Ἔργον
Ρωμανὸς ὁ Μελωδός – ᾈσμάτων ᾆσμα
Κοντάκιον εις σεισμόν και ικεσίαι μετανοίας
Ύμνος με αφορμή καταστροφικό σεισμό και πυρκαγιά, που καταλήγει σε εξομολόγηση, ικεσίες και παρακλήσεις μετανοίας.
Πλατφόρμα ἀναγνώσεως, ἀναζητήσεως καὶ νοηματικῆς πλοηγήσεως πατερικῶν καὶ βιβλικῶν κειμένων
Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.
Χρήση του Αναγνωστηρίου
Γρήγορη εύρεση Αναζητήστε απευθείας συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής.
Αναλυτική επιλογή Επιλέξτε πηγή και κατόπιν συγγραφέα, έργο, κεφάλαιο ή βιβλικό χωρίο.
Εργαλεία μελέτης Κατά την ανάγνωση μπορείτε να χρησιμοποιήσετε μετάφραση, σελιδοδείκτες, σημειώσεις και τις προσωπικές ρυθμίσεις εμφάνισης.
Ἔργον
Κοντάκιον εις σεισμόν και ικεσίαι μετανοίας
Ύμνος με αφορμή καταστροφικό σεισμό και πυρκαγιά, που καταλήγει σε εξομολόγηση, ικεσίες και παρακλήσεις μετανοίας.
Τῇ δʹ τῆς γʹ ἑβδομάδος τῶν νηστειῶν, κοντάκιον κατανυκτικὸν ψαλλόμενον εἰς ἕκαστον σεισμὸν καὶ ἐμπρησμόν, φέρον ἀκροστιχίδα τήνδε· 〈τοῦ ταπεινοῦ Ῥωμανοῦ ὁ ψαλμός.〉 Ἦχος δʹ, πρός· Ἐπεφάνης σήμερον. (Οἶκοι) πρός· Τῇ Γαλιλαίᾳ τῶν ἐθνῶν. Προοίμιον Τοὺς ἐν θλίψει, κύριε, κατεχομένους μὴ παρίδῃς κράζοντας ἐν μετανοίᾳ σοι, σωτήρ· «Τῇ εὐσπλαγχνίᾳ σου δώρησαι πᾶσιν ἀνθρώποις ζωὴν τὴν αἰώνιον.» Τὸ ἰατρεῖον τῶν ψυχῶν τοῖς γνώμῃ ἀρρωστοῦσι προέθηκεν ἀφθόνως ὁ μόνος τῶν σωμάτων καὶ τῶν ψυχῶν ἰατρευτής, ἵνα οἱ νοσοῦντες ἰατρείαν ἐξ αὐτοῦ αἰτοῦσι καὶ λαμβάνουσιν.
Ὁ ῥύστης μὲν γὰρ σπεύδει τὰ τραύματα πάντων θεραπεύειν καὶ πρὸ πάσης ἱκεσίας χαρίζεται πάντα συμφερόντως· συστέλλει δέ ποτε τὴν χεῖρα πρὸς δόσιν διεγείρων τὸ νωθρὸν τὸ τῶν ῥᾳθύμων, πλάττων ὡς σοφὸς τὴν ἴασιν τῶν πταιόντων, ἵνα παρέχῃ ζωὴν τὴν αἰώνιον.
Ὁ τῆς ζωῆς γὰρ χορηγός, ἡ πάντων σωτηρία πρὸς πάντας ἡπλωμένη, οὐ περιγραφομένη, ἀεὶ ἀέναος πηγὴ πᾶσι μὲν δωρεῖται ὡς δεσπότης ἀγαθὸς μεγάλα τὰ χαρίσματα· θέλει δὲ αἰτεῖσθαι τὰς χάριτας, ἵνα συνεθίσῃ τοὺς οἰκέτας τοῦ προσφέρειν τὴν δέησιν τούτῳ ὡς δεσπότῃ· ὀργίζεται δέ που ἐπὶ ῥαθυμίαις, προσποιούμενος ἀεὶ ὅπερ οὐκ ἔχει· χρηστότητος γὰρ τὸ ἔργον ὑπάρχει τοῦτο, ἵνα παρέχῃ ζωὴν τὴν αἰώνιον.
