Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Ρωμανὸς ὁ Μελωδός – ᾈσμάτων ᾆσμα

Ρωμανὸς ὁ Μελωδός

Κοντάκια εις την θυσίαν του Αβραάμ και εις την ευλογίαν του Ιακώβ

Υμνολογική προσέγγιση της δοκιμασίας του Αβραάμ, του διαλόγου με τη Σάρρα, καθώς και της ευλογίας του Ιακώβ από τον Ισαάκ.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Ρωμανὸς ὁ Μελωδός

—

Κεφάλαιο 3 από 23

Τῇ κυριακῇ τῆς δʹ ἑβδομάδος τῶν νηστειῶν, κοντάκιον ᾀδόμενον εἰς τὴν θυσίαν Ἀβραάμ, φέρον ἀκροστιχίδα τήνδε· 〈εἰς τὸν Ἀβραὰμ Ῥωμανοῦ ὕμνος〉 πλ. αʹ Προοίμιον Ὡς καθαρὰν θυσίαν καὶ ἄμωμον προσφορὰν ἀναιμωτὶ ἐδέξω τὸν ἄκακον Ἰσαὰκ ἐκ πατρὸς προσαγόμενον ὑπὲρ υἱῶν ἀγαπώντων σε· τῆς γὰρ φιλίας θριαμβεύσας τὴν γνώμην, τῆς ἀτεκνίας τὸν πρεσβύτην ἐρρύσω, φιλάνθρωπε, ὁ δοτὴρ τῶν ἀγαθῶν καὶ σωτὴρ τῶν ψυχῶν 〈ἡμῶν〉.

Εἰς ὄρος ἀναβαίνοντα σὲ τὸν πρεσβύτην ὁ νέος ἐγὼ ζηλῶσαι θέλω καὶ ναρκοῦσί μου πόδες· εἰ γὰρ καὶ τὸ πνεῦμα πρόθυμον, ἡ σὰρξ ἀσθενής· ὦ ψυχή μου, θάρρησον θεωροῦσα τὸν Ἀβραὰμ νῦν γῆρας ἀποθέμενον καὶ νεάζοντα· οὗ ἔκαμνον πόδες, ἀλλ᾽ ἠνδρίζετο γνώμη· ἠγνόει τὸν τόπον καὶ ἀπῄει τῷ τρόπῳ ὁδηγοῦντος αὐτὸν τοῦ καλέσαντος, ὅτι μόνος ἀγαθὸς ὁ σωτὴρ τῶν ψυχῶν ἡμῶν.

Ἰσχὺς οὖν ἦν ἡ πίστις σου, ὅθεν ὁ πόθος πολὺς ἦν ὁ σὸς τοῦ ἐκτελέσαι τοῦ καλοῦντος τὴν βουλήν. Τί δέ σοι ὁ καλῶν προσέταξεν ἀκούσωμεν· «Λάβε παῖδα τὸν ἐκ τῶν σῶν λαγόνων ὅνπερ ἐν γήρει ἔσχες παραμύθιον, καὶ σφάξον μοι.» Ὢ πόσης ὑπῆρχε τούτῳ λύπης τὸ ῥῆμα· οὐκ εἶπε γὰρ παῖδα καὶ ἠρκέσθη τῷ λόγῳ, ἀλλὰ ἠρέθιζε σπλάγχνα γέροντος, ὅτι μόνος ἀγαθὸς ὁ σωτὴρ τῶν ψυχῶν ἡμῶν.

Σκληρὸν μὲν τὸ πρόσταγμα· σὺ δὲ πρὸς τοῦτο, πρεσβύτα, ὀξύς· τοῦ γὰρ παιδός σοι ποθεινότερος Θεός· διὸ πρὸς τὸ ῥηθὲν ἀμφίβολος οὐ γέγονας. Πῶς οὐκ εἶπας· «Διὰ τί με πατέρα καὶ οὐ φονέα τέκνου προσηγόρευσας, ὦ δέσποτα;

Ὃ γίνομαι λέγε, ὃ γέγονα μὴ κάλει· καιρὸν γὰρ ὀλίγον ὠνομάσθην γενέτης, εἰς αἰῶνα δὲ σφαγεὺς γόνου κηρύττομαι· ὅτι μόνος ἀγαθὸς ὁ σωτὴρ τῶν ψυχῶν ἡμῶν. Τί ἄρ<α ο>ἱ ὁρῶντές με σφάττοντα τέκνον λογίσονται νῦν;

Μανέντα, οἴμοι, ἢ ἐκστάντα τῶν φρενῶν· καὶ λῆρόν μου τὸ γῆρας δόξωσιν οἱ ἀκούοντες. Πῶς χερσὶ δὲ ταῖς ἰδίαις ὀλέσω οὗ τοῖς δακτύλοις ἤλπιζον κλεισθῆναί μου τὰ βλέφαρα; Ὃν ἔλυσα σπαργάνων πῶς δεσμήσας φονεύσω;

Ὃν βλέπων σκιρτῶντα, σὲ εὐλόγουν τὸν δόντα· οὗ γέγονα τροφεύς, σφαγεὺς οὐ γίνομαι, ὅτι μόνος ἀγαθὸς ὁ σωτὴρ τῶν ψυχῶν ἡμῶν. Ὅταν μὲν τῷ κάλλει σου βλέψω, ὦ τέκνον, πληροῦμαι χαρᾶς· ὅταν δὲ πάλιν τοῦ δεσπότου ἀκούσω, ὁ γέλως μου εἰς πένθος τρέπεται καὶ δάκρυα.

Οἴμοι, σπλάγχνον, τὴν ψελλίζουσαν γλῶσσαν ἄφωνον δείξει χεὶρ τοῦ σε γεννήσαντος ἡ σφάζουσα· τὰ δὲ βλέφαρά σου οὑ καμμύσει ἡ Σάρρα· τὰ ῥοδίζοντα χείλη νῦν ἀδόνητα δείξω ὅτι πρόσταγμα τελῶ τοῦ δώσαντος, ὅτι μόνος ἀγαθὸς ὁ σωτὴρ τῶν ψυχῶν ἡμῶν.

