Ἔργον
Ρωμανὸς ὁ Μελωδός – ᾈσμάτων ᾆσμα
Κοντάκιον εις τον Νώε
Αφήγηση του κατακλυσμού, η κατασκευή της κιβωτού και η διάσωση του δικαίου Νώε.
Πλατφόρμα ἀναγνώσεως, ἀναζητήσεως καὶ νοηματικῆς πλοηγήσεως πατερικῶν καὶ βιβλικῶν κειμένων
Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.
Χρήση του Αναγνωστηρίου
Γρήγορη εύρεση Αναζητήστε απευθείας συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής.
Αναλυτική επιλογή Επιλέξτε πηγή και κατόπιν συγγραφέα, έργο, κεφάλαιο ή βιβλικό χωρίο.
Εργαλεία μελέτης Κατά την ανάγνωση μπορείτε να χρησιμοποιήσετε μετάφραση, σελιδοδείκτες, σημειώσεις και τις προσωπικές ρυθμίσεις εμφάνισης.
Ἔργον
Κοντάκιον εις τον Νώε
Αφήγηση του κατακλυσμού, η κατασκευή της κιβωτού και η διάσωση του δικαίου Νώε.
Τῇ κυριακῇ τῆς γʹ ἑβδομάδος τῶν νηστειῶν, κοντάκιον κατανυκτικὸν ᾀδόμενον εἰς τὸν Νῶε, οὗ ἡ ἀκροστιχὶς ἥδε· 〈αἶνος καὶ οὗτος Ῥωμανοῦ〉 ἦχος πλ. βʹ πρός· Τὰ τῆς γῆς ἐπὶ τῆς γῆς Προοίμιον I Ἐπὶ Νῶε τὴν ἁμαρτίαν κατέκλυσας, ἐπ᾽ ἐσχάτων διὰ βαπτίσματος ἔσωσας τὸ γένος τῶν ἀνθρώπων, Χριστὲ ὁ Θεός· μέλλεις δὲ πάλιν διὰ πυρὸς ἀνακαθαίρειν τὴν γῆν· ὅθεν αἰτοῦμεν τοὺς ἐκτενῶς ἀνυμνοῦντάς σε, ὡς εὔσπλαγχνος, ῥῦσαι πάντας τῆς ὀργῆς στοργῇ σου τῇ πρὸς ἡμᾶς, λυτρωτὰ τοῦ παντός.
Προοίμιον II Τῶν ἁμαρτιῶν τὸ πέλαγος ἐπὶ Νῶε ἐν ὀργῇ θυμοῦ κατέκλυσας σῇ ἰσχύϊ· ἐπ᾽ ἐσχάτων δὲ κόσμον, Χριστὲ ὁ Θεός, ἀνεκαίνισας τῷ βαπτίσματι καὶ πυρὶ τὴν γῆν ὕστερον καθαρίσεις· ἀλλὰ σῶσον ἡμᾶς τῆς ὀργῆς στοργῇ σου τῇ πρὸς ἡμᾶς, λυτρωτὰ τοῦ παντός.
Ἀφορῶν τὴν ἀπειλὴν τῶν ὑπευθύνων ἣν ὑπέμεινάν ποτε ἐπὶ τοῦ Νῶε, τρέμω ἐνθυμούμενος τὰ δεινά μου ἐγκλήματα γέμοντα κατακρίσεως. Ἐκείνοις μὲν ὁ πλάστης ἠπείλησεν προθέσμως χρόνον τῆς μετανοίας ἀναμένων αὐτῶν· ἡμῖν δὲ ἡ ὥρα τῆς τελευταίας ἡμέρας οὐκ ἐπεγνώσθη —τὸ πότε ἥξει οὔτε ἀγγέλοις ἀπεκαλύφθη— ἐν ᾗ Χριστὸς ἐλεύσεται ὁ πρὸ αἰώνων Κύριος νεφέλαις ἐποχούμενος, ὡς Δανιὴλ ἑώρακε, τοῦ διακρῖναι τὴν γῆν· πρὶν ἐπέλθῃ οὖν ἡμῖν ἡ τοῦ τέλους ῥοπή, ἱκετεύσωμεν Χριστὸν ἐκβοῶντες αὐτῷ· Ῥῦσαι πάντας τῆς ὀργῆς στοργῇ σου τῇ πρὸς ἡμᾶς, λυτρωτὰ τοῦ παντός.