Ὑπόδειγμα δὲ ἀληθὲς τῆς τούτου εὐσπλαγχνίας καὶ ὅτι οὕτως ἔδει, ἐν σχήματι δὲ μόνῳ ὀργίζεται ὁ ἀγαθός, τοὺς Ἰσραηλίτας ἁμαρτήσαντάς ποτε καλῶν πρὸς ἐπιστροφὴν πρὸς τὸν Μωσέα λέγει τὸν δίκαιον· «Ἔασόν με, φίλε, θυμωθῆναι καὶ ἐκτρῖψαι τοῖς νόμοις μου τοὺς μὴ πειθαρχοῦντας» Κεκράτητο μὲν γὰρ τῇ φιλανθρωπίᾳ, ἐπιγράφει δὲ Μωσῇ δῆθεν τὸ σχῆμα· «Ἔασον, φησίν, ἐκτρίψω τοὺς ἀπειθοῦντας, ἵνα καὶ δώσω ζωὴν τὴν αἰώνιον.» Τούτῳ γὰρ δῆθεν τῷ Μωσῇ τὴν πᾶσαν ἐπιγράφει κατάστασιν ὁ κτίστης, δεικνὺς φιλανθρωπίας μεστὴν ὑπάρχειν τὴν ὀργήν· τίθησιν εἰς χεῖρας Μωϋσέως τοῦ θυμοῦ ὁ πλάστης τὴν διοίκησιν, ἱνὰ ἀκούων τούτου τὸ «Ἄφες με» ἔννοιαν κινήσῃ ὅτι ὅλως ἐξισχύει κρατεῖν αὐτοῦ, ὅταν ὀργισθείη, προσπέσῃ δὲ αὐτῷ καὶ κράξας βοήσῃ· «Ἀμνησίκακε Θεὲ καὶ πανοικτίρμον, οὐ μή σε ἀφῶ, ἂν μή μοι κατεπαγγείλῃ τούτοις παρέχειν ζωὴν τὴν αἰώνιον.» Ἄγαν ἦν οἰκονομικὸν καὶ τὸ τῆς Χαναναίας, ὅτιπερ θεραπεύειν ἀπείπετο ὁ κτίστης τὴν θυγατέρα τὴν αὐτῆς· «Ἆραι γὰρ τὸν ἄρτον τὸν τῶν τέκνων καὶ βαλεῖν κυσί, φησίν, οὐ δίκαιον.»
Ἔνδοθεν ὁ δεσπότης φιλάνθρωπος, ἔξωθεν ὀργίλος· οὐκ ὀκνεῖ γὰρ ὑπολήψεις προσκτήσασθαι τῶν καθυβριζόντων, σπουδάζων ὡς σοφὸς τὴν ὑβριζομένην στεφανῶσαι τὴν καλῶς ἀνεχομένην· οὔτε γὰρ ναρκᾷ τὸ γύναιον πρὸς τὴν ὕβριν, ἀλλὰ κα<ὶ α>ἰτεῖται ζωὴν τὴν αἰώνιον.
Πᾶσα γὰρ δόσις ἀγαθὴ καὶ πᾶν δώρημα κρεῖττον ἐξ ὕψους καταβαίνει ἐκ τοῦ πατρὸς τῶν φώτων, ὡς ὁ ἀπόστολός φησιν, ἀλλ᾽ οὐ κατ᾽ ἀνάγκην· τῇ αἰτήσει δὲ ἡμῶν θελήσει παραγίνεσθαι. Τῷ μὲν γὰρ ἡ ἀνάγκη ἐχθρά ἐστι πᾶσά τε ἡ βία· οὐ γὰρ θέλει τῶν ἀνθρώπων βιάζεσθαι γνώμας τὰς ἐν τούτοις· αὐτὸς ὡς ἀγαθὸς τὴν βίαν ἐκ τούτων ὑπομένει ἐνδιδούς· χαίρει γὰρ ὄντως παρὰ βιαστῶν ἁρπάζεσθαι βασιλείαν, πᾶσι δὲ δοῦναι ζωὴν τὴν 〈αἰώνιον〉.
Ἐν τούτοις βούλεται Θεός· ἡμεῖς δὲ ἀμελοῦμεν καὶ φεύγομεν προθέσει τὴν χάριν τοῦ σωτῆρος ἐπιθυμοῦντες τῶν κακῶν· πρᾶξις γὰρ ὁποία εὑρεθήσεται ἡμῖν ἢ ποῖος λόγος ἄξιος πρὸς τὸν ὑπὲρ ἀνθρώπων ἑλόμενον πάντα ὑπομεῖναι;
Τίς ἡμᾶς δὲ ἐξελεῖται καὶ ῥύσεται ἄρα ἐν ἀνάγκῃ; Καὶ μὴ αὐτὸς ἡμᾶς Χριστὸς καθ᾽ ἑκάστην προτρεπόμενος καλεῖ, καὶ οὐ φρονοῦμεν; Ὥσπερ γὰρ πατὴρ ἐπάγει τὴν σωφροσύνην ἵνα παράσχῃ ζωὴν τὴν 〈αἰώνιον〉.
Ἰδοὺ ὁποῖα γέγονε τῷ γένει τῶν ἀνθρώπων παρὰ τοῦ φιλανθρώπου καὶ ποῖα ἀντεδόθη ὑπὲρ ἁπάντων τῷ Θεῷ· τὸ φυτὸν τὸ πρῶτον, ὃ ἐφύτευσεν εὐθὺς καλὸν τῆς ἀνθρωπότητος, πῶς ἄκαρπον εὑρέθη καὶ ἄξιον τοῦ ἐκριζωθῆναι, τὸν δὲ φίλον ὅνπερ ἔσχε συνέστιον εὕρηκε προδότην;
Ἐκεῖνος μὲν ἐκ τῶν τῆς δημιουργίας προοιμίων τυραννεῖν διενοήθη, οὗτος πιστευθεὶς τὸν πλοῦτον Χριστὸν ἐπώλει· ὅθεν οὐκ ἔχει ζωὴν τὴν αἰώνιον. Ναρκοῦν λαμβάνει τὴν ἀρχὴν τὸ γένος τῶν ἀνθρώπων ἐκ τῆς τοῦ πρωτοπλάστου ῥίζης τοῦ ἁμαρτάνειν ἐξ ἐναντίας τῷ Θεῷ· ἀλλ᾽ ὁ ἐλεήμων φιλανθρώπως γεωργεῖ ἀρδείαις τοὺς χερσεύοντας, ποτὲ μὲν νουθεσίαις, ἠπείλει δὲ ἄλλοτε παιδεύων· πρὸς δὲ τούτοις καὶ προφήταις ἐχρήσατο νόμων ταῖς φυτείαις· ὅθεν τῇ ἀρετῇ τῇ τῆς γεωργίας ἐξεβλάστησε καλὸν δένδρον τῷ γένει ἐκ παρθενικῆς νηδύος ἐξανατέλλον, πᾶσι παρέχον ζωὴν 〈τὴν αἰώνιον〉.
