Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Ρωμανὸς ὁ Μελωδός – ᾈσμάτων ᾆσμα

Ρωμανὸς ὁ Μελωδός

Κοντάκιον εις τον Προφήτην Ιωνάν και τους Νινευίτας

Η ιστορία του προφήτη Ιωνά, το κήρυγμά του και η σωτήρια μετάνοια των κατοίκων της Νινευή.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Ρωμανὸς ὁ Μελωδός

—

Κεφάλαιο 6 από 23

Τῇ δʹ τῆς αʹ ἑβδομάδος τῶν νηστειῶν, κοντάκιον κατανυκτικόν, οὗ ἡ ἀκροστιχίς· 〈τὸν προφήτην Κυρίου〉 Ῥωμ〈ανοῦ〉, ἦχος αʹ. Προοίμιον Ἀπεγνωσμένην τὴν Νινευὴ προέφθασας, ἐπηγγελμένην τὴν ἀπειλὴν παρήγαγες καὶ τὴν ὀργὴν ἐνίκησε τὸ ἔλεός σου, Κύριε· σπλαγχνίσθητι καὶ νῦν ἐπὶ λαὸν καὶ πόλιν σου, παλάμῃ κραταιᾷ τοὺς καθ᾽ ἡμῶν κατάβαλε πρεσβείαις τῆς Θεοτόκου, προσδεχόμενος ἡμῶν τὴν μετάνοιαν.

Τὸ ἰατρεῖον τῆς μετανοίας τοῖς γνώμῃ ἀρρωστοῦσιν ἠνέῳκται· δεῦτε, προφθάσωμεν, κἀκεῖθεν ῥῶσιν ταῖς ψυχαῖς ἡμῶν λάβωμεν· ἐν αὐτῷ γὰρ ἡ πόρνη ὑγίανεν, ἐν αὐτῷ ἀπέθετο καὶ ὁ Πέτρος τὴν ἄρνησιν, ἐν αὐτῷ τὸ ἐγκάρδιον ἄλγος Δαυὶδ ἔθραυσεν, ἐν αὐτῷ καὶ Νινευῆται ἰατρεύθησαν.

Μὴ οὖν ὀκνῶμεν, ἀλλ᾽ ἀναστῶμεν καὶ δείξωμεν τὸ τραῦμα τῷ Σωτῆρι, καὶ λάβωμεν ἔμπλαστρον· ὑπὲρ πάντα γὰρ πόθον προσδέχεται ἡμῶν τὴν μετάνοιαν. Οὐκ ἀπαιτεῖται μισθὸν οὐδὲ εἷς τῶν αὐτῷ προσελθόντων οὐδέποτε, ὅτι οὐκ ἴσχυον τῆς ἰατρείας δοῦναι δῶρον ἀντάξιον· διὰ τοῦτο δωρεὰν ὑγίαιναν, ἐκεῖνο δὲ ἔδωκαν ὃ καὶ δοῦναι ἐδύναντο, ἀντὶ δώρων τὰ δάκρυα· ἔστι γὰρ καὶ φίλτατα καὶ ἐράσμια τῷ ῥύστῃ καὶ ποθούμενα· μάρτυς ἡ πόρνη ἅμα τῷ Πέτρῳ, Δαυὶδ καὶ Νινευῆται, ὅτι μόνον κλαυθμὸν προσενέγκαντες, ὑπέπεσαν τῷ ῥύστῃ, καὶ ἐδέξατο αὐτῶν τὴν μετάνοιαν.

Νικᾷ πολλάκις κλαυθμὸς τὸν Θεόν, εἰ ἔξεστιν εἰπεῖν, καὶ βιάζεται ὄντως ἡδέως γὰρ ὑπὸ δακρύων ὁ οἰκτίρμων συνέχεται, τῶν δακρύων δὲ τῶν ἐκ τοῦ πνεύματος, οὐ τῶν ἐκ 〈τοῦ〉 σώματος, ὧν αἱ θλίψεις παραίτιοι· καὶ νεκροὺς γὰρ δακρύομεν καὶ ἐκ πληγῶν κλαίομεν· ἡ γὰρ σὰρξ πηλὸς ὑπάρχει ῥέων ἄπαυστα.

Κλαύσωμεν τοίνυν ἀπὸ καρδίας, ὃν τρόπον Νινευῆται κατανύξει τὸν οὐρανὸν ἤνοιξαν καὶ ὤφθησαν τῷ ῥύστῃ, καὶ ἐδέξατο αὐτῶν τὴν μετάνοιαν. Περὶ οὖν τούτους εἰλήσθω ὁ νοῦς· αὐτῶν γὰρ καὶ ἔστιν ἡ ὑπόθεσις ὅθεν σχολάσωμεν, καὶ τῶν ἐκείνοις πεπραγμένων ἀκούσωμεν.

