Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Ρωμανὸς ὁ Μελωδός – ᾈσμάτων ᾆσμα

Ρωμανὸς ὁ Μελωδός

Κοντάκια της Μεγάλης Παρασκευής: Το Πάθος, η Σταύρωσις και η προσκύνησις του Τιμίου Σταυρού

Το δραματικό κορύφωμα των Παθών, η Σταύρωση, ο θρήνος της Θεοτόκου και η λυτρωτική δύναμη του Τιμίου Σταυρού.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Ρωμανὸς ὁ Μελωδός

—

Κεφάλαιο 17 από 23

Κοντάκιον ἕτερον τῇ μεγάλῃ παρασκευῇ εἰς τὸ πάθος τοῦ Κυρίου καὶ εἰς τὸν θρῆνον τῆς Θεοτόκου, φέρον ἀκροστιχίδα τήνδε· 〈τοῦ ταπεινοῦ Ῥωμανοῦ〉 ἦχος μέ[σος] δʹ Προοίμιον Τὸν δι᾽ ἡμᾶς σταυρωθέντα δεῦτε πάντες ὑμνήσωμεν· αὐτὸν γὰρ κατεῖδε Μαρία ἐπὶ ξύλου καὶ ἔλεγεν· «Εἰ καὶ σταυρὸν ὑπομένεις, σὺ ὑπάρχεις ὁ υἱὸς καὶ Θεός μου.» Τὸν ἴδιον ἄρνα <ἡ ἀ>μνὰς θεωροῦσα πρὸς σφαγὴν ἑλκόμενον ἠκολούθει 〈ἡ〉 Μαρία τρυχομένη μεθ᾽ ἑτέρων γυναικῶν, ταῦτα βοῶσα· «Ποῦ πορεύῃ, τέκνον; Τίνος χάριν τὸν ταχὺν δρόμον τελέεις;

Μὴ ἕτερος γάμος πάλιν ἔστιν ἐν Κανᾶ κἀκεῖ νυνὶ σπεύδεις ἵν᾽ ἐξ ὕδατος αὐτοῖς οἶνον ποιήσῃς; Συνέλθω σοι, τέκνον, ἢ μείνω σε μᾶλλον; Δός μοι λόγον, Λόγε· μὴ σιγῶν παρέλθῃς με, ὁ ἁγνὴν τηρήσας με, ὁ υἱὸς καὶ Θεός μου.

Οὐκ ἤλπιζον, τέκνον, ἐν τούτοις ἰδεῖν σε, οὐδ᾽ ἐπίστευόν ποτε ἕως τούτου τοὺς ἀνόμους ἐκμανῆναι καὶ ἐκτεῖναι ἐπὶ σὲ χεῖρας ἀδίκως· ἔτι γὰρ τὰ βρέφη τούτων κράζουσί σοι τὸ ‘εὐλογημένος’· ἀκμὴν δὲ βαΐων πεπλησμένη ἡ ὁδὸς μηνύει τοῖς πᾶσι τῶν ἀθέσμων τὰς πρὸς σὲ πανευφημίας.

Καὶ νῦν τίνος χάριν ἐπράχθη τὸ χεῖρον; Γνῶναι θέλω, οἴμοι, πῶς τὸ φῶς μου σβέννυται, πῶς σταυρῷ προσπήγνυται ὁ υἱὸς καὶ Θεός μου. Ὑπάγεις, ὦ τέκνον, πρὸς ἄδικον φόνον, καὶ οὐδείς σοι συναλγεῖ· οὐ συνέρχεταί σοι Πέτρος ὁ εἰπών σοι· ‘Οὐκ ἀρνοῦμαί σέ ποτε, κἂν ἀποθνῄσκω’· ἔλιπέ σε Θώμας ὁ βοήσας· ‘Μετ᾽ αὐτοῦ θάνωμεν πάντες’· οἱ ἄλλοι δὲ πάλιν, οἱ οἰκεῖοι καὶ υἱοί, οἱ μέλλοντες κρίνειν τὰς δώδεκα φυλάς, ποῦ εἰσιν ἄρτι;

Οὐδεὶς ἐκ τῶν πάντων, ἀλλ᾽ εἷς ὑπὲρ πάντων θνῄσκεις, τέκνον, μόνος, ἀνθ᾽ ὧν πάντας ἔσωσας, ἀνθ᾽ ὧν πᾶσιν ἤρεσας, ὁ υἱὸς καὶ Θεός μου.» Τοιαῦτα Μαρίας ἐκ λύπης βαρείας καὶ ἐκ θλίψεως πολλῆς κραυγαζούσης καὶ κλαιούσης, ἐπεστράφη πρὸς αὐτὴν ὁ ἐξ αὐτῆς οὕτω βοήσας· «Τί δακρύεις, μήτηρ; Τί ταῖς ἄλλαις γυναιξὶ συναποφέρῃ;

Μὴ πάθω; μὴ θάνω; Πῶς οὖν σώσω τὸν Ἀδάμ; Μὴ τάφον οἰκήσω; Πῶς ἑλκύσω πρὸς ζωὴν τοὺς ἐν τῷ ᾅδῃ; Καὶ μήν, καθὼς οἶδας, ἀδίκως σταυροῦμαι· τί οὖν κλαίεις, μήτηρ; Μᾶλλον οὕτω κραύγασον ὅτι ‘Θέλων ἔπαθεν ὁ υἱὸς καὶ Θεός μου.’ Ἀπόθου οὖν, μῆτερ, ἀπόθου τὴν λύπην· οὐ γὰρ πρέπει σοι θρηνεῖν, ὅτι κεχαριτωμένη ὠνομάσθης· τὴν οὖν κλῆσιν τῷ κλαυθμῷ μὴ συγκαλύψῃς· μὴ ταῖς ἀσυνέτοις ὁμοιώσῃς ἑαυτήν, πάνσοφε κόρη· ἐν μέσῳ ὑπάρχεις τοῦ νυμφῶνος τοῦ ἐμοῦ· μὴ οὖν ὥσπερ ἔξω ἱσταμένη τὴν ψυχὴν καταμαράνῃς· τοὺς ἐν τῷ νυμφῶνι ὡς δούλους σου φώνει· πᾶς γὰρ τρέχων τρόμῳ ὑπακούσει σου, σεμνή, ὅταν εἴπῃς· ‘Ποῦ ἐστιν ὁ υἱὸς καὶ Θεός μου;’ Πικρὰν τὴν ἡμέραν τοῦ πάθους μὴ δείξῃς· δι᾽ αὐτὴν γὰρ ὁ γλυκὺς οὐρανόθεν νῦν κατῆλθον ὡς τὸ μάννα, οὐκ ἐν ὄρει τῷ Σινᾷ, ἀλλ᾽ ἐν γαστρί σου: ἔνδοθεν γὰρ ταύτης ἐτυρώθην, ὡς Δαυὶδ προανεφώνει· τὸ τετυρωμένον ὄρος νόησον, σεμνή· ἐγὼ γὰρ ὑπάρχω, ὅτι λόγος ὢν ἐν σοὶ σὰρξ ἐγενόμην· ἐν ταύτῃ οὖν πάσχω, ἐν ταύτῃ καὶ σῴζω· μὴ οὖν κλαύσῃς, μῆτερ, μᾶλλον οὕτω βόησον· ‘Θέλων πάθος δέχεται ὁ υἱὸς καὶ Θεός μου.’ [

Ἐν τούτοις τοῖς λόγοις ἡ πάναγνος μήτηρ τῷ ἀφράστως ἐξ αὐτῆς σαρκωθέντι καὶ τεχθέντι, ἐπὶ πλεῖον τρυχωθεῖσα τὴν ψυχήν, οὕτως ἐβόα· »Τί μοι λέγεις, τέκνον· ‘Μὴ ταῖς ἄλλαις γυναιξὶ συναποφέρῃ;’ Καὶ γὰρ ὥσπερ αὗται ἐν κοιλίᾳ ὑϊὸν σὲ ἔσχον ἐν μήτρᾳ καὶ μαστοῖς σοι τοῖς ἐμοῖς γάλα παρέσχον.

Πῶς οὖν θέλεις ἄρτι μὴ κλαύσω σε, τέκνον, θάνατον ἀδίκως ὑποστῆναι σπεύδοντα, τὸν νεκροὺς ἐγείροντα, ὁ υἱὸς καὶ Θεός μου;«] —Ἰδού, φησί, τέκνον, ἐκ τῶν ὀφθαλμῶν μου τὸν κλαυθμὸν ἀποσοβῶ, τὴν καρδίαν μου συντρίβω ἐπὶ πλεῖον, ἀλλ᾽ οὐ δύναται σιγᾶν ὁ λογισμός μου.

Τί μοι λέγεις, σπλάγχνον· ‘Εἰ μὴ πάθω, ὁ Ἀδὰμ οὐχ ὑγιαίνει;’ Καὶ μὴν ἄνευ πάθους ἐθεράπευσας πολλούς· λεπρὸν γὰρ καθῆρας καὶ οὐκ ἤλγησας οὐδέν, ἀλλ᾽ ἠβουλήθης· παράλυτον σφίγξας οὐ κατεπονήθης· πῆρον πάλιν λόγῳ ὀμματώσας, ἀγαθέ, ἀπαθὴς μεμένηκας, ὁ υἱὸς καὶ Θεός μου.

Νεκροὺς ἀναστήσας νεκρὸς οὐκ ἐγένου οὐδ᾽ ἐτέθης ἐν ταφῇ· πῶς οὖν λέγεις· ‘Εἰ μὴ πάθω, εἰ μὴ θάνω, ὁ ταλαίπωρος Ἀδὰμ οὐχ ὑγιαίνει’; Κέλευσον, σωτήρ μου, καὶ ἐγείρεται εὐθὺς κλίνην βαστάζων· εἰ δὲ καὶ ἐν τάφῳ κατεχώσθη ὁ Ἀδάμ, ὡς Λάζαρον τάφου ἐξανέστησας φωνῇ, οὕτως καὶ τοῦτον· δουλεύει σοι πάντα ὡς πλάστῃ τῶν πάντων.

Τί οὖν τρέχεις, τέκνον; Μὴ ἐπείγου πρὸς σφαγήν, μὴ φιλήσῃς θάνατον, ὁ υἱὸς καὶ Θεός μου. —Οὐκ οἶδας, ὦ μῆτερ, οὐκ οἶδας ὃ λέγω· διὸ ἄνοιξον τὸν νοῦν καὶ εἰσοίκισον τὸ ῥῆμα ὃ ἀκούεις καὶ αὐτὴ καθ᾽ ἑαυτὴν νόει ἃ λέγω.

Οὗτος ὃν προεῖπον ὁ ταλαίπωρος Ἀδάμ, ὁ ἀρρωστήσας οὐ μόνον τὸ σῶμα, ἀλλὰ γὰρ καὶ τὴν ψυχὴν ἐνόσησε θέλων· οὐ γὰρ ἤκουσεν ἐμοῦ καὶ κινδυνεύει· γνωρίζεις ὃ λέγω· μὴ κλαύσῃς οὖν, μῆτερ, μᾶλλον τοῦτο κράξον· ‘Τὸν Ἀδὰμ ἐλέησον καὶ τὴν Εὔαν οἴκτειρον, ὁ υἱὸς καὶ Θεός μου.’ Ὑπὸ ἀσωτίας καὶ ἀδηφαγίας ἀρρωστήσας ὁ Ἀδὰμ κατηνέχθη ἕως ᾅδου κατωτάτου, καὶ ἐκεῖ τὸν τῆς ψυχῆς πόνον δακρύει· Εὔα δὲ ἡ τοῦτον ἐκδιδάξασά ποτε τὴν ἀταξίαν σὺν τούτῳ στενάζει· σὺν αὐτῷ γὰρ ἀρρωστεῖ, ἵνα μάθωσιν ἅμα τοῦ φυλάττειν ἰατροῦ παραγγελίαν.

Συνῆκας κἂν ἄρτι; Ἐπέγνως ἃ εἶπον; Πάλιν, μήτηρ, κράξον· Τῷ Ἀδὰμ εἰ συγχωρεῖς, καὶ τῇ Εὔᾳ σύγγνωθι, ὁ υἱὸς καὶ Θεός μου.» Ῥημάτων δὲ τούτων ὡς ἤκουσε τότε ἡ ἀμώμητος ἀμνάς, ἀπεκρίθη πρὸς τὸν ἄρνα· «Κύριέ μου, ἔτι ἅπαξ ἂν εἰπῶ, μὴ ὀργισθῇς μοι· λέξω σοι ὃ ἔχω, ἵνα μάθω παρὰ σοῦ πάντως ὃ θέλω.