Ὁπόσα μὲν οὖν ὁ Χριστὸς ἐτέλει φιλανθρώπως εἰς πάντων σωτηρίαν πᾶσι δῆλον ὑπάρχει τοῖς πεποιθόσιν ἐπ᾽ αὐτῷ· πῶς μὲν τοὺς τελώνας μαθητεύειν τοῖς αὐτοῦ ἐδίδαξεν ὡς εὔσπλαγχνος, καὶ ὅπως καὶ τὰς πόρνας ἐπαίδευσε χάριν μετανοίας· ἁλιεύει ἐκ ναμάτων καὶ γύναιον ἐκ τῆς Σαμαρείας· ἐκτρέφει θαυμαστῶς καὶ τοὺς ἀχαρίστους καὶ ἐχόρτασεν αὐτοὺς ἐν τῇ ἐρήμῳ· οἶνον δὲ αὐτοῖς ἐξ ὕδατος ἐχορήγει, πᾶσι παρέχων 〈ζωὴν τὴν αἰώνιον〉.
Ὑπὲρ ἁπάντων τῶν βροτῶν τὸ χρέος ἀποτίσας τὸ ἐκ τῆς ἁμαρτίας, ἐδίδαξε τοὺς πάντας τηρεῖν αὐτοῦ τὰς ἐντολάς· ἀλλ᾽ ἐπείπερ ταύτας οὐ φυλάττομεν ἡμεῖς βουλήσει παρατρέχοντες, ὀργῆς ἡμᾶς πολλάκις διήγειρεν ἅπαντας δειλία ἢ θυμὸς ὁ περιζέων θερμότητι πρὸς τὴν τιμωρίαν.
Ἀλλ᾽ ὥσπερ ἰατρὸς προσφέρει τῷ πάθει τὸ δριμύτατον ἀεὶ τὸ τῶν φαρμάκων, οὕτως ὁ Χριστὸς παιδεύει καὶ ἰατρεύει πᾶσι παρέχων 〈ζωὴν τὴν αἰώνιον〉. Ῥᾳδίως ἴδωμεν σαφῶς πῶς πάντας ἰατρεύει καὶ πάσαις δὲ ταῖς νόσοις ἐμπλάστρους προσαρμόζει ὁ τῶν ψυχῶν ἰατρευτής· οἶδε ποῖον πάθει ἐπιτήδειόν ἐστι καὶ χρήσιμον παράγγελμα· ἐπίσταται δὲ ποῖον χειρούργημα τραύματι ἁρμόζει· εἰ δὲ καὶ ταῖς κολακείαις ὁ πάσχων δὴ ἀποστασιάζει, λοιπὸν ἐφ᾽ ἕτερον μεταβαίνει τρόπον καὶ δι᾽ ἔργων τοῦ λοιποῦ εὐδρανεστέρων πράττει ὡς σοφὸς τὴν τέχνην τῆς ἰατρείας, ἵνα καὶ σχῶμεν ζωὴν τὴν αἰώνιον.
Ὡς γὰρ οὐ λόγων ἐπῳδαῖς τὰ πάντων ἰατρεύων εὑρῇ τοὺς ἀπειθοῦντας, μετέρχεται ἐν ἔργοις τὴν θεραπείαν τὴν ἡμῶν· σείει γὰρ τὴν κτίσιν καὶ ποιεῖ βρύχειν τὴν γῆν ἐκ τῶν ἁμαρτιῶν ἡμῶν· τὸν χρόνον τοῦ σεισμοῦ δὲ στενάξαντες, πάλιν πρὸς τὸ ἔθος ἐκδραμόντες λησμοσύνῃ δεδώκαμεν ἅπαντα τὸν φόβον.
Διὸ προσέταξε νεφέλαις πολλάκις τὰς ψεκάδας μηδαμῶς δοῦναι τῶν ὄμβρων, ἵνα τῆς ψυχῆς τὸ ῥᾴθυμον ἀφυπνίσῃ ὥστε αἰτεῖσθαι ζωὴν τὴν αἰώνιον. Μίαν, δευτέραν τὴν πληγὴν ὁ κτίστης ἐπιφέρων, ἀνθρώπους δὲ εὑρίσκων κρείττους μὴ γινομένους, ἀλλὰ καὶ χείρους ἑαυτῶν, τότε ἀθυμίαν ἐπιφέρει εἰς αὐτὴν τὴν τράπεζαν τῆς χάριτος, καυθῆναι συγχωρήσας τὰ ἅγια τὰ τῆς ἐκκλησίας, ὡς καὶ πρώην ἀλλοφύλοις ἐκδέδωκε κιβωτὸν τὴν θείαν· καὶ ἐξεχέετο ὁ θρῆνος τοῦ πλήθους ἐν πλατείαις τε ὁμοῦ καὶ ἐκκλησίαις· τὰ πάντα γὰρ πῦρ διέφθειρεν, εἰ μὴ ἔσχον † Θεὸν τὸν παρέχοντα πᾶσι † ζωὴν τὴν αἰώνιον.
