Ἔργον
Ρωμανὸς ὁ Μελωδός – ᾈσμάτων ᾆσμα
Κοντάκια εις τον Προφήτην Ηλίαν και εις τους Τρεις Παίδας
Οι ύμνοι για τον προφήτη Ηλία, τη χήρα των Σαρεπτών, καθώς και για τους Τρεις Παίδας στην κάμινο της Βαβυλώνας.
Πλατφόρμα ἀναγνώσεως, ἀναζητήσεως καὶ νοηματικῆς πλοηγήσεως πατερικῶν καὶ βιβλικῶν κειμένων
Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.
Χρήση του Αναγνωστηρίου
Γρήγορη εύρεση Αναζητήστε απευθείας συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής.
Αναλυτική επιλογή Επιλέξτε πηγή και κατόπιν συγγραφέα, έργο, κεφάλαιο ή βιβλικό χωρίο.
Εργαλεία μελέτης Κατά την ανάγνωση μπορείτε να χρησιμοποιήσετε μετάφραση, σελιδοδείκτες, σημειώσεις και τις προσωπικές ρυθμίσεις εμφάνισης.
Ἔργον
Κοντάκια εις τον Προφήτην Ηλίαν και εις τους Τρεις Παίδας
Οι ύμνοι για τον προφήτη Ηλία, τη χήρα των Σαρεπτών, καθώς και για τους Τρεις Παίδας στην κάμινο της Βαβυλώνας.
Μηνὶ τῷ αὐτῷ εἰς τὴν κʹ, τοῦ ἁγίου προφήτου Ἠλίου, κονδάκιον ἰδιόμελον, ἦχος βʹ· οἱ οἶκοι φέροντες ἀκροστιχίδα τήνδε· τὸν προφήτην Ἠλίαν ὁ Ῥωμανὸς ἀνευφημεῖ Προοίμιον Προφῆτα καὶ προόπτα τῶν μεγαλουργιῶν τοῦ Θεοῦ ἡμῶν, Ἠλία μεγαλώνυμε, ὁ τῷ φθέγματί σου στήσας τὰ ὑδατόρρυτα νέφη, πρέσβευε ὑπὲρ ἡμῶν τὸν μόνον φιλάνθρωπον.
Τὴν πολλὴν τῶν ἀνθρώπων ἀνομίαν, τοῦ Θεοῦ δὲ πολλὴν φιλανθρωπίαν θεασάμενος ὁ προφήτης ἐταράττετο Ἠλίας θυμούμενος, καὶ λόγους ἀσπλαγχνίας πρὸς τὸν εὔσπλαγχνον ἐκίνησεν· «Ὀργίσθητι, βοήσας, ἐπὶ τοὺς σὲ ἀθετήσαντας νῦν, κριτὰ δικαιότατε.» Ἀλλὰ τὰ σπλάγχνα τοῦ ἀγαθοῦ οὐδὲ ὅλως παρεκίνησε πρὸς τὸ τιμωρήσασθαι τοὺς αὐτὸν ἀθετήσαντας· ἀεὶ γὰρ τὴν μετάνοιαν τῶν πάντων ἀναμένει ὁ μόνος φιλάνθρωπος.
Ὅτε πᾶσαν τὴν γῆν ἐν ἀσεβείαις ἐθεάσατο τότε ὁ προφήτης, τὸν δὲ ὕψιστον οὐδὲ ὅλως ὀργιζόμενον, ἀλλὰ ἀνεχόμενον, κινεῖται πρὸς μανίαν καὶ μαρτύρεται τὸν εὔσπλαγχνον· «Ἐγὼ καταυθεντήσω καὶ κολάσω τὴν ἀσέβειαν τῶν παροργιζόντων σε· τῆς γὰρ πολλῆς σου ἀνοχῆς οὗτοι πάντες κατεφρόνησαν καὶ οὐκ ἐλογίσαντο σὲ πατέρα τὸν εὔσπλαγχνον· αὐτὸς δέ, ὡς φιλότεκνος, οἰκτείρεις τοὺς υἱούς σου, ὁ μόνος φιλάνθρωπος.
Νῦν δικάσω ἐγὼ ὑπὲρ τοῦ κτίστου, ἀσεβεῖς δὲ τῆς γῆς ἐξολοθρεύσω καὶ ψηφίσομαι τιμωρίαν, ἀλλὰ δέδοικα τὴν θείαν χρηστότητα· ὀλίγοις γὰρ δακρύοις δυσωπεῖται ὁ φιλάνθρωπος. Τί οὖν νῦν ἐννοήσω πρὸς τοσαύτην ἀγαθότητα καὶ στήσω τὸν ἔλεον;
Τὴν ψῆφον ὅρκῳ βεβαιῶν, ἵνα τοῦτον δυσωπούμενος μὴ λύσῃ ὁ δίκαιος τὴν τοιαύτην ἀπόφασιν, ἀλλὰ καὶ βεβαιώσῃ μου τὴν κρίσιν ὡς δυνάστης ὁ μόνος φιλάνθρωπος.» Προτερεύει τῆς κρίσεως ὁ ὅρκος καὶ προοίμιον ἦν τῶν ψηφισθέντων· ἀλλ᾽ εἰ βούλεσθε, πρὸς τὴν βίβλον ἀναδράμωμεν καὶ γνῶμεν τὰ ῥήματα.
Φησὶ γὰρ ὁ προφήτης ὀργιζόμενος, ὡς γέγραπται· «Ζῇ Κύριος, οὐ δρόσος οὐδὲ ὄμβρος κατελεύσεται εἰ μὴ διὰ τοῦ λόγου μου.» Ἀλλὰ εὐθέως ὁ βασιλεὺς τῷ Ἠλίᾳ ἀπεκρίνατο· «Ἂν ἴδω μετάνοιαν καὶ πηγάζοντα δάκρυα, μὴ χορηγεῖν οὐ δύναμαι τὰ σπλάγχνα τοῖς ἀνθρώποις ὁ μόνος φιλάνθρωπος.» Ῥητορεύει εὐθέως ὁ προφήτης καὶ προβάλλει τὸ δίκαιον τοῦ ὅρκου· «Κατὰ σοῦ, φησίν, τοῦ Θεοῦ τῶν ὅλων, ὤμοσα πανάγιε δέσποτα, τοὺς ὄμβρους μὴ δοθῆναι εἰ μὴ πάλιν διὰ λόγου μου· ἡνίκα γὰρ κατίδω τὸν λαὸν μεταμελούμενον, ἐγὼ ἱκετεύσω σε.
Οὐκ ἔστι τοίνυν ἐν τῇ σῇ ἐξουσίᾳ, δικαιότατε, κωλῦσαι τὴν κόλασιν ἐκ τοῦ ὅρκου οὗ τέθεικα ὃν φύλαξον καὶ σφράγισον, συστέλλων σου τὰ σπλάγχνα, ὁ μόνος φιλάνθρωπος.» Ὁ λιμὸς οὖν τὴν γῆν ἐπολιόρκει, κατεφθείροντο δὲ οἱ ἐνοικοῦντες ὀδυρόμενοι καὶ τὰς χεῖρας ἀνατείνοντες πρὸς τὸν πανοικτίρμονα.
Συνείχετο δὲ τούτοις ὁ δεσπότης ἑκατέρωθεν· τὰ σπλάγχνα μὲν ἀνοίγων τοῖς αὐτὸν καθικετεύουσι καὶ σπεύδων πρὸς τὸν ἔλεον, τὸν δὲ προφήτην ἐρυθριῶν καὶ τὸν ὅρκον ὅνπερ ὤμοσε, τοὺς ὄμβρους οὐ δίδωσιν, ἀλλ᾽ ἐσκεύασε πρόφασιν συνέχουσαν καὶ θλίβουσαν ψυχὴν τὴν τοῦ προφήτου ὁ μόνος φιλάνθρωπος.
Φυσιούμενον βλέπων ὁ δεσπότης κατὰ τῶν ὁμοφύλων τὸν Θεσβίτην, ἐδικαίωσε τῷ λιμῷ συντιμωρήσασθαι τοῖς ἄλλοις τὸν δίκαιον, ἵνα τῇ ἀτροφίᾳ πιεζόμενος βουλεύσηται περὶ τῆς ἐνωμότου ἀποφάσεως φιλάνθρωπα καὶ παύσῃ τὴν κόλασιν· ἔστι γὰρ ὄντως φοβερὸν τῆς γαστρὸς τὸ ἀπαραίτητον, καὶ ἕκαστον ἔμψυχον λογικόν τε καὶ ἄλογον σοφίᾳ 〈τῆς〉 θεότητος διὰ τροφῆς φυλάττει ὁ μόνος φιλάνθρωπος.
