντάκιον πολλὴν ἔχον ὠφέλειαν καὶ κατάνυξιν, ψαλλόμενος εἰς ὁσίους μοναχούς, ἀσκητὰς καὶ μοναζούσας. Ἡ ἀκροστιχίς· 〈τοῦ ταπεινοῦ Ῥωμανοῦ ὁ ψαλμὸς οὗτος.〉 Ἦχος πλάγιος δʹ, πρός· Ὡς ἀπαρχὰς τῆς φύσεως. Προοίμιον I Ὡς εὐσεβείας κήρυκας καὶ ἀσεβείας φίμωτρα τῶν θεοφόρων τὸν δῆμον ἐφαίδρυνας τῇ ὑφηλίῳ λάμποντα· ταῖς αὐτῶν ἱκεσίαις ἐν εἰρήνῃ τελείᾳ τοὺς σὲ δοξάζοντας καὶ μεγαλύνοντας διαφύλαξον ψάλλειν καὶ ᾄδειν σοι· Ἀλληλούϊα.
Προοίμιον II Ὡς ἀγαπητὰ τὰ σκηνώματά σου, κύριε τῶν δυνάμεων· διό, σωτήρ, οἱ οἰκοῦντες αὐτὰ εἰς τοὺς αἰῶνας αἰνέσουσί σε ᾄδοντες, ψάλλοντες σὺν τῷ προφήτῃ Δαυίδ· Ἀλληλούϊα.
Προοίμιον III Οἱ ἐκ τοῦ βίου σήμερον πρὸς νοητὸν παράδεισον τὴν κατοικίαν ποιήσαντες ἅπαντες ἐν μετανοίᾳ κράξωμεν· «Σῶσον, μόνε οἰκτίρμων, τοὺς εἰς σὲ προσφυγόντας· ἰδοὺ γὰρ ἅπαντα ἐγκατελίπαμεν, καὶ σὲ μόνον ποθοῦντες ψάλλομεν· Ἀλληλούϊα.»
Προοίμιον IV Τοὺς ἐπὶ σοὶ προσδραμόντας μὴ παρίδῃς, ὁ Θεός, κα<ὶ ἐ>ν τῇ ἀμώμῳ ἀσκήσει διατήρησον αὐτούς, καὶ ἐπάκουσον ἡμῶν ψαλλόντων σοι· Ἀλληλούϊα. Τοῖς τοῦ βίου τερπνοῖς ἐνητένιζον, λογισμῷ θεωρῶν τὰ γινόμενα, καὶ σκοπήσας αὐτοῦ τὰ ἐπώδυνα τὴν ζωὴν τῶν βροτῶν ἐταλάνισα· ὑμᾶς δὲ μόνους ἐμακάρισα τοὺς καλὴν ἐπιλεξαμένους μερίδα, τὸ ποθεῖν τὸν Χριστὸν καὶ συμμένειν αὐτῷ καὶ συμψάλλειν τερπνῶς τῷ προφήτῃ Δαυίδ· Ἀλληλούϊα.
Οὐδὲ ἕνα βροτῶν εὗρον ἄλυπον· ὁ γὰρ κόσμος ἑκάστοτε τρέπεται· ὃν γὰρ εἶδον τῇ χθὲς ἐπαιρόμενον νῦν ὁρῶ ἀπὸ ὕψους ἐκπίπτοντα, πτωχὸν αἰφνίδιον τὸν πλούσιον, ἐνδεῆ καὶ πεινῶντα τὸν εὐποροῦντα· ἀλλ᾽ ὑμεῖς τούτων πάντων ἐστὲ παρεκτός· ἐδουλώθητε γὰρ ψυχικῶς τῷ ψαλμῷ· Ἀλληλούϊα.
Ὑψαυχεῖ κατὰ πένητος πλούσιος, κατεσθίων αὐτοῦ πᾶσαν ὕπαρξιν· κοπιᾷ γεωργὸς καὶ ὁ κτήτωρ τρυγᾷ· ἄλλου κάμνοντος, ἄλλος εὐφραίνεται· ἱδρῶν συνάγει ὁ πενόμενος ἵνα μόχθῳ κομίσηται ἃ σκορπίζει· ἀλλ᾽ ὑμῶν πᾶς ὁ κόπος πεφύλακται· οὐ γὰρ ἔχετε μέριμναν ἄλλην εἰ μὴ ἀλληλούϊα.