Ἅπαντες ἴσασιν εἰκὸς τὰ τότε γεγονότα, ὧν εἰκότως ἡ μνήμη τὸν νοῦν αἰχμαλωτίζει καὶ τὴν διάνοιαν ὑμῶν καὶ ὀκνηροτέραν καὶ τὴν γλῶτταν τὴν ἡμῶν ποιεῖ πρὸς τὴν διήγησιν. Τὸ πῦρ μὲν γὰρ ταῖς ὕλαις ἐτρέφετο σπεῦδον διατρέχειν, ὑπ᾽ ἀνέμων ἐπιφόβων ὠθούμενον πρὸς τὸ κατακαίειν· ἡμεῖς δὲ πρὸς αὐτὸ τὸ πάθος ἀλγοῦντες εἰς κακίαν τὴν ὀργὴν μεταποιοῦμεν· οὐκ ἔγνωμεν γὰρ κἂν οὕτως μετανοῆσαι, ὥστε καὶ ἔχειν ζωὴν τὴν αἰώνιον.
Νεφέλης δίκην μὲν τὸ πῦρ ἐν ὅλῳ τῷ ἀέρι ἐκτύπει ἐξαστράπτον καὶ πάντα καταφλέγον, ἦχον καὶ φόβον ἐμποιοῦν, οὐκ ἀνέμοις εἶκον ἐναντίοις καὶ πολλοῖς, οὐχ ὕδατα φοβούμενον. Πρὸς τούτοις δὲ τὸ ὕδωρ ἐγείρετο τὸ ἐν τῇ θαλάσσῃ· τῶν ἀνθρώπων δὲ αἱ χεῖρες ἀνόνητοι πρὸς ἐπικουρίαν· ἀντέτεινεν αὐτοῖς τὸ πῦρ καὶ ἐνίκα, καὶ ἡ θάλασσα αὐτὴ ἐφιλονίκει· ἐκώλυε γὰρ τοὺς φεύγειν ἐπειγομένους, ὅθεν ἐκάλουν ζωὴν τὴν αἰώνιον.
Ὅμως ἵν᾽ εἴπω συνελών, πάντα τὰ ἐν τῷ ἄστει σὺν καὶ ταῖς ἐκκλησίαις ἅμα τῷ παλατίῳ πάσης ἐλπίδος ἦν ἐκτός, ὅσον ἐπ᾽ ἀνθρώποις· ἀλλὰ πάντα ὁ Θεὸς συνήθως ἐπεσκέψατο· διὰ μὲν τοὺς οἰκοῦντας τὸ ἔλεος καὶ τοὺς δεομένους σωφρονίζει καὶ παρέχει τὸν οἰκτιρμὸν πᾶσιν ὁ δεσπότης· διὰ δὲ τοὺς κακοὺς τοὺς μὴ βουλομένους ὑπ᾽ αὐτῆς τῆς ἀπειλῆς σωφρονισθῆναι ἐπάγει ὀργὴν ἐν στόματι μαχαίρας, ὥστε γνωρίζειν ζωὴν τὴν αἰώνιον.
Ὑπὸ μὲν τούτων τῶν δεινῶν κατείχετο ἡ πόλις καὶ θρῆνον εἶχε μέγα· Θεὸν οἱ δεδιότες χεῖρας ἐξέτεινον αὐτῷ ἐλεημοσύνην ἐξαιτοῦντες παρ᾽ αὐτοῦ καὶ τῶν κακῶν κατάπαυσιν· σὺν τούτοις δὲ εἰκότως ἐπηύχετο καὶ ὁ βασιλεύων ἀναβλέψας πρὸς τὸν πλάστην —σὺν τούτῳ δὲ σύνευνος ἡ τούτου—, «Δός μοι, βοῶν, σωτήρ, ὡς καὶ τῷ Δαυίδ σου τοῦ νικῆσαι Γολιάθ· σοὶ γὰρ ἐλπίζω· σῶσον τὸν πιστὸν λαόν σου ὡς ἐλεήμων, οἷσπερ καὶ δώσῃς ζωὴν τὴν αἰώνιον.» Ὅτε δὲ ἤκουσε Θεὸς φωνῆς τῆς τῶν κραζόντων καὶ τῶν βασιλευόντων, καὶ ἔδωκε τῷ ἄστει τοὺς φιλανθρώπους οἰκτιρμούς· ὀδυρμὸς πικρὸς γὰρ ἐγεγόνει δι᾽ αὐτοὺς ἀναιρεθέντας ξίφεσιν· γυναῖκες χηρείαν ὠδύροντο, παῖδες ὀρφανίαν, οἱ πατέρες ἀτεκνίαν, οἱ σύγγονοι στέρησιν συναίμων· ἄλλοι ἀπώλειαν ἐθρήνουν πραγμάτων, καὶ τὸ πένθος ἦν κοινὸν πάσῃ τῇ πόλει.
