Ἔργον
Ρωμανὸς ὁ Μελωδός – ᾈσμάτων ᾆσμα
Κοντάκια εις τον Πάγκαλον Ιωσήφ
Εκτενής αναφορά στον βίο του Ιωσήφ του Παγκάλου, τις δοκιμασίες του από τα αδέλφια του και τη στάση του στην Αίγυπτο ως πρότυπο σωφροσύνης.
Πλατφόρμα ἀναγνώσεως, ἀναζητήσεως καὶ νοηματικῆς πλοηγήσεως πατερικῶν καὶ βιβλικῶν κειμένων
Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.
Χρήση του Αναγνωστηρίου
Γρήγορη εύρεση Αναζητήστε απευθείας συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής.
Αναλυτική επιλογή Επιλέξτε πηγή και κατόπιν συγγραφέα, έργο, κεφάλαιο ή βιβλικό χωρίο.
Εργαλεία μελέτης Κατά την ανάγνωση μπορείτε να χρησιμοποιήσετε μετάφραση, σελιδοδείκτες, σημειώσεις και τις προσωπικές ρυθμίσεις εμφάνισης.
Ἔργον
Κοντάκια εις τον Πάγκαλον Ιωσήφ
Εκτενής αναφορά στον βίο του Ιωσήφ του Παγκάλου, τις δοκιμασίες του από τα αδέλφια του και τη στάση του στην Αίγυπτο ως πρότυπο σωφροσύνης.
Τῇ ἁγίᾳ καὶ μεγάλῃ βʹ, κοντάκιον εἰς τὸν Ἰωσήφ, φέρον ἀκροστιχίδα τήνδε· 〈ἀλφάβητον Ῥωμανοῦ〉 πρός· Ὁ υἱός σου παρθένε πανάμωμε· πλ. δʹ Προοίμιον Ὁ Ἰακὼβ τῷ χιτῶνι συνεκόπτετο, οἱ ἀδελφοὶ ἀσπλαγχνίαν ἐπεδείξαντο· τὸν Ἰωσὴφ γὰρ δουλώσαντες τοῖς ἀνόμοις ἐπίπρασκον· ἀλλ᾽ εἰς Θεὸν τὴν ἑαυτοῦ πᾶσαν ἐλπίδα θέμενος, καὶ βασιλείας δι᾽ αὐτοῦ στέφος ἐφόρεσε βοῶν· Μέγας μόνος Κύριος ὁ σωτὴρ ἡμῶν.
Ἀντλήσωμεν, ἄνθρωποι, σωτήρια νάματα καρδίας εὐφραίνοντα· οἱ διψῶντες σωφροσύνην, πορευθῶμεν ἐν τῷ λάκκῳ 〈σπουδῇ〉 τοῦ Ἰωσήφ· τούτου 〈γὰρ〉 ὁ πίνων οὐ διψήσει οὐδέποτε· ἀθάνατον ὕδωρ βρύει ἐκεῖ· πῶς δὲ ἀθάνατον ἐκεῖ ὕδωρ πηγάζει ἐρεῖτέ μοι, πάντως ὁ ἄνυδρος ὤν.
Ὁ ἐν τῷ Ἰωσὴφ τύπος γενόμενος Χριστὸς αὐτὸς βρύων ποτίζει, ὡς καὶ τὴν Σαμαρῖτιν· δι᾽ αὐτὸ πίστει ἀρυσώμεθα· ὑπάρχει γὰρ μέγας μόνος Κύριος ὁ σωτὴρ ἡμῶν. Βασιλικοὶ στέφανοι κοσμοῦσι τοὺς σώφρονας ὀνείροις προλάμποντες· διὰ τί δὲ δι᾽ ὀνείρων προφητεύει τὰς ἐκβάσεις αὐτῶν, μάθε, πιστέ.
Χρηστῶν πολιτείας ἐπανάγων εἰς κρείττονα, Θεὸς ζωγραφεῖ 〈σοι〉 τὰς ἀρετάς, ὥσπερ οὖν καὶ τὰ πονηρὰ στηλογραφεῖ σοι, τῶν πειρασμῶν εἰκόνας καθ᾽ ὕπνον δηλῶν· προτρέπων, νουθετῶν, ἀσφαλίζεται πάντα 〈σοι〉· ἀγρυπνῶν γὰρ ὁ πλάστης σε τειχίζει ὑπνοῦντα, γνωριῶν ἤδη σοι τὰ μέλλοντα· ὑπάρχει γὰρ μέγας μόνος Κύριος ὁ σωτὴρ ἡμῶν.
Γραφὴ προϋπέστρωσε τὸ σκάμμα τοῦ σώφρονος, καὶ μάθωμεν, σώφρονες, μιμησώμεθα τὸν νέον, πῶς κατέσβεσε τῆς πορνείας τὸ πῦρ χόρτῳ σαρκός· οὐδέπω γὰρ ὄντως ἡ γραφὴ οὐκ ἀπέθανεν, ἀλλὰ διαμένει ζῶσα ἀεί· στήλη ἁγνείας χαλκευθεὶς ὁ νεανίας τοὺς θέλοντας διδάσκει ἁγνείαν φιλεῖν.
Σαλπίζει ἡ γραφὴ τοὺς πολέμους τοὺς σαρκικούς, ἵνα σοι παραστήσῃ ὅπλον τὴν παρθενίαν· ἀλλὰ κα<ὶ ο>ἱ ταύτην ἀγαπήσαντες κραυγάσωμεν· Μέγας μόνος Κύριος 〈ὁ σωτὴρ ἡμῶν.〉 Δραγμὰς εἶδεν ἕνδεκα δραγμῇ ᾗ ἐδέσμησεν αὐτῇ προσκυνήσαντας· καὶ ἀπλάστως διηγεῖται τῷ πατρὶ αὐτοῦ τὸ ὄναρ αὐτοῦ ὁ Ἰωσήφ· καὶ ἔστησαν γνώμην ὡς πληγέντες οἱ σύγγονοι ἐπὶ τῇ ἐλπίδι τοῦ ἀδελφοῦ· ποῖος δέ, φίλοι, ἀδελφός, ἂν βασιλεύσῃ, οὐ σπεύδει ὑπὲρ πάντας ὑψοῖν ἀδελφούς;
Ἀλλ᾽ ὤτρυνεν αὐτοὺς ἐν τῷ φθόνῳ ὁ Σατανᾶς, καὶ χορὸν συνημμένον ὡς 〈τὸν〉 τῶν ἀποστόλων ἐμβαλὼν ζῆλον, ἀπεχώρισε κραυγάζοντα· Μέγας 〈μόνος Κύριος ὁ σωτὴρ ἡμῶν.〉 Ἐνύπνιον δεύτερον ἰδών, τῷ πατρὶ αὐτοῦ φησιν ὅτι «Ἥλιος καὶ σελήνη καὶ ἀστέρες προσεκύνουν με ῥυθμῷ, τῷ ἀριθμῷ δέκα καὶ εἷς. —Φαντάζει, παιδίον, βασιλεῦσαι πειρώμενος,» ὁ πρέσβυς ἀντέφη τῷ Ἰωσήφ· «μάθε καθεύδειν ὡς ποιμὴν πρόβατα βόσκων· βαρὺ προσκυνεῖσθαι υἱὸν ἐκ πατρός.
Χιτῶνά σοι διδῶ τὸν ποικίλον ἀντὶ λαμπρᾶς πορφυρίδος, καὶ στέφος τὸν χορὸν τῶν συγγόνων ὃν ἐμοὶ Κύριος χαρίσηται· ὑπάρχει γὰρ μέγας μόνος Κύριος 〈ὁ σωτὴρ ἡμῶν.〉 Ζητῆσαι τὰ πρόβατα, ἀρνίον μου, ἄπιθι πρὶν λύκοι σε ἔδονται», τῷ παιδὶ ἔφη ὁ πρέσβυς. Καὶ δὴ ὥρμησεν ἐν τῇ ποίμνῃ σπουδῇ ὁ Ἰωσήφ· ὅντινα ἰδόντες οἱ συναίμονες τρέχοντα· «Καλῶς, φασίν, ἦλθεν ὁ βασιλεύς· βάψωμεν αἵματι αὐτοῦ τὴν πορφυρίδα· ἐγκαινίσει πρόκενσον ἐν πύλαις νεκρῶν.» Ῥουβὶμ δὲ συναλγῶν πάντας πείσας ῥίπτει αὐτὸν ἐν τῷ λάκκῳ βοῶντα· «Οἴμοι τῆς βασιλείας· τοῦτο νῦν ἐστι τὸ παλάτιον;» Καὶ ἔκραξε· Μέγας μόνος Κύριος ὁ σωτὴρ ἡμῶν.
Ἡ πρόθεσις ἔσφαξε τὸ λογικὸν πρόβατον, καὶ δεῖπνον παρέθηκαν· μασησάμενοι τὰ μέλη, ἐπεζήτησαν καὶ κέρδους τροφὴν οἱ ἀδελφοί. Φησὶ γάρ· «Ἰούδας τοῖς συγγόνοις βουλεύεται· Πραθείτω τὸ μῦρον τῶν ἀδελφῶν.» Ὢ ἀπὸ πόσων γενεῶν λάμπει Ἰούδας· ὢ τῆς προδοσίας ἀρχαία εἰκών.
Καὶ εἴκοσι χρυσῶν διεπράθη ὁ συγγενής, ἄνευ τοῦ ἱματίου δοθεὶς Ἰσμαηλίταις· εἰ πωλεῖς, δὸς καὶ τὸ ἱμάτιον τῷ κράζοντι· Μέγας μόνος Κύριος 〈ὁ σωτὴρ ἡμῶν.〉 Θηρῶν ἀγριώτεροι οἱ ἀδελφοὶ ὤφθησαν τὸ τέλος πωλήσαντες, λεαινῶν μὴ συγχωρούντων ἀφαρπᾶσαι ἐξ ἀγκάλων ποτὲ σκύμνον αὐτῶν.