Ἡ γαστὴρ μὲν τὴν φύσιν συνηγόρει καὶ τοὺς νόμους τῆς φύσεως λαβοῦσα ἐπετίθετο τῷ πρεσβύτῃ μεθοδεύουσα τὸ μεταβουλεύσασθαι· αὐτὸς δὲ ὥσπερ λίθος ἀναίσθητος ἐνίστατο τὸν ζῆλον κεκτημένος ἀντὶ πάσης ἑστιάσεως καὶ τούτῳ ἀρκούμενος· ὃν θεωρήσας ὁ κριτὴς ἐπεκούφισε λιμώττοντι τῷ φίλῳ τὴν ἔνδειαν, οὐχ ἡγούμενος δίκαιον σὺν ἀδίκοις καὶ ἀνόμοις τὸν δίκαιον λιμώττειν ὁ μόνος φιλάνθρωπος.
Τὴν τροφὴν οὖν αὐτῷ ὁ πανοικτίρμων μετὰ πάσης σοφίας εὐτρεπίζει· τοῖς γὰρ κόραξι τοῖς ἀσπλάγχνοις ἐγκελεύεται τροφὴν χορηγεῖν αὐτῷ· κοράκων δὲ τὸ γένος εὐσπλαγχνίας ἐστὶν ἄμοιρον, τροφὴν μὴ χορηγοῦντα νεοσσοῖς ὡς τέκνοις πώποτε, ἀλλ᾽ ἄνωθεν τρέφονται.
Ἐπειδὴ τοίνυν καὶ αὐτὸς μισοτέκνου ἀνελάβετο καὶ τρόπους καὶ ἔννοιαν, μισοτέκνοις ἐχρήσατο πρὸς τοῦτον ὡς μισάνθρωπον τοῖς κόραξι πανσόφως ὁ μόνος φιλάνθρωπος. «Ἡ πολλή σου, φησίν, φιλοθεΐα», ὁ Θεὸς τῷ Ἠλίᾳ διελέχθη, «μὴ μισάνθρωπον ἐπενέγκῃ σοι διάθεσιν· ἀλλ᾽ ὅρα τοὺς κόρακας· οἱ γὰρ πρὸς τοὺς ἰδίους νεοσσοὺς ἀεὶ μισότεκνοι αἰφνίδιον, ὡς βλέπεις, περὶ σέ εἰσι φιλότιμοι καὶ νῦν μεταβέβληνται· τῆς εὐσπλαγχνίας τῆς ἐμῆς ὑπηρέται ἀνεδείχθησαν τροφήν σοι κομίζοντες· ὡς ὁρῶ δέ, οὐ δύναμαι τὴν φύσιν ἐκβιάζεσθαι τὴν σὴν πρὸς τοὺς ἀνθρώπους, ὁ μόνος φιλάνθρωπος.
Νῦν αἰδεῖσθαι ὀφείλεις, ὦ προφῆτα, καὶ μιμεῖσθαι ἀλόγων εὐπειθίαν· πῶς τὰ ἄσπλαγχνα αἰδεσθέντα με τὸν εὔσπλαγχνον εὐθὺς μετεβλήθησαν; Τιμῶ σου τὴν φιλίαν καὶ οὐ λύω τὴν ἀπόφασιν· οὐ δύναμαι δὲ φέρειν ὀδυρμὸν καὶ θλῖψιν πάνδημον ἀνθρώπων ὧν ἔπλασα· τῶν δὲ νηπίων τὴν κραυγὴν πῶς ἐνέγκω καὶ τὰ δάκρυα, κτηνῶν δὲ τὸν ἄσημον μυκηθμὸν ἐπερχόμενον;
Ἐγὼ γὰρ τούτοις ἅπασιν ὡς πλάστης συμπαθήσω ὁ μόνος φιλάνθρωπος. Ἠγριοῦτο ἐν τούτοις ὁ προφήτης· ἀπεκρίθη τότε τῷ δεσπότῃ· »Μηδὲ κόρακας ὑπηρέτας πρὸς τὸ θρέψαι με προτρέψῃ, ὦ δέσποτα· λιμῷ διαφθαρῆναι ἐπιλέξομαι, πανάγιε, καὶ μόνον ἀσεβοῦντας τιμωρήσομαι, καὶ ἔσται μοι μεγάλη ἀνάπαυσις· συναπολέσθαι οὐκ ὀκνῶ πᾶσι τοῖς ἀπαρνουμένοις σε· μὴ οὖν οἰκτειρήσῃς με, μὴ λιμώττοντος φείσῃ μου, καὶ μόνον ἐξολόθρευσον τῆς γῆς τοὺς ἀσεβοῦντας, ὁ μόνος φιλάνθρωπος.» Λόγους τούτους ὡς ἤκουσεν ὁ κτίστης, μεθιστᾷ τὸν προφήτην ἐκ τοῦ τόπου ἐντειλάμενος πετεινοῖς μὴ χορηγεῖν αὐτῷ τροφὴν ὡς τὸ πρότερον, καὶ πέμπει ἐν Σαρέφθοις πρὸς τὴν χήραν τὸν λιμώττοντα, εἰπὼν ὡς «ἐντελοῦμαι γυναικὶ τοῦ διαθρέψαι σε», σοφὰ βουλευόμενος.
Ἦν γὰρ καὶ χήρα καὶ ἐθνικὴ ἡ γυνὴ πρὸς ἣν ἀπέσταλτο καὶ τέκνων ἠνείχετο, ἵν᾽ ἀκούων ὁ δίκαιος τῆς ἐθνικῆς τὸ ὄνομα βοήσῃ· «Δὸς τοὺς ὄμβρους, ὁ μόνος φιλάνθρωπος.» Ἰουδαίοις ἀθέμιτον ὑπῆρχε συνεσθίειν ποτὲ τοῖς ἀλλοέθνοις· διὰ τοῦτο οὖν τὸν Ἠλίαν πρὸς ἀλλόφυλον γυναῖκα ὡδήγησεν, ἵνα τὴν παρ᾽ ἐκείνης βδελυττόμενος ἑστίασιν εὐθὺς περὶ τῶν ὄμβρων δυσωπήσῃ τὸν φιλάνθρωπον· ἀλλ᾽ οὐκ ἐλογίσατο τὴν πρὸς τὰ ἔθνη ἀποφυγήν, ἀλλὰ τρέχει πρὸς τὸ γύναιον, τροφὴν ἀπαιτῶν αὐτὴν μετὰ πάσης τραχύτητος· «Ἐμοί, φησίν, προσέταξεν εἰσπρᾶξαί σε, ὦ γύναι, ὁ μόνος φιλάνθρωπος.» Ἀλλὰ ταῦτα ἀκούσασα ἡ χήρα ἐν σπουδῇ τῷ προφήτῃ ἀπεκρίθη ὡς «οὐκ ἔστι μοι ἐγκρυφίας, ἀλλ᾽ ἢ ἄλευρον δρακός, ὅπερ βούλομαι ποιῆσαι εἰσελθοῦσα, ἵνα φάγω σὺν τοῖς τέκνοις μου· οὐδὲν δὲ τῆς δρακός μοι πλέον τι περιλείπεται ἢ μόνος ὁ θάνατος.» Πρὸς δὲ τῆς χήρας τὴν φωνὴν ἐκινεῖτο καὶ συνέπασχε διαλογιζόμενος ὡς «ἐμοῦ πλέον τήκεται καὶ τῷ λιμῷ ἐκθλίβεται ἡ χήρα, εἰ μὴ φθάσει ὁ μόνος φιλάνθρωπος.