Ναρκῶσαν τὴν χεῖρά μου καὶ δεδοικῶσαν τὸ ξίφος κρατεῖν τίς κραταιώσει καὶ διδάξει φονεύειν οὐ μόσχους σου, οὓς ἔθος ἔσχηκεν, ἀλλὰ τέκνον μου; Τίς ὠμὸν δὲ καὶ ἀνοίκτειρον δείξει τὸν εὐσπλαγχνίας χάριν εἰσδεξάμενον τοὺς ἅπαντας;

Ὁ πρώην ἀγνώστους δεξάμενος καὶ θρέψας, σὲ τὸν κληρονόμον σὸς πατὴρ πῶς ὀλέσω; Τίς ἀκούσεται κἀμὲ οὐ φεύξεται; Ὅτι μόνος ἀγαθὸς ὁ σωτὴρ τῶν ψυχῶν ἐμῶν. Ἀκούσει τοὺς λόγους σου πάντας 〈ἡ〉 Σάρρα, ὦ δέσποτά 〈μου〉, καὶ τὴν βουλήν σου ταύτην γνοῦσά μοι λέξει· Εἰ αὐτὸς ὁ διδοὺς ἐλάμβανε, τί παρέσχηκε;

Σύ, πρεσβῦτα, τὸν ἐμὸν ἔα πρός με, κα<ὶ ὅ>ταν θελήσῃ τοῦτον ὁ καλέσας σε, δηλώσῃ μοι· ὁ πρώην δι᾽ ἀγγέλου τόκον τούτου σημάνας, τὸν φόνον μοι αὖθις ὡς ἂν θέλῃ, δηλώσῃ· οὐ πιστεύω σοι τὸ τέκνον, οὐ δώσω σοι, ὅτι μόνος ἀγαθὸς ὁ σωτὴρ τῶν ψυχῶν ἡμῶν.

Βραχὺν καιρὸν ζήσουσα, τούτῳ συζήσω· μετὰ τὸ θανεῖν, ἐὰν θελήσῃς. τοῦτο δρᾶσον ἐν αὐτῷ· μὴ λείπῃ με καὶ λύπη κτείνῃ με, σοῦ αἰτέομαι. Μόλις τούτου ἐπετύχομεν, ἄνερ, καὶ παρ᾽ ἐλπίδας παῖδα ἐκ κοιλίας μου ἐκτησάμεθα· εἰ οὖν πρώην τυχόντες ἀποτύχωμεν ἄρτι, ἢ τάχα κυῆσαι, θηλαῖς θρέψαι ὀφείλω, καὶ ἀκμάσαντα δοῦναι τῷ δώσαντι; ὅτι μόνος ἀγαθὸς ὁ σωτὴρ τῶν ψυχῶν ἡμῶν.

Ῥοπὴν ἐμοῦ ἀπόστηθι· τοῦτον ἀγκάλαις λαμβάνω ἐγὼ πόνον γαστρός μου· κορεσθῆναι γὰρ ζητῶ· εἰ χρῄζει θυσιῶν ὁ καλέσας σε, λάβῃ πρόβατον. Οἴμοι, τέκνον Ἰσαάκ, εἰ κατίδω σοῦ ἐπὶ γῆς 〈τὸ〉 αἷμα ἐκχυνόμενον ... μὴ γένοιτο· φονεύσει με πρώτην, εἶθ᾽ οὕτως σε φονεύσει· πρὸ σοῦ τὴν τεκοῦσαν, μετ᾽ αὐτὴν σὲ τὸν τόκον· μὴ κατίδω σου σφαγήν, καὶ ἀπόλωμαι· ὅτι μόνος ἀγαθὸς ὁ σωτὴρ τῶν ψυχῶν ἡμῶν.

Ἀγγέλου σημάναντος τόκον 〈ἐν γήρᾳ〉, ἐγέλασα πρίν, καὶ νῦν τὸ ῥῆμα ἰδοῦσα πρᾶγμα, ἐχάρην· ἀλλ᾽ ἤδη ἡ χαρὰ εἰς δάκρυα τάχα τρέπεται· σύ μου φάος, σὺ αὐγὴ ἐμῶν βλεφάρων· σὲ ὥσπερ ἄστρον βλέπουσα λαμπρύνομαι, ὦ τέκνον μου· σὺ τῆς ἐμῆς κοιλίας καρπὸς ὥριμος ὤφθης· σὺ βότρυς περκάζων ἀκμασάσης ἀμπέλου· οὐ σβέσει σε πατήρ, οὐ τέμνει σε· ὅτι μόνος ἀγαθὸς ὁ σωτὴρ τῶν ψυχῶν ἡμῶν.

Ἀκμάσας γενήσει μου στήριγμα γήρους, ὦ σπλάγχνον ἐμόν, τὰ σὰ δὲ τέκνα βακτηρία πολιᾶς· κατίδω σῆς ὀσφύος ἔκγονα κα<ὶ ο>ὕτω θνήξομαι· σὺ δὲ κόρας τὰς ἐμὰς ἀποκλείσεις, σὺ σὺν τοῖς τέκνοις κόλποις παραπέμψεις με τῶν πατέρων μου, σὺ κλίνης μου πρῶτος πορευόμενος κλαύσεις· ἐγὼ δέ σου θνῆσιν οὐδαμῶς μὴ θρηνήσω ὀλετῆρα σὸν πατέρα ἀκούσασα· ὅτι μόνος ἀγαθὸς ὁ σωτὴρ τῶν ψυχῶν ἡμῶν. —Μὴ τουτοισὶ τοῖς ῥήμασι γύναι, χρωμένη, ὀργίσῃς Θεόν· ἀλλότριόν τι οὐκ αἰτεῖται παρ᾽ ἡμῶν· ὃ πρώην γὰρ αὐτὸς δεδώρηται, τοῦτο λήψεται.

