Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Ρωμανὸς ὁ Μελωδός – ᾈσμάτων ᾆσμα

Ρωμανὸς ὁ Μελωδός

Κοντάκια εις τον Γάμον εν Κανά και εις την Σαμαρείτιδα

Ύμνοι για το πρώτο θαύμα του Χριστού στην Κανά και τον διάλογο του Σωτήρος με τη Σαμαρείτιδα στο φρέαρ.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Ρωμανὸς ὁ Μελωδός

—

Κεφάλαιο 10 από 23

Τῇ δʹ τῆς βʹ ἑβδομάδος, κοντάκιον εἰς τὸν ἐν Κανᾷ γάμον, φέρον ἀκροστιχίδα τήνδε· 〈τὸ ἔπος Ῥωμανοῦ ταπεινοῦ〉 ἦχος πλ. βʹ ... πρός· Τῷ τυφλωθέντι. Προοίμιον Ὁ τὸ ὕδωρ εἰς οἶνον ὡς δυνατὸς μεταποιήσας, τὴν ἐξ ἁμαρτημάτων συνέχουσάν με θλῖψιν εἰς χαρὰν μεταποίησον διὰ τῆς Θεοτόκου, Χριστὲ ὁ Θεός, ὁ τὰ πάντα ἐν σοφίᾳ ποιήσας.

Τὴν παρθενίαν τιμήσας Θεὸς γαστέραν ᾤκησε παρθενικήν· τεχθεὶς δὲ ἐξ αὐτῆς ἀσπόρως, τῆς ἁγνείας αὐτῆς τὰς σφραγῖδας οὐκ ἔλυσεν· οὗτος τὴν ἐκκλησίαν ἄμωμον καὶ παρθένον ἑαυτῷ ἐμνηστεύσατο. Ἡ μήτηρ οὖν Χριστοῦ καὶ παρθένος καὶ νύμφη, παρθένος καὶ αὐτός· ἡ παστὰς δὲ ἁγία, οὐρανὸν γὰρ νυμφῶνα εἰργάσατο.

Κἂν οὖν ἐτέχθη ἐκ παρθενικῆς καὶ παναγίας γαστρός, οὐ βδελύττεται ὅμως τὰς τῶν γάμων συζυγίας ὁ τὰ πάντα 〈ἐν σοφίᾳ ποιήσας.〉 Ὅθεν ὁ ἄμοιρος γάμου θνητοῦ, ὁ μόνος ἅγιος καὶ φοβερὸς θαλάμῳ γαμικῷ ἐπέστη, ὡς ὁ θεῖος ἡμᾶς Ἰωάννης [ἐδίδα]ξεν ὅτι ὁ ἀνυμφεύτους διαδραμὼν ὠδῖνας [ἐν τοῖ]ς γάμοις ἐλήλυθεν, ὁ ἐπὶ Χερουβὶμ ἐποχούμενος [ὤμοι]ς, ἐν κόλποις τοῦ Πατρὸς ἀχώριστος ὑπάρχων, ἐν στι[βάδι] φθαρτῇ ἀνεκλίνετο· συνεστιάθη τοῖς ἁμαρτωλοῖς [ὁ ἁ]μαρτίαν μὴ γνούς, ἵνα δείξῃ τὸν γάμον τίμιον τῇ παρουσίᾳ ὁ τὰ πάντα 〈ἐν σοφίᾳ ποιήσας.〉 [Ἔν]θεν εἰκότως λαβὼν ἀφορμὰς ὁ μέγας ἔγραψε Παῦ[λο]ς βοῶν ὡς τίμιός ἐστιν ὁ γάμος καὶ τοῦ γάμου ἡ κοίτη ὑπάρχει ἀμίαντος· καὶ γὰρ διὰ τοῦ γάμου λάμπουσιν αἱ παρθένοι· διὰ γάμου γὰρ τίκτονται.

Ἡ Θεοτόκος γὰρ καὶ ἁγία παρθένος καὶ ἔμεινεν ἁγνὴ μετὰ τόκον παρθένος, ἀλλὰ γάμος αὐτὴν ἀπεκύησεν, ὡς καὶ τὸ πλῆθος τῶν διὰ Χριστὸν παρθενευσάντων ἀεὶ διὰ γάμου ἐτέχθη, ὃν ἡγίασεν ἐκ μήτρας ὁ τὰ πάντα 〈ἐν σοφίᾳ ποιήσας.〉 Πρόκειται νῦν καὶ τὸ θαῦμα εἰπεῖν ὃ πρῶτον ἔπραξεν ἐν τῇ Κανᾷ ὁ πρώην Αἰγυπτίοις δείξας καὶ Ἑβραίοις αὐτοῖς τῶν θαυμάτων τὴν δύναμιν.

Τότε μὲν γὰρ εἰς αἷμα ἡ τῶν ὑδάτων φύσις θαυμαστῶς μετεβάλλετο· δεκάπληγον ὀργὴν Αἰγυπτίοις ἐπῆξε, τὴν θάλασσαν βατὴν τοῖς Ἑβραίοις παρέσχεν, ἣν ὡς χέρσον σπουδαίως διώδευσαν· ἐν τῇ ἀνύδρῳ ὕδωρ χορηγεῖ ἀπὸ τῆς πέτρας αὐτοῖς· ἐν τοῖς γάμοις δὲ ἄρτι φύσιν πάλιν μεταβάλλει ὁ τὰ πάντα ἐν σοφίᾳ ποιήσας.