Ἔκειτο χαμαὶ ὁ θρόνος τῆς ἐκκλησίας ὅστις παρέχει ζωὴν τὴν αἰώνιον. Ψαλμοῖς ἐγέραιρόν ποτε Σοφίαν καὶ Εἰρήνην, δυνάμεις τὰς ἐνδόξους τῆς ἄνω πολιτείας, οἱ τοῦ βαπτίσματος υἱοί· ἔβλεπον δὲ ἄρτι τοὺς ναοὺς τοὺς ἱεροὺς κειμένους εἰς τὸ ἔδαφος· τὸ κάλλος τὸ ἐκ τούτων τὸ ἔνδοξον πλήρης ἦν σαπρίας· ὁ δὲ τόπος ὁ ἐκλάμπων φαιδρότητα φόβον νῦν ἠπείλει· ἀπήστραπτέ ποτε τὸ φῶς ἐκ τοῦ κάλλους, ἀπεδίωκε νυνὶ πῦρ τοὺς ὁρῶντας· μόνη δὲ ἡμῖν ἠλπίζετο σωτηρία ἥτις παρέχει ζωὴν τὴν αἰώνιον.
Ἀεὶ γὰρ πάντες οἱ πιστοὶ Θεῷ οἱ πεποιθότες ἐλπίζουσιν εἰκότως κρειττόνων ἀξιοῦσθαι· τοιαῦτα γὰρ τὰ τοῦ Θεοῦ. Ἂν γάρ τις ἀπίδῃ πρὸς τὴν Ἰερουσαλὴμ καὶ τὸν ναὸν τὸν μέγιστον ὃν Σολομὼν ἐκεῖνος ὁ πάνσοφος χρόνῳ μακροτάτῳ ἀνεγείρας καὶ κοσμήσας ἐποίκιλε πλούτῳ ἀπεράντῳ, ὅπως καταβληθεὶς εἰς ὕβριν ἐδόθη καὶ μένει ἐκπεσὼν καὶ οὐκ ἀνέστη, ἴδοι ἂν αὐτῆς τὴν χάριν τῆς ἐκκλησίας ἥτις παρέχει 〈ζωὴν τὴν αἰώνιον〉.
Λαὸς μὲν ὁ τοῦ Ἰσραὴλ ναοῦ ἀποστερεῖται· ἡμεῖς δὲ ἀντ᾽ ἐκείνου Ἀνάστασιν ἁγίαν καὶ τὴν Σιὼν ἔχομεν νῦν, ἥνπερ Κωνσταντῖνος καὶ Ἑλένη ἡ πιστὴ τῷ κόσμῳ ἐδωρήσαντο μετὰ διακοσίους πεντήκοντα χρόνους τοῦ πτωθῆναι.
Ἀλλ᾽ ἐνταῦθα μετὰ μίαν τῆς πτώσεως ἤρξαντο ἡμέραν τὸ τῆς ἐκκλησιᾶς ἐγείρεσθαι ἔργον· καὶ φαιδρύνεται λαμπρῶς καὶ τελειοῦται· οἱ μὲν βασιλεῖς δαπάνην φιλοτιμοῦνται, ὁ δὲ δεσπόστης ζωὴν τὴν αἰώνιον.
Μεγάλα ὄντως καὶ φαιδρὰ καὶ ἄξια θαυμάτων καὶ ὑπερβεβηκότα ἅπαντας τοὺς ἀρχαίους βασιλεῖς ἔδειξαν νυνὶ οἱ ἐν τῷ παρόντι τῶν Ῥωμαίων εὐσεβῶς τὰ πράγματα διέποντες· ἐν χρόνῳ γὰρ ὀλίγῳ ἀνέστησαν ἅπασαν τὴν πόλιν, ὡς καὶ λήθην ἐγγενέσθαι τοῖς πάσχουσι πάντων τῶν δυσκόλων· ὁ οἶκος δὲ αὐτὸς ὁ τῆς ἐκκλησίας ἐν τοσαύτῃ ἀρετῇ οἰκοδομεῖται ὡς τὸν οὐρανὸν μιμεῖσθαι, τὸν θεῖον θρόνον, ὃς καὶ παρέχει ζωὴν τὴν αἰώνιον.
Ὅσοι οὖν στέργομεν Χριστὸν καὶ σπεύδομεν ἐκείνῳ τὴν δόξαν ἀναπέμπειν, αἰτοῦμεν τὸν δεσπότην καὶ ποιητὴν τῶν οὐρανῶν τὸ τῆς ἐκκλησίας στερεῶσαι τῆς αὐτοῦ ἐγχείρημα καὶ ἕδρασμα, ἵν᾽ ἀξιωθῶμεν θεάσασθαι πᾶσαν πληρωθεῖσαν 〈⏑⏑–⏑ ⏑⏑–⏑〉 καὶ βρύουσαν χάριν τοῖς ὁρῶσιν ἐν λειτουργίαις τε ᾠδα[ῖς καὶ τοῖς] ὕμνοις, ἵνα καὶ οἱ βασιλεῖς καὶ οἱ πολῖται καὶ 〈οἱ〉 ἱερεῖς ἐν ταύτῃ ἀγαλλιῶνται πᾶσι δοθῆναι ζωὴν τὴν αἰώνιον.