Νῦν στενά μοι, φησί, τὰ τοῦ γυναίου· κἂν πεινῶ γὰρ ἐγώ, ὑπάρχω μόνος, μετὰ τέκνων δὲ ἐκλιμώττει ἡ χηρεύουσα πρὸς ἣν παραγέγονα. Μὴ γένωμαι ὁ ξένος τοῦ θανάτου ταύτης πρόξενος, μηδὲ τῇ ξενοδόχῳ τεκνοκτόνος λογισθήσομαι, ἀλλ᾽ ἴδω νῦν πρὸς ἔλεον· πρὸς πάντας ἔσχον ἀπαθῶς, πρὸς δὲ ταύτην μεταβάλλομαι· ἐκθήσω τὴν φύσιν μου οἰκτιρμοῖς συναγάλλεσθαι· οἰκτίρμων γὰρ καθέστηκεν ὁ αἴτιος τῶν πάντων, ὁ μόνος φιλάνθρωπος.» Ὁ προφήτης τῇ χήρᾳ ἀπεκρίθη· «Δρὰξ μέν ἐστιν ἀλεύρου σοι, ὡς ἔφης· οὐκ ἐκλείψει 〈σοι〉 ἡ ὑδρία, ὁ καμψάκης δὲ τὸ ἔλαιον βλύσει σοι.» Καὶ λόγοις μὲν Ἠλίας εὐλογίαν ἐχαρίσατο, ὁ κτίστης δὲ εὐθέως ὡς φιλότιμος καὶ εὔσπλαγχνος τὸ ἔργον ἐπήγαγε· τοῦ μὲν προφήτου τὸν σκοπὸν ἐκπληρῶν, φησίν, ὁ πάνσοφος, τὸ δὲ ἀληθέστερον τῆς καλλίστης προφάσεως δραξάμενος, χαρίζεται τὸ ἄφθονον τῇ χήρᾳ ὁ μόνος φιλάνθρωπος.
Ῥήμασι <Θεὸ>ς προφήτου ἐπεκάμφθη καὶ τροφὴν παρεῖχε τούτῳ καὶ τῇ χήρᾳ· ὁ Ἠλίας δὲ οὐδὲ ὅλως ἐσπλαγχνίζετο, ἀλλ᾽ ἔμενεν ἄκαμπτος. Ὁ εὔσπλαγχνος δὲ βλέπων τὸν λαὸν διαφθειρόμενον καὶ τοῦτον ἀπειθοῦντα, ἐφ᾽ ἑτέραν τέχνην πάνσοφον μετῆλθεν ὡς δίκαιος.
Τὸν γὰρ τῆς χήρας ὑϊὸν τελευτήσαντα ἀπέδειξεν, ἵνα κἂν τὰ δάκρυα καὶ τὴν ἄλλην περίστασιν τῆς χήρας θεασάμενος βοήσῃ· «Δὸς τοὺς ὄμβρους, ὁ μόνος φιλάνθρωπος.» Ὡς οὖν εἶδεν ἡ χήρα νεκρωθέντα τὸν υἱόν, ἐπανέστη τῷ προφήτῃ, «εἴθε, λέγουσα, τῷ λιμῷ προαποτέθνηκα πρὶν ἤ σε θεάσωμαι· συνέφερε γὰρ πάλαι τελευτῆσαί με λιμώττουσαν καὶ μὴ τὸν ὑϊόν μου θεωρεῖν με νεκρὸν κείμενον ἐν τῇ παρουσίᾳ σου.
Οὐχ οὗτοί εἰσιν οἱ μισθοὶ τῆς καλλίστης δεξιώσεως· ὑπῆρχον γὰρ εὔτεκνος πρὶν ἐλθεῖν σε, ὦ ἄνθρωπε· ἐλθὼν δὲ ἀτεκνίαν μοι παρέσχες ὀνομάσας τὸν μόνον φιλάνθρωπον.» Μάλα μὲν ἐκρατεῖτο ὑπὸ χήρας ὁ κρατήσας νεφῶν τε καὶ τῶν ὄμβρων καὶ συνείχετο ὑπὸ μίας ὁ τοὺς ἅπαντας συνέχων <διὰ> ῥήματος· γυνὴ δὲ παναθλία, πάσης ἄμοιρος δυνάμεως, τὸν λόγῳ καὶ δυνάμει οὐρανοὺς κρατεῖν νομίζοντα κρατεῖ ὡς κατάδικον, καὶ συμπλακεῖσα μανικῶς ὡς φονέα εἰς κριτήριον καθεῖλκε κραυγάζουσα· «Δός μοι γόνον ὃν ἔκτεινας· οὐ χρῄζω τοῦ ἀλεύρου σου· μὴ θρέψῃ με νομίζων 〈γενέσθαι φιλάνθρωπος.〉 Ἄρτους ἐν τῇ γαστρί μου κατασπείρας τὸν καρπὸν τῆς γαστρός μου καὶ τὸν κλάδον ἐξερρίζωσας, καὶ πωλεῖς μοι 〈⏑⏑–⏑⏑〉 τὰ δῶρα τὰ βρώσιμα· ψυχὴν ἀντὶ ἀλεύρου καὶ ἐλαίου ἐμεθόδευσας· ἐγὼ δὲ δυσωπῶ σε ἀνατρέψαι τὸ συνάλλαγμα καὶ δοῦναι ὃ ἔλαβες· ἢ τοῖς θανάτοις τοῦ λαοῦ οὐκ ἠρκέσθης, ἀλλ᾽ ἐσπούδασας τοῦ οἴκου μου ἅψασθαι; Τὴν ψυχὴν τοῦ παιδίου μου ἀπόλυσον καὶ κόμισον ψυχήν μου ἀντ᾽ ἐκείνης, καὶ γενοῦ φιλάνθρωπος.»
Νυγεὶς τούτοις ὡς κέντροις ὁ Ἠλίας, αἰσχυνόμενος κράζουσαν τὴν χήραν ὑποπτεύουσαν ὡς αὐτὸς ἐξεβιάσατο ψυχὴν τοῦ υἱοῦ αὐτῆς, καὶ θέλων ταύτην πεῖσαι διὰ λόγων οὐκ ἠδύνατο· εἰδὼς ὡς ἠπιστεῖτο παρ᾽ αὐτῆς ἀπολογούμενος, ἐθρήνει γὰρ ἄπαυστα.
Ἀλλ᾽ ἀτενίσας εἰς οὐρανούς· «Οἴμοι, Κύριε, ἐβόησεν, ὁ μάρτυς ὁ ἄμεμπτος τῆς λαβούσης με σύνοικον, σὺ ταύτην παρεκίνησας ἀπαιτεῖν με τὸ τέκνον, ὁ μόνος φιλάνθρωπος. Οὐ πιστεύω, σωτήρ», παντοδυνάμῳ τῷ Θεῷ ὁ προφήτης ἀνεβόα, «ὡς ὁ θάνατος τῷ παιδίῳ ἐκ τῆς φύσεως, ὡς πᾶσι, συμβέβηκεν· ἀλλ᾽ ἔστι τοῦτο τέχνῃ τῆς σοφίας σο<υ, ἀ>ναμάρτητε, καὶ πάντως μηχανᾶσαι κατ᾽ ἐμοῦ ἀνάγκην εὔσπλαγχνον, ἵνα ὅταν αἰτήσω σε ὅτι τῆς χήρας τὸν υἱὸν νεκρωθέντα 〈ἐξ〉ανάστησον, εὐθὺς ἀντιφθέγξῃ μοι· »Τὸν υἱόν μου τὸν Ἰσραὴλ ἐλέησον θλιβόμενον καὶ πάντα τὸν λαόν μου«, ὁ μόνος φιλάνθρωπος.» Σῶσαι θέλων τὴν γῆν ὁ πανοικτίρμων τῷ Ἠλίᾳ εὐθέως ἀπεκρίθη· «Νῦν τοὺς λόγους μου ἐνωτίζου φανερώτερον κα<ὶ ἄ>κουέ μου λέγοντος.
Ὠδίνω καὶ σπουδάζω πρὸς τὴν λύσιν τῆς κολάσεως, ἐπείγομαι τοῦ δοῦναι πᾶσι 〈τὴν〉 τροφὴν λιμώττουσιν· ὑπάρχω γὰρ εὔσπλαγχνος· τοὺς τῶν δακρύων ὀχετοὺς βλέπων, ὡς πατὴρ συγκάμπτομαι, οἰκτείρω ἐκλείποντας ὑπὸ πείνης καὶ θλίψεως· ἁμαρτωλοὺς γὰρ βούλομαι τοῦ σῴζειν μετανοίᾳ, ὁ μόνος φιλάνθρωπος.