Αἵματι ἐρίφου τὸν χιτῶνα μολύναντες, προσήγαγον τοῦτον τῷ Ἰακώβ· βλέπων ὁ γέρων συμφοράν, πλείω καμίνου φλεγόμενος τὰ σπλάγχνα, τὸ τέκνον θρηνεῖ· «Οἴμοι, βοῶν, υἱέ, ἀνῃρέθης ὑπὸ θηρός; Ὁ χιτὼν σῶός ἐστι· σὺ πῶς μόνος ἐβρώθης;
Ποῦ τῶν σῶν σκήπτρων τὰ ὁράματα; Πῶς ἔκραζες· Μέγας μόνος Κύριος ὁ σωτὴρ ἡμῶν;» Ἰδὼν ὁ νεώτερος δεσπότην, αἰφνίδιον ὡς γέρων παρίστατο λέγων· «Ὀνειροπολοῦμαι· τὰς ἡμέρας καὶ τὰς νύκτας ἐμὲ χρὴ καρτερεῖν· δραγμῶν καὶ ἡλίου καὶ σελήνης προσκύνησις καὶ ἕνδεκα ἄστρων ἔδυσαν νῦν· δεί〈ξας〉 οὖν τὴν ὑπακοὴν τοῖς ἀδελφοῖς μου, οὐ λύω τῶν πατέρων θεσμοὺς εὐπρεπεῖς· εἰ γὰρ ὁ Ἰσαὰκ εἰς θυσίαν εἶξε πατρὶ μόνο〈ς〉 μόνῳ προστάξας, πῶς ἐμὲ δουλωσάντων ἀδελφῶν δέκα μὴ ἀνέξομαι καὶ κράξομαι· Μέγας μόνος Κύριος ὁ σωτὴρ 〈ἡμῶν;〉» Κατέλαβεν Αἴγυπτον ὁ λογικὸς ἥλιος ἐν ζόφῳ κρυπτόμενος, ὃς ἐν πράσει τῇ δευτέρᾳ ἀνατέλλει εἰς τὸν οἶκον ὡς φῶς τοῦ Πετεφρῆ.
Ἡ χάρις δὲ τοῦτον πανταχοῦ ὡραΐζουσα ἀστράπτειν ἐποίει ταῖς ἀρεταῖς· ὅθεν αὐτὸς ὁ Πετεφρῆς σώφρονα βλέπων χειροτονεῖ ἐπάνω αὐτὸν τῶν αὐτοῦ. Ἀλλ᾽ ἦλθεν ἡ γυνὴ κάτω ῥίψαι τὸν ὑψηλόν· πότε γὰρ λείπει Εὔα τὴν τοῦ ὄφεως γνώμην;
Ἥν, λαοί, πάλιν θεωρήσαντες κραυγάσωμεν· Μέγας μόνος Κύριος ὁ σωτὴρ ἡμῶν. Λαμπρότητος ἄγαλμα ὁρῶντα τὸ γύναιον χαυνοῦται ὡς γύναιον, καὶ τὸν νέον κατεπάτει προκαλοῦσα εἰς τὴν κοίτην πεσεῖν τὴν τοῦ ἀνδρός.
Αὐτὸς δὲ τὸ σθένος τῆς ἀνδρείας ὑπήλειψε, φυγῇ νικῶν πτῶμα τέχνῃ καλῇ· πρώτην οὖν πάλην ἐξελθὼν ὁ νικηφόρος, καὶ πάλιν κατεπάτει αὐτὸν ἡ μαινάς· κα<ὶ ε>ὑροῦσα μοναχὸν ἐν τῷ οἴκῳ, ἀμεριμνεῖ καὶ ἁλύσεως δίκην δράσσεται τοῦ χιτῶνος· ἀλλ᾽ αὐτὸς ἄνω βλέπων, οὕτως ἀνεκραύγασε· Μέγας μόνος Κύριος 〈ὁ σωτὴρ ἡμῶν.〉 «Μαρᾶναι τὸ ἄνθος μου, τὸ ἄνθος τῆς χάριτος, ἐγὼ οὐκ ἀνέχομαι· κἂν κρατῇς με τοῦ χιτῶνος, οὐ γυμνοῖς με σωφροσύνης», φησὶν ὁ Ἰωσήφ· «Μὴ νόμιζε, γῦναι, τὸ σφάλμα ἀκατόπτευτον· Θεὸς ἡμᾶς βλέπει ἐξ οὐρανοῦ· γένος οὐκ οἶδεν Ἀβραὰμ μίγνυσθαι πόρναις· μὴ θελήσῃς τεφρῶσαι τὸν σὸν Πετεφρῆν· δεσπόζεις μου αὐτὴ εἰς τὴν πρᾶσιν, ὁμολογῶ· ἀλλ᾽ ἐγὼ εἰς τὴν πρᾶξιν σοῦ δεσπόζω· ἐλπίζω εἰς Θεόν· ἔχε τὸν χιτῶνά μου· ὑπάρχει γὰρ μέγας μόνος Κύριος ὁ σωτὴρ 〈ἡμῶν.〉» Νικήσας ὁ ἄρρηκτος πορνείας παλαίσματα, πηδᾷ ἐκ τοῦ σκάμματος ὁ εὐσχήμων, ἐν 〈τῇ〉 γνώσει προσκυνῶν τὸν ἀγωνοθέτην Θεὸν ὁ εὐστεφής.
Ἀντὶ δὲ βραβείου, εἰς φρουρὰν ἀποκλείεται· ἡ γὰρ Αἰγυπτία τέχνῃ πικρᾷ τὸν Πετεφρῆν παρώξυνε συκοφαντίαις, τὸ σφάλμα ἀνακλῶσα εἰς τὸν εὐγενῆ· δεικνύουσα αὐτῷ τὸν χιτῶνα τοῦ Ἰωσὴφ καὶ δακρύων πελάγει πνιγομένη τῷ πόθῳ, εἰς εἱρκτὴν πείθει ἐκπεμφθῆναι τὸν κραυγάζοντα· Μέγας μόνος Κύριος ὁ σωτὴρ ἡμῶν.
Ζενοπρεπῶς ὤργισται, καινοπρεπῶς μαίνεται ὁ ἀληθῶς μάγειρος· πόθεν γὰρ αὐτῷ σοφία τῆς ἁγνείας παιδευθῆναι τὸν νοῦν, ὁ ἀμαθής; Εἰ φρόνησιν εἶχεν, οὐκ ἂν τὸν δόλον ἔλαθε· κριτὴς ἐγένο<υ ἄ>φρων· τῷ Ἰωσὴφ μάρτυς ὑπάρχει ὁ χιτών· ποῦ οὖν ὑπάρχει ἐρεύνησον, καὶ βλέπε εἰ πιστή ἐστι· εἰ ἔφυγεν αὐτόν, πῶς κατέχει τούτου στολήν;
Ἀδικεῖν μὲν νομίζεις τὸν ἐλεύθερον δοῦλον, ἀλλ᾽ αὐτὸν ὄψει ὡς φῶς λάμποντα καὶ κράζοντα· Μέγας μόνος Κύριος ὁ σωτὴρ ἡμῶν. Οἰκεῖ δεσμωτήριον τὸ αἷμα τὸ τίμιον ἀνθ᾽ ὧν οὐκ ἠσέβησε, καὶ γίνεται ξενοδόχος τὸν προπάτορα Ἀβρὰμ ζωγραφῶν ἐν τῇ φρουρᾷ· σοφὸς ἐθαυμάσθη διαλύων ἐνύπνιον, τὸν μὲν ἐπανάγων ἐν τῇ τιμῇ, τὸν δὲ κατάγων ἐν νεκροῖς ταῖς ἑρμηνείαις· καὶ ὤφθη προφήτης τοῖς δύο παισίν.
Τῇ τε ὑπομονῇ τῆς φρουρᾶς ἦν ἀνεκτικός· καὶ γὰρ τῆς πορφυρίδος σκυθρωπάζει ἡ ῥίζα, ἣ καιρῷ ἔλαμψεν ὡς ἥλιος τῷ κράζοντι· Μέγας μόνος Κύριος 〈ὁ σωτὴρ ἡμῶν.〉 Πικρὸν θεασάμενος ὁ Φαραὼ ὅραμα, σοφοὺς μετεστείλατο καὶ φησὶν αὐτοῖς· «Κατ᾽ ὄναρ ἐθεώρησα λιπαροὺς καὶ καλοὺς βόας ἑπτά, καὶ ἄλλους ἰσχνούς τε καὶ λεπτούς, καὶ κατήσθιον τοὺς εὐθαλεστέρους· καὶ μετ᾽ αὐτοὺς εἶδον καὶ στάχυας ἑπτὰ πεπείρους πάνυ, καὶ ἀνεμοφθόρους ἑτέρους ἑπτά· καὶ ἔτι τῶν μικρῶν τὰ μεγάλα ὤφθη τροφή.» Πάντων δ᾽ ἀπορησάντων τὸ ἐνύπνιον λῦσαι, Ἰωσὴφ λύσας στέφος εἴληφε καὶ ἔκραξε· Μέγας μόνος Κύριος 〈ὁ σωτὴρ ἡμῶν.〉 Ῥητόρων ἀνώτερος ὀφθείς, ὁ νεώτερος Αἰγύπτου ἐδέσποσεν· ἦν δὲ βλέπειν βασιλέα πατρικῶς οἰκονομοῦντα λαὸν ὡς ὑϊῶν· τροφὰς θησαυρίζων ὑπὲρ ψάμμον θαλάσσιον, κελλάριος ὤφθη πάσης σαρκός.
Εἶτα κατέλαβε λιμὸς γῆν Χαναναίων, καὶ Ἰακὼβ ἐκπέμπει τοὺς 〈δέκα〉 υἱούς· «Ἀπέλθατε, φησίν, ἐν Αἰγύπτῳ, τέκνα ἐμά· σιτοδότην ἀκούω καὶ τροφέα πεινώντων· ἀδελφὸν ἴδιον εὑράμενοι κραυγάσητε· Μέγας μόνος 〈Κύριος ὁ σωτὴρ ἡμῶν.〉» Σκιρτῶντες ἐβάδιζον ἐλπίδι ζωῆς αὐτῶν, καὶ φθάσαντες Αἴγυπτον προσκυνοῦσι τῷ πραθέντι· περιύπνισε τὸ ὄναρ ἐκεῖ τὸ τῶν δραγμῶν.