Ὅτε τοῖς γάμοις παρῆν ὁ Χριστὸς καὶ εὐωχεῖτο ἀνθρώπων πληθύς, ἐπέλειψεν αὐτοῖς ὁ οἶνος, καὶ εἰς λύπην αὐτοῖς ἡ χαρὰ μετεβάλετο· ἤχθετο ὁ νυμφίος, καὶ οἱ οἰνοχοοῦντες ἐψιθύριζον ἄπαυστα, καὶ μία ἦν αὐτοῖς τραγῳδία πενίας, καὶ θόρυβος παρῆν οὐ μικρὸς τῷ θαλάμῳ· ὃν καὶ γνοῦσα Μαρία ἡ πάναγνος ἦλθεν εὐθὺς καὶ λέγει τῷ υἱῷ· «Οἶνον οὐκ ἔχουσιν· ἀλλὰ δέομαι, τέκνον, δεῖξον ὅτι πάντα δύνῃ, ὁ τὰ πάντα ἐν σοφίᾳ ποιήσας.» Σὲ δυσωποῦμεν, παρθένε σεμνή, ἐκ ποίων ἔγνως θαυμάτων αὐτοῦ ὡς δύναται ὁ ὑϊός σου σταφυλὴν μὴ τρυγήσας τὸν οἶνον χαρίζεσθαι, οὔπω θαυματουργήσας πρώην, ὡς Ἰωάννης ὁ θεσπέσιος ἔγραψεν;

Ἐκδίδαξον ἡμᾶς πῶς μὴ θεασαμένη, πῶς θαύματος αὐτοῦ μὴ λαβοῦσα τὴν πεῖραν, [προ]σκαλεῖσαι αὐτὸν πρὸς τὰ θαύματα· οὐ γὰρ ἁπ[λῆ ἡ αἴ]τησις νυνί ἐστιν ἐν τούτῳ ἡμῖν, ὅτι πῶς τῷ υἱῷ σου· «Δ[ὸς] αὐτοῖς, ἐβόας, οἶνον, ὁ τὰ πάντα ἐν σοφίᾳ ποιήσας.» Ῥήματα μάθωμεν ἃ πρὸς ἡμᾶς ἡ μήτηρ λέγει τοῦ πάν[των] Θεοῦ· «Ἀκούσατε, φησίν, ὦ φίλοι, συνετίσθητε πάντες καὶ γ[νῶ]τε μυστήρια.

Εἶδον τὸν ὑϊόν μου ἤδη θαυματουργοῦντα [καὶ] πρὸ τούτου τοῦ θαύματος· οὐδέπω ἦν αὐτοῦ μαθητὴς Ἰωάννης· οὐδέπω γὰρ οὐκ ἦν τῷ Χριστῷ μαθητεύσας, ὅτ[ε] ταῦτα ἐποίει τὰ θαύματα· πρώτην αὐτοῦ θαυμάτω[ν ἀ]παρχὴν ταύτην τεθέαται ἐν Κανᾷ γεναμένην, ὥσπ[ερ] οἶδεν ὁ υἱός μου, ὁ τὰ πάντα ἐν σοφίᾳ ποιήσας.

Ὥστε ἐπείπερ ἐκεῖνα οὐδεὶς ἀνθρώπων ἔχει εἰς πίστιν σαφῶς ταῖς βίβλοις μὴ ἐγγεγραμμένα αἷς αὐτοῦ οἱ αὐτόπται τῆς χάριτος ἔγραψαν, ταῦτα μὲν παραλείψω· ἅψομαι δὲ μειζόνων ὧνπερ ἔχω τὴν εἴδησιν.

Ἐπίσταμαι ἐγὼ ὅτι ἄνδρα οὐκ ἔγνων, καὶ ἔτεκον υἱὸν ὑπὲρ φύσιν καὶ λόγον, καὶ ὡς ἤμ[ην] παρθένος μεμένηκα· τούτου τοῦ τόκου μεῖζον οὖν ζητεῖς θαῦμα, ὦ ἄνθρωπε; Γαβριήλ μοι ἐπέστη λέγων πῶς γεννᾶται οὗ[τος] ὁ τὰ πάντα ἐν σοφίᾳ ποιήσας.

Μετὰ τὴν σύλληψιν εἶδον ἐγὼ τὴν Ἐλισάβετ καλοῦσαν ἐμὲ μητέρα 〈τοῦ〉 Θεοῦ πρὸ τόκου· Συμεὼν δὲ ἐμὲ μετὰ τόκον ἀνύμνησεν, Ἄννα με ἀνευφήμει· μάγοι δὲ ἐκ Περσίδος πρὸς τὴν φάτνην ἐξέδραμον, οὐράνιος ἀστὴρ προμηνύων τὸν τόκον· ἐκήρυττον χαρὰν μετ᾽ ἀγγέλων ποιμένες, καὶ ἡ κτίσις σὺν τούτοις ἠγάλλετο· τί τῶν θαυμάτων τούτων ἐκζητεῖν μεῖζον δυνήσομαι, καὶ ἐντεῦθεν πιστεύω ὅτι ἐστὶν ὁ υἱός μου 〈ὁ τὰ πάντα ἐν σοφίᾳ ποιήσας;»〉 Ἀλλ᾽ ὁ Χριστὸς τὴν μητέρα ἰδὼν «Παράσχου, λέγουσαν, χάριν ἐμοί», καὶ εἶπεν πρὸς αὐτὴν εὐθέως· «Τί ἐμοὶ καὶ σοί, γύναι; Οὐχ ἥκει ἡ ὥρα μου.» Τοῦτον τινὲς τὸν λόγον πρόφασιν ἀσεβείας ἑαυτοῖς κατεσκεύασαν, οἱ λέγοντες Χριστὸν ὑποκεῖσθαι ἀνάγκαις, οἱ φάσκοντες αὐτὸν καὶ ταῖς ὥραις δουλεύειν, οὐ νοοῦντες τοῦ λόγου τὴν ἔννοιαν· ἀλλ᾽ ἐνεφράγη στόμα ἀσεβῶν τῶν μελετώντων κακά, ἐπειδὴ παραχρῆμα καὶ τὸ θαῦμα διεξῆλθεν ὁ τὰ πάντα 〈ἐν σοφίᾳ ποιήσας.〉 «[Νῦν] ἀποκρίθητι, τέκνον», φησὶν ἡ πάναγνος μήτηρ τοῦ Ἰησοῦ· «ὁ [μέτ]ροις χαλινῶν τὰς ὥρας, πῶς τὰς ὥρας ἐκδέχει, [υἱ]έ μου καὶ Κύριε;