Τοὺς ἀγάμους ἐλπίδες συγκόπτουσι, τοὺς ἐν γάμῳ φροντίδες συντήκουσι· τοὺς ἀτέκνους ἡ λύπη ἐμάρανε, πολυτέκνους ἡ θλῖψις ἀνάλωσεν· οἱ μὲν τῷ γάμῳ ἐποδύρονται, ἄλλοι πάλιν τὴν ἀτεκνίαν θρηνοῦσιν· καὶ ὑμῶν ἐπὶ τούτοις ὁ γέλως πλατύς· ἀπαράλλακτος γὰρ ἡ χαρὰ ἡ ὑμῶν· ἀλληλούϊα.
Ἁλμυρὰ τῆς θαλάσσης τὰ ὕδατα, γλυκηρὰ τῇ κοιλίᾳ τὰ βρώματα· ῥιψοκίνδυνοι πλέουσιν ἄνθρωποι· ἡ γαστὴρ γὰρ αὐτοὺς κατηνάγκασε· ψυχὰς σανίσιν ἐμπιστεύουσιν, τροφῆς χάριν καὶ ζάλης καταφρονοῦσιν· ἀλλ᾽ ὑμῶν ἡ γαλήνη ἀχείμαστος· ὡς λιμένα γὰρ εὔδιον ἔχετ<ε ἀ>εὶ ἀλληλούϊα.
Πειρατὰς καὶ χειμῶνος τοὺς κλύδωνας παρορῶσιν οἱ χρήματα στέργοντες· τῶν κυμάτων τὸ γαῦρον θεώμενοι δειλιῶσιν, ἀλλ᾽ ὅμως οὐ φεύγουσιν· ἐλπὶς γὰρ πλούτου τούτους ἕλκουσα, κἂν πνιγμὸν ἀπειλήσῃ, οὐ καταπλήττει· τὸ δὲ σκάφος ὑμῶν ἀναυάγητον· ὡς γὰρ ἄγκυρα ἔστιν ὑμῖν ὁ ψαλμός· ἀλληλούϊα. [Εἰ καὶ μέχρις αἰῶνος παρέμενον τὰ παρόντα μηδέπω λυόμενα, οὐδὲ οὕτως τοῖς ἔχουσι σύνεσιν αἱρετὰ καὶ ποθούμενα ἔδοξεν· ὅτι δὲ τὸ τάχος παρέρχονται καὶ πρὸ τέλους πολλάκις ὀλλύμενα, ὁ ἐάσας αὐτὰ τρισμακάριστος, ἐὰν πίστει καὶ πόθῳ μελετᾷ τὸν ψαλμόν· Ἀλληλούϊα.] Ἵνα δὲ συνελὼν εἴπω, ἅπαντα τὰ ἐν κόσμῳ σὺν κόσμῳ παρέρχεται· ὅτε πάντα γὰρ βίου κερδήσομεν, τότε τάφῳ οἱ πάντες οἰκήσομεν· καλῶς οὖν ἔφησεν ὁ πάνσοφος· «Ματαιότης ματαιοτήτων τὰ πάντα».
Εἰ γὰρ ἔστι θανεῖν, διὰ τί μοι καμεῖν; Ἀγαθὸν οὖν ἡσύχως τὸ ψάλλειν Θεῷ· Ἀλληλούϊα. Νῦν εἰσὶν ἐν ὑμῖν οἱ βοῶντες μοι, κἂν μὴ στόματι, ἀλλὰ τῷ πνεύματι· «Πονηρὸς μὲν ὁ βίος, ὡς ἔφησας, σὺ δὲ τούτου ἀκμὴν ἀπησχόλησαι· δοκὸς ἐπίκειται σοῖς ὄμμασι, καὶ πῶς βλέπεις τὸ κάρφος τῶν ἄλλων ἆραι;
Εἰ καλὸν ὃ λαλεῖς, διὰ τί μὴ ποιεῖς;» Ἀληθῶς κατακέκριμμαι, μὴ μελετῶν· Ἀλληλούϊα. Ὅμως μέντοι οὐ πάντες ἐχώρησαν ὡς προσέταξεν πᾶσιν ὁ κύριος· τῷ ἑνὶ γὰρ εἰπών, πᾶσιν ἔφησεν· «Πώλησόν σου τὰ πάντα καὶ ἕπου μοι.» Οἱ μὲν οὖν ἤκουσαν ὡς φρόνιμοι, οἱ δὲ οὔτε προσέσχον ὡς ὅμοιοί μου· ἐξ αὐτῶν γάρ εἰμι, κἂν μὴ λέγῃ μοί τις· διὰ τοῦτο ὑμᾶς ἐξαιτῶ τὴν ᾠδήν· Ἀλληλούϊα.