Ἂν πάθῃς, ἂν θάνῃς, ἀναλύσεις πρὸς ἐμέ; Ἂν περιοδεύσῃς σὺν τῇ Εὔᾳ τὸν Ἀδάμ, βλέψω σε πάλιν; Αὐτὸ γὰρ φοβοῦμαι, μήπως ἐκ τοῦ τάφου ἄνω δράμῃς, τέκνον, καὶ ζητοῦσά σε ἰδεῖν κλαύσω, κράξω· Ποῦ ἐστιν ὁ υἱὸς καὶ Θεός μου;» Ὡς ἤκουσε ταῦτα ὁ πάντα γινώσκων πρὶν γενέσεως αὐτῶν, ἀπεκρίθη πρὸς Μαρίαν· «Θάρσει, μῆτερ, ὅτι πρώτη με ὁρᾷς ἀπὸ τῶν τάφων· ἔρχομαί σοι δεῖξαι πόσων πόνων τὸν Ἀδὰμ ἐλυτρωσάμην καὶ πόσους ἱδρῶτας ἔσχον ἕνεκεν αὐτοῦ· δηλώσω τοῖς φίλοις τὰ τεκμήρια δεικνὺς ἐν ταῖς χερσί μου· καὶ τότε θεάσῃ τὴν Εὔαν, ὦ μῆτερ, ζῶσαν ὥσπερ πρώην, καὶ βοήσεις ἐν χαρᾷ· ‘Τοὺς γονεῖς μου ἔσωσεν ὁ υἱὸς καὶ Θεός μου.’ Μικρὸν οὖν, ὦ μῆτερ, ἀνάσχου, καὶ βλέπεις πῶς καθάπερ ἰατρὸς ἀποδύομαι καὶ φθάνω ὅπου κεῖνται καὶ ἐκείνων τὰς πληγὰς περιοδεύω, τέμνων ἐν τῇ λόγχῃ τὰ πωρώματα αὐτῶν καὶ τὴν σκληρίαν· λαμβάνω καὶ ὄξος, καταστύφω τὴν πληγήν, τῇ μήλῃ τῶν ἥλων ἐρευνήσας τὴν νομὴν χλαίνῃ μοτώσω· καὶ δὴ τὸν σταυρόν μου ὡς νάρθηκα ἔχων, τούτῳ χρῶμαι, μῆτερ, ἵνα ψάλλῃς συνετῶς· ‘Πάσχων πάθος ἔλυσεν ὁ υἱὸς καὶ Θεός μου.’

Ἀπόθου οὖν, μῆτερ, τὴν λύπην ἀπόθου, καὶ πορεύου ἐν χαρᾷ· ἐγὼ γάρ, δι᾽ ὃ κατῆλθον, ἤδη σπεύδω ἐκτελέσαι τὴν βουλὴν τοῦ πέμψαντός με· τοῦτο γὰρ ἐκ πρώτης δεδογμένον ἦν ἐμοὶ καὶ τῷ πατρί μου, καὶ τῷ πνεύματί μου οὐκ ἀπήρεσέ ποτε τὸ ἐνανθρωπῆσαι καὶ παθεῖν με διὰ τὸν παραπεσόντα.

Δραμοῦσα, ὦ μῆτερ, ἀνάγγειλον πᾶσιν ὅτι· ‘Πάσχων πλήττει τὸν μισοῦντα τὸν Ἀδὰμ καὶ νικήσας ἔρχεται ὁ υἱὸς καὶ Θεός μου.’ —Νικῶμαι, ὦ τέκνον, νικῶμαι τῷ πόθῳ, καὶ οὐ στέγω ἀληθῶς ἵν᾽ ἐγὼ μὲν ἐν θαλάμῳ, σὺ δ᾽ ἐν ξύλῳ, ἵν᾽ ἐγὼ ἐν οἰκιᾷ, σὺ δ᾽ ἐν μνημείῳ.

Ἄφες οὖν συνέλθω· θεραπεύει γὰρ ἐμὲ τὸ θεωρεῖν σε· κατίδω τὴν τόλμαν τῶν τιμώντων τὸν Μωσῆν· αὐτὸν γὰρ ὡς δῆθεν ἐκδικοῦντες οἱ τυφλοὶ κτεῖναί σε ἦλθον· Μωϋσῆς δὲ τοῦτο τῷ Ἰσραὴλ εἶπεν ὅτι ‘Μέλλεις βλέπειν ἐπὶ ξύλου τὴν ζωήν.’ Ἡ ζωὴ δὲ τίς ἐστιν; Ὁ υἱὸς καὶ Θεός μου. —Οὐκοῦν εἰ συνέρχῃ, μὴ κλαύσῃς, ὦ μῆτερ, μηδὲ πάλιν πτοηθῇς, ἐὰν ἴδῃς σαλευθέντα τὰ στοιχεῖα· τὸ γὰρ τόλμημα δονεῖ πᾶσαν τὴν κτίσιν.

Πόλος ἐκτυφλοῦται κα<ὶ ο>ὐκ ἀνοίγει ὀφθαλμὸν ἕως ἂν εἴπω· ἡ γῆ σὺν θαλάσσῃ τότε σπεύσωσι φυγεῖν· ναὸς τὸν χιτῶνα ῥήξει τότε κατὰ τῶν τοῦτο τολμώντων· τὰ ὄρη δονοῦνται, οἱ τάφοι κενοῦνται· ὅταν ἴδῃς ταῦτα, ἐὰν πτήξῃς ὡς γυνή, κράξον πρὸς μέ· Φεῖσαί μου, ὁ υἱὸς καὶ Θεός μου.» Υἱὲ τῆς παρθένου, Θεὲ τῆς παρθένου, καὶ τοῦ κόσμου ποιητά, σὸν τὸ πάθος, σὸν τὸ βάθος τῆς σοφίας· σὺ ἐπίστασαι ὃ ἧς καὶ ὃ ἐγένου· σὺ παθεῖν θελήσας κατηξίωσας ἐλθεῖν ἀνθρώπους σῶσαι· σὺ τὰς ἁμαρτίας ἡμῶν ἦρας ὡς ἀμνός, σὺ ταύτας νεκρώσας τῇ σφαγῇ σου, ὁ σωτήρ, ἔσωσας πάντας· σὺ εἶ ἐν τῷ πάσχειν καὶ ἐν τῷ μὴ πάσχειν, σὺ εἶ θνῄσκων, σῴζων, σὺ παρέσχες τῇ σεμνῇ παρρησίαν κράζειν σοι· «Ὁ υἱὸς καὶ Θεός μου.»

Κοντάκιον ᾀδόμενον τῇ μεγάλῃ παρασκευῇ, φέρον ἀκροστιχίδα τήνδε· 〈εἰς τὸ πάθος ψαλμὸς Ῥωμανοῦ〉 ἦχος γʹ, ἰδιόμελον. Προοίμιον I Σήμερον ἐταράττετο τῆς γῆς τὰ θεμέλια, ὁ ἥλιος ἠλλοιοῦτο μὴ στέγων θεωρῆσαι· ἐν σταυρῷ γὰρ περιέκειτο ὁ πάντων ζωοδότης, παράδεισος ἠνέῳκτο· τῇ πάλαι παραβάσει μόνος χορεύει ὁ Ἀδάμ.

Προοίμιον II Τῆς ἔχθρας ἐλύθη τὸ τύραννον, τῆς Εὔας ἐπαύθη τὸ δάκρυον διὰ τοῦ πάθους σου, φιλάνθρωπε, Χριστὲ ὁ Θεός· ἐν αὐτῷ γὰρ ὁ θανὼν ἀνεκαίνισται, δι᾽ αὐτοῦ δὲ ὁ λῃστὴς εἰσοικίζεται· μόνος χορεύει ὁ Ἀδάμ.

Ἔκστηθι σήμερον, οὐρανέ· δῦνον εἰς χάος, ὦ γῆ· μὴ τολμήσῃς, ἥλιε, σὸν δεσπότην κατιδεῖν ἐπὶ τοῦ ξύλου βουλήσει κρεμάμενον· ῥαγήτωσαν πέτραι, ἡ γὰρ πέτρα τῆς ζωῆς νῦν τοῖς ἥλοις τιτρώσκεται· σχισθήτω τοῦ ναοῦ τὸ καταπέτασμα, σώματος δεσποτικοῦ λόγχῃ νυσσομένου ὑπὸ ἀνόμων· ἁπλῶς πᾶσα ἡ κτίσις τοῦ κτίστου τὸ πάθος φρίξῃ, στενάξῃ· μόνος χορεύει ὁ Ἀδάμ.

Εἵλου, σωτήρ μου, τὰ ἐμὰ ἵν᾽ ἐγὼ λάβω τὰ σά· κατεδέξω τὸ παθεῖν ἵν᾽ ἐγὼ νῦν τῶν παθῶν καταφρονήσω· σῷ θανάτῳ ἀνέζησα· ἐτέθης ἐν τάφῳ καὶ εἰς οἴκησιν ἐμοὶ ἐδωρήσω παράδεισον· εἰς βάθος κατελθὼν ἐμὲ ἀνύψωσας· πύλας Ἅιδου καθελὼν πύλας οὐρανίους ἠνέῳξάς μοι· σαφῶς πάντα ὑπέστης διὰ τὸν πεσόντα, πάντα ἠνέσχου ἵνα χορεύῃ ὁ Ἀδάμ.

Σὲ τὸν κρατοῦντα τῇ χειρὶ πάντα τὸν γῦρον τῆς γῆς συλλαβόντες ἄνομοι ἤγαγον νῦν εἰς αὐλὴν τοῦ Καϊάφα τὸν κόσμῳ ἀχώρητον. Καὶ μόνον σε εἶδον, οἱ μὴ βλέποντες νοῒ ἐκμανῶς ἀνεβόησαν· «Ὁ νόμον καὶ Μωσῆν ὑβρίζων ἤλυθεν· ὅστις οὖν τιμᾷ Μωσῆν καὶ σέβει τὸν νόμον, δείξῃ τὸν ζῆλον· μηδεὶς ῥαθυμησάτω· ὁ γὰρ πλάνος ἥκει πάσχειν, ὡς ἔφη, ἵνα χορεύῃ ὁ Ἀδάμ.» Ταῦτα μὲν κράζοντος τοῦ λαοῦ, ἔφησεν ὁ ἱερεύς· «Οὐ καλῶς εἶπον τὸ πρίν· Συμφέρει ἀπολέσθαι τοῦτον μόνον καὶ μὴ ὅλον τὸ ἔθνος;» Τίς εἶδεν ἀσπίδα ἀντὶ τοῦ ἰοῦ αὐτῆς γλυκὺ μέλι προφέρουσαν;

Τίς ἐθεάσατο φλόγα δροσίζουσαν; Τίς ἀκήκοέ ποτε ψεῦδος ἀληθεῦον ὡς Καϊάφαν; Μὴ θέλων προφητεύει ὅτι ὑπὲρ πάντων θνῄσκεις, σωτήρ μου, ἵνα χορεύῃ ὁ Ἀδάμ. Οὕτω μὲν ἔφη ὁ ἱερεύς, τοῦτο δὲ οὐ συνῆκεν· οὐ γὰρ εἴασεν αὐτῷ ὁ φθόνος, ἀλλ᾽ ἠρέθισε πρὸς φόνον· φθόνῳ φόνος γὰρ ἕπεται· καὶ μάρτυς ὁ Ἄβελ ὑπὸ Κάϊν φθονηθείς, φονευθεὶς δὲ μετέπειτα· ὃ δὴ καὶ ὁ Χριστὸς ὑπομεμένηκε· βάσκανον λαὸν ποθῶν, εἰς ὀργὴν ἐκίνει στοργὴν δεικνύων· ἰάτρευε νοσοῦντας, κα<ὶ ἀ>ντ᾽ εὐχαριστίας πάσχει, σταυροῦται ἵνα χορεύῃ ὁ Ἀδάμ.

Πλήθει θαυμάτων ἀντιπαθῶν ὄχλος ὁ τῶν ἀνόμων «Ἆρον, σταύρωσον αὐτόν» ἐπεβόων παραστήσαντες Πιλάτῳ τὸν πάντα συστησάμενον· τὸν μέλλοντα κρίνειν βασιλεῖς τε καὶ πτωχοὺς κριτηρίῳ παρέπεμψαν· τὸν δίκαιον κριτὴν [κρίνει κα]τάκριτος καὶ τὸν ῥύστην ὡς λῃστὴν ἠπείλει φονεύειν ὁ ζῶν ἀδήλως· αὐτὸς δὲ ἵνα πάθῃ σιγῶν τέως στέγει ἄλαλος στήκων, ἵνα χορεύῃ ὁ Ἀδάμ.