Πῶς δὲ καιρὸν προσμένεις, σὺ ὁ νομοθετήσας [τοῖ]ς καιροῖς διαστήματα, ὁ κτίστης ὁρατῶν ὁμοῦ καὶ ἀοράτων, ἡμέρᾳ καὶ νυκτὶ ὁ ἀλύτους βραβεύσας ὡς δυνάστης τροπάς, ὡς ἠθέλησας; Κύκλοις εὐτάκτοις τοὺς ἐνιαυτοὺς σὺ περιέγραψας· πῶς καιρὸν ἀναμένεις πρὸς τὸ θαῦμα 〈ὃ〉 αἰτῶ σε, 〈ὁ τὰ πάντα ἐν σοφίᾳ ποιήσας;〉 —Οἶδα πρὶν μάθῃς, παρθένε σεμνή, ὡς οἶνος ἔλειψε τούτοις νυνί,», ὁ ἄφραστος καὶ ἐλεήμων τῇ πανσέμνῳ μητρὶ παρευθὺς ἀπεκρίνατο. «Οἶδά σου τῆς καρδίας πάσας τὰς ἐνθυμήσεις ἃς ἐν τούτῳ ἐκίνησας· καὶ γὰρ ἐν ἑαυτῇ ἐλογίσω τοιαῦτα· ἡ χρεία νῦν καλεῖ τὸν υἱόν μου πρὸς θαῦμα, καὶ προφάσει ὡρῶν ἀναβάλλεται.

Μήτηρ ἁγνή, τὸν τῆς ἀναβολῆς νῦν ἐκδιδάχθη[τι] νοῦν· ὅταν τοῦτον γὰρ μάθῃς, δώσω σοι τὴν χάριν πάντως, ὁ τὰ πάντα ἐν σοφίᾳ ποιήσας. Ὕψωσόν σου πρὸς τοὺς λόγους τὸν νοῦν καὶ γνῶθι, ἄφθορε, ἅπερ ἐρῶ· ἡνίκα γὰρ ἐκ τῶν μὴ ὄντων οὐρανόν τε καὶ γῆν καὶ τὰ πάντα παρήγαγον, ὅλα τὰ παραχθέντα τότε διακοσμῆσαι παραχρῆμα ἐξίσχυον· ἀλλ᾽ εὔτακτόν τινα συνεισήγαγον τάξιν· συνέστη γὰρ ἐν ἓξ τὰ κτισθέντα ἡμέραις, οὐκ ἐπείπερ οὐ δυνατὸς πέφυκα, ἀλλ᾽ ἵν᾽ ἀγγέλων βλέπων ὁ χορὸς ἃ κατὰ μέρος ποιῶ ἐκθειάζεται ᾄδων, ὑμνῶν· Δόξα σοι, δυνάστα, ὁ τὰ πάντα ἐν σοφίᾳ ποιήσας.

Ταῦτα σαφῶς ἐνωτίζου, σεμνή, ὡς ἠδυνάμην ἑτέρᾳ ὁδῷ λυτρώσασθαι τοὺς πεπτωκότας καὶ μὴ δούλου, πτωχοῦ τὴν μορφὴν καταδέξασθαι· ὅμως δὲ ἠνεσχόμην πρῶτον μὲν συλληφθῆναι καὶ τεχθῆναι ὡς ἄνθρωπος καὶ γάλακτος λαβεῖν ἐκ μαζῶν σου, παρθένε, καὶ πάντα δ᾽ ἐν ἐμοὶ κατὰ τάξιν προέβη· παρ᾽ ἐμοὶ γὰρ οὐδέν ἐστιν ἄτακτον.

Οὕτως καὶ νῦν τὸ θαῦμα βούλομαι τάξει εὐτάκτῳ ποιεῖν, ὃ ἐυδ[όκησα] πράττειν πρὸς ἀνθρώπων σωτηρίαν, ὁ τὰ πάντα ἐν σοφίᾳ ποιήσας. Ἅπαντα σύνες ἃ λέγω, σεμνή· νυνὶ γὰρ ἤθελον πρ[ῶτον] ἐγὼ κηρῦξαι τοῖς Ἰσραηλίταις καὶ διδάξαι αὐτοὺς τὴν [ἐλ]πίδα τῆς πίστεως, ἵνα πρὸ τῶν θαυμάτων οὗτοι ἐκ[διδα]χθῶσιν ὅτι τίς με ἀπέστειλε, καὶ γνῶσιν ἀσφαλῶς τοῦ [πατρός] μου τὴν δόξαν καὶ τούτου τὴν βουλήν, ὅτι βούλεται πάν[τως] σὺν αὐτῷ με ἐκ πάντων δοξάζεσθαι· ἃ ὁ γεννήσας γ[ὰρ] ἐμὲ ποιεῖ, ταῦτα ποιῶ καὶ ἐγώ, ὁμοούσιος τούτου καὶ τοῦ πνεύματος ὑπάρχων, ὁ τὰ πάντα ἐν σοφίᾳ ποιήσας.

Πάντα γὰρ ταῦτ<α ε>ἰ ἔγνωσαν αὐτοὶ ἡνίκα θαύματα εἶδ[ον] φρικτά, ἐγίνωσκον ὅτι ὑπάρχω πρὸ αἰώνων Θεός, κἂν γεγένημαι ἄνθρωπος· νῦν δὲ παρὰ τὴν τάξιν, πρὸ τῆς διδασκαλίας, ἐπεζήτησας θαύματα, καὶ διὰ τοῦτό σοι μικρὸν ἀν[ε]βαλλόμην, καὶ τοῦ θαυματουργεῖν ἐπεζήτουν τὴν ὥραν διὰ ταύτην καὶ μόνην τὴν πρόφασιν· ἀλλ᾽ ὅτι χρὴ τιμᾶ[σθαι] τοὺς γονεῖς παρὰ τῶν τέκνων αὐτῶν, θεραπεύσω σε, μῆτερ· δύναμαι γὰρ πάντα πράττειν, ὁ τὰ πάντα ἐν σοφίᾳ ποιήσας.