Σῶτερ, [ἀθάνατε υἱὲ] πατρὸς προαιωνίου, πᾶσαν σῶσον τὴν πόλιν, σῶσον τὰς ἐκκλησίας, σῶσον δὲ καὶ τοὺς βασιλεῖς· λύτρωσαι τὸ ἄστυ ἀπὸ πάσης ταραχῆς, σεισμοῦ, λιμοῦ καὶ θνήσεως· πᾶσαν τὴν πολιτείαν περίσωσον, πάνσοφε δυνάστα, καὶ ἐμοὶ δὲ τῷ ἀθλίῳ τὴν ἄφεσιν δὸς τὴν τῶν πταισμάτων· τῶν περιεχόντων δεινῶν ἐξελοῦ με καὶ θεράπευσον ἐμοῦ τὴν ἀθυμίαν· ταύτην τὴν ζωὴν ἀπρόσκοπον διοδεῦσαι δός μοι, κἀκεῖ δὲ ζωὴν τὴν 〈αἰώνιον〉.
Τῇ δʹ τῆς εʹ ἑβδομάδος τῶν νηστειῶν, κοντάκιον κατανυκτικὸν φέρον ἀκροστιχίδα τήνδε· 〈προσευχὴ Ῥωμανοῦ〉 ἦχος πλάγιος δʹ, πρός· Ὁ χρόνος μου συντελεῖται. Προοίμιον Τοῦ φοβεροῦ δικαστοῦ τὴν ἐξέτασιν ἐν τῇ ζωῇ σου, ψυχή, ἐνθυμήθητι, καὶ μνήσθητι τῶν στεναγμῶν τοῦ τελώνου, τῶν ὀδυρμῶν τῆς πόρνης, κραυγάζουσα ἐν κατανύξει· «Ταῖς εὐχαῖς τῶν ἁγίων ἱλασμόν μοι παράσχου, ὁ θέλων πάντας τοὺς ἀνθρώπους σωθῆναι.» Πολλοὶ διὰ μετανοίας τῆς παρὰ σοῦ φιλανθρωπίας ἠξιώθησαν· τελώνην στενάξαντα καὶ πόρνην δακρύσασαν ἐδικαίωσας· τῇ προθέσει γὰρ προβλέπεις καὶ παρέχεις τὴν ἄφεσιν· μεθ᾽ ὧν κἀμὲ ἐπίστρεψον ὡς ἔχων πλῆθος οἰκτιρμῶν, ὁ θέλων πάντας τοὺς ἀνθρώπους σωθῆναι.
Ῥερύπωται ἡ ψυχή μου ἐνδεδυμένη τὸν χιτῶνα τῶν πταισμάτων μου· αὐτὸς δὲ παράσχου μοι ἀπὸ τῶν ὀμμάτων μου ῥεῦσαι ὕδατα, ἵνα ταύτην καθαρίσω διὰ τῆς κατανύξεως· λαμπρὰν στολήν με ἔνδυσον ἀξίαν τοῦ γάμου σου, ὁ θέλων πάντας τοὺς ἀνθρώπους σωθῆναι.
Ὁ χρόνος μου συντελεῖται, ὁ δὲ φρικτός σου θρόνος λοιπὸν εὐτρεπίζεται. Ὁ βίος παρέρχεται, ἡ κρίσις ἐκδέχεται ἀπειλοῦσά μοι τοῦ πυρὸς τὴν τιμωρίαν καὶ τὴν φλόγα τὴν ἄσβεστον· δακρύων ὄμβρους πέμψον μοι καὶ σβέσον αὐτῆς τὴν ἰσχύν, ὁ θέλων πάντας τοὺς ἀνθρώπους σωθῆναι.
Συμπάθησον τῇ φωνῇ μου ὡς τῷ ἀσώτῳ ὑϊῷ, πάτερ οὐράνιε· κἀγὼ γὰρ προσπίπτω σοι καὶ κράζω ὡς ἔκραξε· «Πάτερ, ἥμαρτον.» Μὴ παρώσῃς με, σωτήρ μου, τὸν ἀνάξιον παῖδά σου, ἀλλ᾽ εὔφρανον καὶ ἐπ᾽ ἐμοὶ τοὺς σοὺς ἀγγέλους, ἀγαθέ, ὁ θέλων πάντας τοὺς ἀνθρώπους σωθῆναι.
Ἐμὲ γὰρ 〈καὶ〉 ὑϊόν σου καὶ κληρονόμον ἑαυτοῦ ἔδειξας χάριτι· ἐγὼ δὲ προσκρούσας σοι αἰχμάλωτος γέγονα καὶ δεδούλωμαι τῇ βαρβάρῳ ἁμαρτίᾳ πεπραμένος ὁ ἄθλιος. Τὴν σὴν εἰκόνα οἴκτειρον καὶ ἀνακάλεσαι, σωτήρ, ὁ θέλων πάντας τοὺς ἀνθρώπους σωθῆναι.