Ἄφωνος ἵστατο ὁ βροντῶν, λόγου ἐκτὸς ὁ Λόγος· εἰ γὰρ ἔρρηξε φωνήν, οὐχ ἡττᾶτο, καὶ νικῶν οὐκ ἐσταυροῦτο καὶ Ἀδὰμ οὐκ ἐσῴζετο· διὸ ἵνα πάθῃ ὁ δρασσόμενος σοφοὺς σιωπήσας ἐνίκησε. Ὁρῶν δὲ ὁ κριτὴς τὸν μὴ φθεγγόμενον, ἀπορίᾳ συσχεθεὶς ἔφη· «Τί ποιήσω τῷ μὴ λαλοῦντι;» Οἱ δέ· «Ἔνοχός ἐστιν ὃν ἡμεῖς αἰτοῦμεν· ὅθεν κωφεύει ἵνα χορεύῃ ὁ Ἀδάμ.» «Θάνατον ὀφείλω νῦν ἐγώ,» ἔφησεν ὁ σωτήρ μου πρὸς τὸν ἄνομον λαόν —τὸν Πιλᾶτον οὐδὲ λόγου γὰρ ἠξίου, λογισάμενος ἄλογον, — «ἀνθ᾽ ὧν Ἰαείρου τὸ θυγάτριόν ποτε λόγῳ μόνῳ ἀνέπραξα, ἀνθ᾽ ὧν μονογενῆ τῆς χήρας ἤγειρα καὶ τὸν Λάζαρον φωνῇ τρέχοντα τὸν ἄπνουν ἔδειξα πᾶσι;

Μὴ τάχα διὰ ταῦτα, μᾶλλον δ᾽ ἀντὶ τούτων πάσχω καὶ θνῄσκω ἵνα χορεύῃ ὁ Ἀδάμ;» Ὅτε δὲ ἤκουσεν ὁ λαὸς τῶν μελιρρύτων λόγων, ὡς πικρίας ἐμπλησθεὶς ἀπεκρίθη· «Χάριν τούτων οὐ σταυροῦσαι, ἀλλ᾽ ὡς λύων τὸ σάββατον. —Καὶ τί καλὸν ἄρα, ἐλεῆσαι ἀσθενεῖς ἢ τιμῆσαι τὸ σάββατον;

Ἐλύσατε ὑμεῖς πολλάκις σάββατα, καὶ ἐκ κόλπων πατρικῶν οὐ παρεγενόμην χάριν σαββάτων· ἠσθένησεν ἡ φύσις, καὶ βλέπων ἐξ ὕψους τάχος κατῆλθον ἵνα χορεύῃ ὁ Ἀδάμ. Σάββατον Ἅιδης οὐ δειλιᾷ, τοῦτο οὐ φεύγει νόσος, οὐκ ἰᾶται ἀσθενεῖς, εἰ μὴ μόνος ὁ δεσπότης τοῦ σαββάτου, ἐγὼ ὁ σταυρούμενος.

Πολλῶν γὰρ σαββάτων φύλαξ γέγονε τυφλός, καὶ τῷ ζόφῳ συνέζευκτο· ἐτίμησε πολλὰ πολλάκις σάββατα ὁ παράλυτος νοσῶν ὀκτὼ καὶ τριάντα ἔτη τὸ πάρος, ἀλλ᾽ ὅμως οὐκ ἰάθη, κλίνης οὐκ ἠγέρθη ἕως οὗ ἦλθον ἵνα χορεύῃ ὁ Ἀδάμ.

Ψόγον ἠκούσατε ἐκ πολλῶν τῶν παροικούντων κύκλῳ ὡς τηροῦντες σάββατα καὶ νοσοῦντες· τὰ γὰρ ἔθνη πάντως εἶπον· ‘Ποῦ ἐστιν ὁ Θεὸς αὐτῶν; Τὰς νόσους σοβείτω ἀπ᾽ αὐτῶν ὁ ὑπ᾽ αὐτῶν διὰ νόμου τιμώμενος.’ Τοιαῦτα λέγοντες καὶ οἱ ἐχθροὶ ὑμῶν ἐμυκτήρισαν ὑμᾶς ὀνειδίζοντες καὶ καταλαλοῦντες· ἐγὼ δὲ πάντας σώσας τῷ σαββάτῳ πλέον κλέος παρέσχον, ἵνα χορεύῃ ὁ Ἀδάμ.

Ἄδικος ἔδοξα δικαιῶν πόρνην μετανοοῦσαν τὴν τοὺς πόδας τοὺς ἐμοὺς διδασκάλους σωφροσύνης κεκτημένην, τὴν καλῶς μοι πιστεύσασαν, τὴν βρέξασαν ἴχνη ἃ οὐκ ἔβρεξε βυθὸς ψιλοῖς τότε τοῖς δάκρυσιν, τὴν μύρῳ κεφαλὴν ἐμὴν ἀλείψασαν ἣν ὁ Πρόδρομος θιγεῖν ἐφοβήθη ἕως οὗ ἐκελεύσθη, τὴν ταῦτα προδηλοῦσαν ἃ νῦν ὑπομένω θέλων καὶ στέργων ἵνα χορεύῃ ὁ Ἀδάμ.» Λέγοντος ταῦτα τοῦ Ἰησοῦ ἤκουσεν αἱμοβόρος ὁ ἀνήμερος λαός, καὶ ὡς λέων ὠρυᾶτο τοῦ ἁρπάσαι τὴν ψυχὴν τοῦ ἀμνοῦ Χριστοῦ.

Πιλᾶτος δὲ τούτων τὴν βουλὴν ἀποπληρῶν σὲ τὸν πρᾶον ἐμάστιξεν· ἐπὶ τὸν νῶτόν σου οὕτως ἐτέκταινε, σὺ δὲ τούτου τὴν πλευρὰν βασανίζων ἔδειξας τὴν ἰσχύν σου· γυνὴ γὰρ τούτου τότε ἐδήλου βοῶσα· «Σὸν κριτὴν κρίνεις ἵνα χορεύῃ ὁ Ἀδάμ.» Μάστιγας φέρει ὁ λυτρωτής, δέσμιος ἦν ὁ λύτης, γυμνωθεὶς καὶ ἐκταθεὶς ἐπὶ στύλου ὁ ἐν στύλῳ πρὶν νεφέλης Μωϋσεῖ κα<ὶ Ἀ>αρὼν λαλῶν· ὁ τῆς γῆς τοὺς στύλους στερεώσας, ὡς Δαυὶδ ἔφη, στύλῳ προσδέδεται· ὁ δείξας τῷ λαῷ ὁδὸν εἰς ἔρημον —πύρινος γὰρ πρὸ αὐτῶν ἐφαίνετ<ο ὁ> στύλος—στύλῳ προσήφθη, ἡ πέτρα ἐπὶ στύλου, καὶ λαξεύεταί μοι ἡ ἐκκλησία ἵνα χορεύῃ ὁ Ἀδάμ.

Ὅμως μαστίξας τὸν ἰατρὸν νίπτεται τὰς παλάμας ὁ Πιλᾶτος ἐπ᾽ αὐτῷ, διὰ τούτου προσδοκήσας ἀθῳοῦσθαι, ἀλλ᾽ εὑρέθη ὑπεύθυνος· καὶ γὰρ φραγελλώσας παρεδίδου τῷ σταυρῷ καί· «Ἀθῷός εἰμι» φησί. Τίς ἤκουσέ ποτε φονέως λέγοντος τῇ μαχαίρᾳ ἑαυτοῦ· «Ἐν σοὶ ἀποκτείνας δίκας οὐ δώσω»;

Τῷ ξίφει τῶν ἀνόμων χρώμενος Πιλᾶτος σφάττει τὸν κτίστην ἵνα χορεύῃ ὁ Ἀδάμ. «Σταύρωσον», ἤκουσεν ὁ φονεὺς τῶν ἀσεβῶν κραζόντων, καὶ τὸ θέλημα αὐτῶν ἀπεπλήρου παραδοὺς οὐκ ἐξ ἀνάγκης τὸν βουλήσει σταυρούμενον.

Ἀκούσας γὰρ ὅτι «ἔσῃ Καίσαρος ἐχθρός», ἐπτοήθη ὁ δείλαιος· τοῦ παντοκράτορος ἢ γὰρ τοῦ Καίσαρος θέλει εἶναι δυσμενής, τῆς Ζωῆς τὴν ζωὴν νῦν προτιμήσας· ἀθῷος οὖν οὐκ ἔσται ὁ <διὰ> τῶν ἀνόμων κτείνας τὸν ζῶντα ἵνα χορεύῃ ὁ Ἀδάμ.

Ῥίψας τὸ ἔγκλημα ἐπ᾽ αὐτοὺς κτείνει Χριστὸν δι᾽ αὐτῶν, ὑπουργοὺς αὐτοὺς εὑρὼν τοὺς εἰπόντας 〈ὡς〉 «τὸ αἷμα αὐτοῦ ἔσται ἐπ᾽ αὐτοὺς σὺν τοῖς τέκνοισιν.» Υἱοῖς μὴ τεχθεῖσιν οἱ πατέρες τῆς ἀρᾶς τὸν χιτῶνα ηὐτρέπισαν, τοῖς γόνοις τῇ πληγῇ πληγὴν προσέθηκαν δίκην ἕλκοντες κακῶν εἰς τὰς γενεὰς αὐτῶν εἰς αἰῶνα· ἡμεῖς δὲ τοῦ σωτῆρος τὸ αἷμα λαβόντες εὕρομεν λύτρον ἵνα χορεύῃ ὁ Ἀδάμ.

Ὤλετο δίψῃ ὁ γηγενής, καύσωνι κατεφλέχθη ἐν ἐρήμῳ πλανηθείς, ἐν ἀνύδρῳ, καὶ ἰάσασθαι τὴν δίψαν οὐχ εὗρεν ὁ δύστηνος· διὸ ὁ σωτήρ μου, ἡ πηγὴ τῶν ἀγαθῶν, ζωῆς νάματα ἔβλυσε βοῶν· «Διὰ τῆς σῆς πλευρᾶς ἐδίψησας· πίε τῆς ἐμῆς πλευρᾶς καὶ οὐ μὴ διψήσεις εἰς τὸν αἰῶνα· διπλοῦν ταύτης τὸ ῥεῖθρον· λούει καὶ ποτίζει τοὺς ῥυπωθέντας ἵνα χορεύῃ ὁ Ἀδάμ.» Μήτις οὖν τοῦ Χριστοῦ τὴν πλευρὰν εἴπῃ ψιλοῦ ἀνθρώπου· ἄνθρωπος γὰρ ὁ Χριστὸς καὶ Θεὸς ἦν, οὐ σχιζόμενος εἰς δύο· εἷς ἐστιν ἐξ ἑνὸς πατρός· καὶ πάσχων αὐτὸς ἦν καὶ μὴ πάσχων ὁ αὐτός, θνῄσκων καὶ μὴ νεκρούμενος· θεότητι γὰρ ζῶν, νεκροῦται σώματι· οὗ καὶ τύπος ὁ πατὴρ Ἰσαὰκ ἐγένετο ἐν τῷ ὄρει· ἐσφάγη ἐν ἀρνίῳ καὶ ζῶν κατηνέχθη ὡς ὁ σωτήρ μου, ἵνα χορεύῃ ὁ Ἀδάμ.

Ἄλλος δὲ τύπος τοῦ Ἰησοῦ γέγονεν ὁ προφήτης Ἰωνᾶς ἐν κοιλιᾷ τοῦ κήτους· κατεπόθη, οὐκ ἐπέφθη, ὡς ἐν τάφῳ ὁ Κύριος· ἐκεῖνος ἐξῆλθεν ἐκ τοῦ κήτους μετὰ τρεῖς, ὡς Χριστὸς ἐκ τοῦ μνήματος· ἐκεῖνος Νινευὶ κηρύξας ἔσωσε, πᾶσαν δὲ τὴν γῆν Χριστὸς ἐλυτρώσατο καὶ τὴν οἰκουμένην· τὰ πάντα ἐν προφήταις ἡμῖν προδηλώσας ἦλθε πληρῶσαι ἵνα χορεύῃ ὁ Ἀδάμ.

Νίκην παρέχων τοῖς ταπεινοῖς, δίκην τροπαίου φέρων ἐπὶ ὤμων τὸν σταυρὸν ἐξῆλθε σταυρωθῆναι καὶ σταυρῶσαι τὸν ἡμᾶς κατατρώσαντα. Πληρώσας γὰρ πάντα ἃ ὠφείλαμεν ἡμεῖς, καὶ πρὸς θάνατον ἔτρεχε· ῥαπίσμασί ποτε μορφὴν ὑπέθηκεν ἣν οὐ φέρουσιν ἰδεῖν Σεραφίμ· καλύπτουσι γὰρ τὰς ὄψεις· αἰσχύνης διαπτύων, ἐνεδύθη θέλων χλαίνην εἰς χλεύην ἵνα χορεύῃ ὁ Ἀδάμ.

Ὄξος ἐπότισαν τὴν πηγὴν τῶν γλυκερῶν ναμάτων καὶ χωλὴν ἐπέδωκαν τῷ τὸ μάννα ὑετίσαντι καὶ νᾶμα ἐκ τῆς πέτρας πηγάσαντι· καλάμῳ τὴν κάραν τυπτηθείς, τὴν τῶν ἐχθρῶν ἐξορίαν ὑπέγραφε· γυμνὸς ἐπὶ σταυροῦ ταθεὶς ἀπέδυσε τῆς ζωῆς τοὺς δυσμενεῖς, νεκροῖς τε καὶ ζῶσι γέλωτα δείξας· τοῦ ξύλου κατηνέχθη, σινδόνι εἰλήθη, τάφῳ ἐδόθη ἵνα χορεύῃ ὁ Ἀδάμ.