Μὴ σπιλώσῃς τ<ὸ ὁ>λοκαύτωμα θρήνοις μηδὲ δακρύσῃς· μῶμον ἐπιθήσεις γὰρ τῇ θυσίᾳ μου· Θεὸς αὐτὸν θέλει, καὶ τίς τοῦτον ἐπέχει; Καὶ κόλποις σοῖς ὄντα θανατῶσαι ἰσχύει· τὴν οὖν πρόθεσιν δεῖξόν σου πέμψασα, ὅτι μόνος ἀγαθὸς ὁ σωτὴρ τῶν ψυχῶν ἡμῶν.

Ῥαντίσω τοῖς δάκρυσι πᾶσαν τὴν γαῖαν, καὶ σὺ σὺν ἐμοί, ἀλλ᾽ οὖν ἐκ τούτου κέρδος ἡμῖν οὐκ ἔσται· ὅταν γάρ τι Θεὸς βεβούλευται, τίς ἀνθίσταται; Ἤ, δοκεῖς σύ, μόνος σὸς πέλει γόνος; Τέκνον ἐμὸν δὲ οὗτος οὐχ ὑπάρχει νῦν ὃν ἐγέννησα; »Σπορεὺς αὐτοῦ πέλεις καὶ σφαγεὺς τούτου μέλλεις·» Ὁ τοῦτο προστάξας, γύναι, πάντων δεσπόζει, δῶρον εὔκαιρον ἡμῶν ἐξαιτήσας με, ὅτι μόνος ἀγαθὸς ὁ σωτὴρ τῶν ψυχῶν ἡμῶν.» Ὡς ἤκουσε τὰ ῥήματα τοῦ ὁμοζύγου, 〈ἡ〉 Σάρρα φησίν· «Εἰ εἰς ζωήν σε θέλει, ζῆσαι προστάξει· ἀθάνατος ὑπάρχων Κύριος, οὐ μὴ κτείνει σε· νῦν αὐχήσω, σὲ προσάξασα δῶρον ἐκ κοιλιᾶς μου τῷ δωρησαμένῳ σοι μακαρίζομαι.

Πορεύου οὖν, τέκνον, καὶ γίνου Θεῷ θῦμα, σὺν τῷ σῷ γενέτῃ, φονευτῇ δέ σου μᾶλλον· πιστεύω δέ, γονεὺς σφαγεὺς οὐ γίνεται, ὅτι μόνος ἀγαθὸς ὁ σωτὴρ τῶν ψυχῶν ἡμῶν. Μητέρα λιμπάνων με, εὕρῃς πατέρα τὸν πάντων Θεόν· αὐτὸς σφαγέντα ἀναδείξει μοι ζῶντα· εἰ καὶ μὴ τῷ παρόντι, δείξει μοι εἰ τῷ μέλλοντι· ἄσπασαί με, Ἰσαάκ, τὴν τεκοῦσαν καὶ τῶν ὠδίνων μήπω ἀπολαύσασαν, κα<ὶ ἀ>ποτρέχετε.» Τοιαῦτα ἦν ἄρα ἅπερ ἔφη Σάρρα· ὁ πρέσβυς δὲ πάντως εἶπεν ἄλλ᾽ ὑπὲρ ταῦτα, ἀλλ᾽ οὐκ ἔστερξαν ὑπὲρ 〈τὸν〉 Κύριον, ὅτι μόνος ἀγαθὸς ὁ σωτὴρ τῶν ψυχῶν ἡμῶν.

Αὐτὸς ὁ γεννήσας γὰρ σχίδακας τέκνῳ ἐπέθηκεν, καὶ ὤμοις φέρει οἷς ἐτίθεντο ὁ παῖς· ἐνταῦθα πᾶς πιστὸς νοείτω μοι τὸ μυστήριον. Ἤλυθαν δὲ οὗπερ ἦσαν κληθέντες, καὶ ὡς προβλέπων ἔφησε τὰ μέλλοντα ὁ πιστότατος, «Καθίσατε», λέγων τοῖς συνοῦσιν, «ἐνταῦθα· ἐγὼ δὲ σὺν τέκνῳ πορευθεὶς ἀναστρέψω.» Καὶ τὰ ῥήματα ἐφάνη πράγματα, 〈ὅτι μόνος ἀγαθὸς ὁ σωτὴρ τῶν ψυχῶν ἡμῶν.〉 Νευρώσας ναρκήσαντας πόδας τῇ πίστει καὶ τὴν δεξιὰν ὁπλίσας ξίφει, πρῶτον εἶχεν Ἰσαάκ, ἀλλ᾽ εὗρε πειρασμὸν τὰ ῥήματα τοῦ παιδός· φησίν· «Φράσον, πάτερ, τίς ὁ σφάττεσθαι μέλλων;

Ἔχω τὰ ξύλα, πῦρ σὺ καὶ τὴν μάχαιραν· ποῦ τὸ πρόβατον;» Ὦ σπλάγχνον γενέτου· πρὸς τοὺς λόγους τοῦ τέκνου τίς τότε ὑπάρχων ἀπηνὴς οὐκ ἐκάμφθη; Καὶ οὐκ ἔκαμψε λαλῶν, ἀλλ᾽ ἤγγρισεν, ὅτι μόνος 〈ἀγαθὸς ὁ σωτὴρ τῶν ψυχῶν ἡμῶν.〉 «Ὁ πρώην καλέσας με ὄψεται, τέκνον, εἰ θέλει σφαγήν· ἡμεῖς δὲ τούτῳ ὑπουργήσωμεν», φησίν. «Ὦ πάτερ, κατ᾽ ἐμοῦ τὴν μάχαιραν ἠκόνησας;