Εἰπὲ οὖν τάχος τοῖς ἐν τῇ οἰκίᾳ ἵν᾽ ὑπουργήσωσι τοῖς παρ᾽ [ἐ]μοῦ, καὶ ἔσονται μετὰ ταῦτα ἑαυτοῖς καὶ τοῖς ἄλλοις τοῦ θαύματος μάρτυρες· Πέτρον γὰρ ὑπουργῆσαι, ἀλλ᾽ οὐδὲ Ἰωάννην, οὐκ Ἀνδρέαν νῦν βούλομαι, οὐκ ἄλλον οὐδένα τῶν ἐμῶν ἀποστόλων, ἵνα μὴ γεννηθῇ δι᾽ αὐτῶν τοῖς ἀνθρώποις ὑποψία ἐντεῦθεν φαυλότητος, ἀλλὰ αὐτοὺς νῦν θέλω ὑπουργεῖν τοὺς ὑπηρέτας ἐμοί, ἵν᾽ αὐτοὶ μαρτυροῦσιν ὅτι πάντα ἐξισχύω, ὁ τὰ πάντα ἐν σοφίᾳ ποιήσας.» Ἴξασα τούτοις ἡ μήτηρ Χριστοῦ τοῖς ὑπηρέταις τοῦ γάμου εὐθὺς ἐφθέγξατο σὺν προθυμίᾳ· «Ἅπερ λέγει ὑμῖν ὁ υἱός μου ποιήσατε.» Τότε δὲ ἓξ ὑδρίαι, ὡς ἡ γραφὴ διδάσκει, ἐν τῷ οἴκῳ ἀπέκειντο· τοῖς ὑπηρέταις οὖν ὁ Χριστὸς ἐπιτάττει, «Γεμίσατε, λέγων, τὰς ὑδρίας ὕδατος.» Καὶ εὐθέως τὸ ἔργον ἐγένετο· [τὰς γὰρ ὑ]δρίας ὕδατος ψυχροῦ πάσας ἐπλήρωσαν, καὶ εἱ[στήκεσαν] γνῶναι τί βουλεύεται πρὸς τοῦτο ὁ τὰ πάντα ἐν 〈σοφίᾳ ποιήσας.〉 [Νῦν] ὑδρίας ἐπαινέσω ἐγὼ πῶς ἀπεδείχθησαν οἴνου [μεσταί], πῶς ἀθρόον ἡ τῶν ὑδάτων μεταχώνευσις οὕτως [αἰφνί]διον γέγονε.

Τότε γὰρ ὁ δεσπότης εἶπεν τοῖς ὑπηρέταις [φανερ]ῶς, καθὼς γέγραπται· «Ἀντλήσατε ὑμεῖς μὴ τρυγή[σαντ]ες οἶνον· ποτίσατε λοιπὸν τοὺς ἀνακεκλιμένους, [τὰς ἀ]βρόχους φιάλας ἀρδεύσατε· ἀπολαυέτω πᾶσα ἡ [πλη]θὺς καὶ ὁ νυμφίος αὐτός· παραδόξως γὰρ πᾶσιν ἔ[δωκα] τὴν εὐφροσύνην, ὁ τὰ πάντα ἐν σοφίᾳ ποιήσας.» [Ὅτε τὸ] ὕδωρ εἰς οἶνον Χριστὸς σαφῶς μετέβαλεν ὡς δυνατός, [κατευφρ]άνθη ἅπαν τὸ πλῆθος, θαυμασίαν τὴν γεῦσιν αὐτοῦ ἡγησάμενοι· ἄρτι δὲ ἐν τῷ δείπνῳ τῷ ἐν τῇ ἐκκλησίᾳ ἀ[νακλί]νομεν ἅπαντες· εἰς αἷμα γὰρ Χριστοῦ μεταβάλλεται οἶνος, [καὶ π]ίνομεν αὐτὸν εὐφροσύνῃ ἁγίᾳ τὸν νυμφίον τὸν μέ[γαν δο]ξάζοντες· ὁ γὰρ νυμφίος ὁ ἀληθινὸς ὁ ἐκ Μαρίας [ἐστίν], ὁ προάναρχος Λόγος ὁ λαβὼν μορφὴν τοῦ δούλου, ὁ τὰ πάντα 〈ἐν σοφίᾳ ποιήσας.〉 [Ὕψι]στε ἅγιε, πάντων σωτήρ, τὸν οἶνον φύλαξον τὸν ἐν ἡμῖν [ἀν]όθευτον, ὡς παντεπόπτης· κακοδόξους δὲ πάντας [ἐντ]εῦθεν ἀπέλασον, οἵτινες ὡς πανοῦργοι μίσγουσί σου [τὸν] οἶνον τὸν πανάγιον ὕδατι· τὸ δόγμα γὰρ τὸ σὸν ἀεὶ ἐξυ[δαρ]οῦντες, κατάκριτοί εἰσι τῷ πυρὶ τῆς γεέννης· ἀλλὰ [ῥῦσ]αι ἡμᾶς, ἀναμάρτητε, τοῦ ὀδυρμοῦ τῆς κρίσεως τῆς [σῆς], ὡς ἐλεήμων Θεός, ταῖς εὐχαῖς τῆς ἁγίας Θεοτόκου καὶ παρθένου, ὁ τὰ πάντα ἐν σοφίᾳ ποιήσας.

[Κυριακῇ δʹ] τοῦ Πάσχα, κοντάκιον εἰς τὴν Σαμαρείτιδα, φέρον ἀκροστιχίδα τήνδε· [〈τοῦ] ταπεινοῦ Ῥωμανοῦ αἶνος〉 ἦχος βʹ, ἰδιόμελον. Προοίμιον Ἐπὶ τὸ φρέαρ ὡς ἦλθεν ὁ Κύριος, ἡ Σαμαρεῖτις ἠρώτα τὸν εὔ[σπ]λαγχνον· «Παράσχου μοι τὸ ὕδωρ τῆς πίστεως, καὶ λήψομαι τῆς κολυμβήθρας τὰ νάματα, ἀγαλλίασιν καὶ ἀπολύτρωσιν.» [Τὸ] τάλαντον τὸ δοθέν σοι, ψυχή μου, μὴ ἀποκρύψῃς, ἵνα μὴ τῆς ῥαθυμίας ὑπενέγκῃς τὴν αἰσχύνην, ἐν ἡμέρᾳ 〈ἐν〉 ᾗ κρί[νει] ὁ Θεὸς τὴν οἰκουμένην.