Μετ᾽ ἐκεῖνο τὸ ἔμφοβον κήρυγμα ὃ πρώην ἐκήρυξε Ἰωνᾶς τοῖς μὴ νήφουσι, μετ᾽ ἐκείνην τὴν ἄστεκτον καὶ τὴν ἀνυπόστατον ἀπειλὴν ἣν ὁ προφήτης προεκήρυξεν, οἱ Νινευῆται ὥσπερ τεχνῖται ἐπιστηρίξαι πόλιν ἣν κακίαι ἐσάλευσαν ἔσπευσαν, οὐ λίθον ὑποθέντες, ἀλλὰ πέτραν ἀσφαλῆ τὴν μετάνοιαν.

Ῥοαῖς δακρύων τὸν ῥύπον αὐτῆς ἐκπλύναντες εὐχαῖς κατεκόσμησαν ὅλην, καὶ ἤρεσεν ἐπιστραφεῖσα Νινευὴ τῷ οἰκτίρμονι· τὸ γὰρ κάλλος αὐτῆς τὸ ἐγκάρδιον εὐθέως ὑπέδειξε τῷ καρδίας ἐτάζοντι, καὶ τὴν σάρκα τὴν ἄμορφον σάκκῳ σποδῷ μίξασα, εὐποιΐαις ὡς ἐλαίῳ ἐπεχρίσατο, καὶ ταῖς νηστείαις μυρισαμένη πρὸς τὸν ἀρχαῖον ἄνδρα ἀναλύει καὶ τούτῳ προσπλέκεται, διὸ καὶ ὁ νυμφίος ἠγκαλίσατο αὐτῆς τὴν μετάνοιαν.

Ὁ βασιλεὺς δὲ αὐτῆς ὁ σοφός, καθάπερ νυμφοστόλος γενόμενος, τότε ἐκέλευσε τὴν πόλιν πᾶσαν ἀρετὴν ἀναδήσασθαι, καὶ ὡς νύμφην λοιπὸν ἐκαλλώπισε, καὶ κτήνη καὶ θρέμματα ὡς εἰς φερνὴν ηὐτρέπιζε, «Πάντα, λέγων, προσφέρω σοι· μόνον διαλλάγηθι, νυμφίε, Θεέ, σωτήρ μου, καταλλάγηθι τῇ πορνευσάσῃ καὶ ἀποστάσῃ ἐκ τῆς ἀκηλιδώτου συνουσίας τῆς σῆς καθαρότητος· ἰδοὺ γάρ σε φιλοῦσα σοὶ προσφέρει δωρεὰν τὴν μετάνοιαν.

Φωνὴ ἀλόγων ζητούντων νομήν· ἀνθρώποις γὰρ ὁμοῦ καὶ τοῖς κτήνεσι πᾶσιν ἐκέλευσα νηστείαν ἄγειν ἕως ἂν φιλ<ιω>θῇς ἡμῖν. Εἰ ἐγὼ ὁ ἀνάσσων ἠνόμησα, ἐμὲ μόνον ἔτασον καὶ τοὺς πάντας ἐλέησον· εἰ δὲ πάντες ἡμάρτομεν, πάντων φωνὰς ἄκουσον, τῶν βοῶν καὶ τῶν προβάτων τὰ μυκήματα καὶ τῶν ἀνθρώπων τὰς ἱκεσίας· ἐπιφθασάτω μόνον ἡ ῥοπή σου, καὶ πᾶν δεινὸν λέλυται· οὐ δειλιῶμεν φόβον, ἐὰν δέξῃ παρ᾽ ἡμῶν τὴν μετάνοιαν.

Ἡ τὸν ζυγόν σου, σῶτερ ἀγαθέ, τραχήλου ἑαυτῆς ἀπορρίψασα αὕτη προσπίπτει σοι καὶ πάλιν τοῦτον ὑποθεῖναι ἐπείγεται· Νινευὴ ἡ δραπέτις προσπίπτει σοι, κἀγὼ ὁ ταλαίπωρος βασιλεὺς καὶ οἰκέτης σου, ὡς τοῦ θρόνου ἀνάξιος ἐπὶ σποδοῦ κάθημαι, ὡς τὸ στέμμα καθυβρίσας κόνιν πέπασμαι, ὡς μὴ ἁρμόζων τῇ πορφυρίδῃ τὸν σάκκον ἐνεδύθην κα<ὶ ὠ>δυνήθην· διὸ μὴ παρίδῃς με· ἐπίβλεψον, σωτήρ μου, καὶ πρόσδεξαι ἡμῶν τὴν μετάνοιαν.