Ὑπνοῦντά με ῥαθυμίᾳ ὁ πονηρὸς ἐξαγρυπνῶν ἐσυλαγώγησε· τὸν νοῦν μου ἐπλάνησε, τὴν φρένα ἐσύλησε καὶ διήρπασε τὸν τῆς χάριτός σου πλοῦτον ὁ λῃστὴς ὁ ἀρχέκακος· ἀλλ᾽ ἔγειρον πεσόντα με καὶ ἀνακάλεσαι, σωτήρ, ὁ θέλων πάντας τοὺς ἀνθρώπους σωθῆναι.
Χρῄζω τῆς σῆς βοηθείας, ὥσπερ ὁ Πέτρος ἐν θαλάσσῃ χειμαζόμενος· τοῦ βίου τὸ πέλαγος βαδίζων ποντίζομαι, καὶ προσπίπτω σοι· ἐγγισάτω μοι ἡ χείρ σου καὶ σωσάτω με, κύριε· ὡς ἐκ βυθοῦ ἀνάγαγε ἐκ τοῦ χειμῶνος τῶν κακῶν, ὁ θέλων πάντας τοὺς ἀνθρώπους σωθῆναι.
Ἤκουσα καὶ τοῦ προφήτου προτρεπομένου με περὶ τῆς σωτηρίας μου· εἰπὼν γὰρ ἐγγίζειν σε τοῖς ἐπικαλουμένοις σε, διεγείρει με συνεχέστερον βοᾶν σοι καὶ καλεῖν σε εἰς ἀντίληψιν. Τῶν οἰκτιρμῶν σου μνήσθητι καὶ ἔγειρόν με ὡς Θεός, ὁ θέλων πάντας τοὺς ἀνθρώπους σωθῆναι.
Ῥύστην σε, σωτήρ, γινώσκω μετανοοῦντα ἐπὶ πάσαις ταῖς κακίαις μου· ἐξάλειψον τὰ πταίσματα, ὑπόγραψον ἄφεσιν, ἀμνησίκακε· τὸ χειρόγραφόν μου σχίσον καὶ ἐμὲ ἐλευθέρωσον· αὐτὸς γὰρ πέλεις, κύριε, ὁ βασιλεύς μου καὶ Θεός, ὁ θέλων πάντας τοὺς ἀνθρώπους σωθῆναι.
Ὢ ἀφροσύνη· φοβοῦμαι καὶ ἐννοῶν τὸν ὀδυρμὸν οὐ σωφρονίζομαι· πτοοῦμαι τὴν κόλασιν καὶ ἔργα κολάσεως διαπράττομαι· δειλιῶ μαστιγωθῆναι καὶ τὸ πταίειν οὐ παύομαι. Ὀψὲ ποτὲ ἀνάνηψιν παράσχου μοι, μόνε σωτήρ, ὁ θέλων 〈πάντας τοὺς ἀνθρώπους σωθῆναι〉.
Μικρὸν ὀδυνᾷ με, οἴμοι, ἡ ἁμαρτία δολερὸν ἔχουσα φάρμακον· αὐτή μοι συνήγορος, αὐτὴ καὶ κατήγορος ἀναδείκνυται· τὴν δοκοῦσαν συμβουλεύειν αὐτὴν βλέπω ἐπίβουλον· αὕτη βοθρίσαι σπεύδει με, αὐτῆς με λύτρωσαι, σωτήρ, ὁ θέλων 〈πάντας τοὺς ἀνθρώπους σωθῆναι〉.
Ἀεὶ κρυπτῶς μαστιγοῦμαι· τὸ συνειδὸς γὰρ ἑαυτοῦ καταδικάζει με καὶ κριτήριον κέκτημαι τὸν ἴδιον ἔλεγχον τιμωροῦντά με, πρὸ τοῦ ἥξω καὶ ὑφέξω τὸν αἰώνιον βάσανον. Ἐνταῦθά με διόρθωσαι καὶ τότε φεῖσαί με, σ[ωτήρ], ὁ θέλων πάντας τοὺς ἀνθρώπους σωθῆναι.
Νυνὶ καιρὸς μετανοίας τοῖς βουλομένοις τὸ τάλαντον πραγματεύσασθαι· πανήγυρις ἵσταται, κἀγὼ οὐκ ἐργάζομαι ἵνα λήψομαι τὸν καρπὸν τῆς ἐργασίας καὶ τοῦ κόπου τὴν ἄνεσιν· πρὸ τοῦ λυθῇ τὸ θέατρον, δώρησαι τὴν ἐπιστροφήν, ὁ θέλων πάντας τοὺς ἀνθρώπους σωθῆναι.
Ὁ Παύλου λόγος ὠθεῖ με προσκαρτερεῖν σου τῇ εὐχῇ καὶ ἀναμένειν σε. Θαρρῶν οὖν προσεύχομαι· σαφῶς γὰρ ἐπίσταμαι τὰ ἐλέη σου, ὅτι πρῶτός μοι προσέρχῃ, καὶ καλῶ εἰς ἀντίληψιν· χρονίζεις δὲ ἱνά μοι δῷς τῆς προσεδρείας τὸν μισθόν, ὁ θέλων πάντας τοὺς ἀνθρώπους 〈σωθῆναι〉.