Ἐρχόμενος γὰρ τότε, τὸ χρῆμα παραχρῆμα ἀπαιτήσει σε· οὐχ ὅσον ἐκομίσω, ἀλλ᾽ ὅσον ἐ[πο]ρίσω ψηφίσας μεθοδεύσει σε· σὺν τόκῳ γὰρ τὸ δάνειον παρ᾽ ἑκάστου λαμβάνει· ψυχή μου, μὴ ἀμέλει, ψυχή μου, ἐμπορεύου, ψυχή μου, δὸς καὶ λάβε, ἵν᾽ ὅταν ἔλθῃ ὁ βασιλεύς σου, [ἀν]τὶ τῆς πραγματείας σοι παράσχῃ ἀγαλλίασιν καὶ ἀπολύ[τρωσιν.] [Οὐκ] ἦς ἀξία τοῦ ἔχειν, καὶ ἔχεις ἅπερ κατέχεις· σοὶ τὴν χάριν [ἄλλ]ου δόντος μὴ οὖν ὄκνει τοῖς αἰτοῦσιν 〈μεταδοῦναι,〉 ὡς μετέδωκέ ποτε ἡ Σαμαρεῖτις.

Ἀντλήσασα γὰρ μόνη παρέσχε καὶ ἑτέ[ροις] οὗπερ ἔλαβεν· οὐδεὶς αὐτὴν ᾐτεῖτο, καὶ πᾶσιν ἐδωρεῖτο ἀφθόνως τοῦ χαρίσματος· διψᾷ καὶ δαψιλεύεται, μὴ πιοῦσα ποτίζει· ἀγμὴν μὴ γευσαμένη, ἀλλ᾽ ὡς μεμεθυσμένη τοῖς ὁμοφύλοις κράζει· «Δεῦτε, ὁρᾶτε νᾶμα ὃ εὗρον· μὴ οὗτος 〈ἄρα〉 πέλει ὁ παρέχων ἀγαλλίασιν καὶ ἀπολύτρωσιν;» Ὑδάτων οὖν ἀθανάτων ὧν ἡ πιστὴ Σαμαρεῖτις γέγονε μὲν ὡς εὑροῦσα ἡμεῖς ἄρτι πιόντες 〈οἱ διψῶντες,〉 ἐρευνήσωμεν καλῶς ὅλας τὰς φλέβας· μικρὸν δὲ καὶ τὰς λέξεις τὰς τοῦ εὐαγγελίου ἀναλάβωμεν, Χριστὸν σοφῶς ὁρῶντες τὸ ὕδωρ ὅπερ πάλαι ἡ Σαμαρεῖτις ἔπιεν, καὶ πῶς αὕτη ἐξ ὕδατος ὕδωρ ἄλλο παρέσχε, καὶ τίνος χάριν τότε διψῶντα οὐ ποτίζει, καὶ τί ἦν τὸ κωλῦον.

Πάντα γὰρ ταῦτα τὸ μεγαλεῖον, ἡ βίβλος, περιέχει καὶ παρέχει ἀγαλλίασιν καὶ ἀπολύτρωσιν. Τί οὖν διδάσκει ἡ βίβλος; Χριστός, φησίν, ὁ πηγάζων π[ηγ]ὴν ζωῆς τοῖς ἀνθρώποις, ἀπὸ τῆς ὁδοιπορίας κοπ[ιάσας] ἐπεκάθητο πηγῇ τῆς Σαμαρείας, καὶ καύσωνος ἦν ὥρα· ὡς ἕκτη γὰρ ὑπῆρχε, καθὼς γέγραπται, μεσ[ού]σης τῆς ἡμέρας, Μεσσίας ὅτε ἦλθε τοὺς ἐν νυκτὶ κατ[αυ]γᾶσαι· πηγὴ πηγὴν κατέλαβεν, ἀποπλύνων, οὐ πίν[ων·] κρουνὸς ἀθανασίας τῷ ῥείθρῳ τῆς ἀθλίας ὡς ἐνδ[εὴς] ἐπέστη· κάμνει βαδίζων ὁ ἐν θαλάσσῃ πεζεύσας ἀκ[αμά]τως, ὁ παρέχων ἀγαλλίασιν καὶ ἀπολύτρωσιν.

Ἀλλ᾽ ὅτε ἦν ὁ οἰκτίρμων ἐπὶ τὸ φρέαρ, ὡς εἶπον, τότε γύνη Σαμαρεῖτις ἐπὶ ὤμων τὴν ὑδρίαν ἦρε κα<ὶ ἦ>λθεν ἐξελθοῦσα τὴν Συχάρ, πόλιν ἰδίαν. Καὶ τίς οὐ μακαρίζει τὴν ἔξοδον ἐκείνης καὶ τὴν εἴσοδον;

Ἐξῆλθε γὰρ ἐν ῥύπῳ, εἰσῆλθε δὲ [ἐν] τύπῳ τῆς ἐκκλησίας ἄμωμος· ἐξῆλθε καὶ ἐξήντλησε τὴν ζωὴν ὥσπερ σπόγγος· ἐξῆλθεν ὑδροφόρος, εἰσῆλθε θεοφόρος· καὶ τίς οὐ μακαρίζει τοῦτο τὸ θῆλυ, μᾶλλον δὲ σέβει τὴν ἐξ ἐθνῶν, τὸν τύπον, τὴν λαβοῦσαν ἀγαλλίασιν καὶ ἀπολύτρωσιν;

Προσῆλθεν οὖν ἡ ὁσία καὶ ἤντλησεν ἐν σοφίᾳ· τὸν γὰρ δεσπότην ἰδοῦσα κεκμηκότα καὶ διψῶντα καὶ βοῶντα· «Γύναι, δός μοι πιεῖν», οὐκ ἐτραχύνθη, ἀλλ᾽ εἶπεν εἰλημμένως· «Καὶ πῶς σύ, Ἰουδαῖος ὤν, ᾐτήσω με;» Ὑπέμνησε τὸ δόγμα, μετέπειτα τὸ πόμα φρονίμως ἐπηγγείλατο.

Οὐκ εἶπε γάρ· «Οὐ δίδωμι ἀλλοφύλῳ σοι πίνειν», ἀλλ᾽ εἶπεν· «Πῶς ᾐτήσω;» ὡς ποτὲ τῷ ἀγγέλῳ ἡ Θεοτόκος ἔφη· «Πῶς ἔσται τοῦτο; Πῶς ὁ ἀμήτωρ μητέρα με λαμβάνει ὁ παρέχων ἀγαλλίασιν καὶ ἀπολύτρωσιν;» Ἰδού μοι δύο εἰκόνων ζωγράφος ἡ Σαμαρεῖτις ἐκ τῆς Συχὰρ ἀνεφάνη· ἐκκλησίας, Σαμαρείας.