Ὕμνησον τοῦτον, ὁ γηγενής, αἴνεσον τὸν παθόντα καὶ θανόντα διὰ σέ, ὃν καὶ ζῶντα μετ᾽ ὀλίγον θεωρήσας τῆς ψυχῆς ἔνδον εἴσδεξαι· τῶν τάφων γὰρ μέλλει ἐξανίστασθαι Χριστὸς καὶ καινίζειν σε, ἄνθρωπε· ψυχὴν οὖν καθαρὰν αὐτῷ εὐτρέπισον, ἵνα ταύτην οὐρανὸν κατοικῶν ποιήσῃ ὁ βασιλεύς σου· μικρὸν ὅσον καὶ ἥξει καὶ χαρᾶς ἐμπλήσει τοὺς λυπηθέντας ἵνα χορεύῃ ὁ Ἀδάμ.

Τῇ εʹ τῆς εʹ ἑβδομάδος τῶν νηστειῶν, κοντάκιον κατανυκτικὸν ψαλλόμενον ἡνίκα καὶ ὁ μέγας κανὼν ᾄδεται, φέρον ἀκροστιχίδα τήνδε· 〈τοῦ ταπεινοῦ Ῥωμανοῦ αἶνος〉 ἦχος πλάγιος βʹ Προοίμιον Ψυχή μου, ψυχή μου, ἀνάστα· τί καθεύδεις;

Τὸ τέλος ἐγγίζει καὶ μέλλεις θορυβεῖσθαι· ἀνάνηψον οὖν, ἵνα φείσηταί σου Χριστὸς ὁ Θεός, ὁ πανταχοῦ παρὼν καὶ τὰ πάντα πληρῶν. Τὸ τοῦ Χριστοῦ ἰατρεῖον βλέπων ἀνεῳγμένον καὶ τὴν ἐκ τούτου τῷ Ἀδὰμ πηγάζουσαν ὑγείαν, ἔπαθεν, ἐπλήγη ὁ διάβολος, καὶ ὡς κινδυνεύων ὠδύρετο, καὶ τοῖς αὐτοῦ φίλοις ἀνεβόησε· «Τί ποιήσω τῷ υἱῷ τῆς Μαριάμ;

Κτείνει με ὁ Βηθλεεμίτης, ὁ πανταχοῦ παρὼν καὶ τὰ πάντα πληρῶν. Ὁ κόσμος ὅλος ἐπλήσθη τῶν αὐτοῦ ἰαμάτων, κἀγὼ τὰ ἔνδοθεν πονῶ, καὶ μάλιστα ἀκούων ὅτι καὶ δωρεὰν ἰατρεύθησαν. Ὁ μὲν γὰρ τὴν λέπραν ἀπέθετο, ὁ δὲ καὶ τὰς κόρας ἐκομίσατο, ἄλλος κλίνην ἐπὶ ὤμοισι λαβὼν χορεύει βοῶν· ‘Ἤγειρέ με ὁ πανταχοῦ 〈παρὼν καὶ〉 τὰ πάντα πληρῶν.’ Ὑμεῖς οὖν, φίλοι τῆς ζάλης καὶ ἐχθροὶ τῆς γαλήνης, τί συμβουλεύετέ μοι νῦν ποιῆσαι τῷ τοιούτῳ;

Δότε λογισμὸν τῇ διανοίᾳ μου· καὶ γὰρ συνεχύθην, ἀπόλωλα, οὐδὲν ἐνθυμοῦμαι, οὐ γὰρ δύναμαι· κατεπλάγην, ἠμαυρώθη μου ὁ νοῦς· ἐξαίφνης 〈γὰρ〉 ἐθάμβησέ με ὁ πανταχοῦ 〈παρὼν καὶ〉 τὰ πάντα πληρῶν.» Τοιαῦτα τότε λαλήσας πρὸς τοὺς αὐτοῦ ὁ πλάνος, εὐθὺς ἀκούει παρ᾽ αὐτῶν· «Βελίαρ, μὴ δειλία· θάρσησον, κραταίωσον τὰς φρένας σου· τῶν πρώτων καμάτων μνημόνευε· τὰ ἐν παραδείσῳ ἀνακαίνισον· τοῖς τοῦ Κάϊν ἐὰν πάλιν κολληθῇς, ὡς Ἄβελ ἀνελεῖται δόλῳ ὁ πανταχοῦ 〈παρὼν καὶ τὰ πάντα πληρῶν.〉 Ἀκμήν εἰσιν ἐν τῷ κόσμῳ τῆς σπορᾶς τοῦ φονέως καὶ ἱερεῖς καὶ γραμματεῖς, Ἰούδας καὶ Κα<ϊά>φας· τί ὀλιγωρεῖς ὡς ἀπερίστατος;

Ἡρώδης σου φίλος διάπυρος· Πιλᾶτος δὲ πλέον θεραπεύει σε· τὰς ἀρχαίας ὑπουργίας σου εὑρών, μὴ κλαῖε βοῶν· ‘Ἔλυσέ με ὁ πανταχοῦ 〈παρὼν καὶ〉 τὰ πάντα πληρῶν.’ Πολλῶν σου γέμει δραμάτων πᾶσα ἡ οἰκουμένη· εἰς γενεὰν καὶ γενεὰν λαλεῖται ἡ ἰσχύς σου· πῶς οὖν νῦν σαυτὸν ἐταλαιπώρησας;

Οἱ κατακλυσθέντες 〈τοῖς〉 ὕδασιν 〈καὶ〉 οἱ ἐμπρησθέντες σὲ γνωρίζουσιν· ὡς οὖν πάντες ἀπεγεύσαντο τῶν σῶν, καὶ οὗτος αὐτῶν ἀπολαύσει ὁ πανταχοῦ 〈παρὼν καὶ〉 τὰ πάντα 〈πληρῶν〉.» Εὐθὺς δὲ τούτων ἀκούσας ὁ διάβολος ἥσθη καὶ χαίρων ἔφη τοῖς αὐτοῦ· «Εὐφράνθην, ὦ φίλοι, ὅτι τοῖς ἐμοῖς με ἐστηρίξατε· διὸ θαρσαλέως πορεύομαι καὶ τοῖς Ἰουδαίοις συμβάλλομαι, ἵν᾽ ἐκείνους ἐξαρτήσας τοῖς ἐμοῖς διδάξω βοᾶν· ‘Σταυρωθήτω ὁ πανταχοῦ 〈παρὼν καὶ〉 τὰ πάντα πληρῶν.’ Ἰδοὺ δὴ τῶν Ἰουδαίων τὸ συνέδριον βλέπω καθ᾽ ἑαυτὸ ἀδολεσχοῦν καὶ ἀπησχολημένον· τάχα ἃ λογίζομαι βουλεύονται.

Ἐγγίσας οὖν εἴπω· ‘Ἀνδρίζεσθε, ὅτι τὴν βουλήν μου προλαμβάνετε· ἐπειδὴ οὖν σπουδαιότεροί ἐστε, τί λέγετε νῦν ἵνα πάθῃ ὁ πανταχοῦ 〈παρὼν καὶ〉 τὰ πάντα πληρῶν;’ Νὺξ τῇ νυκτὶ ἀναγγέλλει γνῶσιν 〈τὴν〉 ζοφοφόρον· τῷ Σατανᾷ τὰ ἑαυτῶν δηλοῦσιν Ἰουδαῖοι λέγοντες· »Ἀπόθου τὴν φροντίδα σου· ἃ εἶχες τελέσαι, ἐτελέσαμεν· μηδέν σοι μελήσῃ, ἀμερίμνησον· παρεδόθη καὶ ἠρνήθη Ἰησοῦς, ἐδέθη, ἐδόθη Πιλάτῳ ὁ πανταχοῦ 〈παρὼν καὶ〉 τὰ πάντα πληρῶν. —Οὐχ ὡς ῥᾳθύμοις προσέχων ἦλθον, ὦ Ἰουδαῖοι· καὶ γὰρ γινώσκω τὴν ὑμῶν σπουδὴν τὴν περὶ ταῦτα· μέμνημαι τῶν πρώτων ὧν ἐπράξατε, ὡς μάννα φαγόντες ἠρνήσασθε καὶ γάλα πιόντες ἐψεύσασθε· οἱ οὖν μόσχον προτιμήσαντες Θεοῦ, τί θέλετε 〈νῦν〉 ἵνα πάθῃ ὁ πανταχοῦ 〈παρὼν καὶ〉 τὰ πάντα πληρῶν;

Ὑπὲρ ὑμῶν τῷ στρατῷ μου ἐγὼ ἀπολογοῦμαι ὅτι ἡμέτεροί ἐστε ἐξ ὅλης διανοίας· μόνον δὲ τῷ στόματι μισεῖτέ με· καὶ χαίρω ἐν τούτῳ τῷ σχήματι· πολλοὺς γὰρ ἐκ τούτου συναρπάζετε, ἵν᾽ ἐγὼ μὲν ἐν τοῖς λόγοις μισηθῶ, ἐκεῖνος δὲ καὶ ἐν τοῖς ἔργοις ὁ πανταχοῦ 〈παρὼν καὶ〉 τὰ πάντα πληρῶν.

Ῥητὰ τοῦ νόμου Μωσέως βλέπω ὅτι κρατεῖτε, ἀλλὰ μὴ σφίγξητε αὐτὰ ἐντὸς τῆς διανοίας· γλώσσῃ καὶ μὴ γνώμῃ περιφέρετε· χερσὶ τὰ βιβλία βαστάζετε, φρεσὶ δὲ μηδ᾽ ὅλως αὐτῶν θίγετε· ἀναγνώστας καὶ μὴ γνώστας τῶν γραφῶν καλείτω ὑμᾶς καὶ ἡγείσθω ὁ πανταχοῦ 〈παρὼν καὶ τὰ πάντα πληρῶν.〉» Ὡς οὖν ἐστήριξε τούτοις τοὺς ἀνόμους ὁ πλάνος καὶ τὸν θεμέλιον αὐτῶν ἐνέθηκε τῇ ψάμμῳ, ἔδραμε σαλεῦσαι καὶ τὸν Θάνατον· πρὸς ὃν ἐλθὼν εἶπεν· «Ἀνάστηθι καὶ οἷς ἀπαγγέλλω ἐπευφράνθητι· παρεδόθη καὶ ἠρνήθη Ἰησοῦς, ἐδέθη, ἐδόθη Πιλάτῳ ὁ πανταχοῦ 〈παρὼν καὶ〉 τὰ πάντα πληρῶν. —Μετὰ πολλῆς ἡδονῆς μοι λέγεις τοῦτο, ὦ δαῖμον· ἐγὼ δὲ μόνον εἶδόν σε ὀδύνης ἐνεπλήσθην, φόβῳ ἐνθυμούμενος τὰ δεύτερα.

Ὁ γὰρ σιωπήσας ὡς κρίνεται φιμῶσαί με ἔχει ἐν τῷ θάπτεσθαι· εἰ Πιλάτῳ οὐκ ἐλάλησεν οὐδέν, τὰ κάτω σαλεῦσαι σπουδάζει ὁ πανταχοῦ 〈παρὼν καὶ〉 τὰ πάντα πληρῶν.» Ἀκούσας ταῦτα ὁ δαίμων γέλωτος ἐνεπλήσθη, καὶ τῷ Θανάτῳ ὡς δειλῷ ἐμβλέψας ἀπεκρίθη· «Ἤδη σε καὶ ἄτονον καὶ ἄθλιον ἐκ τῶν τοῦ Λαζάρου ἐπίσταμαι κα<ὶ ἐ>κ τῶν ἄλλων πάντων ὧν ἀφῄρησαι, ὅτι τρέμεις καὶ τὴν φήμην Ἰησοῦ, καὶ δοῦλόν σε ἀχρεῖον ἔχει ὁ πανταχοῦ 〈παρὼν καὶ〉 τὰ πάντα 〈πληρῶν〉. —Νῦν ὀνειδίζων με λέγεις ὅπερ λέγεις, ὦ δράκον· ἐγὼ δὲ πλέον οἶδά σε φοβούμενον καὶ τρέμω, οἶδα καὶ δονούμενον καὶ τρέμοντα.

Οὐκ ἐκ τῶν μνημάτων σὲ ἀπήλασεν; Οὐ τῆς Χαναναίας ἀπεδίωξε; Μετὰ ταῦτα τοῦ ἀλάλου καὶ κωφοῦ ἀλλότριον ἐποίησέ σε ὁ πανταχοῦ 〈παρὼν καὶ〉 τὰ πάντα 〈πληρῶν〉. —Οὐκ ἀγνοῶ ὅπερ λέγεις· ἔγνων καὶ παρὰ γνώμην ὅτι ἀήττητος Χριστὸς ἐν φύσει νικωμένῃ· ὅμως δὲ τῆς πάλης οὐκ ἀφίσταμαι· ἠρξάμην γὰρ ἤδη τοῦ σκάμματος· ἐὰν οὖν ἐκφύγω, καταισχύνομαι.