Βλέπω τύμβον τὸν βωμόν, ὦ γενέτα· σὲ δὲ δεσμοῦντα ἅμα καὶ φονεύοντα ἐνοπτρίζομαι· εἰ τοίνυν ὃ βλέπω ἀληθῶς ὁρῶ, λέγε, μὴ ἄκοντα σφάξῃς ἵν᾽ εὐπρόσδεκτον εὕρῃς τὴν θυσίαν σου, ἐμὲ τὸ τέκνον σου· ὅτι μόνος 〈ἀγαθὸς ὁ σωτὴρ τῶν ψυχῶν ἡμῶν.»〉 Υἱοῦ μὲν τὰ ῥήματα τότε παρίδε πιστὸς Ἀβραάμ, καὶ τῆς θυσίας ἦν ἐργάτης ἰσχυρός, καὶ πόδας σὺν χερσὶν ἐδέσμησεν ὃν ἐγέννησε, «Πρῶτον», λέγων, «δήσω, εἶτα φονεύσω, μήποτε τούτου σκίρτημα κωλύσῃ μου τὸ ὅρμημα.» Χειρὶ λαβὼν ξίφος εἰς σφαγήν, ἐπεσχέθη, οὐ τέκνου σκιρτῶντος, τοῦ Θεοῦ δὲ καλοῦντος καὶ σημαίνοντος αὐτοῦ τὰ μέλλοντα, 〈ὅτι μόνος ἀγαθὸς ὁ σωτὴρ τῶν ψυχῶν ἡμῶν.〉 Ὑψόθεν ἐπέβλεψεν ὁ ἐπιβλέπων ἀβύσσους Θεὸς, καὶ τῷ δικαίῳ ἀνεβόησε φωνήν· «Ἀβραάμ, Ἀβραάμ, πιστότατε, στεῖλον χεῖρά σου· γνῶναι θέλων σὲ ὁ μὴ ἀγνοήσας σὲ πρὸ τοῦ πλάσαι, † τὴν πίστιν σου νῦν εὗρον ἥνπερ μέλλουσι βλέπειν οἱ τῆς ἀληθείας θερμοὶ ἐρασταί μου ἐπ᾽ ἐσχάτων τῶν αἰώνων, † ὅτι μέλλει ὁ <υἱό>ς μου εἰς 〈τὸ〉 ὄνομα ἐμὸν δοξάζεσθαι, ὁ δοτὴρ τῶν ἀγαθῶν καὶ σωτὴρ τῶν ψυχῶν ὑμῶν.

Μὴ κτείνῃς τὸν παῖδά σου· νῦν γάρ σε ἔγνων φοβούμενόν με· τοῦ ὑϊοῦ σου οὐκ ἐφείσω δι᾽ ἐμέ, ὅντινα λαβὼν ἀπότρεχε καθὼς πρόειπας.» Ταῦτ᾽ ἀκούων Ἀβραὰμ ἔφη τότε· «Μή τινα μῶμον εὗρες ἐν θυσίᾳ μου καὶ ἐπέσχες με;

Μή τι παρερρύη ἐν λόγῳ ἢ ἐν ἔργῳ; † ἢ δόλος ἐν τῷ στόματί μου; † Ὡς καρδίας ἐτάζων, σὺ καθάρισον καὶ σφάξαι πρόσταξον, ὁ δοτὴρ τῶν ἀγαθῶν καὶ σωτὴρ τῶν ψυχῶν ἡμῶν. —Νῦν στεῖλον τὴν χεῖρά σου· εὗρον ὡς θέλω σὴν πίστιν ἁγνήν, διὸ καὶ ἐν σοὶ προσκιάζω τὰ ἐμά· ἐμὸν γὰρ εἶ σαφῶς ἐκτύπωμα, ναί, δίκαιε· θέλεις γνῶναι ἐκ τῶν σῶν τὰ μετὰ σέ;

Τούτου γὰρ χάριν ἔνθα σε ἀνήγαγον, 〈τοῦ〉 δεῖξαί σοι. Ὥσπερ οὖν οὐκ ἐφείσω δι᾽ ἐμὲ τοῦ υἱοῦ σου, κἀγὼ διὰ πάντας οὐ φείσομαι τοῦ υἱοῦ μου· ὑπὲρ κόσμου δὲ σφαγῆναι δίδωμι, ὁ δοτὴρ τῶν ἀγαθῶν 〈καὶ σωτὴρ τῶν ψυχῶν ὑμῶν.〉 Οὕτως δ᾽ ὡς ἐβάσταξε ξύλα τοῖς ὤμοις ὁ σὸς Ἰσαάκ, ἐπ᾽ ὤμων φέρει ὁ ἐμὸς <υἱὸ>ς τὸν σταυρόν· ὁ πόθος ὁ πολύς σοι ἔδειξε καὶ τὰ μέλλοντα.

Βλέψον ἄρτι καὶ κριὸν τὸν ἐν ξύλῳ· πόθεν κρατεῖται βλέπων καταμάνθανε τὸ μυστήριον· τοῖς κέρασιν τοῦτον τὰ δεσμὰ περιέχει, τὰ κέρατα χεῖρας τοῦ υἱοῦ μου σημαίνει· καὶ σφάξον μοι, καὶ σὸν υἱὸν φυλάττω σοι, ὁ δοτὴρ τῶν ἀγαθῶν 〈καὶ σωτὴρ τῶν ψυχῶν ὑμῶν.»〉 Σφαγὴν οὐ δεχόμενον βλέπουσα Σάρρα σὺν τῷ Ἀβραάμ, χορεύει πάλιν δεξαμένη Ἰσαάκ· «Ὁ δείξας σε ἐμοί, ὦ τέκνον μου, λάβῃ πνεῦμά μου.» Ταύτην ἡμῖν τὴν χαρὰν σὺ παράσχου, ὁ ἐπὶ ξύλου χεῖρας ὥσπερ κέρατα δεσμηθεὶς δι᾽ ἡμᾶς· ἡμῶν ἱκεσίας κενὰς μὴ ἀποστρέψῃς, δι᾽ οὓς ἐσταυρώθης ἐν θυμῷ σου μὴ κτείνῃς· τούτων πρέσβευε καὶ σύ, πάτερ, τυχεῖν ἡμᾶς, ὁ δοτὴρ τῶν ἀγαθῶν καὶ σωτὴρ τῶν ψυχῶν ἡμῶν.