Ὁ μὲν Ἰωσὴφ τούτους ἐπέγνω, οἱ δέκα δὲ οὐκ ἔγνωσαν τίς ἦν· ὅθεν λοιπὸν τὸν γνωρισμὸν κυοφορῶν, λέγει ὁ ἄναξ· «Κατάσκοποι οὗτοι οἱ ἄνδρες εἰσί.» Καὶ ἅμα τῷ ῥητῷ φυλαχθῆναι ἔφη αὐτούς· καὶ αὐτὸν βασιλέα εἴδοσαν καὶ τροφέα ὃν αὐτοὶ φθόνῳ ἀπεμπόλησαν, καὶ ἔκραζον· Μέγας μόνος Κύριος ὁ σωτὴρ ἡμῶν. «Τὰ καθ᾽ ὑμᾶς εἴπατε, πορφύραν μὴ ψεύσησθε», ὁ ἄναξ ἐβόησε· «τὰς καρδίας ὑμῶν ἔγνων, οὐ λανθάνει με οὐδεὶς ἐξ ὑμῶν· οἶδα ὑμᾶς.» Οἱ δέ φασι· «Δοῦλόν σου πατέρα κεκτήμεθα· ἐσμὲν <δυὸ> καὶ δέκα οἱ ἀδελφοί· εἷς τετελεύτηκε 〈ἡμῶν〉 —σοὶ τῷ δεσπότῃ ἀλήθειαν ἐροῦμεν εἰς ἃ φράζομεν—· μικρότερος δ᾽ ἡμῶν πάντων ἐστὶ Βενιαμίν· 〈νῦν〉 τοῦ οἴκου σου οὗτος ἐστὶ παραμυθία· καὶ ἡμεῖς σίτου χάριν ἤλθομεν, καὶ κράζομεν· Μέγας μόνος Κύριος ὁ σωτὴρ ἡμῶν. —Ὑμεῖς πρὸς ἃ λέγετε εἰ θέλετε πεῖσαί με, ὃ λέγω ποιήσατε· οὐχ ὡς ἄναξ ἐπιτρέπω, ἀλλ᾽ ὡς σύγγονος συγγόνοις λαλῶ· λάβετε μὲν τὸν σῖτον οἱ πάντες, ἕνα δὲ παρεάσαντες οἱ ἄλλοι βαδίσατε ἐν χαρᾷ· ἀγάγετε δὲ τὸν μικρὸν σύγγονον πρός με, καὶ γνώσομαι ὅτι οὐ δόλ<ιοί> ἐστε.» Καὶ ἔλαβε λοιπὸν ἐξ ἐκείνων τὸν Συμεὼν, δήσας ἔμπροσθεν πάντων· οἱ λοιποὶ δὲ ἰδόντες ἅ ποτε ἔπραξαν ἐμνήσθησαν καὶ ἔκραξαν· Μέγας μόνος Κύριος ὁ σωτὴρ ἡμῶν.
Φρικτὰ τὰ τοῦ ἄνακτος ἰδόντες ἐδάκρυσαν ὡς διὰ τὸν σύγγονον, καὶ ἐλθόντες πρὸς γενέτην, προσηγόρευσαν αὐτὸν σκυθρωπῶς· «Χαίροις πατήρ.» Ἰδὼν δὲ ἐννέα ἀντὶ δέκα ὁ ὅσιος νεκροῦται καὶ λέγει· «Ποῦ Συμεών;» Πρὸς ὅν φασιν οἱ ὑϊοί· «—Πάτερ, μὴ στένε· ἀνάσχου μακροθύμως τῶν λόγων ἡμῶν. —Οὐ λόγων τῶν ὑμῶν οὔτε σίτου χρῄζω, φησίν· τὸ ἐμὸν τέκνον θέλω· μὴ καὶ ἄρτι χιτῶνα σύ, Ῥουβίμ, ἄγεις μοι; Ἐπάκουσόν μοι κράζοντι· Μέγας 〈μόνος Κύριος ὁ σωτὴρ ἡμῶν.〉 —Χαυνοῦσαι προβλήμασι, νικᾶσαι τοῖς δάκρυσι, ὀφείλων ἀγάλλεσθαι· ὡς ἠγάγομεν γὰρ σῖτον, κομιοῦμέν σοι καὶ τὸν Συμεών, πάτερ, φησί.
Μὴ τρέμε, μὴ κλαῖε, Συμεὼν οὐκ ἀπέθανε· πρὸ τοῦ σὲ ἀκοῦσαι, τί ἀθυμεῖς; Ὁ τῆς Αἰγύπτου βασιλεύς, ὡς ἡμᾶς εἶδεν, ἐδόκει κατασκόπους τῆς γῆς καθορᾶν, καὶ πέμψας εἰς φρουράν, τρεῖς ἡμέρας πάντας ἡμᾶς κατακλείστους ποιήσας, θεραπεύει ἐξάξας, καὶ ἐπὶ τῇ ἐναλλαγῇ αὐτοῦ κραυγάζομεν· Μέγας 〈μόνος Κύριος ὁ σωτὴρ ἡμῶν.〉 Ψευδῆ οὐκ εἰρήκαμεν ὑπόνοιαν φεύγοντες τοῦ εἶναι κατάσκοποι, ὡς εἰρήκαμεν πατέρα κα<ὶ ὅ>τι ἔχομεν μικρὸν ἀδελφὸν Βενιαμίν.
Ὁ ἄναξ δ᾽ εὐθέως τὸ ἀμφίβολον ἔλυσε 〈ἀσπλάγχνως〉 θεσπίσας· Μείνῃ ὁ εἷς ἕως ἐλθεῖν Βενιαμίν, ἵνα πιστεύσω.» Ὁ Ἰακὼβ πρὸς ταῦτα ἐβόα θρηνῶν· «<Ἰωσ>ὴφ καὶ Συμεὼν οὐχ ὑπάρχει· Βενιαμὶν σὺ ὑπάγεις· τῶν τέκνων Ῥαχὴλ θλῖψιν οὐκ οἶδας;
Τοὺς λοιπούς, ὕψιστε, συντήρησον· ὑπάρχεις γὰρ μέγας μόνος Κύριος ὁ 〈σωτὴρ ἡμῶν.〉 Ὡς τέκνα μου φείσασθε· ἐγὼ γὰρ ἐκ θλίψεως εἰς Ἅιδην κατέρχομαι· τὸν ἐμὸν γὰρ ἀμπελῶνα ἐκτρυγώμενον κατὰ μέρος ὁρᾶν οὐ καρτερῶ· ἐκεῖ γὰρ εὑρήσω Ἰωσὴφ τὸν ποθούμενον.» Οἱ δέ φασι· «—Πάτερ, τί στενάζεις;
Ἴδε ἣν εὕρομεν χαρὰν ἐν τοῖς μαρσίπποις, τὸ τίμημα τοῦ σίτου, καὶ παῦσαι θρηνῶν. —Διπλῆ μοι συμφορά», ἔκραζε λέγων Ἰακώβ· «διὰ τοῦτο γὰρ πλέον Συμεὼν κακῶς ἕξει, ὃν χειρὶ σώσει ὁ φιλάνθρωπος· ὑπάρχει γὰρ μέγας 〈μόνος Κύριος ὁ σωτὴρ ἡμῶν.〉 Ἄφευκτον τὸ πέμψαι με, φευκτὸν τὸ μὴ πέμψαι μοι· ὡς πλάστιγξ δαμάζει με ἡ φροντίς, φησι, τῶν τέκνων· τὴν ἀρχὴν γὰρ καὶ τὸ τέλος θρηνῶ τῶν ὑϊῶν.
Λοιπὸν μετ᾽ ὀδύνης εἰς τὸν Ἅιδην ἀπέρχομαι· καὶ σὲ γὰρ προπέμπων, Βενιαμίν, ἤδη τὸ κλεῖθρον τῶν ἐμῶν τέκνων προδίδω φανερῶς τοῦ γενέσθαι τροφὴν τῶν θηρῶν· ἀπήλπισά σου νῦν· μὴ σὲ κλαύσ<ω ὡ>ς τὸν Ἰωσήφ· ὀφθαλμοὺς δύο εἶχον τῆς Ῥαχὴλ ζεύγλην τέκνων· κἂν αὐτὸν δώρησαί μοι, εὔσπλαγχνε· ὑπάρχεις γὰρ μέγας μόνος Κύριος ὁ σωτὴρ ἡμῶν.
Λοιπόν, τέκνον, ἄπιθι, τὸ μέλος τὸ ἄωρον, μετὰ τῶν συγγόνων σου», ἔφη κλαίων ὁ πρεσβύτης· «ὁδηγήσει ὑμᾶς ὁ <Θεὸ>ς Ἀβραὰμ καὶ Ἰσαὰκ κἀμοῦ Ἰακώβ〈ου〉, τοῦ πατρὸς ὑμῶν, τέκνα μου.» Ἐν τούτοις ἀπῆλθον χάριν τροφῆς ἐν τῇ Αἰγύπτῳ 〈ἐκ καινῆς〉, καὶ προσκυνοῦσι τῷ ἄνακτι φόβῳ πεσόντες εἰς γῆν.
Οὓς βλέψας Ἰωσὴφ ἅμα τε καὶ τὸν Βεν<ια>μίν, πρὸς τὸ ὄναρ τὴν λύσιν τῶν ἀστέρων ἠρίθμει, καὶ σιγῇ ἔνδον ταραττόμενος προσηύχετο· Μέγας μόνος 〈Κύριος ὁ σωτὴρ ἡμῶν.〉 Φρονήσεως αἵματι φυκώσας τὸ πρόσωπον, αἰδεῖται τὰ πρόσωπα καὶ τῇ φύσει ῥητορεύει δικαστήριον κινήσας ψυχήν, λέγων τῷ νῷ· «Οὐχ ἥμαρτον οὗτοι· Θεοῦ ἔργον ἐγένετο· αἴτιοί μου οὗτοι τῶν ἀρετῶν· ποῖον 〈γὰρ〉 καύχημα θερμῶς ἀνδρὶ ἀθλοῦντι, εἰ μὴ ἐκνικήσας νομίμως στεφθῇ;
Χορὸν ἀδελφικὸν τίς τοιοῦτον 〈οὐ〉 προσκυνεῖ; Δάκρυα, σιωπᾶτε, οὔπω θέλω γνωσθῆναι· ὀφθαλμοί, γλῶτταν μὴ νικήσητε· σιγῇ δ᾽ εὖξαι· Μέγας μόνος Κύριος 〈ὁ σωτὴρ ἡμῶν.〉 Αὐταῖς ἰδεῖν ὄψεσι, φησί, πῶς τεχνάσομαι τὸν πατρικὸν ἥλιον;
Τῆς μητρός μου γὰρ γινώσκω τὴν σελήνην ἐν τῇ ἄνω αὐλῇ οὖσαν σεμνῶς· τὰ ἄστρα καλύπτει ὡς νεφέλη τὸν οἶκον μου. Παράσχω τὸν σῖτον τοῖς ἀδελφοῖς καὶ σίτῳ τὸν Βενιαμὶν νῦν δελεάσω, ὡς δέλεαρ τὸ κόνδυ μαρσίππῳ βαλών· καὶ τῇ ἐμῇ κλοπῇ θηραθήσεται ὃν ποθῶ.