Ἀνδριζέσθω Ἰουδαίων ὁ αὐχὴν ὃν πάλαι καὶ νῦν οὐ κατέγνυ ὁ πανταχοῦ 〈παρὼν καὶ〉 τὰ πάντα 〈πληρῶν〉. Ὑπάγω οὖν πρὸς ἐκείνους τοὺς τὰ πάντα τολμῶντας, καὶ τὴν αὐθάδειαν αὐτῶν φορῶν ὡς θωρακεῖον τῷ Βηθλεεμίτῃ ἀντιτάσσομαι· ἀεὶ Βηθλεέμ μοι ἀντίκειται, τὸ γέννημα ταύτης ἀεὶ βλάπτει με· ἐκεῖθεν γὰρ Δαβὶδ καὶ ὁ ἐκ Δαβὶδ ἔφυγε κα<ὶ ἐ>φυγάδευσέ με ὁ πανταχοῦ 〈παρὼν καὶ〉 τὰ πάντα 〈πληρῶν.〉» Ἀπερχομένου δὲ ἤδη τοῦ πικροῦ πρὸς τοὺς χείρω, ἐπῆρεν ἄνω τὴν φωνὴν ὁ Θάνατος καὶ εἶπε· «Βλέπε μοι τί πράττεις, πολυμήχανε· ἐμοὶ τῷ Θανάτῳ μὴ πρόσεχε· οὐ γὰρ κοινωνῶ σοι τοῦ τολμήματος· ἐὰν νεύσῃ, προσεγγίζω τῷ σταυρῷ· εἰ μὴ γὰρ θελήσει, οὐ θνῄσκει ὁ πανταχοῦ 〈παρὼν καὶ〉 τὰ πάντα πληρῶν.» Ἰδὼν δὲ ταῦτα ὁ δράκων, τοῦ Θανάτου τὸν φόβον, τοῖς Ἰουδαίοις προσελθών, εὑρίσκει ἃ ἐζήτει· ἦραν γὰρ αὐτὸν καὶ ἐθεράπευσαν κραυγάζοντες· «Δεῦρο καὶ θεώρησον τὸν σὲ καὶ τὸν κόσμον θορυβήσαντα· μετὰ ὕβρεις, μετὰ μάστιγας πολλάς, ὡς σάλπιγξ ἐν τῷ ξύλῳ κεῖται ὁ πανταχοῦ 〈παρὼν καὶ〉 τὰ πάντα πληρῶν.

Νέον δὲ ἄλλο ἂν μάθῃς, πλέον ἔχεις γελάσαι· εἷς τῶν λῃστῶν τῶν μετ᾽ αὐτοῦ δικαίως σταυρωθέντων κράζει αὐτῷ· ‘Μνήσθητί μου, Κύριε.’» Ἀκούσας δὲ ταῦτα ἐστύγνασε καὶ κάμψας τὴν κάραν ἐκραύγασεν· «Εἰ ἐν ξύλῳ μαθητὰς χειροτονεῖ, ἐν τάφῳ παιδευτὰς καθίσει ὁ πανταχοῦ 〈παρὼν καὶ〉 τὰ πάντα 〈πληρῶν.〉 Οὐκοῦν οὐδὲν ἠδικήθη Ἰησοῦς ἐκ τοῦ πάθους, ἐγὼ δὲ μᾶλλον ἑαυτῷ ἐπλήθυνα τοὺς γόους· Θάνατε, καλῶς μοι οὐ συνῄνεσας· κάλλιον δὲ πράξεις, ἐὰν φείσῃ μου καὶ λάβῃς με κάτω καὶ παιδεύσῃς με· οὐ γὰρ φέρω τὴν αἰσχύνην τὴν πολλὴν ἣν ἔδωκέ μοι ἐκ τοῦ ξύλου ὁ πανταχοῦ 〈παρὼν καὶ τὰ πάντα πληρῶν.〉» Σωτὴρ ἁπάντων ἀνθρώπων, μάλιστα πιστευόντων, ὅτι βουλῇ ἐσταυρώθης καὶ γνώμῃ ἐνεκρώθης λέγουσι μὴ θέλοντες οἱ ἄνομοι· λῃστῶν 〈γὰρ〉 τὰ σκέλη κατεάξαντες, τὰ σὰ οὐ κατέαξαν, ἵνα μάθωσιν ὅτι ἄκων οὐκ ἐγένου ἐν νεκροῖς, ἑκὼν δὲ ἀφῆκες τὸ πνεῦμα, ὁ πανταχοῦ 〈παρὼν καὶ〉 τὰ πάντα πληρῶν.

Τῇ τετράδι τῆς μεσονηστίμου, κοντάκιον σταυρώσιμον, φέρον ἀκροστιχίδα τήνδε· 〈τοῦ ταπεινοῦ Ῥωμανοῦ〉 ἦχος βαρύς, ἰδιόμελον. Προοίμιον I Οὐκέτι φλογίνη ῥομφαία φυλάττει τὴν πύλην τῆς Ἐδέμ· αὐτῇ γὰρ ἐπῆλθε, παράδοξος δέσις, τὸ ξύλον τοῦ σταυροῦ· θανάτου τὸ κέντρον καὶ ᾅδου τὸ νῖκος ἐνήλωτο· ἐπέστης δέ, σωτήρ μου, βοῶν τοῖς ἐν ᾅδῃ· «Εἰσάγεσθε πάλιν εἰς τὸν παράδεισον.»

Προοίμιον II Ὡς ἀληθῶς λύτρον ἀντὶ πολλῶν προσηλωθεὶς τῷ τύπῳ τοῦ σταυροῦ, Χριστὲ ὁ Θεὸς ἡμῶν, ἐξηγοράσω ἡμᾶς· τῷ τιμίῳ γὰρ φιλανθρώπως αἵματι τὰς ψυχὰς ἡμῶν ἐκ θανάτου ἥρπασας, συνεισενέγκας ἡμᾶς πάλιν εἰς τὸν παράδεισον.

Προοίμιον III Τὰ οὐράνια καὶ τὰ ἐπίγεια συγχαίρουσι δικαίως τῷ Ἀδὰμ ὅτι κέκληται πάλιν εἰς τὸν παράδεισον. Τρεῖς σταυροὺς ἐπήξατο ἐν Γολγοθὰ ὁ Πιλᾶτος, δύο τοῖς λῃστεύσασι καὶ ἕνα τῷ ζωοδότῃ· ὃν εἶδεν ὁ Ἅιδης καὶ εἶπε τοῖς κάτω· «Ὦ λειτουργοί μου καὶ δυνάμεις μου, τίς ὁ ἐμπήξας ἧλον τῇ καρδίᾳ μου;

Ζυλίνη με λόγχη ἐκέντησεν ἄφνω καὶ διαρρήσσομαι· τὰ ἔνδον πονῶ, τὴν κοιλίαν μου ἀλγῶ· τὰ αἰσθητήριά μου· μαιμάσσει τὸ πνεῦμά μου, καὶ ἀναγκάζομαι ἐξερεύξασθαι τὸν Ἀδὰμ καὶ τοὺς Ἀδὰμ ξύλῳ δοθέντας μοι· ξύλον τούτους εἰσάγει πάλιν εἰς τὸν παράδεισον.» Ὅτε τούτων ἤκουσεν ὁ δολιόβουλος ὄφις, ἔδραμε συρόμενος καὶ κράζει· «Ἅιδη, τί ἔχεις;

Τί μάτην στενάζεις; Τί λόγους προσφέρεις; Τοῦτο τὸ ξύλον ὅπερ ἔφριξας τῷ ἐκ Μαρίας ἄνω ἐτεκτόνευσα· ἐγὼ Ἰουδαίοις ὑπέδειξα τοῦτο πρὸς τὸ συμφέρον ἡμῖν· ἔστι γὰρ σταυρὸς ᾧ προσήλωσαν Χριστόν· ξύλῳ γὰρ θέλ<ω ἀ>νελεῖν τὸν Ἀδὰμ τὸν δεύτερον.

Μὴ οὖν ταράξῃ σε, οὐχ ἁρπάσει σε· μεῖνον ἔχων οὓς κρατεῖς; ὧν γὰρ δεσπόζομεν οὐδὲ εἷς ἀποφεύγει πάλιν εἰς τὸν παράδεισον. —Ὕπαγε, ἀνάνηψον, Βελίαρ, κράζει ὁ Ἅιδης· δράμε, ἀποκάλυψον τοὺς ὀφθαλμούς σου, καὶ ἴδε τοῦ ξύλου τὴν ῥίζαν ἐντὸς τῆς ψυχῆς μου· κάτω κατῆλθεν εἰς τὰ βάθη μου ἵν᾽ ἀνασπάσῃ τὸν Ἀδὰμ ὡς σίδηρον.

Τὴν τούτου εἰκόνα ποτὲ Ἐλισσαῖος προεζωγράφησεν ἐκ τοῦ ποταμοῦ τὴν ἀξίνην ἀνελών· τῷ ἐλαφρῷ τὸ βαρὺ ὁ προφήτης εἵλκυσε, προοιμιάζων σοι καὶ διδάσκων σε ὅτι ξύλῳ ὁ Ἀδὰμ μέλλει ἀνάγεσθαι ἀπὸ ταλαιπωρίας πάλιν εἰς τὸν παράδεισον. —Τίς τοιαύτην ἔννοιαν ὑπέθετό σοι, ὦ Ἅιδη;

Πόθεν ἐδειλίασας ἐν φόβῳ οὗ οὐκ ἦν φόβος, ἐκ ξύλου ἀτίμου, ξηροῦ καὶ ἀκάρπου, τοῦ γενομένου πρὸς ἀναίρεσιν τῶν κακουργούντων καὶ χαιρόντων αἵμασι; Πιλᾶτος γὰρ τοῦτο ἐφεῦρε, πεισθείς μου τοῖς συμβουλεύμασι, καὶ τρέμεις αὐτό, καὶ ἡγεῖσαι δυνατόν;

Τὸ τιμωρὸν πανταχοῦ παρὰ σοῦ σωτήριον; Τίς ὁ πλανήσας σε; Τίς δ᾽ ὁ πείσας σε ὅτι ξύλῳ ὁ πεσὼν ξύλῳ ἀνίσταται καὶ καλεῖται οἰκῆσαι πάλιν εἰς τὸν παράδεισον; —Ἄφρων ἄφνω γέγονας, ὁ πρώην φρόνιμος ὄφις· πᾶσα ἡ σοφία σου διὰ σταυροῦ κατεπόθη καὶ ἐν τῇ παγίδι τῇ σῇ ἐζωγρεύθης· ἆρον τὸ ὄμμα καὶ θεώρησον ὅτι εἰς βόθρον ὃν εἰργάσω ἔπεσας.

Ἰδοὺ γὰρ τὸ ξύλον ἐκεῖνο, ὃ λέγεις ξηρὸν καὶ ἄκαρπον, βλαστάνει καρπὸν οὗ γευσάμενος λῃστὴς τῶν ἀγαθῶν τῆς Ἐδὲμ κληρονόμος γέγονεν· ὑπὲρ τὴν ῥάβδον γὰρ τὴν ἐξάξασαν ἐξ Αἰγύπτου τὸν λαὸν τοῦτο ἐνήργησε· τὸν Ἀδὰμ γὰρ εἰσάγει πάλιν εἰς τὸν παράδεισον. —Παῦσαι, Ἅιδη ἄθλιε, δειλῶν ἀπόσχου ῥημάτων· οὗτοι γὰρ οἱ λόγοι σου τοὺς λογισμούς σου δηλοῦσι· σταυρὸν ἐφοβήθης καὶ τὸν σταυρωθέντα, ὧν οὐδὲ εἷς με παρεσάλευσε· τῆς γὰρ βουλῆς μου δράματα ὑπάρχουσιν· θελήσω δὲ πάλιν καὶ μνῆμα ἀνοίξω καὶ ἐντυμβεύσω Χριστόν, ἵν᾽ οὕτως ἔχῃς τὴν δειλίαν σου διπλῆν, ἀπὸ τοῦ τάφου αὐτοῦ ὡς ἐκ τοῦ σταυροῦ αὐτοῦ· ἐγὼ δὲ βλέπων σε ἐγγελάσω σε· θαπτομένου γὰρ Χριστοῦ, ἔρχομαι λέγων σοι· ‘Τὸν Ἀδὰμ τίς εἰσάγει πάλιν εἰς τὸν παράδεισον;’» Ἔκραξε δὲ ἄθροον πρὸς τὸν διάβολον Ἅιδης· πῆρος τῷ μὴ βλέποντι, τυφλὸς τυφλῷ λέγει· «Βλέψον, ἐν σκότει πορεύει, ψηλάφα μὴ πέσῃς· νόει ὃ λέγω, βαρυκάρδιε, ὅτι ὃ πράττεις ἔσβεσε τὸν ἥλιον.