Τῇ κυριακῇ τῆς εʹ ἑβδομάδος τῶν νηστειῶν, κοντάκιον κατανυκτικὸν ᾀδόμενον εἰς τὸν Ἰσαὰκ ὅτε εὐλόγησε τὸν Ἰακώβ, φέρον ἀκροστιχίδα τήνδε· 〈τοῦ ταπεινοῦ Ῥωμανοῦ〉 ἦχος πλ. δʹ πρός· Τὸν πρὸ ἡλίου ἥλιον. Προοίμιον Τὸν Ἡσαῦ μισήσας ὡς ἄσωτον καὶ Ἰακὼβ ἀγαπήσας ὡς δίκαιον, τὴν εὐλογίαν ἐξ ἐκείνου εἰς τοῦτον μετήγαγες· ἀλλ᾽ ὡς τῷ πράῳ τῇ συμβουλίᾳ τῆς μητρός, ταῖς ἱκεσίαις τῆς ἀχράντου σου μητρός, Χριστὲ ὁ Θεός, ἐξ οὐρανοῦ εὐλογίαν παράσχου ἡμῖν.

Τὸν διὰ τῆς ὑπακοῆς σώσαντα γένος ἀνθρώπων, πατήσαντα τὸν ὄφιν καὶ φωτίσαντα τὸν κόσμον καὶ ἐκ τῆς παρθένου τεχθέντα ἀγεωργήτως, τὸν τῆς κατάρας ἀπαλλάξαντα κτίσιν ἅπασαν, τὸν τοὺς παραβάντας ῥήξαντ<α ἀ>γγέλους καὶ παραπεσόντα χειρὶ ἐγείραντα Ἀδὰμ ὑμνήσωμεν, δοξάσωμεν.

Γνῶμεν τί ἔδρασεν ἡμῖν τὸ πτῶμα τῆς παραβάσεως ἐν τῇ παρακοῇ, καθὼς καὶ ἡ βίβλος τῆς κτίσεως λέγει τοῦ πρωτοπλάστου τὴν ἀθεσίαν· ὅθεν σπεύσωμεν ἅπαντες καὶ κράξωμεν τῷ Θεῷ ἡμῶν· Ἐξ οὐρανοῦ εὐλογίαν παράσχου ἡμῖν.

Οἱ τῶν μελλόντων τύποι οὖν σύγγονοι δύο ὑπῆρχον, τεχθέντες ἐκ Ῥεβέκκας Ἰσαὰκ τῷ πατριάρχῃ· τὸν Ἡσαῦ δὲ τότε καλέσας ἔφη ὁ πρέσβυς· «Πορεύου, τέκνον, ἐν ἀγρῷ σπουδῇ καὶ ἀγώνισαι· λάβε σου τὸ τόξον καὶ τὴν φαρέτραν· θήρευσόν μοι θήραν καὶ σπεῦσον ἀρέσαι πατρὶ, καὶ ἔνεγκέ μοι ἔδεσμα, ὅπως σου δέξωμαι τὴν προθυμίαν, καὶ εὐλογήσω σε πρὶν τελευτῆσαί με· ἀνάστηθι, δεῖξον τὴν διάθεσίν σου, καὶ πλήρωσόν μου ἐπιθυμίαν· ὁρῶν γάρ σου τὴν ἅπασαν προαίρεσιν, τῷ Θεῷ κράζω· Ἐξ οὐρανοῦ εὐλογίαν παράσχου ἡμῖν.» Ὑπέστησεν ὁ γηραιὸς τὸν ἐκ τῶν σπλάγχνων τεχθέντα, καὶ τρέχειν κατεπείχθη ὁ Ἡσαῦ τό〈τε〉 εἰς θήραν· ἡ δὲ μήτηρ τούτου πρὸς Ἰακὼβ ἀνεβόα· «Σπούδασον φθάσαι εἰς τὴν ποίμνην καὶ ἀγωνίσασθαι· ἤκουσα λαλοῦντος τοῦ σοῦ γενέτου πρὸς τὸν ἀδελφόν σου· Θήρευσόν μοι θήραν, ὦ παῖ, καὶ ἔνεγκέ μοι ἔδεσμα· καὶ φαγὼν κα<ὶ ε>ὐφρανθεὶς σὲ εὐλογήσω· πρὸ τοῦ 〈ἐ〉μὲ θανεῖν συντόμως πείσθητι.

Καθώς σοι οὖν εἶπον πορεύθητι, λάβε ἀπὸ τῆς ποίμνης δύο ἐρίφους· ποιήσω τῷ γενέτῃ σου τὸ ἔδεσμα, ἵν᾽ εὐξάμενος ἐξ οὐρανοῦ εὐλογίαν παράσχῃ ἡμῖν.» Ταῦτα ἀκούσας Ἰακὼβ πρὸς τὴν τεκοῦσαν ἐβόα· «Πῶς φθάσω εἰς τὴν ποίμνην καὶ κομίσω τοὺς ἐρίφους;

Ὁ Ἡσαῦ, ὦ μῆτερ, ἀνὴρ δασὺς φύσει ἐστίν· ἐγὼ δὲ πάλιν ὡς ἀνὴρ λεῖος ἐπαισχύνομαι· μήπως ὁ πατήρ μου ἐμὲ γνωρίσῃ καὶ ὑπὸ αἰσχύνης ὡς καταφρονήσας αὐτοῦ ἀπέναντι γενήσομαι· ἐπάξω δὲ ἐμαυτῷ μᾶλλον κατάραν, κα<ὶ ο>ὐκ εὐλογήσει με, ἀλλ᾽ ἀπολέσει με.