Ὑπεκκαίω ὑμῶν τὴν προαίρεσιν πρὸς τὸ ψάλλειν καὶ τέρπειν τὸν κύριον, ἵν᾽ ὑμῖν ὁ μισθὸς ὅταν δίδοται, σὺν ὑμῖν καὶ ἡ μνήμη μου γένηται. Ἀκούσατε οὖν τῶν ῥημάτων μου, τῶν δὲ πράξεων πόρρω ἀποχωρεῖτε· ἀγαπᾶτε τοὺς λόγους τῶν ἔργων ἐκτός· οὐ γὰρ ἔχω εἰπεῖν ὑμῖν ἄλλο εἰ μὴ ἀλληλούϊα.
Ῥύπον βίου καλῶς ἀπεφύγετε καὶ πηγῇ καθαρᾷ προσεφύγετε· τῶν ἀσάρκων τὸν βίον ζηλώσαντες τῆς σαρκὸς μὴ ποιεῖσθε τὴν πρόνοιαν· μὴ ἀγαπᾶτε ἃ ἀφήκατε, οὓς ἐλύσατε μὴ ἐποικοδομεῖτε, ἵνα μὴ τῷ ἐχθρῷ γέλως γένησθε, ἀλλὰ στήκοντες νήφετε ἐν τῇ ᾠδῇ· Ἀλληλούϊα.
Ὧν τὸν βίον καλῶς ἀπεφύγετε, τούτων νῦν καὶ τὴν μνήμην μισήσατε· ἀφιλόνεικον βίον καὶ ἥσυχον ἀναλάβετε ἅπαξ ὡς ἄγγελοι, τιμῇ ἀλλήλους προηγούμενοι· μὴ ἐρεῖτε· «Τοῦτο σόν», ἢ «Τοῦτο ἐμόν»· οὐ γὰρ ἔχει μονάζων τι ἴδιον, ἀλλὰ πάντων τὸ πᾶν ἔστω ἡ προσευχή· Ἀλληλούϊα.
Μὴ ἀλλήλων ἁπλῶς κατεπαίρεσθε· «Τί γὰρ ἔχεις, φησίν, ὃ οὐκ ἔλαβες;» Ὁ νηστεύων μὴ κρίνῃ τὸν τρώγοντα, καὶ ὁ τρώγων τιμάτω τὸν ἄσιτον· ὁ μὲν γὰρ τρώγει δι᾽ ἀσθένειαν, ὁ δὲ πάλιν νηστεύει δι᾽ ἐγκράτειαν· ἄλλος κάμνει μοχθῶν, ἄλλος ψάλλει ποθῶν, εἷς δέ ἐστιν μισθὸς ἀμφοτέροις ὑμῖν· ἀλληλούϊα.
Ἀλλ᾽ ἐρεῖ τις· «Ἐγὼ περισσότερον, ὡς εἰδὼς τὰς γραφάς, ἔχω καύχημα.» Τί οὖν ὁ ἁλιεὺς Πέτρος ἔμαθεν, ὅτι τοῦ Μωϋσέως προτέτακται; Τῶν Αἰγυπτίων πᾶσαν φρόνησιν, ὥσπερ ἔπος, ἐξέμαθεν ὁ προφήτης, καὶ τοῦ Πέτρου λαλοῦντος σιγᾷ Μωϋσῆς· μὴ βδελύξῃ οὖν τὸν ἀμαθῆ ὁ μαθών· ἀλληλούϊα.
Νευρωθῶμεν τῇ πίστει σφιγγόμενοι, οἱ τῷ σώματι ἀποταξάμενοι· οἱ μισοῦντες ἡμᾶς οὐ καθεύδουσι· ὁπλισώμεθα οὖν, ἵνα ἴδωσι· καὶ τί τὸ ὅπλον τοῦ μονάζοντος· ὑποτάσσεσθαι πράως τῷ ἡγουμένῳ, ἀγαπᾶν τὸν Χριστὸν καὶ φιλεῖν ἀδελφοὺς καὶ εὐπρόθυμον εἶναι αὐτὸν ἐν καιρῷ. Ἀλληλούϊα.
Ὅταν εἰς καθ᾽ ἑνὸς ὑπεραίρεσθε, τότ᾽ ὑπὸ τοῦ ἐχθροῦ παρεμπαίζεσθε· ἔργον ἔχει γὰρ τοῦ ὑπεισέρχεσθαι καὶ φαντάζειν τὸν νοῦν τῶν σαθρῶν ἀδελφῶν· τὸν μὲν ἐπαίρει ὡς καλλίφωνον, τὸν δὲ πάλιν ὡς τρανόλαλον φυσιοῖ, καὶ τυφλώσας αὐτοὺς ἐγγελᾷ πρὸς αὐτούς· μὴ οὖν τις ἐξ ὑμῶν καταλείπῃ ποτὲ ἀλληλούϊα.