Αὐτὸ γὰρ τὸ ξύλον εἰς ὃ ἐγκαυχᾶσαι τὸ πᾶν ἐσάλευσεν, ἐκλόνησε γῆν, ἐκάλυψεν οὐρανόν, ἔρρηξε πέτρας ὁμοῦ καὶ τὸ καταπέτασμα, καὶ τοὺς ἐν μνήμασιν ἐξανέστησε, καὶ βοῶσιν οἱ νεκροί· ‘Ἅιδη, κατάλαβε· ὁ Ἀδὰμ γὰρ ὑπάγει πάλιν εἰς τὸν παράδεισον.’ —Ἴσχυσε πτοῆσαί σε τοῦ Ναζωραίου τὸ ξύλον;» ἔφη ὁ διάβολος πρὸς τὸν ὀλέθριον Ἅιδην. «Σταυρῷ ἐνεκρώθης ὁ πάντας νεκρώσας;

Ὅλως εἰ ξύλον σε ἐπτόησε, ἔδει σε φρῖξαι τοῦ Ἀμὰν τὴν σταύρωσιν κἀκεῖνον τὸν πάσσαλον ᾧπερ ἀνεῖλε τὸν Σισάρα Ἰαὴλ καὶ πέντε σταυροὺς οἷς προσήλωσέ ποτε τοὺς τυραννοῦντας αὐτῷ Ἰησοῦς ὁ τοῦ Ναυῆ· περισσοτέρως δὲ πτοησάτω σε τὸ φυτὸν τὸ ἐν Ἐδέμ, ὅτι ἐξήγαγε τὸν Ἀδὰμ κα<ὶ ο>ὐκ εἰσάγει πάλιν εἰς τὸν παράδεισον. —Νῦν καιρὸς ἀνοῖξαί σοι τὰς ἀκοάς σου, Βελίαρ· νῦν ἡ ὥρα δείξει σοι τὴν τοῦ σταυροῦ δυναστείαν καὶ τοῦ σταυρωθέντος πολλὴν ἐξουσίαν.

Σοὶ μὲν μωρία ὁ σταυρός ἐστι, πάσῃ δὲ κτίσει θρόνος τεθεώρηται ἐν ᾧ Ἰησοῦς ἡλωμένος, καθάπερ ἐπικαθήμενος, ἀκούει λῃστοῦ ἐκβοῶντος πρὸς αὐτόν· ‘Κύριε, μνήσθητί μου ἐν τῇ βασιλείᾳ σου.’ Καὶ ἀποκρίνεται ὡς ἐκ βήματος ὅτι· ‘Σήμερον, πτωχέ, συμβασιλεύσεις μοι· μετ᾽ ἐμοῦ γὰρ εἰσέρχῃ πάλιν εἰς τὸν παράδεισον.’» Ὅτε τούτων ἤκουσεν ὁ πολυμήχανος δράκων, ὥρμησε τρυχόμενος καὶ ἅπερ ἤκουσεν εἶδε, λῃστὴν μαρτυροῦντα Χριστῷ μαρτυροῦντι· ὅθεν πρὸς ταῦτα ἐκπληττόμενος, τύπτει τὸ στῆθος καὶ διαλογίζεται· «Λῃστῇ ὁμιλεῖ, καὶ τοῖς κατηγοροῦσιν οὐκ ἀποκρίνεται· Πιλᾶτόν ποτε οὐδὲ λόγου ἀξιῶν, νῦν προσφωνεῖ τῷ φονεῖ λέγων· ‘Δεῦρο τρύφησον.’ Τί τὸ γενόμενον; Τί ἑώρακεν ἐν σταυρῷ πρὸς τὸν λῃστήν, ἔργα ἢ ῥήματα, διὰ ποῖον λαμβάνει τοῦτον εἰς τὸν παράδεισον;» Ὕψωσε δὲ δεύτερον φωνὴν ἰδίαν ὁ δαίμων κράζων· «Ἅιδη, δέξαι με, πρὸς σὲ ἡ ἀποστροφή μου· τὰ σὰ γὰρ ὑπέστην τοῖς σοῖς μὴ πιστεύσας.

Εἶδον τὸ ξύλον ὅπερ ἔφριξας πεφοινιγμένον αἵματι καὶ ὕδατι καὶ ἔφριξα, οὐκ ἐκ τοῦ αἵματος λέγω, ἀλλ᾽ ἐκ τοῦ ὕδατος· τὸ μὲν γὰρ δηλοῖ τὴν σφαγὴν τοῦ Ἰησοῦ, τὸ δὲ τὴν τούτου ζωήν· ἡ ζωὴ γὰρ ἔβλυσεν ἐκ τῆς πλευρᾶς αὐτοῦ· οὐχ ὁ πρῶτος γάρ, ἀλλ᾽ ὁ δεύτερος Ἀδὰμ Εὔαν ἐβλάστησε, τὴν μητέρα τῶν ζώντων, πάλιν εἰς τὸν παράδεισον.» Ῥήμασι χρησάμενος τοιούτοις ὁ παμπανοῦργος μόλις ὡμολόγησε συμπεπτωκέναι τῷ Ἅιδῃ· ἀμέλει γοῦν ἅμα θρηνοῦσι τὸ πτῶμα· «Τί, φησί, τοῦτο ὃ ὑπέστημεν;

Πόθεν τῷ ξύλῳ τούτῳ ἐνεπέσαμεν; Εἰς ὄλεθρον ἡμῶν ἡ τούτου φυτεία ἐνερριζώθη τῇ γῇ· στελέχη πικρὰ ἐγκεντρίσαντες αὐτῷ, τὸν ἐν αὐτῷ γλυκασμὸν οὐ μετεποιήσαμεν. —Οἴμοι συνόμιλε. —Οἴμοι σύντροφε· ὡς ἐπέσαμεν ὁμοῦ, οὕτω πενθήσωμεν· ὁ Ἀδὰμ γὰρ ὑπάγει πάλιν εἰς τὸν παράδεισον.

Ὢ πῶς οὐκ ἐμνήσθημεν τῶν τύπων τούτου τοῦ ξύλου· πάλαι γὰρ ἐδείχθησαν πολυμερῶς, πολυτρόπως, ἐν τοῖς σῳζομένοις καὶ ἀπολλυμένοις. Ζύλῳ ὁ Νῶε διεσῴζετο, κόσμος δὲ ὅλος ἀπειθήσας ὤλετο· Μωσῆς δι᾽ αὐτοῦ ἐδοξάσθη, τὴν ῥάβδον καθάπερ σκῆπτρον λαβών, ἡ Αἴγυπτος δὲ ταῖς πληγαῖς ταῖς ἐξ αὐτοῦ ὥσπερ βαθείαις πηγαῖς ἐμπεσοῦσα πνίγεται.

Ἃ νῦν γὰρ ἔπραξε, πάλαι ἔδειξεν ἐν εἰκόνι ὁ σταυρός· τί οὖν οὐ κλαίομεν; Ὁ Ἀδὰμ γὰρ ὑπάγει πάλιν εἰς τὸν παράδεισον. —Μεῖνον, Ἅιδη ἄθλιε», στενάζων ἔφη ὁ δαίμων. «Σίγησον, καρτέρησον, ἐπίθες στόματι χεῖραν· φωνῆς γὰρ ἀκούω χαρὰν μηνυούσης· ἦχός μοι ἦλθεν ἀγαθάγγελος, κτύπος ῥημάτων ὥσπερ φύλλων τοῦ σταυροῦ· Χριστὸς γάρ, ὡς μέλλων νεκροῦσθαι, ἐβόα τὸ ‘Πάτερ, ἄφες αὐτοῖς’· ἀλλ᾽ ἔθλιψέ με τὸ μετέπειτα εἰπὼν ὅτι ‘Οὐκ οἴδασι τί ποιοῦσιν οἱ ἄνομοι.’ Ἡμεῖς δὲ οἴδαμεν ὅτι κύριος δόξης ἐστὶν ὁ παθὼν καὶ ὅτι βούλεται τὸν Ἀδὰμ εἰσενέγκαι πάλιν εἰς τὸν παράδεισον. —Ἆρα ὅπερ ἔδειξε τῷ Μωϋσῇ ὁ δεσπότης ξύλον ὃ ἐγλύκανε ποτὲ τὸ ὕδωρ εἰς Μέρραν, ἐδίδαξε τί ἦν καὶ τίνος ἡ ῥίζα; τότε οὐκ εἶπεν· οὐ γὰρ ἤθελε· νῦν δὲ τοῖς πᾶσι τοῦτο ἐφανέρωσεν.

Ἰδοὺ γὰρ τὰ πάντα ἡδύνθη, ἡμεῖς δὲ παρεπικράνθημεν· ἐκ ῥίζης ἡμῶν ἀνεβλάστησε σταυρὸς ὃς ἐνεβλήθη τῇ γῇ καὶ γλυκεῖα γέγονεν· ἡ ἀνατείλασα τὰς ἀκάνθας πρὶν νῦν ὡς ἄμπελος Σωρὴχ κλάδους ἐξέτεινε μεταφυτευομένους πάλιν εἰς τὸν παράδεισον. —Νῦν οὖν, Ἅιδη, στέναξον, καὶ συμφωνῶ σοι τοῖς γόοις· κλαύσωμεν θεώμενοι ὃ ἐφυτεύσαμεν δένδρον μεταβεβλημένον εἰς ἅγιον πρέμνον, οὗ ὑποκάτω κατεσκήνωσαν καὶ ἐπὶ κλάδοις τούτου ἐννοσσεύουσι λῃσταί, φονευταὶ καὶ τελῶναι καὶ πόρναι, ἵνα τρυγήσωσι καρπὸν γλυκασμοῦ ἀπὸ τοῦ δῆθεν ξηροῦ· ὡς γὰρ φυτῷ τῆς ζωῆς τῷ σταυρῷ προσπλέκονται, ἐπερειδόμενοι καὶ νηχόμενοι ἐκπερῶσι δι᾽ αὐτοῦ καὶ προσορμίζονται, ὡς εἰς εὔδιον κόλπον, πάλιν εἰς τὸν παράδεισον. —Ὄμοσον οὖν, τύραννε, λοιπὸν μηδένα σταυρῶσαι. —Στῆσον καὶ σύ, Τάρταρε, βουλὴν μηδένα νεκρῶσαι· ἐλάβομεν πεῖραν, συστείλωμεν χεῖραν· γένηται ἡμῖν ὃ ὑπέστημεν πρὸς ἐπιστήμην εἰς τὰ ἐπερχόμενα· μηδεὶς ἐξ ἡμῶν τοῦ λοιποῦ τυραννήσῃ κατὰ τοῦ γένους Ἀδὰμ ἐσφράγισται γὰρ τῷ σταυρῷ ὡς θησαυρὸς ἔχων ἐν σκεύει φθαρτῷ μαργαρίτην ἄσυλον, ὃν ἐπὶ τοῦ σταυροῦ ἀπεσύλησεν εὐφυέστατος λῃστής· κλέψας καθήλωτο καὶ λῃστεύσας ἐκλήθη πάλιν εἰς τὸν παράδεισον.»

Ὕψιστε καὶ ἔνδοξε Θεὲ πατέρων καὶ νέων, γέγονε τιμὴ ἡμῶν ἡ ἑκουσία σου ὕβρις· ἐν γὰρ τῷ σταυρῷ σου καυχώμεθα πάντες· τούτῳ τὰς φρένας προσηλώσωμεν, ἵν᾽ ἐπὶ τούτῳ ὄργανα κρεμάσωμεν καὶ ᾄσωμεν σοί, τῷ τῶν ὅλων κυρίῳ, ἐκ τῶν ᾠδῶν τῆς Σιών.

Ἡ ναῦς ἐκ Θαρσὶς ἀπεκόμιζέ ποτε τῷ Σολομῶντι χρυσὸν ἐν καιρῷ, ὡς γέγραπται· ἡμῖν τὸ ξύλον σου ἀποδίδωσι καθ᾽ ἡμέραν καὶ καιρὸν πλοῦτον ἀτίμητον· τοὺς γὰρ πάντας εἰσάγει πάλιν εἰς τὸν παράδεισον.

Τῇ παρασκευῇ τῆς μεσονηστίμου, κοντάκιον εἰς τὴν προσκύνησιν τοῦ τιμίου σταυροῦ, φέρον ἀκροστιχίδα τήνδε· 〈τοῦτο τὸ ἔπος ἐστὶν Ῥωμανοῦ〉 ἦχος πλάγιος βʹ, ἰδιόμελον· ... πρός· Τὸν ἀγεώργητον Προοίμιον Τὸ σεβάσμιον ξύλον προσκυνοῦντες τοῦ τιμίου σταυροῦ σου, Χριστὲ ὁ Θεός, δυσωποῦμέν σε, Κύριε, τὸν ἐν αὐτῷ προσηλωθέντα· κινδύνων ἐλευθέρωσον τὸ γένος τῶν ἀνθρώπων διὰ τῆς Θεοτόκου δι᾽ ἧς Ἀδὰμ ἀνεκλήθη πάλιν ἐν τῷ παραδείσῳ.