Ὦ μῆτερ, πτοοῦμαι τὸ τόλμημα πάνυ, τοῦ ἀδελφοῦ μου καὶ τὴν μανίαν· σιγήσομαι οὖν κα<ὶ ε>ὔξομαι τῷ πλάσαντι κράζων· Εὔσπλαγχνε, ἐξ οὐρανοῦ εὐλογίαν παράσχου ἡμῖν.» «Ἄκουσον λόγων τῶν ἐμῶν καὶ μὴ δειλία, ὦ τέκνον,» ἡ μήτηρ ἀνεβόα κολακεύουσα τὸν νέον· «νῦν ἐπάκουσόν μου καὶ δεῖξον ὡς ἀγαπᾷς με· ἡ σὴ κατάρα ἐπ᾽ ἐμὲ γενήσεται, τέκνον μου· μόνον τῇ βουλῇ μου παράσχου χάριν ὡς ἐνετειλάμην, καὶ δύο ἐρίφους καλοὺς καὶ ἁπαλούς μοι κόμισον.» Ὁ δὲ παῖς πορευθεὶς ἤγαγε ταύτῃ δύο ἐρίφια, καὶ τὰ ἐδέσματα ἐποίησε τάχος καθὼς καὶ ἐφίλει ὁ πατὴρ τούτου, τῇ προθυμίᾳ ἀγαπῶσα· τὸ τέκνον δὲ προσηύχετο· «Σύ, φιλάνθρωπε, ἐξ οὐρανοῦ εὐλογίαν παράσχου ἡμῖν.» Περιεπτύξατο στολὴν τοῦ πρεσβυτέρου συγγόνου ὁ νεανίσκος τότε, ὡς διδάσκει τὸ βιβλίον· τὰ δὲ δάση πάλιν τὰ τῶν ἐρίφων λαμβάνει καὶ περισφίγγει τῷ τραχήλῳ σὺν τοῖς βραχίοσι μέχρι καὶ τῶν ὤμων καὶ τῶν δακτύλων· ἦρε δὲ τοὺς ἄρτους καὶ τὰ ἐδέσματα ὁμοῦ καὶ τρέχειν κατεπείγετο.

Ἔνδον δὲ εἰσελθών, τῷ γηραλέῳ εὐθὺς ἐβόησεν· «Ὦ πάτερ, κέλευσον, ἰδοὺ ὁ υἱός σου 〈ὁ〉 Ἡσαῦ ὁ πρῶτος· ἐγὼ λαλῶ σοι, ἐπάκουσόν μου· ἐδέσματά σοι ἤγαγον, ὡς ἔφης μοι, καὶ αἰτοῦμαί σε· ἐξ οὐρανοῦ εὐλογίαν παράσχου 〈ἡμῖν.〉» Εἶπεν δὲ τότε Ἰσαὰκ τῷ ὑϊῷ αὐτοῦ· «Τέκνον, ταχὺ ὑπήκουσάς μου καὶ τὴν θῆρα ἐκομίσω.» Ὁ δὲ νέος πάλιν πρὸς τὸν γενέτην ἐβόα· «Τοῦτο ὑπάρχει ὅπερ ὁ Θεός σοι ἀπέστειλεν, ὅστις θωρακίσας ἐπὶ τὴν θήραν ὥσπερ πρὸς ἀρνίον ἐν τῷ πεδίῳ μοι ὀφθεὶς παρέσχε μοι τὴν δύναμιν.

Καὶ λοιπὸν ἔφθασα ὥσπερ εἰς μάνδραν, καὶ κομισάμενος τὸ θῦμα ἤγαγον, γενέτα, ὡς εἶπας· ἐπλήρωσα ἔργον ἵνα μετάσχω τῆς εὐλογίας· τὴν χάριν οὖν ἣν πρότερον ὑπέσχου μοι ἐκπληρώσας νῦν, ἐξ οὐρανοῦ εὐλογίαν παράσχου ἡμῖν.» Ἰσαὰκ γνοὺς τὸν ὑϊὸν τάχος ἐλθόντα τῆς θήρας, τὸν νοῦν αὐτοῦ ταράξας, ἐλογίζετο τοιαῦτα· «Τίς ὁ δρόμος οὗτος; τίς ἡ σπουδὴ ἡ τοσαύτη;

Ὁ λογισμός μου περιβάλλει με πρὸς ἐνθύμησιν· μή τις ἄρα τέχνη γέγονεν αὕτη; μή τις μετὰ δόλου ἁρπάσαι ἦλθεν ἀπ᾽ ἐμοῦ τὴν δωρεὰν τοῦ τέκνου μου; Μᾶλλον δὲ Κύριος, πληρῶσαι θέλων ἐπιθυμίαν μου, αὐτὸς συνήργησε, καὶ ὅπερ ἐζήτει εὗρεν ὁ υἱός μου, διὸ καὶ ἦλθεν εὐθυδρομήσας, μισθὸν λαβὼν τὸ χάρισμα τοῦ πέμψαντος, ὃν αἰτήσομαι· ἐξ οὐρανοῦ εὐλογίαν παράσχου 〈ἡμῖν.〉 Νῦν ἔγγισόν μοι, τέκνον μου, καὶ ψηλαφήσω σε τάχος· εἰ πέλεις ὁ Ἡσαῦ σὺ ὁ πρωτότοκός μου, δεῖξον.» ψηλαφῶν δὲ τοῦτον, ὁ Ἰσαὰκ ἐνθυμεῖται· «Ἡ μὲν φωνὴ νῦν Ἰακὼβ ἠχεῖ εἰς τὰ ὦτά μου, χεῖρες τοῦ Ἡσαῦ δὲ τοῦ ὑϊοῦ μου· δεῦρο οὖν, ὦ σπλάγχνον, καὶ καταφίλησον 〈ἐ〉μέ, καὶ ἔνεγκε τὸ ἔδεσμα.» Καὶ φαγὼν Ἰσαάκ, καταφιλήσας τὸν ὑϊὸν αὐτοῦ, ὠσφράνθη τῆς στολῆς τῆς τούτου καὶ εἶπεν· «Ἰδοὺ τοῦ υἱοῦ μου ὡς ἀγροῦ πλήρης ὀσμὴ ὑπάρχει, ἀγροῦ οὗπερ ηὐλόγησεν 〈ὁ〉 Κύριος· εἰσακούσας μου, ἐξ οὐρανοῦ εὐλογίαν παράσχῃ ἡμῖν.» Ὅτε εὐλόγησε σαφῶς τὸν Ἰακὼβ ὁ γενέτης, κατήχησε τὸν παῖδα ταῖς εὐχαῖς αὐτοῦ ὁ γέρων λέγων· «Ὁ Θεός μου σὲ εὐλογήσει ἐν κόσμῳ σίτῳ καὶ οἴνῳ, καὶ τὰ ἔθνη πάντα δουλεύσει σοι· προσκυνήσουσί σοι ἄρχοντες πάντες· κύριος δὲ πάλιν γίνου καὶ τοῦ σοῦ ἀδελφοῦ.