Ὑπεισῆλθε πολλάκις τῷ κάμνοντι ἀδελφῷ καί φησι· «Τί εἰς μάτην μοχθεῖς; Ἰδοὺ ἄλλος μὴ κάμνων πρωτεύει σου· σὺ δὲ πάντων τυγχάνεις περίψημα.» Κἀκεῖνος τούτοις ὡς ἁπλούστερος πεισθεὶς εἴασεν ὅθεν ἐδικαιοῦτο, καὶ λιπὼν τὸ μοχθεῖν μελετᾷ τὸ λαλεῖν· μὴ οὖν σχῶμεν ποτὲ λαλιὰν παρεκτὸς ἀλληλούϊα.
Ὁπλισθέντες τῇ πίστει ἑστήκατε τοὺς αὐχένας ὑμῶν κάτω κλίναντες, τὸ μὲν σῶμα εἰς γῆν κάτω νεύοντες, τῇ ψυχῇ δὲ Χριστὸν ἄνω βλέποντες, καραδοκοῦντες καὶ σπουδάζοντες μεταστῆναι τοῦ βίου τούτου καὶ κατοικῆσαι ἐν ταῖς τῶν ἁγίων πάντων σκηναῖς, ἵνα ὥσπερ ἐνταῦθα ἀναβοᾶτε τὴν ᾠδήν· Ἀλληλούϊα.] Ψυχικῶς τὸν κανόνα ποθήσατε ὃν καλῶς καὶ φρονίμως ᾑρήσασθε· μετ᾽ ἀλλήλων ἐὰν ἀμφιβάλητε, χώραν τῷ πονηρῷ μὴ παρέχετε.
Μηδεὶς ῥεπέτω πρὸς τὴν ἔξοδον· ὡς γὰρ λέων θηρεύει ὁ πανοῦργος καὶ τὴν μάνδραν κυκλῶν ζητεῖ βρῶσιν ἀμνῶν· μή τις οὖν καταλίπῃ ποτὲ τὸν ψαλμόν· Ἀλληλούϊα. Ἂν ὁ νοῦς σού ποτε σκανδαλίσῃ σε ἐρεθίζων σε ἐπὶ τὴν ἔξοδον καί φησι· «Τί ἐνταῦθα συγκέκλεισαι; Πόσοι ἔξωθεν ἐδικαιώθησαν», εἰπὲ εὐθέως ἅπερ ἔμαθες, ὅτι «Εἶδον ἐν κόσμῳ ἀντιλογίαν καὶ πολλὴν ἀνομίαν ἐν πόλεσιν· διὸ μένω ἀεὶ κελαδῶν τῷ Θεῷ· Ἀλληλούϊα.» Λέγει πάλιν πρὸς σέ· «Καὶ πῶς δύνασαι τῷ κανόνι στοιχεῖν τοῦ μονάζοντος; ὁ ζυγὸς γὰρ βαρὺς καὶ δυσαύχενος, καὶ ὁ τοῦτον μὴ φέρων ἀχρήσιμος.» Ἐρεῖς εὐθέως πρὸς τὸν δόλιον· «Ὁ κανὼν κατὰ δύναμιν ἀπαιτεῖ με· ἂν γὰρ τοῦτο μὴ θέλω, τὸ ἄλλο κρατῶ· ἂν μ<ὴ ἰ>σχύσω καμεῖν, μελετῶ τὸν ψαλμόν· Ἀλληλούϊα.» Μετὰ τῶν ἐργατῶν ὧν ἐκάλεσεν ἔνδον τοῦ ἀμπελῶνος ὁ κύριος, τοῦ καμεῖν καὶ ὑμεῖς ἐσπουδάσατε· τὸ σαθρὸν τῆς σαρκὸς ἀπωσάμενοι ἀγγέλων τάξιν ἀνελάβετε, ἵν᾽ εἰσέλθητε τὴν ἑνδεκάτην ὥραν μετὰ τῶν ἐνεγκάντων τὸν καύσωνα· καὶ ὑμῶν γὰρ ὁ κλῆρός ἐστι τῆς ᾠδῆς· Ἀλληλούϊα.