Ἄκουε οὖν, προφῆτα, παρρησίᾳ· καὶ γὰρ πάνυ εἰδέναι σε σπουδάζω· ὡς χειρόγραφον εὐσπλαγχνίας με κατέχουσιν οἱ ἄνθρωποι ἅπαντες, ἐν ᾧπερ συνεθέμην ὡς οὐ βούλομαι τὸν θάνατον ἰδεῖν τῶν πλημμελούντων, ἀλλὰ μᾶλλον τὴν ζωὴν αὐτῶν. Μὴ οὖν ἀποδείξῃς με ὡς ψευδολόγον παρ᾽ αὐτοῖς ἀλλὰ δέξαι μου τὴν αἴτησιν· πρεσβείαν προσφέρω σοι· σὲ γὰρ μόνα τὰ δάκρυα τῆς χήρας συνετάραξαν, ἐγὼ δὲ περὶ πάντας ὑπάρχω φιλάνθρωπος.» Νοῦν καὶ φρένα τοῖς λόγοις τοῦ ὑψίστου ὁ Ἠλίας ὑπέθηκε καὶ ὦτα, καὶ ὑπέταξε τὴν ψυχὴν καὶ ἐκαλλώπισεν αὐτὴν ἐν τοῖς ῥήμασι, καὶ εἶπε· «Γενηθήτω 〈οὖν〉 τὸ θέλημά σου, δέσποτα· παράσχου καὶ τοὺς ὄμβρους καὶ ζωὴν τῷ τελευτήσαντι, καὶ ζώωσον τὰ σύμπαντα· ζωὴ ὑπάρχων ὁ Θεὸς καὶ ἀνάστασις καὶ λύτρωσις, παράσχου τὴν χάριν σου τοῖς ἀνθρώποις καὶ κτήνεσιν· αὐτὸς γὰρ μόνος δύνασαι τὰ πάντα περισῴζειν, ὁ μόνος φιλάνθρωπος.» Εὐθὺς ταῦτα εἰπόντος τοῦ προφήτου, ἀπεκρίθη πρὸς τοῦτον ὁ οἰκτίρμων· «Τὴν προαίρεσιν ἐδεξάμην καὶ ἐπῄνεσα, καὶ σπεύδω τιμῆσαί σε.
Ἐγὼ ὑπὲρ ἐκείνων παρὰ σοῦ τὴν χάριν ἔλαβον· γενοῦ δὲ σὺ μεσίτης καὶ χορήγησον τὴν χάριν μου· οὐδὲ γὰρ ἀνέχομαι καταλλαγῆναι χωρὶς σοῦ, ἀλλὰ βάδισαι καὶ μήνυσον τῶν ὄμβρων τὸ χάρισμα, ἵνα πάντες κραυγάσωσιν ὅτι ὁ πρώην ἄσπλαγχνος ἐφάνη νῦν ἐξαίφνης πρὸς πάντας φιλάνθρωπος.
Ὕπαγε οὖν ταχέως, ὦ προφῆτα, καὶ ὀφθεὶς Ἀχαὰβ εὐαγγελίζου, καὶ ἐντέλλομαι ταῖς νεφέλαις καὶ ποτίσουσι τὴν γῆν ἐν τοῖς ὕδασι· τὴν τούτων χορηγίαν σὺ ἀπόφηναι, ὦ φίλε μου· ἐγὼ δὲ ὑπογράψω ταῖς τοιαύταις ἀποφάσεσι, τιμῶν σου τὸ εὔγνωμον.» Ἀκούσας ταῦτα παρευθὺ προσεκύνησε τὸν ὕψιστον, βοῶν τῷ οἰκτίρμονι· «Πολυέλεον οἶδά σε· γινώσκω ὡς μακρόθυμος ὑπάρχεις, ὁ Θεός μου, ὁ μόνος φιλάνθρωπος.» Φοβηθεὶς οὖν τὸ πρόσταγμα ἐκτρέχει 〈τότε〉 πρὸς τὸν Ἀχαὰβ ὁ προφήτης κα<ὶ ε>ὐαγγέλια πρὸς ἐκεῖνον ἀποφθέγγεται ὡς εἶπεν ὁ εὔσπλαγχνος.
Εὐθὺς δὲ αἱ νεφέλαι τῇ προστάξει τοῦ ποιήσαντος ἐγκύμονες ὑδάτων τὸν ἀέρα ἐπενήξαντο, τοὺς ὄμβρους πηγάζουσαι· ἠγαλλιάσατο δὲ ἡ γῆ καὶ ἐδόξαζε τὸν Κύριον· τὸν παῖδα μὲν ἔλαβεν ἀναστάντα τὸ γύναιον· σὺν πᾶσιν 〈δ᾽〉 ἐπευφραίνετο Ἠλίας κα<ὶ ἀ>νευφήμει τὸν μόνον φιλάνθρωπον.
Ἤδη χρόνου τοσούτου προϊόντος τῶν ἀνθρώπων ἑώρα τὴν κακίαν κα<ὶ ἐ>μελέτησε βαρυτέραν ἀποφήνασθαι Ἠλίας τὴν κόλασιν. Ἰδὼν δὲ ὁ οἰκτίρμων τῷ προφήτῃ ἀπεκρίνατο· «Τὸν ζῆλον ὅνπερ ἔχεις πρὸς τὸ δίκαιον ἐπίσταμαι, καὶ οἶδα τὴν πρόθεσιν· ἀλλὰ συμπάσχω ἁμαρτωλοῖς ὅταν ἄμετρα κολάζωνται· ὀργίζει ὡς ἄμεμπτος καὶ οὐ δύνῃ ἀνέχεσθαι;
Ἐγὼ δὲ οὐκ ἀνέχομαι οὐδένα ἀπολέσθαι ὡς μόνος φιλάνθρωπος.» Μετὰ ταῦτα δὲ βλέπων ὁ δεσπότης ὡς ἀπότομος οὗτος πρὸς ἀνθρώπους, προὐνοήσατο τοῦ γένους, καὶ ἐχώρισεν Ἠλίαν τῆς γῆς αὐτῶν, «Χωρίζου, λέγων, φίλε, τῆς ἀνθρώπων κατοικήσεως· ἐγὼ δὲ πρὸς ἀνθρώπους ὡς οἰκτίρμων καταβήσομαι, γενόμενος ἄνθρωπος.
Ἀνέρχου τοίνυν ἀπὸ τῆς γῆς ὡς ἐνέγκαι μὴ δυνάμενος ἀνθρώπων τὰ πταίσματα· ἀλλ᾽ ἐγὼ ὁ οὐράνιος ἁμαρτωλοῖς συνέσομαι καὶ ῥύσομαι πταισμάτων, ὁ μόνος φιλάνθρωπος. Εἰ οὐ δύνῃ, ὡς εἶπον, ὦ προφῆτα, συνοικεῖν τοῖς ἀνθρώποις πλημμελοῦσι, δεῦρο μέτελθε καὶ κατοίκει ἀναμάρτητα χωρία τῶν φίλων μου· ἐγὼ δὲ καταβαίνω ὁ τὸ πρόβατον δυνάμενος τὸ ἐκπεπλανημένον ἐν τοῖς ὤμοις 〈αἴρειν〉 φέρειν τε καὶ κράζειν τοῖς πταίουσι· δρομαῖοι πάντες ἁμαρτωλοί, δεῦτε πρός με, ἀναπαύεσθε· ἐγὼ γὰρ ἐλήλυθα, οὐ κολάσαι οὓς ἔπλασα, ἀλλὰ τοὺς ἁμαρτήσαντας ἁρπάσαι ἀσεβείας, ὁ μόνος φιλάνθρωπος.» Ἰδοὺ τύπος Ἠλίας τῶν μελλόντων ἐν τῷ ὕψει στελλόμενος ἐδείχθη.
Ὁ Θεσβίτης γὰρ ἀνελήφθη ἐπὶ ἅρματος πυρός, καθὼς γέγραπται· Χριστὸς δὲ ἀνελήφθη ἐν νεφέλαις καὶ δυνάμεσι. Ἀλλ᾽ οὗτος Ἐλισσαίῳ μηλωτὴν ἐξ ὕψους ἔπεμψεν· ὁ Χριστὸς δὲ κατέπεμψε τοῖς ἀποστόλοις τοῖς ἑαυτοῦ τὸν παράκλητον καὶ ἅγιον ὃν πάντες ἐλάβομεν οἱ τὸ βάπτισμα ἔχοντες, δι᾽ οὗ ἁγιαζόμεθα, ὡς πάντας ἐκδιδάσκει ὁ μόνος φιλάνθρωπος.