Ταῦτά μοι καλῶς ἔσται ἐν κακούργῳ ἀγάπῃ· Χανανεῖς φάγονται καὶ πίονται καὶ κράξονται· Μέγας μόνος Κύριος ὁ σωτὴρ ἡμῶν.» Βραχέα σκεψάμενος, τὰ κατὰ διάνοιαν εἰς ἔργα προέβησαν καὶ οὓς εἶπε κατασκόπους πρὸς ἑστίασιν ὥσπερ φίλους ποιεῖ ἀναπεσεῖν· καὶ μέσον τοῦ δείπνου τὰ τῆς ἄγρας ἐσκεύαζεν ἐν τῷ λεληθότι δούλῳ εἰπών· «Τῶν ἀριστούντων σὺν ἐμοὶ πλήσας τοῦ σίτου τοὺς τούτων μαρσίππους, ἐντὸς τοῦ μικροῦ οὗ φημι Βεν<ια>μίν, εἰς τὸν μάρσιππον τὸν αὐτοῦ, ἐν ᾧ πίνω τὸ κόνδυ ἔμβαλε λάθρᾳ πάντων.» Καὶ πληρῶν πράγματα τὰ ῥήματα ἐκραύγαζε· Μέγας μόνος Κύριος ὁ σωτὴρ ἡμῶν.
Ἦν νῆμα καὶ δίκτυον τῷ νέῳ τὸ δρώμενον, οὐ σίτου ἐμπόριον· ἦν γὰρ τοῦτον θεωρῆσαι αὐλιζόμενον ὡς ἐν ζώγρῳ κρυπτῷ δόλους στοργῆς, καὶ πάντας ἐξ ἴσου μεμφόμενον ὡς κλέψαντας τὸν κλέψαντα πάντας τρόπῳ σοφῷ.
Τί γάρ; Βαινόντων καθ᾽ ὁδὸν τῶν μειρακίσκων, παῖς ἦλθε δρομαῖος τοιαῦτα βοῶν· «Κακοῦργοι, πονηροί, κλέπται δόλιοι, τολμηροί· τίς ἐσύλησεν, εἴπῃ, τὸ τοῦ ἄνακτος κόνδυ· τὰ δεινὰ ἤδη ὑμᾶς ἔφθασαν, κἂν κράξετε· Μέγας μόνος Κύριος ὁ σωτὴρ ἡμῶν.» Τρομέοντες ἵσταντο ὡς ἅπαξ εὑράμενοι ἀνέγκλητον ἔγκλημα, καὶ φησὶ τῷ ἐκζητοῦντι· «Ἀνερεύνησον ὡς θέλεις ἡμᾶς· πάντες ἐσμέν· τὸ κόνδυ εἰ εὕρῃς, αἷμα χέαι τοῦ κλέψαντος· οἰκέτας δὲ λάβε πάντας ἡμᾶς.» Καὶ τοὺς μαρσίππους καθελὼν κρίσει ἐρεύνα· ἐγέλων δὲ τὸν ἄνδρα ἀγνοίας σκοπῷ.
Ἐγγίσας δὲ λοιπὸν τῷ μαρσίππῳ Βενιαμίν, ἐκεῖ εὗρε τὸ κόνδυ· καὶ σαλπίζουσι θρῆνον· «Ἰακώβ, κλαῦσον ἡμᾶς ἅπαντας καὶ κραύγασον· Μέγας μόνος Κύριος 〈ὁ σωτὴρ ἡμῶν.〉» Ὅλοι μορφὴν τύπτοντες, στυγνοὶ ἐπανέστρεψαν σὺν γόμοις εἰς Αἴγυπτον οἱ μὴ κλέψαντες ὡς κλέπται· οὓς ὁ πάνσοφος θεωρῶν σκυθρωποὺς πάσχει ψυχήν, καὶ τούτων τὸ δέος ἀποκόπτων προσήγγισεν ἐν μέσῳ συγγόνων· φόβῳ δ᾽ αὐτοὶ εἶδον αὐτὸν ὡς ἀστραπὴν καὶ προσκυνοῦσι, δουλείαν πρὸ ψόγου κυροῦντες αὐτῷ.
Ὁ ἄναξ δὲ ὁρῶν παραλήπτους τοὺς ἀδελφοὺς ἀσφαλίζεται κλεῖθρα καὶ ἀνοίγει τὰ ῥεῖθρα· ποταμοὺς ὄμμασι μιμούμενος ἐκραύγαζε· Μέγας μόνος Κύριος ὁ σωτὴρ ἡμῶν. «Νῦν τί, φησι, φθέγξομαι; Θαρρήσω τίς πέφυκα; Ἐλέγξω τί πέλουσι;
Κυματοῦνταί μου τὰ σπλάγχνα· οὐ χωρεῖ μου τὴν χαρὰν ἡ ψυχὴ μεῖναι ῥοπήν· νικῶμαι, οὐ νήφω καὶ μεθύω τῷ φίλτρῳ μου· ἐμοῦ ἡ βραδύτης τούτους λυπεῖ.» Μήπω δὲ στέξας τὴν χαράν, ἄφνω ἀνοίγει καὶ ὥσπερ μαργαρίτης ὀφθεὶς ἐκβοᾷ· «Ἐγώ εἰμι αὐτός, ἀδελφοί μου, ὁ Ἰωσήφ· ἀποδύσασθε αἰδῶ καὶ ἐνδύσασθε σθένος· τῷ Θεῷ δόξαν ἀναπέμψωμεν κραυγάζοντες· Μέγας μόνος Κύριος ὁ σωτὴρ ἡμῶν.
Ῥιζώσω τὸν πόθον μου, φιλήσω τὰ ὄμματα ὑμῶν καὶ τὰ στόματα· εὐφρανθῶ, χορεύσω, ὅτι βασιλεία μού ἐστε, ἀδελφοί, ἀπὸ τοῦ νῦν· ἐμὲ μὴ αἰδεῖσθε, μὴ φοβεῖσθε· ἐγώ εἰμι ὁ δεύτερος Ἄβελ, ζῶν Ἰωσήφ· ῥίψαντες τρόμον ἀφ᾽ ὑμῶν τὸν ἐκ τοῦ Κάϊν, πορεύθητε καὶ τὸν πατέρα ἡμῶν ἀγάγετε πρός με, ἵν᾽ ἐγκύψῃ οὐχὶ ἐμοί, ἀλλὰ τῇ πορφυρίδι καὶ τῷ ταύτης δοτῆρι· καὶ ἐμὲ ὄψεσι θεώμενος κεκράξεται· Μέγας μόνος Κύριος ὁ σωτὴρ ἡμῶν.» Ὡς οὖν κατεφίλησαν ἀλλήλους, ἐξώρμησαν σπουδῇ εἰς τὰ ἴδια· οὓς ὁρῶν ὁ γηραλέος νέος γέγονεν ὡς ἰδὼν τοὺς υἱούς, οὕτως βοῶν· «Ἀεί σε δοξάζω, ὁ Θεός μου, ὁ πάντοτε ἐμὲ περιέπων καὶ τοὺς ἐμούς.» Ὁ Συμεὼν δὲ πρὸς αὐτὸν ἔφη· «Ὦ πάτερ, χαράν σοι μηνύω· πορεύου, σπεῦδε· ἰδὲ τὸν Ἰωσὴφ βασιλέα καὶ μὴ λυποῦ.» Πρὸς ὃν ἔφη ὁ πρέσβυς· «Ἐγγελᾷς μοι, ὦ τέκνον· τῷ Θεῷ κρύψαι σου τὰ σφάλματα 〈καὶ〉 βόησον· Μέγας μόνος Κύριος ὁ σωτὴρ ἡμῶν.» «Μὴ δίσταζε, πίστευε», οἱ νέοι ἐβόησαν φιλοῦντες τὰ γόνατα τοῦ πατρὸς αὐτῶν, καὶ πάντα τὰ ῥηθέντα διηγοῦνται αὐτῷ. Ὁ Ἰακὼβ ἀκούσας ἠγέρθη καὶ ὡς βρέφος ἐσκίρτησε, τὸ γῆρας τῆς κάρας ὑπερβαλών, ἔσπευδεν ὡς 〈ὁ〉 Ἀβραάμ, ἐπαγγελίαν τοῦ τέκνου ἀκούσας.
Τὸ πένθος λιπών, «ἐξέλθωμεν, φησί· ῥαθυμίας νύκτα μηδεὶς φοβηθείτω, διότι ταύτην ἐκ τῶν ὀμμάτων τῶν ἐμῶν Κύριος ἐδίωξεν· ὑπάρχει γὰρ μέγας μόνος Κύριος ὁ σωτὴρ 〈ἠμῶν.〉 Ἀνέτειλεν ἤδη μοι ἡμέρα ἡ ἔχουσα ὡρῶν δωδεκάωρον, λογική, τῶν ἐμῶν τέκνων τὸ ἰσάριθμον καὶ ἰσόφωτον φῶς· τὰ ἀπλανῆ τὰ τοῦ Θεοῦ ἔργα ἀπαγγέλλων οὐ παύσομαι· φευγέτω ὁ φθόνος ἐκ τῶν ἐμῶν· κατὰ γὰρ ὥραν ἔφαινε τῇ πανημέρῳ καὶ τέκνον παρέσχεν ἐμοὶ ὁ Θεός.