Ὁ εἰπών· «Ἐγὼ πέλω ἡ ἄμπελος καὶ ὑμεῖς μου ὑπάρχετε κλήματα» ἑρμηνεύων ἡμῖν τὴν συνάφειαν τὴν αὐτοῦ πρὸς ἡμᾶς τοῦτο ἔφρασε· διὸ ἐν τούτῳ ἐργασώμεθα ἵνα οὕτω γενώμεθα μετὰ κόπου ὡς αὐτὸς ἐν ἡμῖν καὶ ἡμεῖς ἐν αὐτῷ, ὅτι θέλει καὶ χαίρει ἀκούειν ἡμῶν· Ἀλληλούϊα.
Στερρωθέντες τῇ πίστει οὖν στήκετε, τοὺς αὐχένας ὑμῶν κάτω κάμπτοντες, τῇ ψυχῇ δὲ Χριστὸν ἄνω βλέποντες· τῶν ἐν γῇ παντελῶς μὴ φροντίσητε, καραδοκοῦντες καὶ σπουδάζοντες μετὰ τὸ μεταστῆναι τοῦ βίου τούτου κατοικῆσαι ἐν ταῖς τῶν ἁγίων μοναῖς, ἵνα ὥσπερ ἐνταῦθα βοᾶτε κἀκεῖ· Ἀλληλούϊα.
Ὁ καιρὸς τῆς χαρᾶς ὑμῶν ἔφθασεν· ὁ γὰρ κύριος τάχιον ἔρχεται, ὁ νυμφὼν τὸν νυμφίον ἐκδέχεται, καὶ ὑμεῖς ταῖς λαμπάσιν ἀστράπτετε· ὡς εὖ φρονοῦντες παρθενεύετε· παρθενεία γάρ ἐστι ψυχῆς ἁγνεία, δι᾽ ἧς ἔχετε βλέπειν τὴν δόξαν Χριστοῦ δᾳδουχοῦντες αὐτῷ καὶ βοῶντες ἀεί· Ἀλληλούϊα.
Ὑπ᾽ ἐμοῦ νῦν ὑμεῖς ἐδιδάχθητε κατακρίνειν ἐμὲ τότε μέλλοντες· διὰ τοῦτο κυρίῳ δεήθητε ἵνα ἄνεσιν εὕρω σὺν πᾶσιν ὑμῖν καὶ ἀπολαύσω σὺν ὑμῖν κἀγὼ τῆς χαρᾶς ἐκείνης τῆς αἰωνιζούσης· τοῦ Θεοῦ γάρ ἐστε εὐωδία ὑμεῖς, καὶ αἰτοῦμαι ὑμᾶς τοῦ συμψάλλειν ἀεί· Ἀλληλούϊα.
Τῶν ἀγγέλων τὸν βίον βιῶσαι νῦν μέγα ὑμῖν παρέσχεν ὁ κύριος· μεῖζον πάλιν καὶ τοῦτο εὑρήκατε, ἔχειν ὡς ἀδελφὸν τὸν ἡγούμενον πραέως πάντων ἀνεχόμενον, πτωχὸν ἤθει καὶ πλούσιον τῇ φρονήσει, τάξει ὑπὲρ ὑμᾶς καὶ βουλῇ καθ᾽ ὑμᾶς, πάντας στέργοντα, πάντας καλοῦντα εἰπεῖν· Ἀλληλούϊα.
Οὐκ ἀρκεῖ μοι ὁ λόγος πρὸς ἔπαινον τῆς τοσαύτης αὐτοῦ ἡμερότητος· καὶ εἰσὶν ἐν ὑμῖν μαρτυροῦντές μοι καὶ κυροῦντες τοῖς λόγοις τοὺς λόγους μου, ὅτι πολλάκις ἀπεδήμησαν ἐκ τῆς μάνδρας ταύτης πολλοὶ τῶν ἀμνῶν καὶ τῇ τούτου εὐχῇ ἐπανέλυσαν, οὓς δεξάμενος πάλιν προσήνωσε β<οᾶ>ν· Ἀλληλούϊα.
Σὺ οὖν, δέσποτα, ὡς παντοδύναμος τὴν ζωὴν ἡμῶν πᾶσαν κυβέρνησον· τῷ ποιμένι τὴν ποίμνην συντήρησον, καὶ ἐμὲ ταῖς εὐχαῖς αὐτοῦ στήριξον· τοῦ ἀγελάρχου τὸ μνημόσυνον πολλοῖς χρόνοις ἡμῖν ἐκτελεῖν παράσχου, καὶ τοὺς σοὺς οἰκτιρμοὺς ἐγκατάσπειρον πρὸς τὸ ψάλλειν τερπνῶς καὶ ἀεί σοι βοᾶν· Ἀλληλούϊα.
Ἔργον
Κείμενο
Ανοίγει το σχετικό χωρίο σε νέο παράθυρο.