Κυριακῇ πρὸ τῆς Χριστοῦ γεννήσεως, κοντάκιον τῶν ἁγίων τριῶν παίδων Ἀνανία, Ἀζαρία, Μισαήλ, καὶ Δανιὴλ τοῦ προφήτου, φέρον ἀκροστιχίδα τήνδε· 〈τοῦ ταπεινοῦ Ῥωμανοῦ ὁ ψαλμὸς οὗτος〉 ἦχος βʹ Προοίμιον I Χειρόγραφον εἰκόνα μὴ σεβασθέντες, ἀλλ᾽ ἄγραφον οὐσίαν θωρακισθέντες, τρισμακάριοι, ἐν τῷ σκάμματι τοῦ πυρὸς ἐδοξάσθητε· ἐν μέσῳ δὲ φλογὸς ἀνυποστάτου ἱστάμενοι, Θεὸν ἐπεκαλεῖσθε· «Τάχυνον ὁ οἰκτίρμων καὶ σπεῦσον ὡς ἐλεήμων εἰς τὴν βοήθειαν ἡμῶν, ὅτι δύνασαι βουλόμενος.»
Προοίμιον II Οἱ τρεῖς τῇ Τριάδι δουλεύσαντες ἐν ὁμονοίᾳ, θυμὸν βασιλέως καὶ πρόσταγμα ἀπανθρωπίας κατῃσχύνατε, ἅγιοι παῖδες, ἡμῖν ὑπογραμμὸν καταλείποντες, πρόβολοι τῆς πίστεως γεννηθέντες. —Τάχυνον ὁ οἰκτίρμων 〈καὶ σπεῦσον ὁ ἐλεήμων εἰς τὴν βοήθειαν ἡμῶν, ὅτι δύνασαι βουλόμενος.〉 Τάχυνον, ὁ οἰκτίρμων, καὶ σπεῦσον, ὡς ἐλεήμων, εἰς τὴν βοήθειαν ἡμῶν, ὅτι δύνασαι βουλόμενος· ἐκτεινόν σου τὴν χεῖραν ἦς πάλαι ἔλαβον πεῖραν Αἰγύπτιοι πολεμοῦντες καὶ Ἑβραῖοι πολεμούμενοι· μὴ καταλίπῃς ἡμᾶς, καὶ καταπίῃ ἡμᾶς Θάνατος ὁ διψῶν ἡμᾶς καὶ Σατᾶν ὁ μισῶν ἡμᾶς· ἀλλ᾽ ἔγγισον ἡμῖν καὶ φεῖσαι τῶν ψυχῶν ἡμῶν, ὡς ἐφείσω ποτὲ τῶν παίδων σου τῶν ἐν Βαβυλῶνι ἀπαύστως δοξαζόντων σε καὶ βληθέντων ὑπὲρ σοῦ εἰς τὴν κάμινον καὶ ἐκ ταύτης κραζόντων σοι· Τάχυνον ...
Ὅτε ἐν Βαβυλῶνι τὸ τῆς εἰκόνος ἐπράχθη καὶ ἄκων πᾶς προσεκύνει τὴν μὴ ζῶσαν, ὡς ἐμπνέουσαν, τότε τρεῖς νεανίαι, ὡς ἡ γραφὴ ἐκδιδάσκει, εἰς νοῦν λαβόντες τὸ θεῖον, τὴν εὐθεῖαν οὐ κατέλιπον· τὴν γὰρ Ἑλλήνων λύσσαν ὡς ἀτραπὸν πλανῶσαν οἱ ἀκλινεῖς ἐνόμισαν, ὅθεν ταύτην οὐχ ὥδευσαν· ἀλλ᾽ ὀρθοποδοῦντες ἀεὶ πρὸς τὴν ἀλήθειαν, τὴν ἀπάτην ἐγέλων τῶν Περσῶν, μᾶλλον δὲ ἐθρήνουν καὶ ἔκλαιον οἱ ἅγιοι· οὐ γὰρ χαίρει ἀπωλείᾳ ὁ δίκαιος, ἀλλὰ στένων κραυγάζει σοι· Τάχυνον ...
Ὕμνον οὖν ὑπὲρ πάντων προσέφερον, ὡς ἐκ πάντων ἡ τρίμυρος εὐωδία τὸν δεσπότην ἱκετεύουσα· «Εὐεργέτα ἐν πᾶσι καὶ ἄμωμε κατὰ πάντα, ὁ τῆς εἰδωλολατρείας ὀχετὸς μὴ παροξύνῃ σε, ἐκ θυσιῶν αἱμάτων καὶ τῶν παραπτωμάτων ὁρῶν τὴν γῆν σου γέμουσαν καὶ πάντοθεν ἐξόζουσαν· ἐσμὲν γὰρ ἐν μέσῳ βορβόρου τὸ θυμίαμα· εἰ δοκεῖ σοι, ὀσφράνθητι ἡμῶν τῶν σῶν δούλων, σῶτερ, καὶ τοῦ γνησίου φίλου σου τοῦ εὐόσμου Δανιὴλ οὗ ἠγάπησας· σὺν ἡμῖν γὰρ κραυγάζει σοι· Τάχυνον ...
Ταῦτα τότε ἐβόων οἱ περὶ τὸν Ἀνανίαν, ὁρῶντες τὴν ἀνομίαν ἣν ὁ ἄνομος ἐποίησεν. Τίς δὲ ἡ ἀνομία καὶ τίς ὁ ταύτην θεσπίσας; Προσδράμωμεν τῷ βιβλίῳ καὶ ἐκ τούτου διδασκώμεθα. Ὁ Ναβουχοδονόσορ, φησίν, χρυσῆν εἰκόνα πρότερον τεκτηνάμενος, μετὰ ταῦτα ἀνέστησε· κἀκείνη μὲν ἔστη, ὁ στήσας δὲ κατέπεσεν καὶ ἐρράγη <ὁ ἐ>γείρας τὸ κακόν· οὐκ ἤρκει δὲ μόνος τῷ πτώματι, ἀλλ᾽ εἵλκυσε καὶ τὸ πλῆθος, ὑπὲρ ὧν οἱ τρεῖς ἅγιοι ὀδυρόμενοι ἔκραζον· Τάχυνον ...
Ἄνω οὖν ἐπὶ ὕψους ἐστηλωμένου τοῦ μύσους, τὰ κάτω ἐθορυβεῖτο τῷ ἀθέσμῳ βαρυνόμενα· ἦν γὰρ ἄθεσμον ὄντως τὸ προσκυνεῖν τῇ ἀψύχῳ, καὶ κτίσιν πᾶσαν ἐδόνει τὸ ἀντίθεον τιμώμενον· ὅμως καὶ κλονουμένης τῆς Βαβυλῶνος ὅλης, ἔμεινεν ἀκατάβλητον τὸ τῶν παίδων τριώροφον· ἐπὶ γὰρ τὴν πέτραν καλῶς τεθεμελίωτο, κα<ὶ ο>ὐκ ἐβλήθη, ὠθούντων τῶν πολλῶν· πολλοὶ γὰρ ὑπῆρχον, ὡς γέγραπται, οἱ σκάπτοντες τοῖς ἁγίοις, ἀλλ᾽ εἰς μάτην ἐμόχθησαν, ἡττηθέντες τοῖς κράζουσιν· Τάχυνον ...
Πάνυ γὰρ ἠγανάκτουν καὶ ἐδυσφόρουν Χαλδαῖοι, θεώμενοι τοὺς Ἑβραίους ἀθετοῦντας ἃ ἐθέσπιζον· ὅθεν καὶ προσελθόντες τῷ βασιλεύοντι τότε, διέβαλον τοὺς ἁγίους ὀργιζόμενοι καὶ λέγοντες· »Ὦ Ναβουχοδονόσορ, τῆς γῆς καὶ πόντου ἄναξ, πάντων ὁμοῦ τρεμόντων σε, τρεῖς γελῶσί σε μείρακες· θεοὺς γὰρ οὓς σέβει ἐκεῖνοι διαπτύουσι καὶ εἰκόνα ἣν ἔστησας χρυσῆν· τῆς δὲ δεξιᾶς σου τὸ κῦρος εὐτελίζουσιν καὶ τὴν ταύτης προσδοκῶσι κατάλυσιν, καθ᾽ ἑκάστην εὐχόμενοι· Τάχυνον ...» Ἔμαθεν οὖν ὁ ἄναξ, καὶ θυμωθεὶς ἐπὶ τούτῳ κελεύει τοῖς μεγιστᾶσι παραστῆσαι τὰ μειράκια· ὅθεν ἅμα τῷ λόγῳ προέβαινε καὶ τὸ ἔργον, καὶ ἤγοντο τὰ ἀρνία πρὸς τὸν λύκον τὸν ὠμότατον· ἄλλων κατασπευδόντων καὶ ἄλλων συνωθούντων, ὤφθησαν οἱ πανάρετοι τῶν ἑλκόντων ὀξύτεροι· ταχεῖς γὰρ ὑπῆρχον εἰς πάντα δι᾽ εὐσέβειαν καὶ σπουδαῖοι ἀεὶ πρὸς τὸν Θεόν, πρὸς ὃν καὶ τὸ βλέμμα τοῦ πνεύματος ἐξέτεινον, καθ᾽ ἑκάστην τῶν αὐτοῦ ὁμειρόμενοι καὶ τυχεῖν ἱκετεύοντες· Τάχυνον ...