Ἵνα γνῶμεν οὖν ἡμεῖς τὰ ἐπὶ Νῶε, τῶν ῥημάτων τῆς γραφῆς ἀκροασθῶμεν. Τοῦτο γὰρ ἐφθέγξατο πρὸς αὐτὸν ὁ φιλάνθρωπος βλέπων τὰς ἀδικίας τῶν πρίν· «Καιρὸς παντὸς ἀνθρώπου ἐναντίον μου ἥκει, ὅτι ἡ γῆ ἐπλήσθη ἀδικίας πολλῆς· νῦν οὖν καταφθείρω αὐτοὺς καὶ πᾶσαν τὴν γαῖαν τοῦ ἐξαρθῆναι τὴν ἁμαρτίαν, ὅτι ἐπλήσθη φθορᾶς τὰ πάντα.
Ὑπάρχεις δὲ μονώτατος δίκαιος καὶ εὐάρεστος ἀπὸ τῆς γενεᾶς αὐτῶν· δίκην γὰρ ῥόδου ἤνθησας ἐν μέσῳ τῶν ἀκανθῶν· ἐνωτίσθητι οὐκοῦν σὺ ῥημάτων ἐμοῦ τοῦ ποιῆσαι θέλημα τὸ ἐμὸν ἐκβοῶν· Ῥῦσαι πάντας ...
Νῦν οὖν ἄγαγε ὕλην ἀσήπτων ξύλων, καὶ ποιήσεις κιβωτὸν καθάπερ θέλω, ἥντινά σοι δείκνυμι, ὡς εἰς μήτραν βαστάζουσαν σπέρματα μελλουσῶν γενεῶν. Καὶ ταύτην ὥσπερ οἶκον ἐν τύπῳ ἐκκλησίας ποίησον ἁρμοδίως, ὡς ἐντέλλομαί σοι· νοσσιὰς ποιήσεις τὴν κιβωτὸν ἀσφαλτώσας, τριακοσίων πηχῶν τὸ μῆκος, πεντήκοντα δὲ τὸ πλάτος πάλιν, τὸ ὕψος δὲ τριάκοντα· ἐπισυνάγων ποίησον εἰς πῆχυν ἕνα ἄνωθεν· διώροφα, τριώροφα σκευάσεις τὴν κιβωτόν, τὴν δὲ θύραν τέλεσον ἐκ πλαγίων αὐτῆς· κα<ὶ ἐ>ν αὐτῇ φυλάξω σε βοῶντά μοι πιστῶς· Ῥῦσαι πάντας ...» Ὅτε ἤκουσε ταῦτα ἐκ τοῦ Κυρίου, οὐ παρήκουσεν οὐδὲν τῶν λεγομένων, ἀλλὰ ἐπειγόμενος ἐκτελέσαι τὸ πρόσταγμα τάχιον, καθὼς ἔφη Θεός, ποιεῖται τὴν σχεδίαν ὡς ἔντιμος οἰκέτης, οὕτως καθὼς ὁ πλάστης προσέταξεν αὐτῷ.
Νοσσιὰς ὀρνέων καὶ ταμιεῖα θηρίων ποιεῖ ἐν ταύτῃ, καθάπερ γράφει· τὰ περικύκλῳ τῶν ὑπερῴων, κατάγαια, διώροφα, καταφυγὴν τοῖς κτήνεσιν, ὁμοίως καὶ τριώροφα τοῖς πετεινοῖς καὶ ἑρπετοῖς, τὰ πάντα πίστει ἐκτελῶν ἵνα μὴ τῶν τοῦ Θεοῦ παρακούσῃ ῥητῶν καὶ ὀφθῇ ὑπεύθυνος, ὡς μὴ κράζων αὐτῷ· Ῥῦσαι πάντας τῆς ὀργῆς ...