Τὸ τρισμακάριστον ξύλον, τὸ δῶρον τῆς ζωῆς ἡμῶν, ἐν μέσῳ τοῦ παραδείσου ἐφύτευσεν ὁ ὕψιστος, ἵνα τούτῳ προσεγγίζων τῆς αἰωνίου καὶ ἀθανάτου ὁ Ἀδὰμ τύχῃ ζωῆς. Ἀλλ᾽ ἐκεῖνος μὲν οὐκ ἐσπούδασε γνωρίσαι τὴν ζωὴν αὐτοῦ, καὶ ταύτης διήμαρτε καὶ τὸν θάνατον ἔδηξε· λῃστὴς δὲ ἰδὼν τοῦτο ἐν Ἐδὲμ τὸ φυτὸν ἐν τῷ Γολγοθᾷ πῶς μετεφυτεύθη καλῶς, τὴν ζωὴν ἐγνώρισε τὴν ἐν αὐτῷ καὶ λέγει πρὸς ἑαυτόν· «Τοῦτό ἐστιν ὅπερ πρώην ὁ πατήρ μου ἀπώλεσεν ἐν τῷ παραδείσῳ.» Ὅτε γὰρ οὗτος ὑψώθη ἐν ξύλῳ ὁ κατάκριτος καὶ πίστει ἐδικαιώθη καὶ ταύτην ὡμολόγησε, διηνοίχθη τῆς καρδίας αὐτοῦ τὸ ὄμμα, καὶ ἐθεώρει τὴν τρυφὴν τὴν ἐν Ἐδέμ· ἐν 〈τῷ〉 μέσῳ δὲ ἐθεάσατο τὸν τύπον ἐξαστράπτοντα ὃν ἔβλεπεν ἔχοντα τὸν σταυρὸν ὃν ἐπήξαντο· ἰσόμετρος γὰρ πάσης ἡλικίας ἐστὶν ἀνθρώπων θνητῶν, τοῦτο τὸ φυτὸν τῆς ζωῆς· τὴν αὐτὴν δὲ ἔβλεπε λάμπειν ζωὴν ἐν ἀμφοτέροις φυτοῖς καὶ στενάζει ὅτι ταύτης ὁ Ἀδὰμ ἀπωλίσθησεν ἐν τῷ παραδείσῳ.

Ὑπὸ χαρᾶς τε καὶ λύπης κατείχετο κρεμάμενος· τὴν μὲν ζωὴν ἐθεώρει ἐν ξύλῳ καὶ εὐφραίνετο, τὸν Ἀδὰμ δ᾽ εἰς ἀρρωστίαν ὁρῶν συμπάσχει, καταφρονήσας τῆς πληγῆς τῆς ἑαυτοῦ. Ἀλλὰ γνοὺς Χριστὸς τὴν διάνοιαν τοῦ ὁμολογητοῦ αὐτοῦ· «Μὴ στέναζε, ἔλεγε, τὸν Ἀδὰμ τὸν προπάτορα· ἐγὼ γάρ εἰμι δεύτερος Ἀδὰμ ἀληθὴς καὶ ἦλθον ἑκὼν σῶσαι τὸν Ἀδὰμ τὸν ἐμόν· ἐγὼ τούτῳ δέδωκα πᾶσαν τρυφὴν σὺν τῷ ξύλῳ τῆς ζωῆς, ἀλλ᾽ ἐκεῖνος στασιάσας τὴν κατάραν ἐκτήσατο ἐν τῷ παραδείσῳ.

Τούτου οὖν χάριν κατῆλθον ἐξ ὕψους ὡς φιλάνθρωπος, ἵνα τὸ γένος ἐκείνου λυτρώσωμαι ὡς εὔσπλαγχνος, καὶ κατάρα ἐγενόμην ἵνα κατάρας ἐλευθερώσω τὸν Ἀδὰμ καὶ τοὺς αὐτοῦ· διὰ ξύλου δὲ ἡ παράβασις εἰσήχθη τῷ προπάτορι δι᾽ οὗ ὥσπερ ἄνομος παραδείσου ἐκβέβληται, εἰσέρχεται δὲ πάλιν διὰ ξύλου ζωῆς· εἰσέρχου δὲ σὺ πρῶτος μετ᾽ αὐτοῦ ἐν αὐτῷ· ἐν νομῇ γενόμενος κάλει βροτοὺς καὶ προσδέχου τοὺς πιστούς· σήμερον γὰρ εἰσελεύσῃ μετ᾽ ἐμοῦ εὐφραινόμενος ἐν τῷ παραδείσῳ.

Ὅτε δὲ τοῦ παραδείσου ὠθίσθη ὁ πρωτόπλαστος, τὰ Χερουβὶμ προσετάγη φυλάττειν τὴν ὁδὸν αὐτοῦ· ἀλλὰ λάβε τὸν σταυρόν μου ἐπὶ τῶν ὤμων, καὶ οὕτως ἔρχου ἐν Ἐδὲμ μετὰ σπουδῆς· εἰ μὴ ἴδῃ σε ἀποφέροντα τοῦ τίτλου τὰ θεσπίσματα, ῥομφαία συγκαύσει σε τῆς φλογὸς ἡ φυλάττουσα.

Τὸ πρόγραμμα δὲ τοῦτο τοῦ σταυροῦ τοῦ ἐμοῦ βαστάζων, λῃστά, βάδιζε πρὸς τὰ Χερουβίμ, καὶ γνωρίσει σύμβολον τὸ τῆς ζωῆς καὶ δώσει σοι ἐν χερσὶν ἐξουσίαν τοῦ ἀνοίγειν καὶ εἰσάγειν τοὺς φίλους μου ἐν τῷ παραδείσῳ.» Ταῦτα λῃστὴς ἐπακούσας ἐπ᾽ ὤμων ἐπεφέρετο, ὡς εἶπεν ὁ πανοικτίρμων, τὸ γνώρισμα τῆς χάριτος, καὶ βαδίζων ἀνευφήμει σταυροῦ τὸ δῶρον καὶ ψάλλων ἔλεγεν ἀεὶ ᾆσμα καινόν· «Σὺ ψυχῶν ἀκάρπων ἐγκέντρισμα, σὺ ἄροτρον γεγένησαι, γεώργιον κάλλιστον καθαρίζον διάνοιαν, σὺ ῥίζα καλὴ τῆς ἀναστάσης μου ζωῆς, σὺ ῥάβδος πληγῆς τύπτουσα ἐχθρὸν τοῦ Ἀδάμ, σὺ τὰς θύρας ἤνοιξας τὰς τῆς τρυφῆς ἃς ἀπέκλεισέ ποτε <ἡ ἁ>μαρτία ἥνπερ τότε 〈ὁ〉 Ἀδὰμ ἐπλημμέλησεν ἐν τῷ παραδείσῳ.

Ὅλην ζωὴν ἐχαρίσω, ὦ ξύλον τρισμακάριστον, ἐμοὶ καὶ πᾶσιν ἀνθρώποις τοῖς ἔχουσι τὴν χάριν σου· σὺ ὑπάρχεις βακτηρία χειραγωγοῦσα πρὸς τὴν ζωὴν ἁμαρτωλοὺς στέργοντάς σε· ἀπεδείχθης δὲ λικμητήριον σκορπίζον εἰς τὴν ἅλωνα ἐντέχνως τὸ ἄχυρον εἰς τὸ πῦρ ἐμβαλλόμενον ἵνα ὁ καρπὸς εἰς τὰς ἀποθήκας τεθῇ· ἐγένου ζυγός, δάμαστρον Ἑβραίων δεινῶν· τοῦ δὲ σκάφους γέγονας τῆς ἐν Χριστῷ ἐκκλησίας τῆς σεμνῆς θεία κώπη τοὺς δικαίους καὶ πιστοὺς ἀπευθύνουσα ἐν τῷ παραδείσῳ.

Εὔκαιρον εὕρηκα δρόμον τῆς ἐξομολογήσεως καὶ ἀνυμνήσω σε, ξύλον βαστάσαν τὴν ζωὴν ἡμῶν· σὺ εἶ τίτλος εὐνομίας τῶν οἰκημάτων, τῆς εὐσεβείας τῶν πιστῶν φύλαξ καλός, σὺ βωμὸς ἐγένου θειότατος, καλὸν θυσιαστήριον τὸ αἷμα δεξάμενον τῆς θυσίας τὸ ἄχραντον, σὺ δόρυ φρικτὸν πλῆττον τῶν δαιμόνων ἰσχύν, σὺ κέρας ἁγνὸν φύον ἐν προβάτοις Χριστοῦ· σὺ κρανίῳ ἤγγισας τῷ τοῦ Ἀδὰμ καὶ ἐμβέβληκας χαράν· καὶ ἐγὼ δὲ πεποιθώς σοι ἐν σπουδῇ ἀπελεύσομαι ἐν τῷ παραδείσῳ.

Πατρίδα βλέπω ἁγίαν ἣν εἶχεν ὁ προπάτωρ μου· φωτὸς γὰρ εὗρον χορείαν τῷ σκότει μὴ ἐμπίπτουσαν· εἰ τὰ ἔξωθεν τοιαῦτα, μεγάλα ὄντως ὑπάρχει ἔνδον τῆς τρυφῆς τὰ ἀγαθά· ὀφθαλμὸς γὰρ οὐχ ἑώρακεν, ἀλλὰ οὐδὲ οὖς ἤκουσε, καρδία οὐκ ἔγνωκεν ἃ ἡτοίμασε Κύριος τοῖς φίλοις αὐτοῦ τοῖς συσταυρουμένοις αὐτῷ, οἷς πρῶτος ἐγὼ ἤνοιξα ζωῆς τὴν ὁδόν· τοῦ σταυροῦ τὸ σύμβολον παρέλαβον πρὸς ἀσφάλειαν ζωῆς· ὁ γὰρ στέργων τὴν σφραγῖδα τοῦ σταυροῦ εἰσελεύσεται ἐν τῷ παραδείσῳ.

Οὐ δειλιῶ τὴν φλογίνην ῥομφαίαν τὴν φυλάττουσαν· τοῦ γὰρ σταυροῦ τὴν σφραγῖδα βαστάζω καὶ τεθάρρηκα.» Ταῦτα λέγων, προσεγγίζει τῷ παραδείσῳ καὶ ἐμφανίζει ἑαυτὸν τοῖς Χερουβὶμ καὶ κραυγάζει· «Φύλαξ πιστότατε, κλειδοῦχε ἀσφαλέστατε, τετράμορφε ἅγιε, Χερουβὶμ πολυόμματε, σφραγῖδα Χριστοῦ ἦλθον ἐμφανίσαι ὑμῖν πεμφθεῖσαν παρ᾽ αὐτοῦ σήμερον ἐκ γῆς Ἰσραήλ.

Τὸ οὖν γράμμα σκόπησον καθ᾽ ἑαυτὸν καὶ παράδος τὰς νομὰς τοῦ πατρός μου τὰς ἀρχαίας, ἃς κρατῶν ἐπευφραίνετο ἐν τῷ παραδείσῳ. Σφραγῖδα δέχου βεβαίαν καὶ θεῖα ἐγχαράγματα, ὑπογραφὴν βασιλέως Θεοῦ τοῦ πανοικτίρμονος.» Ταῦτα λέγων ἐπεδίδου τοῦ βασιλέως τὰ διατάγματα Χριστοῦ μετὰ σπουδῆς· Χερουβὶμ δὲ ὑποδεξάμενα ἐγνώριζε τὰ γράμματα ἐκλάμποντα χάριτι πορφυρίδος τοῦ αἵματος· ἐτέρπετο δὲ πῶς ὑπηγορεύθη καλῶς· λαβὸν γὰρ εὐθὺς εὕρισκε λόγους τοὺς σοφούς, ἀναγνοὺς τὴν δύναμιν τὴν ἐν αὐτοῖς φθεγγομένην τῷ λῃστῇ ὅτι «Σήμερον εἰσέρχῃ μετ᾽ ἐμοῦ εὐφραινόμενος ἐν τῷ παραδείσῳ.» «Ἔρχου, λῃστά, τοῦ πατρός σου παράλαβε τὰ δίκαια, τὰ Χερουβὶμ ἀπεκρίθη· ἐγνώρισα τὸ θέσπισμα βασιλέως τοῦ μεγάλου· ἰδοὺ τὰ σκεύη τοῦ παραδείσου ἐν χερσὶ δίδωμι νῦν· τὰς νομὰς δὲ σὺ παραλάμβανε πατρίδος τῆς ἀρχαίας σου, τὴν κτῆσιν ἀνάλαβε τὴν πατρῴαν, τὴν ἄφθαρτον· τὴν δήμευσιν γὰρ ἔλυσε νυνὶ ὁ σταυρὸς ὃν ἦλθες κρατῶν, ἄρτι ἐμφανίσας ἐμοί· ἐν αὐτῷ συνέζευκται ἡ παρὰ σοῦ ἱκεσία πρὸς Χριστὸν καὶ ἡ ψῆφος ἡ διδοῦσα τὴν νομήν σοι ἀσάλευτον ἐν τῷ παραδείσῳ.