Ποῦ πέλει ἡ Ῥαχήλ, ἵνα ἴδῃ τὸν ἐξ αὐτῆς ἐκ νεκρῶν ἀναστάντα, ὃν ὁ πλάστης ἐγείρας Ἰωσὴφ ζῶντα ἐχαρίσατο; Ὑπάρχει γὰρ μέγας μόνος Κύριος ὁ σωτὴρ ἡμῶν.» Νῦν γέρων τοῖς μείραξιν ἐφάμιλλος ὥδευεν, καὶ ἐπὶ τὴν Αἴγυπτον τὴν πορείαν ποιουμένων, θεωρῆσαι ἦν ἐκεῖ πῶς σκιρτῶν εἷς τῷ ἑνὶ ἔριζον· τὰ κτήνη ἐνωθνοῦντες προέκοπτον.
Ἦν δὲ καὶ σκοπῆσαι τὸν Ἰακὼβ διεζωσμένον τὴν ὀσφὺν καὶ βακτηρίαν κρατοῦντα, καὶ ὥσπερ δρομαίᾳ σπουδῇ προβαίνοντα, καὶ τοὺς συνοδεύοντας σὺν αὐτῷ ἐρωτῶντα τὸ μῆκος τῆς ὁδοῦ, γαυριῶντα καὶ ἀεὶ ἄνω προσανέχοντα καὶ κράζοντα· Μέγας μόνος Κύριος 〈ὁ σωτὴρ ἡμῶν.〉 Ὅτε οὖν κατέλαβον τὴν Αἴγυπτον, ἔλαμψεν ὁ ἄναξ ὡς ἥλιος καὶ πλακεὶς ἐν τῷ τραχήλῳ τοῦ πατρὸς αὐτοῦ κατεφίλει αὐτὸν δακρυρροῶν. «Ἐμὲ τῷ Θεῷ σου, φησί, πάτερ, ἐδάνεισας, κἀγὼ ταῖς εὐχαῖς σου καρποφορῶ· τὸ δὲ κεφάλαιον διπλοῦν εὗρες σὺν τόκῳ.» Πρὸς ὃν ὁ πρεσβύτης δακρύων βοᾷ· «Πόθεν μοι ἔλαμψας; ἀπὸ γῆς ἢ ἐξ οὐρανοῦ; ἐκ νεκρῶν ἢ ἐκ ζώντων; ποῖος θὴρ ἔτεκέν σε;
Ταῦτα τοῦ κτίστου τὰ τεράστια· ὑπάρχει γὰρ μέγας μόνος Κύριος ὁ σωτὴρ ἡμῶν.» Ὑμνήσωμεν ψάλλοντες τὸν κτίστην τῆς κτίσεως τοιαῦτα παρέχοντα· τὴν αὐτοῦ γὰρ εὐσπλαγχνίαν ἱκετεύοντας περιέπει ἡμᾶς διὰ παντός.
Οἱ ἄνθρωποι πάντες σωφροσύνην ποθήσωμεν ζηλοῦντες εἰς πάντα τὸν Ἰωσήφ· ἐρῶμεν τί ἀποτελεῖ ἡ σωφροσύνη καὶ ἡ ἀκολασία τί ἀποκυεῖ· ἡ μὲν πρὸς τὴν ζωὴν τὴν αἰώνιον 〈συγ〉καλεῖ, ἡ δὲ πρὸς τὴν γέενναν· ἀλλὰ φύγωμεν ταύτην τῇ εὐχῇ πάντοτε σχολάζοντες καὶ κράζοντες· Μέγας μόνος Κύριος ὁ σωτὴρ ἡμῶν.
〈Τῇ ἁγίᾳ καὶ μεγάλῃ δευτέρᾳ〉, ἕτερον κοντάκιον εἰς τὸν πειρασμὸν τοῦ Ἰωσήφ, οὗ ἡ ἀκροστιχίς· 〈εἰς τὸν Ἰωσὴφ Ῥωμανοῦ ἔπος〉 ἦχος πλάγιος δʹ 〈Προοίμιον I〉 πρός· Χαίρετε 〈Προοίμιον II〉 πρός· Οὐ παυόμεθα 〈Προοίμιον III ἰδιόμελον〉 〈Προοίμιον IV〉 πρός· Τῇ ὑπερμάχῳ στρατηγῷ 〈Οἶκοι〉 πρὸς τό· Ἄγγελος πρωτοστάτης Προοίμιον I Οἱ τὸ στάδιον τῶν νηστειῶν πανσόφως διανύσαντες καὶ τὴν ἔναρξιν τοῦ πάθους τοῦ Κυρίου ἐν πόθῳ ποιούμενοι δεῦτε, πάντες ἀδελφοί, τὴν τοῦ σώφρονος ἁγίαν Ἰωσὴφ σπουδὴν ζηλώσωμεν· τῆς δὲ συκῆς τὴν ἀκαρπίαν φοβηθέντες, τῶν παθῶν ξηράνωμεν δι᾽ ἐλεημοσύνης τὴν ἡδύτητα, ἵνα καὶ τὴν ἔγερσιν εὐθύμως προφθάσαντες, ὡς μύρα κομισώμεθα ἐξ ὕψους τὴν συγχώρησιν, ὅτι πάντα ἐφορᾷ τὸ ἀκοίμητον ὄμμα.
Προοίμιον II Τοὺς τὸ πάθος σου πεφθακότας καὶ τὴν ἔγερσιν προσκυνῆσαι ἀξίωσον, σωτήρ, τὸ ἀκοίμητον ὄμμα.
Προοίμιον III Ἀκολασία τὸν νέον ἐξαπατᾷ πρὸς ἡδύτητα, ἡ ἁγνεία ἀνδρείαν συνεισάγει τῷ σώφρονι, δι᾽ ὧν ὤφθη ὁ δίκαιος Ἰωσὴφ ἐν [Αἰγύ]πτῳ, δεδοικὼς μὴ ἁμαρτῆσαι, ὅτι πάντα ἐφορᾷ τὸ ἀκοίμητον ὄμμα.
Προοίμιον IV Τὸν ὀδυρμὸν τοῦ Ἰακὼβ νῦν θεωρήσωμεν, τῶν ἀδελφῶν τὴν δολερὰν γνώμην μισήσωμεν, Ἰωσὴφ δὲ τὸν δίκαιον ζηλώσωμεν· σωφροσύνην γὰρ φυλάξας ἀθόλωτον, ἐκ παντοίων οὖν κινδύνων ἠλευθέρωται, ὅτι πάντα ἐφορᾷ τὸ ἀκοίμητον ὄμμα.
Ἔχοντες βασιλέα οὐρανῶν βασιλείαν διδοῦντα τοῖς αὐτοῦ στρατιώταις, ἐνδυσώμεθα τὴν ἀρετήν, πανοπλίαν οὖσαν τῶν ψυχῶν ἄτρωτον, ἵνα καὶ πολεμήσωμεν ὡς ἔμφρονες τὴν ἁμαρτίαν. Τίνα δὲ τὴν ἀρετὴν νοῶμεν; Φιλοσοφίαν ὁρῶμεν ταύτην· τέχνη γάρ ἐστι τῶν τεχνῶν, ὡς ἀκούομεν, τῶν ἐπιστημῶν ἐπιστήμη τυγχάνουσα· δι᾽ αὐτῆς, ὡς διὰ κλίμακος, χειραγωγεῖται ψυχὴ καὶ πρὸς ὕψος ἀναφέρεται τῆς οὐρανίου ζωῆς· φρόνησιν καὶ ἀνδρείαν τοὺς ἀνθρώπους διδάσκει, ἔτι δὲ σωφροσύνην καὶ τὴν δικαιοσύνην.
Τούτοις ἡμᾶς τοῖς ὅπλοις τειχίσωμεν, καὶ τοῦ Χριστοῦ τὴν χάριν αἰτήσωμεν· δίδωσι γὰρ τοῖς αὐτὸν ἀγαπῶσι τὴν κατ᾽ ἐχθρῶν ἀναδήσασθαι νίκην, ὅτι πάντα ἐφορᾷ τὸ ἀκοίμητον ὄμμα. Ἵνα μάθωμεν πάντες τὴν ὑπέρλαμπρον δόξαν ἣν ἔχει ἀρετὴ καὶ παρέχει, τὴν ὑπόθεσιν τοῦ Ἰωσὴφ ἐνεγκεῖν εἰς μέσον, εἰ δοκεῖ, σπεύσωμεν, καὶ βίον φιλοσώφρονα κτησώμεθα δι᾽ ἐγκρατείας.
Οὗτος πραθεὶς διὰ πάθος φθόνου δοῦλος παθῶν οὐδαμῶς εὑρέθη· εἶχε γὰρ τὸν νοῦν ὡς σοφὸν αὐτοκράτορα καὶ τῶν φιλοσάρκων παθῶν ἐκυρίευσε· διὰ τοῦτο οὐκ ἐσείετο κολακείαις γυναικός, ἀλλὰ ταύτης ἀπεσείετο τὰς θωπείας ἀνδρικῶς· ἔπεμπε μὲν ἐκείνη ὡς ἀνέμους τοὺς λόγους ἵνα τῆς σωφροσύνης καταβάλῃ τὸν οἶκον, καὶ ὡς βροχὴν τὴν μέθην κατέχεε, καὶ ποταμοὺς χρημάτων προσέφερε· νέος δὲ ὤν, Ἰωσὴφ ὁ γενναῖος ἦν ἑστηκὼς ἐπὶ πέτρας ἀσείστου, ὅτι πάντα ἐφορᾷ τὸ ἀκοίμητον ὄμμα.