Συνετῶς ὁ ἐκλεκτὸς πληροῖ τὸ ἔργον· ἀσυνέτων δὲ λαὸς ὁρῶν τὰ ἔνδον ἔγνω τὸ τελούμενον καὶ τὸ δρᾶμα ἀκούσαντες ἔδοξαν φαντασίαν ὁρᾶν. Ὁ δίκαιος δὲ πίστει ἐβόα τοῖς ἀπίστοις· «Παύσατε μέχρι τούτου τὴν ὀργὴν τοῦ Θεοῦ· ἐν τάχει γὰρ ἥξει, καὶ οὐ μὴ συγχωρηθείη ἡ ἀπιστία τῶν ἐν τῷ βίῳ, εἰ μὴ τὸ τάχος ἐπιστραφῆτε.
Σφοδρὸς γὰρ καταβήσεται κατακλυσμὸς αἰφνίδιον, καὶ ὄρη ἅπερ βλέπετε καλύψουσι τὰ ὕδατα, καὶ καταφθείρουσι τὴν γῆν ἣν ἀπόλλυτε ὑμεῖς ἐν τοῖς ἔργοις ὑμῶν· ἀλλὰ κλαύσατε πικρῶς καὶ κράξατε Θεῷ· Ῥῦσαι πάντας ...» Καθορῶν τῶν δυσμενῶν τὴν ἀπιστίαν καὶ τὴν ἄμετρον αὐτῶν ἀπανθρωπίαν, Νῶε διετρύχετο κα<ὶ ὑ>πὲρ τούτων προσηύχετο ὅπως μετανοήσωσιν· ὁρῶν τὴν οἰκουμένην σχεδὸν συντελουμένην, ἔστενεν ἐν καρδίᾳ ἐκβοῶν τῷ λαῷ· «Ἐκφύγετε τάχος ἐκ τῆς δεινῆς ἁμαρτίας, ἀποσοβοῦντες τὰς πονηρίας, μετανοοῦντες ἐφ᾽ οἷς ἐδρᾶτε· τὸν ῥύπον τῆς ψυχῆς ὑμῶν δάκρυσιν ἀποσμήξατε, τὸ κράτος τοῦ Θεοῦ ἡμῶν πίστει ἐξιλεώσασθε.
Πρὶν οὖν ἐπέλθῃ ὑμῖν ἡ αἰφνίδιος ὁρμὴ τῆς ὀργῆς τοῦ Θεοῦ ἀπαλείφουσα ὑμᾶς, βοήσατε αὐτῷ· Ῥῦσαι πάντας ...» Αὐτοὺς θέλων παιδεῦσαι τῷ παραδόξῳ, ἐπακούσας τῇ εὐχῇ 〈τῇ〉 τοῦ δικαίου, ἅπαντα συνήγαγεν ἐν σοφίᾳ ὁ Κύριος κτήνη τὰ ἐν τοῖς ὄρεσιν ἐνώπιον τοῦ Νῶε, ὡς πρὶν τῷ πρωτοπλάστῳ, θῆρας δὲ δεδοικότας τὴν ὀργὴν τοῦ Θεοῦ.
Τὰ κτήνη πτοοῦνται, καὶ οἱ βροτοὶ ὡς κτηνώδεις οὐκ ἀπωθοῦντο τὴν πονηρίαν, ἀλλὰ ἡγοῦντο ὡς φάσμα βλέπειν· πρὸς τούτους δὲ ἐφθέγγετο Νῶε ὁ τρισμακάριος· «Τοῖς λόγοις μου οὐ πείθεσθε· πείσει ὑμᾶς τὰ ἄλογα νυνὶ ἅπερ βλέπετε, ὅτι λύκοι καὶ ἀμνοὶ ἵστανται ὁμαδόν, ἑρπετὰ μετὰ πτηνῶν, καὶ οὐ κράζετε· Ῥῦσαι πάντας ...;» Ἱκετεύων συνετῇ διδασκαλίᾳ, οὐ μετέτρεπεν υἱοὺς τῆς ἀπειθείας· ὅθεν καὶ προσέθηκαν τοῖς κακοῖς καὶ ἐπέμειναν πωρωθέντες οἱ ἄθλιοι.