Σοῦ οὖν τὰ νῦν κλειδουχοῦντος ἀφίσταμαι γηθόμενος· οὐ γὰρ ἐμοὶ ὡς δεσπότῃ παράδεισος ἐκδέδοται· ἡ νομὴ γὰρ ἐχαρίσθη τοῦ παραδείσου τῷ πρωτοπλάστῳ ἐξ ἀρχῆς παρὰ Θεοῦ· ἐδημεύθη δὲ ἐκ προστάξεως καὶ ἐν φθορᾷ ἐξώριστο καὶ φύλαξ προβέβλημαι ὧν ἐκεῖνος ἐκέκτητο.

Χωρία γάρ μοι ἕτερά ἐστι νοητὰ σὺν τοῖς Σεραφίμ, ἀφιερωμένα, φρικτά· σὺ δὲ τὴν ἀνάκλησιν τὴν τοῦ Ἀδὰμ ἐνεφάνισας ἐμοί, ἀλλὰ δέχου τῶν δικαίων ὧν Ἀδὰμ πρὸ σοῦ κέκτητο ἐν τῷ παραδείσῳ.» Τούτων λῃστὴς ἐπακούσας παράδεισον παρέλαβε, καὶ τὴν σφραγῖδα κατέχων ἐγένετο δριμύτερος τῆς ῥομφαίας τῆς φλογίνης τῷ διαβόλῳ θεασαμένῳ τὸν λῃστὴν ἐν τῇ τρυφῇ· ὀδυρόμενος γὰρ ἐβόησε· «Δεινὸν ἐμοὶ συμβέβηκε· λῃστὴς δεδικαίωται καὶ παράδεισον ἤνοιξεν· ἐν ὅσῳ ἐγὼ Πέτρον ὑποκλέψαι ζητῶ, ὁ κλέπτης ἐγὼ ἤδη ὑπεκλάπην λῃστήν· ὡς γελῶ μαινόμενον τὸν μαθητήν, τὸν προδότην τοῦ Χριστοῦ, ὑπὸ τούτου ἐγελάσθην τοῦ δραμόντος ἐκ πίστεως ἐν τῷ παραδείσῳ.

Ἱστάμην τοὺς ἀποστόλους πανούργως τεχναζόμενος· αὐτοῖς γὰρ ὡς πολεμίοις τὰ βέλη μου ηὐτρέπιζον· ἐγυμνώθην δὲ τοῦ φίλου ἐν ὅσῳ θέλω ἑτέρους δοῦναι τῷ λῃστῇ συλλειτουργούς. Τὸν Ἰούδαν εἰ ἐθεώρησα παράδεισον λαμβάνοντα, μή τι ὣς ἂν ἤνεγκα ἐπ᾽ ἐκείνῳ τὸ ἄλγημα;

Οὐκ ἦν γὰρ ἐμός, ἀλλὰ τοῦ Χριστοῦ μαθητής· λῃστὴς δὲ ἐμὸς γέγονε πιστὸς μαθητὴς καὶ ἀφείς με ἔδραμε πρὸς Ἰησοῦν καὶ ἐμίσησε〈ν ἐ〉μέ· τὸ δὲ χεῖρον, διὰ ξύλου καὶ κλειδοῦχος ἐγένετο ἐν τῷ παραδείσῳ.

Νῦν οὖν ἐγὼ εὐτρεπίσω τὸν πόλεμον βαρύτερον καὶ τὴν ὁδὸν ἀποκλείσω τὴν ἐπὶ τὸν παράδεισον, ἵνα δείξω τῷ κλειδούχῳ ὅτι εἰς μάτην κατεπιστεύθη κλειδουχεῖν τὰ ἐν Ἐδέμ.» Ταῦτα λέγων τρέχει μαινόμενος, καὶ πρῶτον μὲν ἠρέθιζεν Ἑβραίους βδελύττεσθαι τὸ τῆς πίστεως κήρυγμα, τοὺς δὲ βασιλεῖς γ<όη>τας καὶ τυράννους τῆς γῆς ὀξύνει σφοδρῶς κατὰ τοῦ σταυροῦ τῆς ζωῆς· διωγμοὺς ἐκίνησε κατὰ Χριστοῦ καὶ τῶν δούλων τῶν αὐτοῦ, ὑποπτεύων ὡς ἐπέχει τοὺς θνητοὺς εἰσπορεύεσθαι ἐν τῷ παραδείσῳ.

Ῥαίνων τὸ αἷμα τῶν πράων ἡττᾶτο ὁ παμπόνηρος· διώξας τοὺς ἀποστόλους, ὁμοῦ τε καὶ τοὺς μάρτυρας, αἰσχυνόμενος ἐπένθει ὁρῶν τὴν τούτων τῶν ἀθλοφόρων τοῦ Χριστοῦ ὑπομονήν. Ἱκανὰ δὲ ἔτη ἐτάραξεν ἀνόμοις συμφραξάμενος τυράννοις καὶ ἄρχουσι, βασιλεῦσι καὶ δόγμασι, ποτὲ ἀφανῶς, ποτὲ δὲ πάλιν ἐμφανῶς· οὐδέποτε δὲ ἥττης ἀνεχώρει ἐκτός· τῶν ἁγίων ἔβλεπε τὴν ἀρετὴν καὶ ἐθρήνει τὴν ὁδὸν τῶν τρεχόντων διὰ νίκης πρὸς λῃστὴν τὸν πιστότατον ἐν τῷ παραδείσῳ.

Ὡς πάντας γὰρ τοὺς αἰῶνας διέπων ἐν χρηστότητι, ἐν τῇ βουλῇ τῇ πανσόφῳ ἐξήγειρεν ὁ εὔσπλαγχνος Κωνσταντῖνον βασιλέα ἀπὸ τοῦ γένους τοῦ Ἀβραὰμ καὶ τοῦ Δαυὶδ ὄντα πιστόν· ἐμιμήσατο τὸν προπάτορα καὶ ἔδειξε συγγένειαν βεβαίαν καὶ ἔπαυσεν ἐκκλησίας τὸν πόλεμον· δέκα καὶ ὀκτὼ καὶ τριακοσίους λαβὼν ὁπλίτας πιστούς, πόλεμον νικᾷ Ἀβραάμ· ἐν τοσούτοις ἔπαυσε καὶ ὁ πιστὸς καὶ ἀνδρεῖος βασιλεὺς τὰς αἱρέσεις τὰς ἀθέους οὐκ ἐώσας πορεύεσθαι ἐν τῷ παραδείσῳ.

Μεγάλα ὄντως τὰ ἔργα Χριστοῦ καὶ ἀδιήγητα, ἀπίστοις καὶ ἀναξίοις οὐκ ἀποκαλυπτόμενα, ἀλλ᾽ ἀξίοις καὶ δικαίοις· ὅπερ συνέβη ἐπὶ Ἑλένῃ τῇ μητρὶ τούτου ποτέ· ὡς ἀξία γὰρ ἐπεθύμησε τὸ ξύλον τῆς ζωῆς ἡμῶν τῷ χρόνῳ κρυπτόμενον ἐξευρεῖν ἡ φιλόθεος, καὶ τρέχει σπουδῇ ὅπου ἐσταυρώθη Χριστός, λιποῦσα ταχὺ τὰς ἐν βασιλείοις αὐλάς, καὶ τὸν ὄκνον ἔρριψεν ἀφ᾽ ἑαυτῆς καὶ τὸν πόνον τῆς ὁδοῦ· τὸν γὰρ λύχνον ἐπεπόθει ἐξευρεῖν τὸν εἰσάγοντα ἐν τῷ παραδείσῳ.

Αὐτῆς τὴν πρόθεσιν βλέπων ὁ πάντας ἐκδεχόμενος, ὡς περὶ ὥραν μὲν πρώτην καὶ μέχρι ἑνδεκάτης δὲ οὐκ ὀκνήσας ἐξιέναι καὶ προσκαλεῖσθαι τοὺς ἐκλεκτοὺς καὶ τοὺς κλητοὺς πρὸς τὴν ζωήν, ὥσπερ Παῦλον πρώην ἐζήτησε καὶ εὗρε καὶ ἐκάλεσε καὶ ἔδειξε κήρυκα ἑαυτοῦ καὶ ἀπόστολον, οὕτως ἐκλεκτὸν ἔκρινεν Ἰούδαν ποτὲ ὃς εὗρε σταυρὸν καὶ μετωνομάσθη καλῶς· τοῦ προδότου ὄνομα εἶχε τὸ πρίν, ἀλλ᾽ ἐνήλλαξεν αὐτό, ἐπειδήπερ οὐ προδότης ἀνεδείχθη, ἀλλ᾽ ἔφθασεν ἐν τῷ παραδείσῳ.

Νῦν πίστιν τῆς φιλοθέου ἐδέξατο ὁ Κύριος, τὸν ὑπουργὸν ἀναδείξας σπουδαῖον καὶ πιστότατον, τὸν ποτὲ μὲν Ἰουδαίων, μετὰ δὲ ταῦτα ποιμένα κάλλιστον λαῶν χριστιανῶν. Φερωνύμως γὰρ καὶ ὠνόμασται Κυριακὸς ὁ ἅγιος ἀνδρείαν ζωσάμενος καὶ σταυρὸν ἐξευράμενος.

Ἠρεύνησε δὲ ποῖός ἐστιν ὁ τοῦ Χριστοῦ· ὁ θάνατος δὲ ἤλεγχε καὶ νῦν τὴν ζωήν· ὡς ἐν τάφῳ πρότερον ἐπὶ Χριστοῦ, οὕτως νῦν ὑποχωρεῖ ὅτε εἶδε πρὸ τῆς κλίνης τὴν ζωὴν τὴν ἀπάγουσαν ἐν τῷ παραδείσῳ.

Ὅμως ἵνα τέλειον ᾖ τὸ δώρημα τῆς χάριτος, τοὺς ἥλους ἀνακαλύπτει Χριστὸς ὁ βασιλεὺς ἡμῶν, οὓς εὑροῦσα ἡ ὁσία ὡς μαργαρίτας περιεπτύξατο αὐτοὺς σὺν τῷ σταυρῷ. Καὶ τοὺς ἥλους μὲν σαλιβάριον ποιήσασα ἐπλήρωσε προφήτου τὸ κήρυγμα Ζαχαρίου κραυγάζοντος ὡς «ἔσται ποτὲ ἅγιον τὸ τοῦ χαλινοῦ» εἰς νίκην ἀεὶ τῶν πεπιστευκότων αὐτῷ· τὸν σταυρὸν 〈δὲ〉 δέδωκε ταῖς γενεαῖς εἰς ἀσφάλειαν ζωῆς· οἱ γὰρ τούτῳ πεποιθότες μετὰ δόξης εἰσέρχονται ἐν τῷ παραδείσῳ.

Ὑπὸ σταυροῦ σκεπασθέντες σκιρτῶμεν ἀγαλλόμενοι· ἁμαρτωλοί, νήψωμεν οὖν, παράδεισος ἠνέῳκται, ὁ λῃστὴς δὲ φύλαξ ἐστὶ τοῦ παραδείσου ὃν ἐξελέξατο Χριστὸς ἐν τῷ σταυρῷ. Μὴ τὸν ἄκλειστον ἀποκλείσωμεν· φιλόχριστος καθέστηκε λῃστὴς συμπαθέστατος ξενοδόχος φιλόστοργος.

Τιμῶμεν σταυρὸν φύλακα ζωῆς τῆς ἡμῶν· ζωῆς γάρ ἐστι πρόξενος τῆς τῶν οὐρανῶν· οὗτος πάντας ῥύεται τοῦ πονηροῦ καὶ τῆς τούτου προσβολῆς· οἱ εἰς τοῦτον σφραγισθέντες εἰσελθῆναι πιστεύουσιν ἐν τῷ παραδείσῳ.

Υἱὸς Μαρίας ἐγένου, υἱὲ Θεοῦ, σωτὴρ ἡμῶν, καὶ τῷ σταυρῷ προσηλώθης Θεὸς ὑπάρχων ἔνσαρκος, ἵνα σώσῃς τοὺς ἐν θλίψει καὶ ἐλεήσῃς ἁμαρτωλοὺς ὡς δυνατὸς καὶ ἀγαθός. Σὺ παράσχου πᾶσι κατάνυξιν τοῖς ἐπὶ σοὶ ἐλπίζουσι προθύμως δουλεύειν σοι ἐν ψαλμοῖς καὶ δεήσεσι· μετὰ τοῦ λῃστοῦ κράζομέν σοι ὡς ἐν σταυρῷ· «Μνήσθητι ἡμῶν ἐν τῇ βασιλείᾳ τῇ σῇ· τοῦ χοροῦ ἀξίωσον πάντας ἡμᾶς τῶν ἁγίων σου, Χριστέ, ὡς λαβόντας τὴν σφραγῖδα τοῦ σταυροῦ σου εἰς ἕνωσιν ἐν τῷ παραδείσῳ.»