Ἵσταντο οὖν οἱ παῖδες ἐνώπιον τοῦ δολίου καθάπερ τρίγωνος πύργος, ἐρρωμένοι τῷ φρονήματι· ὅθεν τούτους ἰδόντες, οἱ δωρεὰν πολεμοῦντες ὡς βέλη ἠκονημένα κατηκόντιζον τὰ ῥήματα, λέγοντες τῷ τυράννῳ· «Ὁρᾷς τοὺς παρεστῶτας· νόησον ἐκ τῆς ὄψεως τὰ τῆς τούτων προθέσεως· αὐτοί εἰσιν οὗτοι οἱ πᾶσαν ἀνατρέποντες Βαβυλῶνα καὶ τὰ δόγματά σου, οἱ ξένην λατρείαν ἐνσπεῖραι ἐπειγόμενοι ἐπὶ πάντα τῆς Περσίδος τὰ ὅρια, οὕτω κράζειν διδάσκοντες· Τάχυνον ...
Νῦν οὖν σκέψαι τί δρᾶσαι καὶ φρόντισον τί τελέσαι· ἐντός σου γὰρ οἱ ἐχθροί σου καὶ οἱ σοὶ ἐκπολεμοῦσί σε· οἵτινες τῆς τραπέζης ἐσθίουσί σου τὸν ἄρτον, αὐτοὶ ἐπῆραν τὴν πτέρναν κατὰ σοῦ τοῦ διατρέφοντος.
Ἂν οὖν καταφρονήσῃς, φθορᾷ καταφθαρήσει, σὺ καὶ ἡ βασιλεία σου· οὐ γὰρ ἔστιν ἀκίνδυνον· τὰ ἔξωθεν πάθη ῥαδίως θεραπεύονται, ἡ δὲ ἔνδον πληγὴ μένει πληγή. Ἀπόκοψον τούτους ὡς πώρωμα σκληρότατον, μὴ καὶ σῆψιν τοῖς λοιποῖς ἐμποιήσωσι διὰ τούτων ὧν ψάλλουσι· Τάχυνον ...» Οὕτω λέγοντες τότε ὑφῆψαν τὸν βασιλέα καὶ ὥσπερ πῦρ ἐν ἀκάνθαις ἐξεκαύθη ὁ θυμὸς αὐτοῦ· ὅθεν βρύξας ἐξαίφνης θηρίου δίκην ἀγρίου, ἐβόησε τοῖς γενναίοις· «Τλημονέστατοι, ἀκούσατε· εἰ ἀληθῶς τοιαῦτα τολμᾶτε καὶ λαλεῖτε, μάτην τοῦ ζῆν ἐλπίζετε, μάτην εἶναι πιστεύετε· οὐδεὶς γὰρ ἀνθρώπων ἐγένετο ἢ γίνεται ὃς ἰσχύει καταλῦσαι τ<ὰ ἐ>μά, οὐδὲ πάλιν ἔστιν ὃς δύναται λυτρώσασθαι τῶν χειρῶν μου τὸν αὐταῖς ὑποπίπτοντα, οὐδ᾽ αὐτὸς ᾧ κραυγάζετε· Τάχυνον ...
Ὕπνον οὖν ὑποπτεύσας καὶ ὄναρ εἶναι νομίσας τὰ ἤδη γεγενημένα, ἐκ τοῦ νῦν ἐπιζητῶ ὑμᾶς· δείξατε οὖν, ὦ παῖδες, τὰ ῥήματα τῶν λαλούντων ληρήματα φλυαρούντων δι᾽ ὧν ἄρτι ἀπεργάζεσθε. Ἐὰν ἠχήσῃ σάλπιγξ καὶ μουσικῶν τὰ γένη, πίπτοντες προσκυνήσατε τῇ εἰκόνι ᾗ ἔστησα· τιμήσατε ταύτης τὸ κῦρος, ὡς ὀφείλετε, μετὰ πάντων τῶν πρώτων τοῦ λαοῦ· μὴ δῶτε αἰτίαν ἐμοὶ τοῦ ἀνελεῖν ὑμᾶς, μὴ δοθῆτε τῷ πυρὶ εἰς κατάκαυσιν, καὶ δικαίως κραυγάσητε· Τάχυνον ...» Ῥήματα δὲ τοιαῦτα ἀκούσαντες οἱ γενναῖοι, ἐγέλασαν τὴν τοσαύτην ματαιότητα τοῦ ἄνακτος· ὅμως ἵνα μὴ πάνυ νομίσῃ φρόνιμος εἶναι, ἐπῆραν ἄνω τὸ ὄμμα οἱ 〈τρεῖς〉 πάνσοφοι καὶ ἔφησαν· «Ὦ Ναβουχοδονόσορ, τῆς Βαβυλῶνος ἄναξ, χρείαν ἡμεῖς οὐκ ἔχομεν περὶ τούτου λαλῆσαί σοι· μωρὰ γὰρ λαλοῦντι οὐδείς σοι ἀποκρίνεται, ὅτι οὕτω κελεύει ἡ Γραφή· Μὴ ἀνταποκρίνου τῷ ἄφρονι τὰ ὅμοια.
Διὰ τοῦτο σιωπὴν ᾑρησάμεθα καὶ σιγῇ προσευχόμεθα· Τάχυνον ... Ὥστε οὖν μὴ ἐλπίσῃς ἀκοῦσαί τι περὶ τούτου· σκοπὸς γὰρ ἡμῖν ἐν τούτῳ μηδὲ λόγου ἀξιῶσαί σε· τί γὰρ ἔχομεν λέγειν πρὸς ἄνθρωπον μεμηνότα καὶ παραφρόνως βοῶντα· »Προσκυνεῖτε τῇ εἰκόνι μου«, καὶ τὸ δὲ χεῖρον πάντων, κολάζειν ἀπειλοῦντα πάντα τὸν μὴ πειθόμενον προσκυνῆσαι τὴν ἄψυχον;
Οὐ χρεία οὖν λόγων, ἀλλ᾽ ἔργων καὶ δυνάμεων· οὐ ῥημάτων, πραγμάτων ὁ καιρός. Εὐτρέπισας φλόγα καὶ κάμινον ἐξέκαυσας· ἤδη ὄψει πῶς αὐτὴν οὐ πτοούμεθα, ἀλλ᾽ ἐροῦμεν πρὸς Κύριον· Τάχυνον ...
Μέγαν ἔχομεν πόθον πρὸς τὸν Θεὸν τῶν Ἑβραίων, θερμότερον τοῦ πυρός σου καὶ καμίνου καυστικώτερον· σὺ γὰρ τάχα νομίζεις, ὡς ἄθεος καὶ παράφρων, ὅτι πατρίδος λειφθέντες καὶ ἐλπίδος ἐγυμνώθημεν, ἀλλ᾽ οὐκ ἐπιγελάσεις ἡμῖν ὡς ἀσυνέτοις· ἔχομεν γὰρ ὃν ἔχομεν πανταχοῦ περιφέροντες· ἐνώπιον ἡμῶν τὸν πλάστην προορώμενοι, καθ᾽ ἑκάστην λατρεύομεν αὐτῷ· οὐκ ἔστι γὰρ οὗτος ὡς αὕτη ἣν ἐχάλκευσας, ἀλλ᾽ ἐπάνω πέλει πάσης τῆς κτίσεως, ἀσιγήτως ὑμνούμενος· Τάχυνον ...» Ἅμα ἤκουσε τούτων, ὁ ἄθλιος καὶ πανώλης ὡς σίδηρος ἐπυρώθη καὶ φλογμὸν ἀπεσπινθήριζε, κράζων, βράζων, ἀσθμαίνων καὶ λέγων τοῖς παρεστῶσιν· «Ἑπτάκις ὑπὲρ τὸ πρῶτον ὑποκαύσατε τὴν κάμινον· νάφθῃ ὁμοῦ καὶ πίσσῃ καὶ κληματίδων πλήθει ταύτης τὸ πῦρ αὐξήσαντες τῷ θυμῷ μου ἰσώσατε· ὁμοίως γὰρ ταύτης ἀνάπτομαι καὶ φλέγομαι, ὅτι οὗτοι ἠθέτησαν ἐμέ· καὶ τάχα τῶν παίδων ἐγὼ προαναλίσκομαι τῇ μανίᾳ, θεωρῶν οὓς ἐλέησα εἰς αἰσχύνην μου κράζοντας· Τάχυνον ...» Νάφθῃ οὖν καὶ στυππίῳ καὶ κληματίδι καὶ θείῳ καὶ ἄλλαις πλείοσιν ὕλαις διαθρέψαντες τὴν κάμινον, ἔκαυσαν εἰς τοσοῦτον ὡς καὶ ὀνόματι μόνῳ πτοῆσαι καὶ καταπλῆξαι καὶ νεκρῶσαι τοὺς ἀκούοντας.