Τῇ αὐτῇ ἀσπλαγχνίᾳ ἐφάνη ἐν Αἰγύπτῳ ἐπὶ τῇ ἀπειθείᾳ τοῦ λαοῦ Φαραώ· σκληρὰ γὰρ καρδία ἐκτυφλωθεῖσα ἀνοίᾳ οὐ κατευθύνει ἕως θανάτου· ὃ καὶ ἐδείχθη ἐπ᾽ ἀμφοτέρων· ἀπολώλαντο πρότερον κατακλυσμῷ οἱ γίγαντες, ὡσαύτως οἱ Αἰγύπτιοι σὺν Φαραὼ εἰς θάλασσαν, ὥσπερ ἐν χρόνοις τισὶν ὁ λαὸς ὁ ἀσεβὴς ἐν Σοδόμοις οἰκῶν, ἐξ ὧν ἔσωσε Θεὸς κραυγάζοντα τὸν Λώτ· Ῥῦσαι πάντας ...
Ὁμαδὸν ἠθροισμένων θηρῶν ἀγρίων, ἑρπετῶν καὶ πετεινῶν ὁμοῦ παρόντων (πάντα γὰρ συνήχθησαν τῇ προστάξει τοῦ κτίσαντος εἰσελθεῖν εἰς τὴν λάρνακα), εὐχῇ δὲ ἀδιστάκτῳ ἐβόα ὁ θεράπων ἀμέμπτως τηρηθῆναι ἐν πᾶσι τῷ κριτῇ.
Σοφῶς δὲ εἰσάγων τὰ ἀναρίθμητα ζῷα ἐν τοῖς ταμ<ίει>οις τῆς τριωρόφου, καθάπερ εἶπεν ὁ παντοκράτωρ, ζυγὰ μὲν τὰ ἀκάθαρτα, τὰ καθαρά, ὡς γέγραπται, ἑπτὰ ἑπτὰ συνέκλεισεν, ἅπερ καὶ διεχώρισε τῷ ἐν ὑψίστοις βοῶν· «Μὴ παρίδῃς με, Σωτήρ, ὁ τὰ πάντα ὁρῶν, ἀλλὰ σῶσόν με 〈βυθοῦ〉 βοῶντά σοι πιστῶς· Ῥῦσαι πάντας ...» Ὑπερεῖδεν οὖν λοιπὸν τοὺς ἀσυνέτους καὶ τὴν ἄμετρον αὐτῶν ἀπανθρωπίαν· πάντων κατεφρόνησε καὶ τὸ μέλλον ἐφρόντισε δάκρυσιν ἱκετεύων Θεόν· «Ἐξήγαγές με πάλαι ἐκ μήτρας, ὁ Θεός μου· σῶσόν με καὶ ἐν ταύτῃ τῇ τερπνῇ κιβωτῷ· καθάπερ γὰρ τύμβῳ ἐναποκλείομαι ταύτῃ ἐξ ἧς ἐξέλθω τῇ σῇ δυνάμει ὥσπερ ἐκ τάφου σοῦ με καλοῦντος.
Ἐν ταύτῃ προτυπώσω νῦν τὴν πάγκοσμον ἀνάστασιν ἐν ᾗπερ τοὺς δικαίους σου σῴζεις πυρός, καθάπερ με ἐκ μέσου 〈τῶν〉 ἀσεβῶν ἀφαρπάσας σώζεις με ἐν κλύδωνι κακῶν ἐκβοῶντά σοι πιστῶς τῷ εὐσπλάγχνῳ κριτῇ· Ῥῦσαι πάντας ...» Τότε πράξας ὁ σοφὸς εὐρύθμως πάντα, διὰ ῥήματος Θεοῦ εἰσήχθη τάχος ἅμα τοῖς υἱοῖς αὐτοῦ καὶ σὺν ταῖς γυναιξὶν αὐτῶν, ἔνδοθεν ὀκτὼ μόναι ψυχαί.