Τίς ὠφελία ἐν τῇ Νινευῇ ἐὰν καταστραφῇ, ἀναμάρτητε μόνε; Μὴ δύναται ὁ χοῦς ἐν Ἅιδῃ ἀναγγεῖλαί σοι αἴνεσιν; Διὰ τοῦτο οἱ ζῶντες ζητοῦμέν σε· ἐκεῖνο ὃ πέφυκας, τοῦτο δεῖξον τοῖς δούλοις σου· ἐλεήμων, οἰκτίρμων εἶ, οἴκτειρον, ἐλέησον· μὴ ποιήσῃς ἡμᾶς πῆμα τῶν ἐχθρῶν ἡμῶν, μὴ μισηθῶμεν ὡς Σοδομῖται, μὴ γέλως ἐξαπίνης τοῖς ἐχθροῖς μου ἡ πόλις σου γένηται, ἀλλὰ ὡς ἐλεήμων νῦν πρόσδεξαι ἡμῶν τὴν μετάνοιαν.

Ἡ ναυαγοῦσα ὁλκὰς Νινευὴ καὶ πάσης τῆς ζωῆς ἀπελπίσασα, κράξον καὶ αἴτησαι τὸν πάντων ῥύστην δεξιὰν ἐπιδοῦναί σοι· ὁ γὰρ σὲ κυβερνῶν οὐκ ἀκούομαι· πάντων γὰρ τὰ πταίσματα ἐν ἐμοὶ μόνῳ φαίνεται.

Διὰ τοῦτο οὖν κραύγασον· τάχα τοῖς σοῖς πείθεται καὶ τοῖς δάκρυσί σου μᾶλλον ἐπικάμπτεται· κλαῦσον, ὦ νύμφη, κλαύσατε, νέοι, κλαύσατε, νεανίσκος σὺν παρθένῳ, πρεσβῦται καὶ νήπια, ἐνώπιον Κυρίου προσενέγκωμεν 〈ἡμῶν〉 τὴν μετάνοιαν.» Νομοθετήσας τοιαῦτά ποτε ὁ πάνσοφος ὁμοῦ καὶ πανεύφημος ἄναξ ὑπήκοον τὴν πόλιν πᾶσαν εὗρεν, ὥσπερ ἠθέλησε.

Καὶ μαστῶν ὁ θηλάζων ἀπείχετο, παῖδες ἀσεβήσαντες ἡδονῶν ἀπετάξαντο, καὶ τὸν γάμον τὰ γύναια τίμιον ἡγήσαντο, καὶ ἀμίαντον τὴν κοίτην διεφύλαξαν· πάντες οἱ νέοι ἅμα πρεσβύταις εὐχαῖς, λιταῖς, νηστείαις, εὐποιΐαις τὸν νῶτον συνέκαμψαν, καὶ ταῦτ<α α>ὐτῶν πραξάντων προσεδέξατ<ο ὁ> Θεὸς τὴν μετάνοιαν.

Καὶ ἵνα γνῶμεν τὸ μεῖζον καλόν, οὐκ εἶπεν ἡ γραφὴ ὅτι ἤσκησαν μόνον, οὐδ᾽ ἔφησεν ὅτι νηστείαις καὶ τῷ σάκκῳ ἐχρήσαντο, ἀλλὰ τί μετὰ ταῦτα ἐποίησαν· ἐβόησεν ἕκαστος ἐκτενῶς πρὸς τὸν Κύριον, πρὸς ἐκεῖνον 〈ὃν〉 ἔφυγον πάλιν ἐπανέλυσαν· οὐ γὰρ εὗρον ἄλλον οὕτω σπλαγχνιζόμενον, μετανοοῦντα ἐπὶ κακίαις καὶ ἀγαπῶντα σῴζειν καὶ φιλοῦντα λυτροῦσθαι καὶ ῥύεσθαι καὶ σπεύδοντα οἰκτείρειν καὶ δεχόμενον 〈αὐτῶν〉 τὴν μετάνοιαν.