Ὁ σὲ δὲ καταρώμενος λήψεται τὴν ἀράν, ὁ δ<ὲ ε>ὐλογῶν σε εὐλογηθήσεται τῇ θείᾳ χάριτι.» Τοιαῦτα ἀκούσας, ἐξῆλθεν ὁ νέος εὐλογημένος, ὑμνῶν τὸν κτίστην, βοῶν· «Δίκαιος Κύριος, φιλάνθρωπος· ὡς γὰρ εὔσπλαγχνος, ἐξ οὐρανοῦ εὐλογίαν παρέσχεν ἡμῖν.» Ὑπὸ τοῦ πόθου τὸν υἱὸν ὁ γηραλέος εὐλόγει, Χριστὸν τὸν πάντων κτίστην ἐντυπῶν ταῖς εὐλογίαις.

Ἰακὼβ δὲ τότε πρὸς τὴν τεκοῦσαν ἐκτρέχει, λέγων πρὸς ταύτην· «Ἰδού, εὐλογίαν ἀπέλαβον, παρὰ τοῦ πατρός μου ἔλαβον χάριν.» Τότε προσεπλάκη τῷ νέῳ ἡ μήτηρ αὐτοῦ καὶ κλαίειν κατεπείγετο, λέγουσα· «Εἷς ἐστιν ὁ τοῖς ἁγίοις παρέχων σύνεσιν· αὐτὸς ἐλεύσεται σαρκὶ ἐν τῷ κόσμῳ ἐκ ῥίζης βλαστοῦ σου, πατρὸς τοὺς κόλπους μὴ καταλείψας.

Αὐτὸν οὖν δυσωπήσωμεν τὸν εὔσπλαγχνον καὶ φιλάνθρωπον· ἐξ οὐρανοῦ εὐλογίαν 〈παράσχου ἡμῖν.»〉 Ῥήματα καὶ ὁ Ἰσαὰκ εὐχαριστίας ἐκπέμπειν οὐδόλως ἐνεδίδου, ἕως ὅτε ἐπληρώθη ἡ ψυχὴ 〈ἡ〉 τούτου χαρᾶς μεγάλης, καὶ λέγει πρὸς τὴν Ῥεβέκκαν· «Νῦν Θεὸς ἡμᾶς ἐπεσκέψατο, καὶ ἐκ τῶν ὑψίστων 〈τὴν γῆν〉 ἐπεῖδεν, ὅπως τοῖς ἁγίοις τὴν εὐλογίαν τὴν αὐτοῦ δωρήσηται ὡς Κύριος· παῖδας δὲ εἰς τιμὴν ἡμῖν παρέσχε, καὶ χάριν δίδωσι τὴν ἐκ τοῦ πνεύματος ἐκχέων πλουσίως, ὅτε εὐδοκήσει τὸ γένος σῶσαι ἐνανθρωπήσας· νυνὶ γὰρ προετύπωσε τὰ μέλλοντα ἐν τῇ χάριτι· ἐξ οὐρανοῦ εὐλογίαν 〈παρέχει ἡμῖν.»〉 Ὡς οὖν ἐλάλει Ἰσαὰκ τῇ ὁμοζύγῳ τοιαῦτα, Ἡσαῦ ὁ γόνος τούτων ἐκ τῆς θήρας ἐπανῆλθε, καὶ αὐτὸς ἐποίει ἐδέσματα τῷ γενέτῃ· προσήνεγκε δὲ τῷ πατρὶ αὐτοῦ πρὸς μετάληψιν, λέγων· «Ὦ γενέτα, ἐπάκουσόν μου, καὶ ἀπὸ τῆς θήρας εὐφράνθητι τοῦ σοῦ υἱοῦ, δι᾽ ἧς καὶ εὐλογήσεις με.» Εἶπε δὲ Ἰσαὰκ τότε ὁ πρέσβυς πρὸς τὸν υἱὸν αὐτοῦ· «Τίς εἶ σὺ δήλωσον.»

Ὁ δὲ ἀπεκρίθη· «Ἐγώ εἰμι», λέγων, «Ἡσαῦ, γενέτα, ὁ ὑϊός σου· πρωτότοκός σου πέφυκα ἐκ σπλάγχνων σου· ἀλλά, δέομαι, 〈ἐξ οὐρανοῦ εὐλογίαν παράσχου ἡμῖν.»〉 Μετὰ τοὺς λόγους τοῦ παιδὸς καὶ τὰς αὐτοῦ ἱκεσίας, ἐξέστη ὁ πρεσβύτης σφόδρα ἔκστασιν μεγάλην, λέγων· «Τίς οὖν ἐστιν ὁ εἰσενέγκας μοι θήραν, καὶ ἀπὸ πάντων εὐφρανθεὶς ἐκεῖνον εὐλόγησα, καὶ εὐλογημένος ἐστὶν ἐν πᾶσι;

Πρὸ τοῦ γάρ σε φθάσαι ἐκ τοῦ ἀγροῦ εἰς τὴν σκηνὴν, ἐδέσματά μοι ἤγαγεν.» Ὅτε δὲ ἤκουσε τούτους τοὺς λόγους, Ἡσαῦ ἐβόησεν ὀδυνηρὰν φωνήν, κραυγάζων καὶ λέγων· «Εὐλόγησον σπεύσας κἀμέ, ὦ πάτερ, ὥσπερ ἐκεῖνον, κἀμοὶ ἀξίως δώρησαι τὴν χάριν σου, καὶ ὁ Ὕψιστος ἐξ οὐρανοῦ εὐλογίαν παράσχῃ ἡμῖν.» Ἀκούσας ταῦτα Ἰσαὰκ τοὺς λόγους τούτους ἐβόα· «Ἐλθὼν ὁ ἀδελφός σου Ἰακὼβ πρὶν μετὰ δόλου ὑπεδέξατό σου τὴν εὐλογίαν ἐκεῖνος.