Ἀλλ᾽ ὁ τοῖς πᾶσι φόβος τοῖς παναγίοις γέλως γέγονε, καὶ εὐτέλισμα τὸ τοσοῦτον γαυρίαμα· ἐννέα γὰρ πήχεις ὁμοῦ καὶ τεσσαράκοντα διεχεῖτο ἐπάνωθεν ἡ φλόξ, καὶ πάντων τρεμόντων οἱ παῖδες ἦσαν ἄτρομοι· τὴν γὰρ γνώμην καὶ τὴν ῥώμην συσφίγξαντες, θείῳ πόθῳ ὑπέψαλλον· Τάχυνον ...
Ὅτε οὖν ἐπυρώθη ἡ κάμινος τῶν Χαλδαίων καὶ πλέον ταύτης ἐξήφθη ὁ θυμὸς τοῦ βασιλεύοντος, τότε τῶν μεγιστάνων τινὲς προσῆλθον τοῖς νέοις· δοκοῦντες μὲν συμβουλεύειν, ἀληθῶς δὲ ἐπεβούλευον, λέγοντες τοῖς ἁγίοις· «Καλοί, λαμπροὶ κα<ὶ ὡ>ραῖοι, τίς τὴν τοιαύτην ἔννοιαν ἐν ὑμῖν ἐνεφύτευσεν;
Οἱ φίλοι τὸ πάρος πῶς ὤφθητε πολέμιοι, καὶ οἱ μύσται προδόται διὰ τί; Οἱ τοῦ βασιλέως ὑπέρμαχοι στερρότατοι πῶς ἐξαίφνης τοῦτον λῦσαι σπουδάζετε διὰ τούτων ὧν ψάλλετε· Τάχυνον ...; Ὕβρις τίς ἐπηνέχθη ὑμῖν ἐκ τῶν ὑπηκόων καὶ τούτου χάριν ἐξαίφνης κατὰ πάντων ἐξετράπητε;
Τοῦτο γὰρ ὃ τελεῖτε κατάλυσίς ἐστιν πάντων, τοῦ ἔθνους ἡμῶν καὶ γένους καὶ αὐτοῦ τοῦ βασιλεύοντος. Μὴ ἕως τούτου, παῖδες, πετρώσητε τὰ μέλη· φείσασθε τῆς νεότητος, ἑαυτοὺς ἐλεήσατε· οὐκ ἔστι πριάσθαι ζωὴν μετὰ τὸν θάνατον, οὐκ εἰσὶ γὰρ οἱ πωλοῦντες αὐτήν· τὸ πῦρ τῶν Χαλδαίων οὐ τρέμει οὐδ᾽ αἰσχύνεται τὴν λατρείαν τῶν Ἑβραίων ἣν λέγετε, οὐδὲ τοῦτον ᾧ ψάλλετε· Τάχυνον ...» Οὕτω λέξαντες τότε οἱ μεγιστᾶνες τοῖς νέοις, ἐνόμισαν ὅτι πάντως ὅπερ ἤθελον ἐξήνυσαν· ὅμως οἱ ῥωμαλέοι καθάπερ βασανισθέντες, οὐ γὰρ ὡς συμβουλευθέντες, ἀπεκρίθησαν στερρότεροι· «Τί, φησί, τοῦτο, ἄνδρες; Δοκεῖτε ὅτι λόγοις ἢ ἀπειλαῖς συγκάμπτετε τὴν στερρὰν ἡμῶν πρόθεσιν;
Οὐ λύετε τόνον ὃν πίστις περιέσφιγξεν· οὐ γὰρ αὕτη ἡ κάμινός ἐστιν· Θεός ἐστιν ἄνω ὃς δύναται λυτρώσασθαι, καὶ ἐὰν μὴ βουληθῇ ἡμᾶς ῥύσασθαι, ἀποθνῄσκομεν ψάλλοντες· Τάχυνον ... Ψόγον γὰρ οὐκ ἐπάγει ἡμῖν τὸ οὕτως τεθνάναι ὑπὲρ Χριστοῦ ἀθανάτου καὶ θνητοὺς ἀθανατίζοντος· τοῦ Ναβουχοδονόσορ πολλάκις προκινδυνεῦσαι εἱλόμεθα καὶ σφαγῆναι, πόσῳ μᾶλλον τοῦ Θεοῦ ἡμῶν;
Τί οὖν λοιπόν, Χαλδαῖοι, καὶ σύ, ὁ τούτων ἄναξ, τί ἡμῖν ἐμποδίζετε; Οὐ γὰρ ἔσται ὃ θέλετε.» Τοιαῦτα ἀκούων, ὁ ἄναξ κατεπρίετο καὶ παφλάζων ἐβόα ἐν θυμῷ· «Δεσμεύσατε τούτους καὶ δότε εἰς κατάκαυσιν, ἵνα βρῶμα τῆς καμίνου γενόμενοι, τεφρωθέντες μὴ κράζωσιν· Τάχυνον ...» Ἄραντες οὖν τοὺς παῖδας, οἱ ἐπὶ τούτῳ ταχθέντες δεσμοῦσι χεῖρας καὶ πόδας καὶ χαλῶσιν εἰς τὴν κάμινον.
Δέχεται οὖν ἐκείνη τὴν τρίκλωνον αὐτῶν ῥίζαν κα<ὶ ο>ὐ φλέγει, ἀλλὰ φυλάττει φοβουμένη τὸν φυτεύσαντα· ἀλλὰ εἰς πνεῦμα δρόσου ἡ φλὸξ μεταβληθεῖσα θεῖον οὕτω διέψυχε τὰ στελέχη τὰ ἅγια. Καὶ ἦν ἰδεῖν ξένον· τὸ πῦρ γὰρ ἐπελάθετο τῶν ἰδίων καὶ γέγονε πηγή, ἀρδεύουσα μᾶλλον ἢ καίουσα οὓς ἔλαβεν καὶ φρουροῦσα ὥσπερ ἄμπελον τρίφορον, ἵνα δῷ τὸν καρπὸν αὐτῆς.
Τάχυνον ... Λέλυτο παραχρῆμα ἡ δύναμις τῆς καμίνου· ὁ ἄγγελος γὰρ ἐξαίφνης οὐρανόθεν ἐπεδήμησεν, μέσον ταύτης εἰσῆλθεν καὶ κατεπράϋνεν ὅλην καὶ ἔδειξεν τοῖς ἁγίοις ὡς παράδεισον τὴν κάμινον· καὶ κατεπάτουν οὗτοι τοὺς ἄνθρακας ὡς ῥόδα καὶ ὥσπερ ἐπὶ ἄνθεσι τοῖς σπινθῆρσιν ἐτέρποντο· καυτήριος τόπος εὐκτήριος ἐγένετο καὶ εὑρέθη ῥοδόπατος παστάς· ἡ θάνατον πνέων τοῖς κύκλῳ καὶ τοῖς πόρρωθεν τῶν ἐν μέσῳ τὴν ζωὴν οὐκ ἐλύπησεν, φοβηθεὶς ἀφ᾽ ὧν ἔψαλλον· Τάχυνον ...