Διὰ τοῦτο μὴ παρέλθωμεν αὐτήν· ἔχει γὰρ τέρψιν. Λεγέτω οὖν τὸ θῆλυ καὶ πάλιν πρὸς τὸν πλάστην· «Πῶς ᾐτήσω με; Ἐάν σοι δώσω πίνῃς, πιὼν δὲ μεταβαίνῃς τὸν Ἰουδαϊκὸν θεσμόν, καὶ λήψομαι ἐξ ὕδατος σὲ ὁμόφρονα ἄνδρα.» Ὅτι καλοί οἱ λόγοι τῆς Σαμαρ[είτιδος]· ὑποσκιογραφοῦσιν ἐπὶ τὸ φρέαρ τὴν κολυμ[βήθραν] ἐξ ἧς λαμβάνει δούλην ὁ παρέχων ἀγαλλίασιν καὶ ἀπολύτρωσιν. «[Νῦν ἄκου]σόν μου, ὦ γύναι, ὁ Ἰησοῦς ἀνεβόα· εἰ ᾔδεις τὴν δωρεάν [μου] καὶ τίς ἐστιν ὁ εἰπών σοι· Ὕδωρ δός μοι, σὺ ἂν ᾔτησας αὐ[τὸν] νάματα ζῶντα· ὕδωρ γὰρ ζῶν παρέχει.» Πρὸς ταῦτα ἀ[πεκ]ρίθη ἀμφιβάλλουσα· «Οὐκ ἄντλημα βαστάζεις, βαθὺ δὲ καὶ [τὸ φρ]έαρ· καὶ πόθεν σοι τὰ ὕδατα;

Μὴ μείζων εἶ ἢ κάλλιον Ἰα[κὼβ] τοῦ γενέτου; Αὐτὸς γὰρ ἡμῖν ταύτην τὴν πηγὴν πρὶν πα[ρέσχε·] καὶ πῶς σὺ λέγεις ἄρτι· Ἔχω σοι δοῦναι νάματα ζῶντα [οὐ] λήγοντα διδοῦντα τῷ αἰτοῦντι ἀγαλλίασιν καὶ ἀπολύτρωσιν; —Οὐκ οἶδας, γύναι, ὃ λέγω, οὐκ ἔφθασας ὅπου θέλω· διὸ τὰ [ὦτά] σου κλῖνον καὶ τὰς φρένας ἄνοιξόν μοι, ἵν᾽ εἰσέλθω καὶ οἰκήσω ἐν αὐταῖς· οὕτω γὰρ θέλω.

Τοῦ ὕδατος γὰρ τούτου ὁ [πίνων] καθ᾽ ἑκάστην πάλιν διψήσεται· τὸ ὕδωρ δὲ ὃ δώσω τοῖς [πίστ]ει φλεγομένοις ἐκ δίψης μὲν ἀνάψυξις· γενήσεται [γ]ὰρ ἔνδοθεν τοῖς πιοῦσι τὸ ῥεῖθρον κρουνὸς ἀθανασίας ἁλλό[μεν]ος καὶ βρύων ζωὴν τὴν αἰωνίαν· τοῦτο γὰρ πρώην ἐν τῇ ἐρήμῳ οἱ ἐξ Ἑβραίων ἦραν, ἀλλ᾽ οὐχ εὗρον ἀγαλλίασιν καὶ 〈ἀπο〉λύτρωσιν.» [Ὑ]φήφθη τούτοις τοῖς λόγοις ἡ Σαμαρεῖτις πρὸς δίψαν, καὶ μετηλλάγη ἡ τάξις· ἡ ποτίζουσα γὰρ πρώην νῦν ἐδίψα, κα<ὶ ὁ> διψήσας ἐξ ἀρχῆς ἄρτι ποτίζει.

Προσπίπτει οὖν τὸ θῆλυ· «Τὸ ὕδωρ τοῦτο, φησί, δός μοι, Κύριε, ἵνα μηκέτι τούτῳ τῷ φρέατι προστρέχω ὃ Ἰακὼβ παρέσχε μοι. Ἀργείτω τὰ γηράσαντα καὶ ἀνθείτω τὰ νέα· παρέλθῃ τὰ πρὸς ὥραν· καὶ γὰρ ἦλθεν ἡ ὥρα τοῦ ὕδατος οὗ ἔχεις· τοῦτο βρυέτω καὶ ἀρδευέτω ἐμοὶ καὶ τοῖς ἐν πίστει ἐκζητοῦσιν ἀγαλλίασιν καὶ 〈ἀπο〉λύτρωσιν. —Ῥοὰς ἀχράντων ὑδάτων εἰ θέλεις ἵνα σοι δώσω, πορεύου, φώνει τὸν ἄνδρα. Οὐ μιμοῦμαί σου τὴν γνώμην, οὐκ ἐρῶ σοι· Σαμαρεῖτις εἶ, καὶ πῶς ᾔτησας ὕδωρ;

Οὐ θλίβω σου τὴν δίψαν· ἐγὼ γάρ σε πρὸς δίψαν δίψῃ εἵλκυσα, διψῶντα ὑπεκρίθην, καὶ ὡς διψῶν ἐτρώθην ἵνα διψῶσαν δείξω σε. Πορεύθητι οὖν, φώνησον τὸν σὸν ἄνδρα καὶ ἔλθε.» Τὸ γ[ύναιον δὲ] ἔφη· «Οὐκ ἔχω ἄνδρα, οἴμοι.» Καὶ πρὸς αὐτὴν ὁ πλ[άστης·] «[Ὄν]τως οὐκ ἔχεις· πέντε γὰρ ἔσχες, τὸν ἕκτον δὲ οὐκ [ἔχεις ἵνα] λάβῃς ἀγαλλίασιν καὶ 〈ἀπο〉λύτρωσιν.» Ὢ τῶν σοφῶν αἰνιγμάτων, ὢ τῶν σοφῶν χαρακτήρων [δι᾽ ὧν] τὰ τῆς ἐκκλησίας ἐν τῇ πίστει τῆς ὁσίας ζωγραφεῖτ[αι] ἐκ χρωμάτων ἀληθῶν, ἀπαλαιώτων· ὃν τρόπον γὰρ τὸ [θῆλυ] ἠρνήσατο τὸν ἄνδρα ἡ πολύανδρος, οὕτως 〈ἡ〉 ἐκκλησία [πολ]λοὺς θεοὺς ὡς ἄνδρας ἠρνήσατο καὶ ἔλιπεν, καὶ ἕνα ἐμ[νησ]τεύσατο ἐξ ὑδάτων δεσπότην· ἐκείνη ἄνδρας πέντε καὶ τὸν ἕκτον οὐκ ἔσχε, καὶ αὕτη δὲ 〈τοὺς〉 πέντε τῆς ἀσεβείας ἄρτι λιποῦσα τὸν ἕκτον ἐξ ὑδάτων σὲ λαμβάνει, ἀγαλλίασιν καὶ 〈ἀπο〉λύτρωσιν.