Στενάζων δ᾽ ἀνενδότως ἐβόα ὁ θεράπων· «Μή με συναπολέσῃς τοῖς ἀδίκοις, Σωτήρ· αὐτὴ γὰρ ἡ κτίσις νῦν συνταράττεται ἤδη, καὶ τὰ στοιχεῖα δονοῦνται φόβῳ, τῆς οἰκουμένης συγκλονουμένης· νεφέλαι ηὐτρεπίσθησαν καὶ ὁ ἀὴρ συγκέχυται· οἱ ἄγγελοι προτρέχουσι τῆς ἀπειλῆς σου πρόδρομοι.» Τοιαῦτα λέξαντος αὐτοῦ, ἠσφαλίσατο Θεὸς 〈⏑⏑〉 τὴν κιβωτὸν καὶ ἐσφράγισεν αὐτήν, βοῶντος τοῦ πιστοῦ· Ῥῦσαι πάντας ...
Οὐρανόθεν ὁ κριτὴς κελεύει τότε, καὶ ἠνοίχθησαν εὐθὺς οἱ καταρράκται, ὄμβρους ἐπαφιόντες, ὀχετούς τε καὶ χάλαζαν εἰς τὰ πέρατα πάντα 〈τῆς γῆς〉· πηγαὶ δὲ τῆς ἀβύσσου ἐρράγησαν τῷ φόβῳ, ὅθεν καὶ ὑπερῆλθον πάντα τόπον τῆς γῆς· ἐκάλυψαν ὄρη τὰ ὑψηλότατα λίαν, καὶ οὐχ ὡρᾶτο ξηρὰ οὐκέτι, ἀλλὰ ὑπῆρχε καθὼς τὸ πρώην.
Ἀνήχθη γὰρ τὰ ὕδατα εἰς πήχεις πεντεκαίδεκα, καὶ πάντα ἐκαλύφθησαν τὰ ἀπ᾽ ἀρχῆς ὁρώμενα τῇ ἀπειλῇ τοῦ Θεοῦ, ὅτι ἔμειναν βροτοὶ τῇ πωρώσει αὐτῶν καὶ οὐκ ἔσπευσαν πιστῶς ἐκβοῆσαι αὐτῷ· Ῥῦσαι πάντας ...
Συνεπνίγοντο πλήθη τὰ τῶν ἀλόγων ἅμ<α α>ὐτοῖς τῶν λογικῶν ἀπολλυμένων· νάπαι διερρήγνυντο καὶ βουνοὶ διελύοντο δύναντες εἰς ἀπέραντον· ἡ ἄβυσσος ἐξήχει, φωνὴ βροντῶν ἐκτύπει, ἀστραπαὶ δὲ σπινθῆρας ἀπέβαλλον σφοδρῶς· κατέδυσαν ὄρη ἐν καρδίαις θαλασσῶν, τῆς οἰκουμένης καταντλουμένης, σφοδρῶν ἀνέμων ὑπερφυσώντων.
Ἀπόλωλαν οἱ γίγαντες, οἱ ἀπ᾽ αἰῶνος ἄνθρωποι, ἀπαύστως παροργίσαντες τὸν πρὸ αἰώνων Κύριον· ὡς ἀθετοῦντες αὐτόν, ὑπὸ πλήθους ὑετῶν κατεκλύσθησαν, ἐκαλύφθησαν βυθῷ μὴ βοήσαντες· Ῥῦσαι πάντας ...
Ῥαθυμίας καὶ φθορᾶς ἀφαιρεθείσης καὶ πάντων τῶν ἐν σαρκὶ καταφθαρέντων, ὄμβροι οὐκ ἐξέλιπον ἕως ὅτε ἐξήλειπτο ἅπαν γῆς τὸ ἀνάστημα· τεσσαράντα ἡμέρας καὶ νύκτας ἰσαρίθμους ὕδατα ἀνυψοῦντο ἐπὶ ὕψος πολύ.
Ἐμνήσθη οὖν τότε τοῦ ἐκλεκτοῦ ὁ δεσπότης καὶ ἀναστέλλει τὰ νέφη, ἄφνω ἐξαποστείλας εἰρήνης πνεῦμα· συνέσχε γὰρ τὴν ἄβυσσον καὶ τὰς πηγὰς ἐκάλυψε, καὶ οὕτω διεχώρησαν ἐκ τῆς ξηρᾶς τὰ ὕδατα ἐν τῇ προστάξει αὐτοῦ· τῷ δεκάτῳ 〈δὲ〉 μηνί, τῶν ὀρέων, φησίν, ὤφθησαν αἱ κεφαλαί, βοῶντος τοῦ πιστοῦ· Ῥῦσαι πάντας ...