Μόνον γὰρ συγκατέβη τοῖς περὶ τὸν Ἀζαρίαν ὁ ἄγγελος οὐρανόθεν, πρὸς ψαλμὸν αὐτοὺς ἐξήγειρε λέγων· «Ἅγιοι παῖδες, ἀκούσατέ μου τῶν λόγων· ἐγὼ τελῶ ἃ ἐτάχθην, καὶ ὑμεῖς ἃ ἐδιδάχθητε. Ὡς χαλινῶ τὴν φλόγα, στομώσατε τὴν γλῶσσαν· ὡς ἀμαυρῶ τὴν φλέγουσαν, ἀκονᾶτε τὴν ψάλλουσαν· μηδὲν πτοηθῆτε· τὸ πῦρ οὐκ ἐνοχλεῖ ὑμῖν, τῶν ἐχθρῶν γὰρ ὑμῶν ἐπικρατεῖ· ἐκέλευσα τοῦτο νηστεῦσαι, ὡς νηστεύετε, καὶ ἀσώτως τοὺς ἀσώτους κατέδεσθαι τοὺς ὑμῖν μὴ συμψάλλοντας· Τάχυνον ...
Ὅλην οὖν τὴν καρδίαν ἐκδόντες πρὸς ὑμνῳδίαν, τῷ πλάσαντι τὰς καρδίας μελῳδίαν ἐξυφάνατε· λάβετε καὶ τὴν κτίσιν πρὸς εὐφημίαν τοῦ κτίστου καὶ πάντα τ<ὰ ἔ>ργα Κυρίου εὐλογήσουσι τὸν Κύριον, ὅτι τὸ πῦρ πηγάζει καὶ κάμινος δροσίζει τοῖς εἰς αὐτὸν πιστεύουσι καὶ τῆς πλάνης ἐκφεύγουσι.
Τὰ πάντα γὰρ δοῦλα ὑπάρχει τοῖς δουλεύουσι τῷ Κυρίῳ ὡς πλάστῃ καὶ Θεῷ· Ἠλίας τῶν ἄνω καὶ τῶν κάτω ἐδέσποζεν ὅτι μέσον τῶν ἀθέων ἱστάμενος τὸν Θεὸν ἐλιτάνευεν· Τάχυνον ...» Στήσαντες οὖν οἱ παῖδες χορὸν ἐν μέσῳ καμίνου, οὐράνιον ἐκκλησίαν ἀπειργάσαντο τὴν κάμινον, ψάλλοντες μετ᾽ ἀγγέλου τῷ ποιητῇ τῶν ἀγγέλων καὶ πᾶσαν τὴν λειτουργίαν τῶν ἀσάρκων ἐκμιμούμενοι· εἶτα ἐμφορηθέντες ἐκ τῆς λατρείας τότε τοῦ παναγίου Πνεύματος, εἶδον ἄλλο φρικτότερον· αὐτὸς γὰρ ἐκεῖνος ὃν ἔβλεπον ὡς ἄγγελον καθ᾽ ἑκάστην ἠλλοίου τὴν μορφήν, καὶ ὁτὲ μὲν θεῖος, ἄλλοτε δὲ ὡς ἄνθρωπος ἑωρᾶτο, καὶ ποτὲ μὲν ἐκέλευε, ποτὲ δὲ συνικέτευεν· Τάχυνον ...
Ὅθεν καταπλαγέντες ἐξέστησαν τῇ καρδίᾳ Σεδράχ, Μισὰχ κα<ὶ Ἀ>βδεναγώ, καὶ ἀλλήλοις συνελάλησαν· «Τί, φησίν, ἐστὶ τοῦτο; Οὐκ ἔστιν ἄγγελος οὗτος, ἀλλὰ Θεὸς τῶν ἀγγέλων· ἐν ἀγγέλου μορφῇ φαίνεται ὁ εἰς τὸν κόσμον μέλλων ἔρχεσθαι, καὶ σβεννύειν τὴν τῶν εἰδώλων γέενναν ὥσπερ ἄρτι τὴν κάμινον.
Αὐτὸς καὶ νῦν ὤφθη καὶ τῶν μελλόντων γίνεσθαι τὴν εἰκόνα ὑπέδειξεν ἡμῖν· καθάπερ καὶ ἄρτι τὴν κάμινον ἐδρόσισεν, οὕτως μέλλει ὡς <ὑε>τὸς εἰς τὴν ἄγαμον καταρδεύειν τοὺς ψάλλοντας· Τάχυνον ...
Ὕμνος οὖν τῷ εὐσπλάγχνῳ καὶ αἶνος τῷ φιλανθρώπῳ, ὅτι ἠξίωσεν ἡμᾶς τῆς μελλούσης αὐτοῦ χάριτος. Δεῦτε, πᾶσα ἡ κτίσις, τὸν κυβερνῶντα τὴν κτίσιν καὶ συγκρατοῦντα τὴν φύσιν ἱκετεύσωμεν κραυγάζοντες· Ὁ πρὸς ἡμᾶς καὶ ἄνω καὶ ἐν ἑκάστῳ τόπῳ ἄφθαστε καὶ κρατούμενε, χωρητὲ καὶ ἀχώρητε, ὁ ἐπὶ πτερύγων ἀνέμων ἐποχούμενος καὶ τὰ ἴχνη μὴ ἐκφαίνων βροτοῖς, ὁ πόλου καὶ γαίας καὶ πόντου τὴν ὑπόστασιν καὶ ἀνθρώπους διοικῶν ὡς ἐπίστασαι, ἐφ᾽ ἡμῖν παρακλήθητι· Τάχυνον ...
Τούτων οὕτω ψαλλόντων καὶ οὕτως ἱκετευόντων, ὁ ἄναξ ἐπηκροᾶτο πρὸς τὴν κάμινον γενόμενος. Ἦλθε γὰρ μεθ᾽ ἡμέρας, ὡς ἡ γραφὴ ἐκδιδάσκει, ἐλπίζων κόνιν εὑρίσκειν οὓς παρέδωκεν εἰς κάμινον· ὅμως ἐματαιώθη ἡ τούτου προσδοκία καὶ ἐξεχύθη ἅθροον ὡς καπνὸς ἡ ἐλπὶς αὐτοῦ· ἐμβλέψας γὰρ κάτω ὁ τλήμων εἰς τὴν κάμινον, ἐθεώρει φρικτὰ καὶ θαυμαστά· τὸ πῦρ δεδεμένον κἀκείνους οὓς ἐδέσμευσε λελυμένους, ἁλλομένους, χορεύοντας καὶ σκιρτῶντας κα<ὶ ἐ>πᾴδοντας· Τάχυνον ...
Ὅλως δὲ ἠλλοιώθη καὶ συνεχύθη τὰς φρένας, καὶ τί τελέσαι μὴ ἔχων, τοῖς σατράπαις ἀνεβόησεν· »Τρεῖς ἐρρίψαμεν ἔνδον καὶ τέσσαρας αὐτοὺς βλέπω, καὶ τοῦ τετάρτου ἡ ὄψις συνταράσσει τὴν καρδίαν μου· οὔτε γὰρ οἶδα τίνι συγκρίνω τὸν τοιοῦτον· εἴπω ὅτι βροτός ἐστιν; Ἀλλ᾽ υἱὸς Θεοῦ πέφυκεν· δικαίως ἡττήθη τὸ πῦρ, οὔτε γὰρ ἴσχυσεν ἀντιστῆναι πρὸς πύρινον ἡ φλόξ· ἀξίως ἐσβέσθη ἡ κάμινος, οὐκ εἶχε γὰρ ὑποστῆναι τὴν αὐγὴν τοῦ ἀστράπτοντος καὶ τοῖς νέοις συμψάλλοντος· Τάχυνον ...
Σέβω οὖν, κἂν μὴ θέλω, τὸν Κύριον τῶν Ἑβραίων, καὶ πᾶσι τοῖς ἐν τῇ γῇ μου διατάττω συναινέσαι μοι. Δεῦτε, ἅγιοι παῖδες, ἐξέλθετε τῆς καμίνου· ἐπείσθην γὰρ ὅτι ὄντως ὁ Θεὸς ὑμῶν Θεός ἐστιν.» Ταῦτα ἐν Βαβυλῶνι ἐγένετο, ὡς γράφει, ὅτε αἰχμαλωτίσθησαν οἱ Θεὸν παροργίσαντες.
Διό, ἀδελφοί μου, ὁρᾶτε μὴ λυπήσωμεν τὸν δεσπότην καὶ δοθῶμεν ἐχθροῖς· λυποῦμεν γὰρ τοῦτον ἐὰν αὐτὸν ἀφήσωμεν καὶ τὴν πίστιν 〈τὴν〉 ὀρθὴν παρατρώσωμεν ἧς ἐκτὸς λέγειν ἄδεκτον· Τάχυνον ...
Ἔργον
Κείμενο
Ανοίγει το σχετικό χωρίο σε νέο παράθυρο.