Ὑπὸ δὲ τούτων εὐθὺς Ἰωνᾶς τῇ λύπῃ ἑαυτὸν κατεμάρανε λέγων· «Οὐκ ἔλεγον ὅτι οἰκτείρεις καὶ οὐ κτείνεις, φιλόψυχε· διὰ τοῦτο γὰρ φεύγειν ἐσπούδαζον, οὐχ ἵνα 〈μὴ〉 πέμψῃς με, ἀλλὰ ἵνα μὴ ψεύσωμαι· καὶ τὰ νῦν ἠθύμησα, οὐκ ἐπειδὴ ἔσωσας, ἀλλ᾽ ἐζήτουν· »Ὡς τῶν πρώτων κήρυξ γέγονα, οὕτως καὶ τούτων ἀξιωθείην.» Ἀλλ᾽ ἐγενόμην κήρυξ τῆς ὀργῆς σου καὶ οὐ τῆς ἀφέσεως· ἐγὼ σκληρὸς οἰκέτης, σὺ δὲ πρᾶος καὶ φιλῶν τὴν μετάνοιαν.

Ῥανίδα μόνην τῶν σῶν οἰκτιρμῶν παράσχου μοι τὰ νῦν ὡς οἰκέτῃ σου· λάβε τὸ πνεῦμα μου· καλὸν γάρ ἐστι τὸ θανεῖν ἢ τὸ ζῆσαί με.» Καὶ τοιαῦτα εἰπὼν ἐκαθεύδησε· τῇ λύπῃ γὰρ πάντοτε καὶ ὁ ὕπνος ἀκόλουθος.

Ὁ δὲ μόνος ἀνύστακτος τότε τὸν κοιμώμενον τῇ σκιᾷ τῆς κολοκύντης ἐπανέπαυσε, ταύτῃ σκεπάζων τὸν ἀθυμοῦντα καὶ δι᾽ αὐτῆς διδάσκων τὸν προφήτην μισεῖν τὸ ἀπότομον καὶ ἅπασι συμπάσχειν καὶ φιλεῖν τὴν μετάνοιαν.

Ἰδοὺ ὁ τύπος τοῦ νόμου σαφῶς ἐπὶ τῆς κολοκύντης γνωρίζεται ὄντως· φυεῖσα γὰρ νυκτὸς ἐκείνη Ἰωνᾶν ὑπεσκίαζε· καὶ ὁ νόμος σκιάζων τὰ μέλλοντα νυκτὸς ἀνεβλάστησε τῷ Μωσεῖ ὑπονέφελα· ἡ δὲ χάρις ὡς ἥλιος ἄρτι ἀνατείλασα ἐπεκάλυψε τὸν νόμον ὡς τὸ λάχανον.

Ὅθεν ὁ κόσμος, ὡς ὁ προφήτης, ἀφυπνισθεὶς κατεῖδεν ὅτι πᾶσαν τοῦ νόμου τὴν ἄγρωστιν ἐθέρισεν ἡ χάρις, καὶ ἐφύτευσεν ἡμῖν τὴν μετάνοιαν. Ὁ μὲν προφήτης ποτὲ Ἰωνᾶς ἐχάρη κατιδὼν τὴν κολόκυνταν τότε, καὶ ἅθροον ὡς ξηρανθεῖσαν θεωρήσας ἠθύμησεν.

Ὁ δὲ πλάστης φησὶ πρὸς τὸν ὅσιον· «Εἰ σφόδρα λελύπησαι ὑπὲρ ἧς οὐκ ἐκοπίασας, εἰ τὸ ἄνθος σε ἔθλιψε, πόσῳ μᾶλλον ἄνθρωπος; Εἰ τοῦ χόρτου ξηρανθέντος ὠλιγώρησας, μὴ οἰκτείρω πόλιν τὴν τοιαύτην ἐν μέτρῳ δεκαδύο μυριάδας ἀνδρῶν πλήρης γέμουσαν;

Διὸ μεγαλοψύχει καὶ ἀγάπα σὺν ἡμῖν τὴν μετάνοιαν.» Υἱὲ τοῦ μόνου καὶ μόνε Θεέ, ὁ θέλημα ποιῶν τῶν φιλούντων σε, ῥῦσαι ὡς εὔσπλαγχνος ἐκ τῆς μελλούσης ἀπειλῆς, ἀναμάρτητε· ὥς ποτε Νινευήτας ᾠκτείρησας καὶ τῶν μυστηρίων σου Ἰωνᾶν κατηξίωσας, οὕτω νῦν τοὺς ὑμνοῦντάς σε λύτρωσαι τῆς κρίσεως, καὶ ἐμοὶ μισθὸν τοῦ λόγου δὸς τὴν ἄφεσιν· λέγειν γὰρ οἶδα, πράττειν δ᾽ οὐκ οἶδα· ἐπειδὴ οὖν οὐκ ἔχω ἔργα, σῶτερ, τῆς σῆς δόξης ἄξια, ἀλλ᾽ οὖν διὰ τοὺς λόγους ἐξελοῦ με φιλῶν τὴν μετάνοιαν.