Ὡς δὲ ἀκαταλήπτῳ τῇ δυναστείᾳ διεχώρισε τὸ ὕδωρ ὁ πανοικτίρμων, παύσας τὸν θυμὸν αὐτοῦ εὐσπλαγχνίᾳ ἠλέησεν ἅπαντας τοὺς ἐν τῇ κιβωτῷ· ἐμνήσθη τῆς ἰδίας εἰκόνος ὁ οἰκτίρμων ἥντινα καὶ ποθήσας διέπλασε χερσίν· ἐπήγαγε πνεῦμα, καὶ ἠλαττοῦτο τὸ ὕδωρ ἐπὶ ἡμέρας πολλάς, ὡς οἶμαι, καὶ ὑπεχώρει καθάπερ πρώην εἰς τὰς συναγωγὰς αὐτοῦ, καὶ ἡ ξηρὰ ἐδείκνυτο.
Διὸ καὶ ἐπεκάθισεν ἡ κιβωτός, ὡς γέγραπται, εἰς ὄρη τὰ Ἀραράτ, καὶ ἐπαύθη ὁ κλύδων παραυτὰ ἐξ αὐτῆς, εὐχομένου τοῦ πιστοῦ ἱκεσίᾳ δεκτῇ· Ῥῦσαι πάντας ... Μετὰ ταῦτα ὁ χορὸς τῶν ἀσωμάτων τὸν ἐν σώματι λαὸν ἰδὼν φθαρέντα, τότε ἀνεβόησεν ὅτι «ἄρτι κρατήσωσιν δίκαιοι τῶν περάτων τῆς γῆς»· ἡδέως γὰρ ὁ πλάστης ὁρᾷ τοὺς κατ᾽ εἰκόνα, ὅθεν κατ᾽ ἰδίαν σῴζει τοὺς ὁσίους αὐτοῦ.
Ἀνοίξας δὲ Νῶε κατανοεῖ τὸν αἰθέρα καὶ ἀνεβόα τοῖς ἐκ τῶν σπλάγχνων· «Μὴ ῥαθυμεῖτε, ἀλλὰ θαρσεῖτε». Εὐθὺς δὲ ἐξαπέστειλε τὸν κόρακα ὁ ὅσιος, καὶ οὗτος οὐχ ὑπέστρεψε, παραχειμάσας ἔξωθεν· καὶ γὰρ πάντοτε ποθεῖ τὸν χειμέριον καιρόν, συγχαίρων τῷ βορρᾷ· ὅθεν οὐκ ἀνέλυσε πρὸς τοὺς κράζοντας· Ῥῦσαι πάντας ...
Ἀλλ᾽ εὐθὺς περιστερὰν ἐξαποστέλλει, τὴν ἀκέραιον οὖσαν ἐν τοῖς ὀρνέοις, ἥτις καὶ ὑπέστρεψε, μὴ εὑροῦσα ἀνάπαυσιν, πρὸς τὸν Νῶε τὸν δίκαιον· ὃς ἐπισχὼν ἡμέρας ἑπτὰ ἐξαποστέλλει ταύτην, καὶ ἐπανῆλθε πρὸς ἑσπέραν σχεδὸν, κατέχουσα κάρφος ἐν στόματι τῆς ἐλαίας, Θεοῦ σημαῖνον τῷ πανολβίῳ τὴν εὐσπλαγχνίαν ἐν μυστηρίῳ.
Εὐθὺς οὖν ἐξελήλυθε Νῶε ἀπὸ τοῦ μνήματος κελεύσει τοῦ προστάξαντος, μετὰ πάντων τῶν ἔνδοθεν, οὐχ ὥσπερ πρώην Ἀδάμ· οὐ γὰρ ἔφαγε φυτοῦ θανατοῦντος αὐτόν, ἀλλ᾽ ἐβλάστησε καρπὸν μετανοίας βοῶν· Ῥῦσαι πάντας ...