Σῶμα μὲν ἐδουλώθη, τὸ δὲ φρόνημα εἶχεν ἀδούλωτον ὁ σώφρων ἐκεῖνος· ὁ κατ᾽ ὄναρ φανεὶς βασιλεὺς νῦν καθάπερ δοῦλος ὠνητὸς γέγονεν, ἀλλ᾽ ὅμως καὶ κρατούμενος, ἐκράτησε τῶν κρατησάντων· ὑπὸ δεσπότου μὲν ἐτιμᾶτο, ὑπὸ δεσποίνης δὲ ἐποθεῖτο· ἦν μὲν ἀγαθὴ τοῦ δεσπότου ἡ εὔνοια, ἄχρηστος δὲ λίαν ἡ ταύτης διάνοια· ἔστεργε διὰ σεμνότητα ὁ ἀνὴρ τὸν Ἰωσήφ, ἔθελγε διὰ φαυλότητα ἡ γυνὴ τὸν εὐγενῆ· ἔτερπε μὲν ἐκεῖνον ἡ ὀρθότης τοῦ τρόπου, ἔτρωσε δὲ ἐκείνην ὡραιότης προσώπου· οὗτος αὐτῷ τὸν οἶκον παρέδωκεν, αὕτη αἰσχρῶς τὸ σῶμα προδέδωκεν· ὅπερ ἰδὼν Ἰωσὴφ ἀπεστράφη, τὴν φοβερὰν ἐνθυμούμενος κρίσιν, ὅτι πάντα ἐφορᾷ τὸ ἀκοίμητον ὄμμα.
Τῶν πραγμάτων τὴν τάξιν ἡ παράνομος πρᾶξις ἀπέστρεφε πρὸς τὸ ἐναντίον· ὁ μὲν δοῦλος ἐκράτει παθῶν, ὡς δεσπότης πάσης ἡδονῆς τέλειος· ἡ δέσποινα δὲ γέγονεν ἀνδράποδον τῆς ἁμαρτίας. Πᾶς γὰρ ὁ πράττων τὴν ἁμαρτίαν δοῦλος ὑπάρχει τῆς ἁμαρτίας, πάντα μὲν τὰ ἄλλα ὡς ὄναρ ἡγούμενος, πρὸς δὲ τὸ ποθούμενον ὅλως ἑλκόμενος, ὥσπερ ἔπαθεν ἡ δέσποινα τοῦ δικαίου Ἰωσὴφ πρὸς ἐκείνην τὴν ἐπέραστον εὐμορφίαν τοῦ παιδός.
Βλέπουσα γὰρ τὸν νέον ὀφθαλμοῖς ἀκολάστοις, βέλεσιν ἀοράτοις τὴν ψυχὴν ἐκολάσθη· ὅσον αὐτὸς τῷ κάλλει ἐξέλαμπε, ταύτης ὁ νοῦς τοσοῦτον ἐξέλειπεν· αὕτη πυρσὸν ἡδονῆς προετίθει, οὗτος δὲ πῦρ ἄσβεστον ἀντετίθει, ὅτι πάντα ἐφορᾷ τὸ ἀκοίμητον ὄμμα.
Ὅλην τῆς Αἰγυπτίας τὴν καρδίαν συνεῖχεν ἡ τῆς ἐπιθυμίας μανία, καὶ πληγεῖσα κρυφίαν πληγήν, ὑπεδέχετο μὲν τὰ πικρὰ φάρμακα, γλυκέα δὲ ἐνόμιζε τὰ τραύματα, ὡς μαινομένη· δι᾽ ὀφθαλμῶν δεχομένη βέλη ἀπὸ τῆς σώφρονος βελοθήκης καὶ τὴν ἑαυτῆς ἀσωτίαν τιτρώσκουσα, τέρψιν ὑπενόει τὴν τρῶσιν ἡ τάλαινα.
Ὁ μὲν πόθος ὁ ἀκόλαστος ἐπολιόρκει τὸν νοῦν, τὸ δὲ πάθος οὐκ ἠδύνατο φανερῶσαι τὸ αὐτῆς· αὕτη γὰρ καὶ παρόντος Ἰωσὴφ ὠδυνᾶτο, πάλιν δὲ καὶ ἀπόντος ἀνεφλέγετο πλέον· λόγοις αὐτὸν χρηστοῖς ἐκολάκευε, πεῖραν αὐτοῦ λαβεῖν κατασπεύδουσα· ὁ δὲ σεμνὸς Ἰωσὴφ παρῃτεῖτο τῆς γυναικὸς τὴν ἀθέμιτον πρᾶξιν, ὅτι πάντα ἐφορᾷ τὸ ἀκοίμητον ὄμμα.
Νυμφοστόλος μοιχείας ὁ διάβολος ἦλθεν, ἵνα τῇ Αἰγυπτίᾳ συμπράξῃ καὶ «Ἀνδρίζου, ὦ γύναι, φησίν· ὡς ἀρχαῖον οὖσα καὶ στερρὸν ἄγκιστρον, ἑτοίμασον τὸ δέλεαρ καὶ θήρευσον τὸν νεανίαν. Τοὺς μὲν πλοκάμους τῆς κεφαλῆς σου πλέξον ὡς δίκτυα κατὰ τούτου· τὴν δὲ τοῦ προσώπου μορφὴν κατακάλλυνον, πᾶσι ῥοδοχρόοις κοσμοῦσα σοφίσμασι· φαίδρυνόν σου καὶ τὸν τράχηλον τοῖς χρυσοπλόκοις δεσμοῖς· ἐπὶ πᾶσιν ἀμφιάσθητι πολυτίμητον στολήν, μύροις ἄλειψαι πλείστοις ἐκθηλύνουσι νέους· πρόκεινται γὰρ ἀγῶνες ἰσχυροὶ καὶ γενναῖοι· οὗτος μὲν σοὶ ἁγνείαν ἀντέστησε, σὺ δὲ αὐτῷ λαγνείαν ἀντίστησον· μὴ νικηθῇς καὶ καταγελασθῶμεν· λέξει γὰρ σοί· Οὐ ποιήσω ὃ θέλεις, ὅτι πάντα ἐφορᾷ τὸ ἀκοίμητον ὄμμα.» Ἴδεν ἄσεμνον ὄψιν ὁ σεμνὸς νεανίας, καὶ μᾶλλον ἐβδελύξατο ταύτην· ἐθεώρει μορφὴν ἱλαράν, ἀλλ᾽ ἐνόει γνώμην δολερὰν ἔσωθεν, καὶ σπεύσας ταύτην ἔφυγεν ὡς ἔχιδναν ἐγκεκρυμμένην· ὅθεν μὴ φέρουσα ἡ ἀθλία τὴν περιφρόνησιν τοῦ γενναίου, πᾶσαν τὴν αἰδῶ τῆς καρδίας ἀπέρριψε καὶ τὴν ἑαυτῆς ἀσωτίαν ἐγύμνωσε.
Πρῶτον μὲν γὰρ ἐθεράπευσε διὰ μέσης γυναικός, καὶ αὐτὴ δὲ μετεπέμπετο καὶ ὠμίλει μετ᾽ αὐτοῦ· γλῶσσαν εἶχεν ὀξεῖαν ὑπὲρ μάχαιραν οὖσαν καὶ διὰ τῆς τῶν λόγων ἡδονῆς ἀναιροῦσαν· τέχναις αὐτὸν πολλαῖς ἐγοήτευεν, ἀλλὰ τὸν νοῦν αὐτοῦ οὐ παρέτρεψεν· ἔλεγε γάρ· «Οὐ ποιήσω τὸ μύσος, ἔχων ἀεὶ πρὸς τὰ φαῦλα τὸ μίσος, ὅτι πάντα ἐφορᾷ τὸ ἀκοίμητον ὄμμα.» Ὢ μανίας ἐσχάτης γυναικὸς ἀκολάστου ἐπὶ τοῦ Ἰωσὴφ ἐκφλεχθείσης· ἐπειδὴ γὰρ κατεῖδεν αὐτὸν ταῖς αὐτῆς θωπείαις οὐδαμῶς εἴκοντα, μὴ πάθεσι νεότητος ἡττώμενον, ἐβόα τούτῳ· «Δοῦλος ἐμὸς ὠνητὸς ὑπάρχεις, πέπρασαί μοι, ἵνα μοι δουλεύῃς· ὅλου σε δεσπότην τοῦ οἴκου πεποίηκα, γενοῦ δὲ κἀμοῦ τῆς κυρίας σου κύριος· οὐ λογίζομαι ὑβρίζεσθαι καταβαίνουσα πρὸς σέ· δεσποτείας καὶ δουλείας γὰρ οὐκ ἔστι διαφορά· ἕνα πάντων πατέρα τὸν Ἀδὰμ ἐδιδάχθην, μίαν πάντων μητέρα τὴν ἀρχέγονον Εὔαν· πάντες ἐσμὲν ἀλλήλων ὁμότιμοι, ὡς τῆς αὐτῆς μετέχοντες φύσεως· μὴ φοβηθῇς ὡς ἀθέμιτα πράττων, μηδὲ πεισθῇς τοῖς λαλοῦσί σοι ταῦτα ὅτι πάντα ἐφορᾷ τὸ ἀκοίμητον ὄμμα.
Σοῦ τοὺς τρόπους ὁρῶσα κοσμουμένους ἐν πᾶσι, τῶν ἄλλων προτιμῶ σε συνδούλων· ἐν τοῖς ὄμμασι γὰρ τὴν αἰδῶ καὶ τοῖς χείλεσί σου, ὡς ποθῶ, κέκτησαι, καὶ πᾶσαν ἔχεις αἴσθησιν εὐσχήμονα, καθάπερ θέλω.
Δεῦρο, ἐπάκουσον τῆς φωνῆς μου, ἵνα σοι δείξω τὴν πρόθεσίν μου· πλείστων γὰρ καλῶν σε ἐμπλήσω πεισθέντα μοι καὶ δωροδοκίαις πλουσίαις ἀμείψομαι· καὶ γὰρ πλεῖόν σε παράθωμαι τῷ συμβίῳ τῷ ἐμῷ, καὶ γενέσθαι σε ἐλεύθερον κατασπεύσω παρ᾽ αὐτοῦ· δοῦλος γὰρ οὐ κληθήσῃ, συγκαθεύδων δεσποίνῃ· ἐὰν δὲ μὴ πεισθῇς μοι, κινδυνεύσεις δικαίως· σὲ γὰρ πικροῖς δεσμοῖς παραδίδωμι, καὶ πονηρῷ θανάτῳ ἐκδίδωμι· μὴ οὖν σαυτὸν ἀδικῆσαι θελήσῃς· οὐ γὰρ ἔστιν ἀληθὲς ὃ νομίζεις, ὅτι πάντα ἐφορᾷ τὸ ἀκοίμητον ὄμμα.