Μισήσωμεν τὰ εἴδη 〈τὰ〉 τῆς εἰδωλολατρείας· ἡ ἐξ ἐθνῶν νυμφευθεῖσα ὡς πικρὰν ἀποστρέφεται καὶ ἀρνεῖται τὴν † ἀμείνην †, ὅ ἐστι ῥίζα γλυκεῖα. Ἀλλ᾽ ἴσως ἐρωτᾷ τις· «Τὰ πέντε εἴδη ταῦτα τί ὑπάρχουσι;» Ἡ τῶν εἰδώλων πλάνη πολυειδὴς μέν ἐστιν, ἔχει δὲ πέντε κεραίας· ἀσέβειαν, ἀσέλγειαν καὶ τὴν ἐπιμιξίαν, πρὸς τούτοις ἀσπλαγχνίαν καὶ τὴν τεκνοφονίαν, ὡς καὶ Δαυὶδ διδάσκει, «ἔθυσαν, λέγων, τοῖς δαιμονίοις υἱοὺς καὶ θυγατέρας, καὶ οὐχ εὗρον ἀγαλλίασιν καὶ 〈ἀπο〉λύτρωσιν.» Ἀφῆκεν οὖν τὰ τοσαῦτα ἡ ἐξ ἐθνῶν μνηστευθεῖσα, 〈καὶ〉 πρὸς τὸ τῆς κολυμβήθρας φρέαρ τρέχει ἐκεῖσε καὶ ἀρνεῖται τὰ ποτέ, ὥσπερ ποτὲ ἡ Σαμαρεῖτις.

Οὐκ ἔκρυψε γὰρ αὕτη τὸν πάντα πρὶν γενέσθαι ἐπιστάμενον, ἀλλ᾽ ἔφησεν· 〈«Οὐκ ἔχω»·〉 οὐκ εἶπε γάρ· «Οὐκ ἔσχον», νομίζω, τοῦτο λέγουσα· «Κἂν ἔσχον ἄνδρας πρότερον, ἀλλ᾽ οὐ θέλω νῦν ἔχειν 〈τοὺς ἄνδρας〉 οὕσπερ εἶχον· σὲ γὰρ ἄρτι κατέχω τὸν σαγηνεύσαντά με, ἐκ τοῦ βορβόρου τῶν πονηρῶν μου πιστῶς ἀντλησαμένη, ἵνα λάβω ἀγαλλίασιν καὶ 〈ἀπο〉λύτρωσιν.» Νοήσασα ἡ ὁσία τὴν τοῦ σωτῆρος ἀξίαν ἐκ τῶν ἀποκαλυφθέντων, ἐπὶ πλεῖον ἐπεπόθει ἐπιγνῶναι τί ἐστι καὶ τίς ἐστιν ὁ πρὸς τὸ φρέαρ· καὶ τάχα τοῖς τοιούτοις συνείχετο εἰκότως ἐνθυ[μήμασιν]· «Θεὸς ὑπάρχει ἆρα ἢ ἄνθρωπος ὃν βλέπω, οὐράνιος ἢ γή[ϊνος]; [Ἰ]δοὺ γὰρ τὰ ἀμφότερα ἐν ἑνί μοι γνωρίζει, διψῶν [τε] καὶ ποτίζων, μανθάνων καὶ προλέγων, καὶ πάλιν προ[σκαλ]ῶν με τὴν παρὰ νόμον καὶ προσδεικνύς μοι τὰ σφάλματά 〈μου〉 πάντα, ἵνα λάβω ἀγαλλίασιν καὶ 〈ἀπο〉λύτρωσιν.

Οὐ[κοῦν] οὐράνιος πέλει καὶ τὸ ἐπίγειον φέρει· † εἰ οὖν † Θεὸς καὶ βροτὸς [ὤν], ὡς ἄνθρωπός μοι ἐδείχθη, καὶ διψήσας 〈με〉 ποτίζει ὡς Θεὸς καὶ προφητ[εύει]. Οὐκ ἦν γὰρ ἐν ἀνθρώπῳ τὸ γνῶναί μου τὸν βίον κα<ὶ ἐ>νθυμή[σασ]θαι, ἀλλὰ τοῦ ἀοράτου καὶ νῦν θεωρουμένου ἐνδεῖξαι [καὶ] ἐλέγξαι με· αὐτοῦ ἦν καὶ εἰδέναι με καὶ κηρῦξαι ὃ πέλω· [αὐ]τοῦ τὸν νοῦν ἀντλήσω, αὐτοῦ τὴν γνῶσιν πίω, αὐτοῦ τοῖς [λόγο]ις πλύνω πάντα τὸν ῥύπον τῶν ἁμαρτ<ιῶ>ν μου, ἵν᾽ ἀ[μω]μήτῳ γνώμῃ ἀπολάβω ἀγαλλίασιν καὶ 〈ἀπο〉λύτρωσιν. [Υἱὲ] βροτοῦ ὡς ὁρῶ σε, υἱὲ Θεοῦ ὡς νοῶ σε, σὺ φώτισόν μου [τὰ]ς φρένας, Κύριε, δίδαξόν με τίς ὑπάρχεις», χρηστῶς πα[ρε]κάλει Χριστὸν ἡ Σαμαρεῖτις. «Ἰδοὺ σαφῶς σε βλέπω πιστῶς [κα]τανοοῦσα, καὶ μὴ κρύψῃς μοι· μὴ ἄρα σὺ ὑπάρχεις Χριστὸς [ὃν] οἱ προφῆται προεῖπον ὅτι ἔρχεται;