Νεκρωθείσης τῆς φθορᾶς καὶ ἀδικίας, κραταιοῦται ὁ εὐθὴς τῇ διανοίᾳ πίστει ὡς εὐάρεστος, καὶ οἱ τούτου ἀπόγονοι λάμψαντες ἐπὶ γῆς, ὥσπερ χνοῦς. Ὁ δίκαιος δὲ τότε θυσίαν ἀναπέμπει ἄμωμον τῷ Κυρίῳ ἱκεσίᾳ πολλῇ· ὠσφράνθη δ᾽ ὁ πλάστης ὥσπερ ὀσμῆς εὐωδίας, καὶ παρεκλήθη φιλανθρωπίᾳ, καὶ ὅρκῳ στήσας ἐπαγγελίαν βοᾷ· «Οὐκέτι φθείρονται κατακλυσμῷ τὰ σύμπαντα, εἴπερ καὶ πάντες ἔγκεινται τῇ πονηρίᾳ ἄνθρωποι· νῦν οὖν ἀνίστημι αὐτοῖς διαθήκην ἀρραγῆ, τὸ τόξον μου δεικνὺς εἰς σημεῖον τοῖς ἐν γῇ, ὅπως κράζωσί μοι· Ῥῦσαι πάντας ...» Ὅτε εἶδεν ὁ σοφὸς τὴν γαῖαν πᾶσαν ἐξ ἀνθέων ποικίλων στεφανουμένην, τότε κατεβάλετο ταῖς ἀρούραις τὰ σπέρματα, μένων τὴν εὐφορίαν τῆς γῆς· φυτεύει ἀμπελῶνα καὶ βάλλει ἐλαιῶνα· σύντομον δὲ παρεῖχον εὐκαρπίαν αὐτῷ.
Τρυγήσας οὖν Νῶε τὴν λύπην παραμυθεῖται, καὶ ἐμεθύσθη πιὼν ἀμέτρως καὶ ἐγυμνώθη ὑπνῶν καὶ ῥέγχων· μὴ φέρων οὖν ὁ βάσκανος βλέπειν βροτὸν ἀμέριμνον, τὸν ἕνα ἐξηπάτησε τῶν ἀδελφῶν ὁ δόλιος ἐμπαίζειν ἰδίῳ πατρί· καὶ ἐκνήψας ὁ σοφὸς καταρᾶται τῷ Χάμ, τοὺς δὲ δύο εὐλογεῖ σκεπάσαντας βοῶν· Ῥῦσαι τούτους ...
Ὑποπίπτει ὁ Ἀδὰμ τῇ παραβάσει, καὶ ὑπεύθυνος ὁ Χὰμ εὑρέθη ταύτῃ· ταῦτα δὲ πρὸς ἔλεγχον ἡ γραφὴ ἀνιστόρησεν ἅμα καὶ νουθεσίαν ἡμῶν. Τὴν πλάνην οὖν φυγόντες, νικήσωμεν τῇ πίστει πᾶσαν τὴν πανουργίαν τοῦ δολίου ἐχθροῦ· ὑπάρχοντες τέκνα τῆς ἀμώμου κολυμβήθρας, μὴ ὑπαχθῶμεν τῇ ἁμαρτίᾳ, ὥσπερ Ἰούδας φιλαργυρίᾳ· ἐκεῖνος γὰρ κατέλιπεν ἄμπελον τὴν ἀληθινὴν καὶ ἀκάνθας ἐβλάστησε καὶ χερσωθεὶς ἀπώλετο.
Ἐσώμεθα οὖν ἄμπελος τοῦ Κυρίου σαβαώθ, οἱ ποθοῦντες Χριστόν, ἔργα ἔχοντες καλὰ καὶ βοῶντες αὐτῷ· Ῥῦσαι πάντας τῆς ὀργῆς στοργῇ σου τῇ πρὸς ἡμᾶς, λυτρωτὰ τοῦ παντός.
Ἔργον
Κείμενο
Ανοίγει το σχετικό χωρίο σε νέο παράθυρο.