Ἡ γυνὴ μὲν τοιαῦτα· ἀλλ᾽ οὐκ ἴσχυσεν ὅλως σαλεῦσαι τὸν ἀσάλευτον πύργον· οὐκ ἐνύσταξε ταῖς κολακείαις, ἀλλὰ μᾶλλον εἶχε λογισμὸν ἄγρυπνον καὶ ἄσυλον ἐφύλαττε τὸ καύχημα τῆς σωφροσύνης. Ἔνθεν καὶ ἔνθεν περισκοπήσας, ταύτην ἑώρα τὴν μαινομένην· πάντας γὰρ τοὺς ἄλλους τοῦ οἴκου ἐξέπεμψε, μόνη δὲ πρὸς μόνον τοιαῦτα ἐφθέγγετο· »Ἕως πότε σου ἀνέξομαι παρακούοντος ἐμοί; νῦν καιρὸς τοῦ ἀπολαῦσαί με τῆς ποθουμένης εὐνῆς· οὐ γὰρ ἔστιν ἐνταῦθα οὐδὲ εἷς τῶν τοῦ οἴκου, καὶ οὐδὲν ἐμποδίζει τοῦ γενέσθαι ὃ λέγω.» Βέλη πυρὸς αὐτῷ κατηκόντιζεν, ἀλλ᾽ οὐδαμῶς αὐτὸν κατεφλόγιζεν· ἔσωθεν γὰρ σωφροσύνην πηγάζων, τὰς πονηρὰς ἔσβεσεν ὁμιλίας, ὅτι πάντα ἐφορᾷ τὸ ἀκοίμητον ὄμμα.
Φθεγγομένης τοιαῦτα τῆς μαινάδος ἐκείνης καὶ καταθωπευούσης τὸν νέον, εἰς τὰ σκάμματα τῶν πειρασμῶν Ἰωσὴφ ὁ μέγας ἀθλητὴς ἔρχεται, πολύμορφον ἀντίπαλον βουλόμενος ἀντιπαλαῖσαι· καὶ βραβευταὶ συνεισῆλθον δύο καὶ παρειστήκεισαν ἀμφοτέροις· τῷ μὲν Ἰωσὴφ ἡ ἁγνεία συνίστατο, τῇ δὲ γυναικὶ ἡ λαγνεία προΐστατο, μέσον τούτων ἠγωνίζετο ὁ φιλοσώφρων ἀνήρ, πρὸς αὐτὸν ἀντηγωνίζετο ἡ δολιόφρων γυνή· ἔθελγε μὲν ἐκείνη πρὸς μοιχείαν καλοῦσα, ἤθελε δὲ νικῆσαι τὴν αἰσχρὰν ὁ γενναῖος· τῷ Ἰωσὴφ συνέπραττον ἄγγελοι, τῇ γυναικὶ συνέτρεχον δαίμονες· ἄνωθεν δὲ θεωρῶν ὁ δεσπότης, τὸν νικητὴν ἔστεφε τοῖς ἐπαίνοις, ὅτι πάντα ἐφορᾷ τὸ ἀκοίμητον ὄμμα.
Ῥήματα σωφροσύνης Ἰωσὴφ ἀπεκρίθη πρὸς τὴν παραφρονοῦσαν βοήσας· «Σὸς μὲν δοῦλός εἰμι ὠνητός, διὰ φθόνον τοῦτο πεπονθὼς ἄδικον· κἂν πέπραμαι δὲ σώματι, ἐλεύθερός εἰμι τῇ γνώμῃ. Τὴν γὰρ εὐγένειαν τὴν τῶν τρόπων χάρτης καὶ μέλαν οὐκ οἶδε βάψαι, ὥσπερ ἡ ἀχλὺς τὸν ἀέρα σκοτίζουσα τὴν ἡλιακὴν οὐκ ἀμβλύνει λαμπρότητα· ὡς γὰρ νέφος ἀπελαύνεται ὑπ᾽ ἀνέμου διωχθέν, τοῦ ἡλίου δὲ μετέπειτα καταλάμπουσιν αὐγαί, οὕτω καὶ ἡ δουλεία παρελεύσεται αὕτη καὶ ἡ ἐλευθερία ἡ ἐμὴ ἀναλάμψει.
Πᾶσα ἡ γῆ Αἰγύπτου δουλεύσει μοι τῷ ἡδοναῖς αἰσχραῖς μὴ δουλεύοντι· τοῦτο γάρ μοι προεμήνυσε πάλαι ὁ προειδὼς τὰ ἐσόμενα μόνος, ὅτι πάντα ἐφορᾷ τὸ ἀκοίμητον ὄμμα.» Ὡς ἀκήκοε ταῦτα προσλαλοῦντος τοῦ νέου, καὶ πάλιν κολακεύειν πειρᾶται καὶ τοιαῦτά φησι πρὸς αὐτόν· «Ὅτι δούλου τρόπους οὐδαμῶς κέκτησαι, δι᾽ ἔργων τοῦτο ἔμαθον καὶ πέπεισμαι καὶ μαρτυρῶ σοι· καὶ γὰρ τὴν πρέπουσαν ἐλευθέρῳ σὺ ἐξετέλεσας λειτουργίαν· γέγονας ἐν πᾶσι τοῖς ἔργοις σου ἄμεμπτος καὶ πρὸς τοὺς συνδούλους τοὺς σοὺς ἀκακούργητος, ὅθεν φαίνει καταγόμενος ἐκ γονέων εὐγενῶν· διὰ τοῦτο καὶ ἐλήλυθας εἰς τὰς χεῖρας τὰς ἐμὰς ἵνα γένωμαι πλείστων ἀγαθῶν ἀρχηγός σοι, καὶ ἡ χώρα Αἰγύπτου δι᾽ ἐμοῦ σοι δουλεύσῃ· μόνον ἐμὲ τὴν νῦν σου δεσπόζουσαν καὶ τὴν πρὸς σὲ στοργὴν διασῴζουσαν δέξαι λοιπὸν εἰς κοινὴν εὐφροσύνην, καὶ μὴ πτοοῦ, λογιζόμενος πάλιν ὅτι πάντα ἐφορᾷ τὸ ἀκοίμητον ὄμμα.» Μετὰ τούτους τοὺς λόγους, Ἰωσὴφ ἀντιλέγει πρὸς τὴν ἀσελγεστάτην ἐκείνην· «Ἀληθὲς μὲν ὃ λέγεις ἐστίν, ὅτι ῥίζης εἰμὶ ἀγαθῆς βλάστημα· ὡς ἄλογον δὲ βλέπω σε καὶ φεύγω σου τὴν συνουσίαν.
Ὅταν γάρ τις λογισμὸν οὐκ ἔχῃ τὸν χαλινοῦντα αὐτοῦ τὸν βίον, δίκην ἀλογίστων κτηνῶν περιφέρεται, καὶ εἰς ἀπρεπεῖς ἡδονὰς καταφέρεται· διὰ τοῦτο οὐκ ἀνέχομαι τῶν φιλοσάρκων παθῶν, ἀλλὰ τούτων τὰ σκιρτήματα δι᾽ ἐγκρατείας κρατῶ· μέχρι νῦν καθαρεύων ἀπὸ μύσους τοιούτου, ἄρτι διὰ μοιχείας οὐ ῥυπῶ μου τὸ σῶμα· ἔστι μὲν γὰρ βαρὺ καὶ ἀθέμιτον γάμον ἀνδρὸς συλῆσαι ἀλλότριον, μεῖζον δέ μοι καταφαίνεται κρῖμα, εἰ τὴν εὐνὴν τοῦ δεσπότου ὑβρίσω, ὅτι πάντα ἐφορᾷ τὸ ἀκοίμητον ὄμμα.» «Ἄκουσον, νεανίσκε», ἡ γυνὴ ἀπεκρίθη πρὸς τὸν τῆς σωφροσύνης ἐργάτην. «Ὁ δεσπότης, ὡς οἶδας, ὁ σὸς καταπείθεταί μου τῇ βουλῇ πάντοτε, καὶ δύναμαι κακῶσαί σε καὶ πάλιν παραθέσθαι τούτῳ· ἔχει ἐν σοὶ ἀγαθὰς ἐλπίδας ἐκ τῆς προλήψεως τῆς προτέρας· στέργει καὶ ἐμέ, ὡς ἀεὶ σωφρονήσασαν· μέχρι γὰρ τοῦ νῦν ἀκατάγνωστος ἔμεινα.
Τοῦ δεσπότου οὖν, ὡς εἴρηκα, πεποιθότος ἐφ᾽ ἡμῖν, οὐδενὸς δὲ τὸ πραττόμενον θεωροῦντος ἐπὶ γῆς, τί ὀκνεῖς πειθαρχήσαι τῇ ἐμῇ παρακλήσει ἧς οὐκ ἂν ἠξιώθης μετὰ σὰς παρακλήσεις; Τοῖχοι ἡμᾶς παντόθεν καλύπτουσι, ἄνωθεν δὲ ἡ στέγη ἐπίκειται· μὴ οὖν φοβοῦ οὗ οὐκ ἔστι σοι φόβος, μηδὲ πτοοῦ, ἐνθυμούμενος πάλιν ὅτι πάντα ἐφορᾷ τὸ ἀκοίμητον ὄμμα.» Νουθετῆσαι σπουδάζων τὴν ἀθλίαν ἐκείνην, ὁ σώφρων Ἰωσὴφ ἀπεκρίθη· «Μὴ συμβούλευέ μοι πονηρά, ὡς ἡ Εὔα πάλαι τῷ Ἀδάμ· ἄπαγε· τοῦ ξύλου γὰρ οὐ γεύσομαι τοῦ θάνατόν μοι προξενοῦντος.