Τί οὖν ποιήσω; Πῶς εἰς τοῦτό σοι ὑπακούσομαι;» Ὁ Ἡσαῦ δὲ ἔφη πρὸς τὸν γενέτην· «Ὄντως καὶ δικαίως ἐκλήθη οὗτος Ἰακὼβ τῷ λόγῳ καὶ τῷ πράγματι· ἤδη γὰρ δεύτερον ἐπτέρνισέ με· τὰ πρωτοτόκια αὐτὸς ἀφεῖλέ μου, καὶ νῦν, καθὼς ἔγνων, καὶ τὴν εὐλογίαν αὐτὸς ἐδέξατο τοῦ πατρός μου· ἐστέρησέ με δεύτερον ἐκ μήτρας μου· ἀλλά, δέομαι, ἐξ οὐρανοῦ 〈εὐλογίαν παράσχου ἡμῖν.»〉 Νενικημένος Ἰσαὰκ τοῖς σπλάγχνοις καὶ ἡττημένος, πρὸς τὸν Ἡσαῦ ἐβόα λέγων· «Ἄκουσον, ὦ τέκνον· εἰ τῷ ἀδελφῷ σου τὴν ἐξουσίαν παρέσχον, σίτῳ καὶ ὄνῳ 〈εἰ〉 τὸν οἶκον τούτου ἐπλήρωσα, σοὶ νῦν τί ποιήσω, τέκνον, εἶπέ μοι.» Πάλιν ἀπεκρίθη Ἡσαῦ τῷ γενέτῃ αὐτοῦ, καὶ κλαίων οὕτως ἔλεγε· «Μία γὰρ μόνη σοι ἔστιν εὐλογία;

Ἐξ ἧς κατέλιπας κἀμὲ εὐλόγησον.» Τότε κατενύγη Ἰσ<αὰ>κ ὁ γενέτης καὶ ἀνεβόα μετὰ δακρύων· «Εὐλογῶν εὐλογήσει σε ὡς βούλεται ὁ φιλάνθρωπος· ἐξ οὐρανοῦ 〈εὐλογίαν παρέχει ἡμῖν.〉» Ὅτε ἐπαύσατο θρηνῶν, ὁ γηραλέος ἐκτείνει τὴν χεῖρα καὶ ηὐλόγει τὸν Ἡσαῦ, τοιαῦτα λέγων· «Ἰδοὺ ἐκ τῆς δρόσου τῶν ὑψωμάτων σοι ἔσται, καὶ ἐκ τῆς γαίας τῆς πιότητος 〈ἡ〉 κατοίκησις, καὶ ἐν τῇ μαχαίρᾳ τῇ σῇ τραφήσει, καὶ τῷ ἀδελφῷ σου προθύμως δουλεύσεις ἀεί, καὶ ἔσει εὐφραινόμενος.

Ἐὰν γὰρ τὸν ζυγὸν τὸν τῆς δουλείας αὐτοῦ μὴ καθέλῃς ἐκ τοῦ τραχήλου σου, ἐν πάσῃ εἰρήνῃ πορεύσει ἐν κόσμῳ, ὅτι ἐκλέλοιπεν ἡ ὀργή σου· πληρώσει σου τ<ὰ α>ἰτήματα ὁ Κύριος, καὶ ὡς βούλεται ἐξ οὐρανοῦ εὐλογίαν 〈παρέχει ἡμῖν.〉» Ὑπὸ τοῦ φθόνου ὁ Ἡσαῦ τῷ Ἰακὼβ ἐνεκότει, καὶ κτεῖναι ἐνενόει τοῦτον μετὰ τὸ θανῆναι τὸν αὐτοῦ γενέτην, καὶ ἔλεγεν ἐν καρδίᾳ· «Νῦν ἐγγισάτω ἡ ἀσθένεια τοῦ γενέτου μου, καὶ μετὰ τὸ θνῆξαι τοῦτον εὐθέως τότε εὐκαιρίας λαβόμενος, κτείνω ἐγὼ τὸν πτερνιστήν μου σύγγονον.» Ἀλλ᾽ εὐθὺς ὁ Θεὸς ὁ προγινώσκων τὰ ἐνθυμήματα, Ἡσαῦ τὰ ῥήματα μητρὶ ἀμφοτέρων γνωρίσας, σοφίζει αὐτὴν ἐμφρόνως σκεδάσαι ταῦτα· αὐτὸν οὖν δυσωπήσωμεν τὸν εὔσπλαγχνον· «Σύ, φιλάνθρωπε, ἐξ οὐρανοῦ 〈εὐλογίαν παράσχου ἡμῖν.»〉 Ὑμεῖς οὖν ταῦτα ἀκριβῶς κατανοήσατε, φίλοι· τὰ πάντα γὰρ ἐν τύπῳ προερρέθη καὶ ἐγράφη.

Ὁ Ἡσαῦ μὲν τύπος τῶν Ἰουδαίων ὑπάρχει· χριστιανῶν δὲ Ἰακὼβ εἰκόνα προέφερεν, ὃς τὴν εὐλογίαν τὴν τοῦ συγγόνου ἔλαβεν ἀξίως τῇ συμβουλίᾳ τῆς μητρὸς, τὴν χάριν προσημάνας μοι. Τύπος δὲ τοῦ Χριστοῦ τῆς ἐκκλησίας καὶ ἡ Ῥεβέκκα μοι σαφῶς προδέδεικται· καθάπερ γὰρ αὕτη καὶ ἡ ἐκκλησία υἱοὺς προσάγει πατρὶ τῶν ὅλων, ἐν ᾗ συναθροιζόμενοι κραυγάζωμεν τῷ Θεῷ ἡμῶν· Ἐξ οὐρανοῦ εὐλογίαν παράσχου ἡμῖν.