Ἐὰν σὺ εἶ, ὡς ἔφησαν, [π]αρρησίᾳ εἰπέ μοι· ὁρῶ γὰρ ὅτι ὄντως ἃ ἔπραξα γνωρίζεις, [κα]ὶ ταῦτα τῆς καρδίας κρύφια πάντα, 〈καὶ〉 διὰ τοῦτο κα[θι]κετεύω γνώμῃ, ἵνα λάβω ἀγαλλίασιν καὶ 〈ἀπο〉λύτρωσιν.» [Ἀλλ᾽] ὅτε εἶδεν ὁ βλέπων τὰς τῆς σοφῆς διαλέξεις καὶ τὸ πιστὸν [τ]ῆς καρδίας, παρευθὺς ἀπεκρίθη πρὸς τὸ θῆλυ· «Ὃν μὲν λέγεις Μεσσίαν, ὃν οἱ προφῆται νῦν ἔρχεσθαι προεῖπον, ὁρᾷς [μ]ὲν καὶ ἀκούεις τῆς φωνῆς αὐτοῦ.

Ἐγώ εἰμι ὃν βλέπεις, ἐγώ εἰμι [ὃν] ἔχεις ἐν μέσῳ τῆς καρδίας σου· ἐγὼ ποθῶν σε ἤλυθα [σὲ ἑ]λκύσαι καὶ σῶσαι· νῦν κήρυξον τοῖς πᾶσι τοῖς θέλουσι σω[θ]ῆναι ἐν τῇ Συχὰρ τῇ πόλει τοὺς συγγενεῖς σου καὶ συμπολίτας, καὶ δεῦτε πάντες ἅμα οἱ διψῶντες ἀγαλλίασιν καὶ 〈ἀπο〉λύ[τρωσιν.] [Ἰδοὺ] ἤντλησαι, γύναι, ἐκ λάκκου ταλαιπωρίας· ὁ μηδὲ ἄν[τλ]ημα ἔχων, τὴν καρδίαν σου καθῆρα ἄνευ ῥείθρου, καὶ ἀ[πέπ]λυνα τὸν νοῦν ἄνευ ναμάτων, καὶ ᾤκισά σε θέλων, καὶ ἔδειξα ὃ πέλω καὶ οὐκ ἔπιον.»

Καὶ τούτων λεγομέν[ων ὁμοῦ] καὶ τελουμένων, οἱ μαθηταὶ ἐλήλυθαν· οὐκ ἦσαν γ[άρ, ὡς γέ]γραπται, πρὸς τὸ φρέαρ ἐν τούτοις, ἀλλ᾽ ἦλθον μετ[ὰ ταῦτα] καὶ γνόντες ταῦτα πάντα ἐθαύμασαν βοῶντες· «[Ὢ τῆς] ἀφάτου φιλανθρωπίας· γυναίῳ συγκατέβη ὁ παρέχων 〈ἀγαλλίασιν καὶ ἀπολύτρωσιν.〉» Νευροῦται ἡ Σαμαρεῖτις καὶ τρέχει πρὸς Σαμαρείτας, κατ[αλι]ποῦσα τὴν κάλπιν καὶ λαβοῦσα ἐπὶ ὤμων τῆς καρδίας [τὸν] ἐτάζοντα νεφροὺς καὶ τὰς καρδίας· καὶ φθάσασα τὴν [πό]λιν, ἐσάλπισε τοῖς πᾶσιν οὕτως κράζουσα· «Πρεσ[βῦται] μετὰ παίδων, νεανίσκοι καὶ παρθένοι, ἐπὶ τὸ φρέαρ δρά[μετε·] τὸ ὕδωρ ἐπεπόλευσε καὶ προχεῖται τοῖς πᾶσιν· ἐκεῖ κατεῖδ[ον] ἄνδρα ὃν οὐ χρὴ λέγειν ἄνδρα· θεοῦ γὰρ ἔχει ἔργα, πάν[τα μοι] λέγων καὶ προφητεύων, ὁ πάντας σῶσαι θέλων καὶ παρ[έχων] 〈ἀγαλλίασιν καὶ ἀπολύτρωσιν.〉» Οὐδὲν ὅλως οὐκ εἶπον οἱ κήρυκες τοῦ σωτῆρος ὅτι συνόμιλον [εὗ]ρον τῷ γυναίῳ τὸν ἐλθόντα καὶ τεχθέντα ἐκ παρθένο[υ ἐ]πὶ γῆς οἰκονομίᾳ· τροφὰς γὰρ ἀπελθόντες κομίσαι, εὗ[ρον] βρῶσιν ἀγεώργητον, διδοῦντα τοῖς αἰτοῦσι τροφὴν ἀθα[να]σίας· πρὸς οὓς καὶ ἀπεκρίνατο· «Ἐμὸν βρῶμα τὸ θέλημα τοῦ πατρός μου ὑπάρχει· διὸ ἣν ἀγνοεῖτε τροφὴν ἐγὼ ἐσθίω, ἥ[περ] ἐσθιομένη πᾶσι πηγάζει πνοὴν τελείαν καὶ πίστιν ἀν[α]φαίρετον, διδοῦντα ἀγαλλίασιν καὶ ἀπολύτρωσιν.»

Συνῆλθε τῆς Σαμαρείας τὸ πλῆθος ἐπὶ τὸν πλάστην, κ[ατα]λιπόντα τοὺς οἴκους, καὶ ἐδείχθησαν τῇ πίστει ὥσπερ [οἶ]κοι τοῦ εἰπόντος ἐν γραφαῖς ταῖς θεοπνεύστοις ὡς λ[έγει]· «Ἐνοικήσω καὶ ἐμπεριπατήσω, καθὼς γέγραπται, ἐ[... οἴ]κοις τοιούτοις καταλιποῦσι πάντα, ἀγρούς, γονεῖς καὶ φ[ίλ]τατα, καὶ ἔσομαι αὐτῶν Θεὸς καὶ σωτὴρ ἐκ παγίδων· αὐτοὶ δὲ ἔσονταί μοι λαὸς ἡγιασμένος, κατοίκησιν ποιοῦντες τῇ ἀϊδίᾳ καὶ ἀχωρίστῳ Τριάδι τῇ ἀφθόνως πηγαζούσῃ ἀγαλλίασιν 〈καὶ ἀπολύτρωσιν.〉»