Ἔχω παράδεισον τὴν ἁγνείαν πᾶσαν βλαστάνουσαν εὐωδίαν· τί γὰρ τῆς ἁγνείας ἐστὶ θαυμαστότερον, ἣν οἱ κατορθοῦντες ὡς ἄγγελοι λάμψουσι; Κἂν τὴν πρᾶξιν οὐ μὴ ἴδωσιν οἱ οἰκοῦντες σὺν ἡμῖν ὅτι ἄνθρωποι ὑπάρχουσιν μὴ ὁρῶντες τὰ κρυπτά, ἀλλὰ τὸ συνειδός μου τὸν κατήγορον ἔχω· εἴγε πρᾶξαι τολμήσω τὸ παράνομον ἔργον, εἰ καὶ μηδεὶς ἐλέγξει μοιχεύσαντα, ἔχω κριτὴν ἐλέγχου μὴ χρῄζοντα, ὅνπερ ἀεὶ ἐνθυμούμενος φρίττω, καὶ τὰς αἰσχρὰς ἡδονὰς ἀποφεύγω, ὅτι πάντα ἐφορᾷ τὸ ἀκοίμητον ὄμμα.
Ὅταν σοὶ δὲ πιστεύσω ὅτι τοῖχοι παντόθεν καλύπτουσιν ἡμᾶς πλημμελοῦντας καὶ οὐ βλέπει οὐδεὶς ἐπὶ γῆς ὅπερ θέλεις πρᾶξαι σὺν ἐμοὶ ἄδικον, τὸν βλέποντα τὰ κρύφια ποῦ φύγωμεν, εἰπέ μοι, γύναι; Κἂν γὰρ οὐ πάρεστιν ὁ ἀνήρ σου, ἀλλ᾽ οὐκ ἀπέστη νῦν ὁ κριτής μου· κἂν οὐκ ἐφορᾷ με τῆς κλίνης ὁ κύριος, ἀλλὰ ἐφορᾷ με ὁ κρίνων τὰ κρύφια.
Πῶς οὖν λάθω τὸν ἐτάζοντα τὰς καρδίας καὶ νεφρούς; Καὶ αὐτὸς δὲ κινηθήσεται κατ᾽ ἐμοῦ ὁ οὐρανός· μάτην τοίχοις θαρροῦμεν τοῖς μηδὲν ὠφελοῦσιν· στέγη ἐπουρανία τὴν μοιχείαν οὐ σκέπει· πάντα γυμνὰ ὑπάρχει καὶ πρόδηλα τῷ τὰ κρυπτὰ γινώσκοντι πταίσματα· ὅθεν ἐγὼ οὐκ ἀνέχομαι πρᾶξαι τὸ πονηρὸν ἐναντίον Κυρίου, ὅτι πάντα ἐφορᾷ τὸ ἀκοίμητον ὄμμα.» Ὑπὸ τούτων τῶν λόγων ἡ μαινὰς ἐκκαυθεῖσα τῷ σώφρονι ἐπέρχεται ἄφνω, καὶ τὸν τούτου χιτῶνα κρατεῖ καὶ βιαίως σύρει τὸν σεμνόν, λέγουσα· «Ἐπάκουσόν μου, φίλτατε, καὶ δεῦρο, συνομίλησόν μοι.» Ἔνθεν καθεῖλκεν ἡ Αἰγυπτία, πάλιν ἡ Χάρις ἀνθεῖλκε τοῦτον· αὕτη μὲν ἐβόα· «Ἐμοὶ συγκοιμήθητι», ἄνωθεν ἡ Χάρις· «Ἐμοὶ συγγρηγόρησον.» Μετ᾽ ἐκείνης ὁ διάβολος ἠγωνίζετο πικρῶς καὶ χερσὶ σφοδρῶς κατέσφιγγε τὸν γενναῖον ἀθλητήν· πάλιν ἡ Σωφροσύνη ἐκινεῖτο πρὸς πάλην, λῦσαι ἐπειγομένη τὰ κρατήματα τούτων· ἔλεγε δέ· «Ῥαγῇ τὸ ἱμάτιον, καὶ μὴ φθαρῇ τὸ σῶμα τοῦ σώφρονος· λήψεται γὰρ παρὰ τοῦ ἀθλοθέτου, ὡς νικητής, ἔνδυμα ἀφθαρσίας, ὅτι πάντα ἐφορᾷ τὸ ἀκοίμητον ὄμμα.»
Ἔχει στέφανον μέγαν Ἰωσὴφ ὡς ἀθλήσας ὑπὲρ τῆς σωφροσύνης νομίμως· τὴν γὰρ ταύτης φυλάττων στοργήν, ἀπεδύθη μᾶλλον τὴν στολὴν ἔξωθεν, καὶ δόξαν ἐνεδύσατο παράδοξον ὁ στεφανίτης· τούτῳ ἐπῆλθεν ἡ Αἰγυπτία ὥσπερ ἀμπέλῳ δεινὴ ἀλώπηξ, ὅλον μὲν τὸν βότρυν τρυγῆσαι ἐλπίζουσα, μόνα δὲ τὰ φύλλα εὑρέθη κατέχουσα.
Ἄνω ἄγγελοι συνέχαιρον τῷ δικαίῳ Ἰωσήφ, κάτω δαίμονες συνέκλαιον τῇ ἀδίκῳ γυναικί· οὗτος μὲν ἐγυμνώθη τῆς ἰδίας ἐσθῆτος ἵνα πάσας τηρήσῃ ἀβλαβεῖς τὰς αἰσθήσεις· ἡ δὲ μαινὰς αἰσχύνην ἐνδύεται καὶ τὴν αἰδῶ ἀσέμνως ἐκδύεται· ὁ δὲ σοφὸς κατ᾽ ἀξίαν τιμᾶται ὡς ἐκφυγὼν ἁμαρτίαν μεγάλην, ὅτι πάντα ἐφορᾷ τὸ ἀκοίμητον ὄμμα.
Πῶς ἀξίως ὑμνήσω πολυύμνητον ἄνδρα τὸν κρείττονα παντὸς ἐγκωμίου; Ὅτι σκάφος ἐδείχθη στερρόν, καὶ ἀγρίαν ζάλην ἡδονῶν ἔφυγε καὶ εἰς λιμένα εὔδιον προσώρμισε τῆς σωφροσύνης· οὗτος καὶ κάμινον κατεπάτει ἔνδον τοῦ οἴκου ἀναπτομένην· πνεῦμα γὰρ τῆς δρόσου ἑλκύσας τῆς ἄνωθεν, παμφάγον πυρὸς δυναστείαν κατέσβεσε.
Τοῦτό ἐστι τὸ παγκράτιον τοῦ μεγάλου Ἰωσήφ, τοῦτό ἐστι τὸ ἐγκώμιον τοῦ γενναίου ἀθλητοῦ· ὅπερ τότε ἐπράχθη ἐν οἰκίσκῳ λαθραίως ᾄδεται ἐν τῷ κόσμῳ καθ᾽ ἑκάστην ἡμέραν· τὰ γὰρ καλὰ οὐδέποτε σβέννυται, κἂν πειρασμοὶ πολλοὶ περικλύζουσι· ῥύεται γὰρ ἀπὸ τούτων ἁπάντων ὁ λυτρωτὴς τῶν αὐτοῦ θεραπόντων, ὅτι πάντα ἐφορᾷ τὸ ἀκοίμητον ὄμμα.
Οἱ συναίμονες πρώην ἐπεβούλευσαν τούτῳ διὰ τὴν βασιλείαν φθονοῦντες, καὶ ὁρμήσαντες κτεῖναι αὐτόν, ἐν τῇ γ[νώ]μῃ μόνῃ τὸ κακὸν ἔστησαν· εἰς ἔργον δὲ οὐκ ἤγαγον τὴν [ἄδι]κον σφαγὴν ἐκείνην, αἵματι βάψαντες τὸν χιτῶνα, [ἀλ]λ᾽ οὐχὶ βλάπτοντες τὸν φοροῦντα· ζῶντα γὰρ αὐτὸν ὁ Θεὸς διεφύλαξεν, εἰ καὶ ὁ πατὴρ ὡς θανέντα ὠδύρετο· αὕτη [πά]λιν ἐπολέμησε τῷ χιτῶνι μοιχαλίς, τὴν ψυχὴν δὲ οὐ κατέτρωσε τοῦ γενναίου στρατηγοῦ· ἦν γὰρ ἐνδεδυμένος ἀσφαλῆ πανοπλίαν πάσας τὰς ἑλεπόλεις τῶν παθῶν καταργοῦσαν.
Τοῦτον, πιστοί, μιμεῖσθαι σπουδάσ[ωμεν], ὅτι καὶ νῦν ἡμῖν ἐπανίσταται τῶν σαρκικῶν ἡδονῶν [ἡ ἀ]πάτη, ἀλλὰ μηδεὶς ὑπὸ ταύτης ἡττάσθω, ὅτι πάντα ἐφορᾷ τὸ ἀκοίμητον ὄμμα. Στέμμα κέκτηται θεῖον καὶ ἀοίδιμον νίκην ὁ μέγας τῶν παθῶν αὐτοκράτωρ, καὶ δικαίως τὴν μνήμην αὐτοῦ πανταχοῦ τιμῶσιν οἱ πιστοὶ πάντοτε, ὅτι οὐκ ἐκυρίευσε τοῦ σώματος ἡ ἁμαρτία· τῆς γυναικὸς γὰρ τῆς ἀκολάστου λόγοις καὶ ἔργοις κολακευούσης πᾶσαν μὲν ὑπόσχεσιν ἔρριψεν ἄθεσμον, θάνατον δὲ μᾶλλον ἠγάπησεν ἔνδεσμον.
Τί δαὶ πράξω ὁ ταλαίπωρος καὶ κατάκριτος ἐγώ, ὅτι πάντοτε συνέχει με τῆς ἁμαρτίας ἡ χείρ; Ὥσπερ ἡ Αἰγυπτία Ἰωσὴφ ἐπιβαίνει, οὕτως ἕλκει με αὕτη πρὸς ἀτόπους ἔννοιας· ἀλλὰ βοῶ πρὸς σέ, παντοδύναμε· ῥῦσαι κἀμέ, Χριστέ, τυραννούμενον, ἵνα σωθῶ διὰ τῆς Θεοτόκου, ὡς Ἰωσὴφ ὁ πιστός σου θεράπων, ὅτι πάντα ἐφορᾷ τὸ ἀκοίμητον ὄμμα.
Ἔργον
Κείμενο
Ανοίγει το σχετικό χωρίο σε νέο παράθυρο.