Ὑμνεῖν καὶ δοξολογεῖν σε ἐν πολιτείᾳ καθαρᾷ δώρησαι πάντοτε· συμπράττειν τοῖς λόγοις μου τὰ ἔργα εὐδόκησον, παντοδύναμε, ἵνα ψάλλω καὶ λαμβάνω παρὰ σοῦ τὰ αἰτήματα· ἁγνὴν εὐχὴν προσφέρειν σοι παράσχου μοι, μόνε Χριστέ, ὁ θέλων πάντας τοὺς ἀνθρώπους 〈σωθῆναι〉.
Εὐχὴ κατὰ στίχον, ποίημα Ῥωμανοῦ τοῦ Μελῳδοῦ Δεῦτε πάντες πιστοί, προσκυνήσωμεν τὸν σωτῆρα Χριστὸν καὶ φιλάνθρωπον, τὸν υἱὸν τοῦ Θεοῦ καὶ μακρόθυμον, τὸν δεσπότην καὶ μόνον ἀθάνατον, ὃν ὑμνοῦσιν ἀγγέλων τὰ τάγματα, ἀσωμάτων οἱ δῆμοι δοξάζουσιν, ἐκ πυρίνων γλωσσῶν ἀνακράζουσι, τρισαγίαις φωναῖς ἀναμέλπουσι, τὸν τρισάγιον ὕμνον ἐξᾴδοντες, ἐπινίκιον αἶνον προσφέροντες· τὸν πατέρα ὑμνοῦσι καὶ κύριον, τὸν υἱὸν σὺν τῷ πνεύματι σύνθρονον· τῇ οὐσίᾳ μονάς ἐστιν ἄτμητος, ἐν τρισὶ τοῖς προσώποις μερίζεται· ἡ ὑπέρθεος δύναμις σέβεται, ὑπὸ πάσης τῆς κτίσεως ᾄδεται.
Θεοτόκε παρθένε, παντάνασσα, μὴ παρίδῃς ἡμᾶς τοὺς οἰκέτας σου κινδυνεύοντας βίου τῷ κλύδωνι, καὶ ἀστάτῳ θηρὶ προσριπτούμενοι· ὑπερτέρα τῶν ἄνω δυνάμεων, περιστερὰ χρυσωθεῖσα τῷ πνεύματι, ἀποστόλων τὸ κλέος καὶ καύχημα, προφητῶν καὶ μαρτύρων τὸ †σύστημα† καὶ τοῦ κόσμου παντὸς ἡ βοήθεια, χρυσοπλοκώτατε πύργε καὶ πάντιμε, δωδεκάπυλε πόλις, παράδεισε, μυροθήκη τοῦ πνεύματος πάντερπνε, τεῖχος ἄμαχον θεῖον καὶ στήριγμα, τῶν πιστῶν ἀνακτόρων προπύργιον καὶ ψυχῶν εὐσεβῶν ἀμυντήριον καὶ σωμάτων ἁγνῶν φυλακτήριον, σὲ γεραίρομεν, ἄχραντε δέσποινα, τὸν υἱόν σου ὑμνοῦμεν καὶ κύριον, τὸν Χριστὸν καὶ τὸν μόνον φιλάνθρωπον, ὅπως εὕρωμεν χάριν καὶ ἔλεος ἐν ἡμέρᾳ τῆς κρίσεως, δέσποινα.
Τότε, κύριε, κύριε, ῥῦσαί με, τοῦ πυρὸς τοῦ ἀσβέστου με λύτρωσαι· μή με λάβῃ Σατὰν ὁ παμπόνηρος, μή με δείξῃς δαιμόνων ἐπίχαρμα· ὅτι μόνος ἐγὼ ἐπλημμέλησα, τὴν ψυχὴν καὶ τὸ σῶμα ἐσπίλωσα καὶ τὸν βίον μου ὅλον ἐρρύπωσα.
Τί ποιήσω οὐκ οἶδα ὁ ἄθλιος· διὰ τοῦτο κραυγάζω τὸ «Ἥμαρτον»· ὡς ὁ ἄσωτος ἦλθον καὶ δέομαι ὡς ἡ πόρνη τὰ δάκρυα ῥέουσα· ἀλλά, κύριε, κύριε, ῥῦσαί με ἐκ βορβόρου τῶν ἔργων καὶ σῶσόν με· ὡς ποιμὴν ἀγαθὸς μὴ ἐάσῃς με τῶν παθῶν τοῖς κρημνοῖς πελαζόμενον· κεχωσμένον τοῖς πάθεσιν ἔξελε καὶ τῷ θείῳ φωτί σού με κάθαρον, ἵνα βλέψω τὴν θείαν εἰκόνα σου καθαρῷ συνειδότι καὶ φθέγξωμαι· «Σοὶ γὰρ πρέπει τιμὴ καὶ προσκύνησις, τῷ πατρὶ καὶ υἱῷ σὺν τῷ πνεύματι ὑπὸ πάσης τῆς κτίσεως πάντοτε εἰς αἰῶνας αἰώνων, φιλάνθρωπε.»
Ἔργον
Κείμενο
Ανοίγει το σχετικό χωρίο σε νέο παράθυρο.