Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Ρωμανὸς ὁ Μελωδός – ᾈσμάτων ᾆσμα

Ρωμανὸς ὁ Μελωδός

Κοντάκια εις την Αιμορροούσαν, τον πολλαπλασιασμόν των άρτων και τον Τυφλόν

Υμνολογική διήγηση των θαυμάτων της αιμορροούσας, του χορτασμού των πεντακισχιλίων και της ίασης του εκ γενετής τυφλού.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Ρωμανὸς ὁ Μελωδός

—

Κεφάλαιο 12 από 23

Τῇ δʹ τῆς ἕκτης ἑβδομάδος, κοντάκιον εἰς τὴν αἱμόρρουν, φέρον ἀκροστιχίδα τήνδε· 〈ψαλμὸς τοῦ κυροῦ Ῥωμανοῦ〉 ἦχος πλ. δʹ, πρός· Οἱ ἐν πάσῃ τῇ γῇ μαρτυρήσαντες Προοίμιον Ὡς ἡ αἱμόρρους προσπίπτω σοι, Κύριε, ὅπως τοῦ ἄλγους με ῥύσῃ, φιλάνθρωπε, καὶ πταισμάτων μοι παράσχῃς συγχώρησιν, ἵνα ἐν κατανύξει καρδίας κραυγάζω σοι· Σῶτερ σῶσόν με.

Ψάλλω σοι ἐν ᾠδαῖς, ἄναξ ὕψιστε, ὅτιπερ οὐ στερεῖς με τῆς δόξης σου· παρορᾷς μου γὰρ τὰ ἁμαρτήματα, θέλων μετανοοῦντα εὑρεῖν ἐμέ, ὑπάρχων φύσει ἀναμάρτητος· ὅθεν λίττομαί σου ἐμοὶ γενέσθαι τὴν σὴν μακροθυμίαν εἰς ἐπιστροφὴν καὶ μὴ εἰς καταφρόνησιν, ὅτι βοῶ· Σῶτερ σῶσόν με.

Ἀφθαρσίας ποσὶν γῆς ἐπέβης νῦν πᾶσι καταμερίζων ἰάματα· πηροῖς γὰρ ἐδωρήσω ἀνάβλεψιν, παρειμένοις δὲ ἔδωκας 〈σύ〉σφιγξιν χειρὶ καὶ λόγῳ καὶ θελήματι· οὕτως οὖν ἐπακούσασα ἡ αἱμόρρους σοὶ προσῆλθε σωθῆναι, σιγῶσα φωνῇ, τῇ παλάμη δὲ κράζουσά σοι ἐκτενῶς· 〈Σῶτερ σῶσόν με.〉 Λανθανόντως, σωτήρ, σοὶ προσήρχετο, καὶ γὰρ ἄνθρωπον μόνον ἐνόμιζεν· ἰωμένη δὲ ἐξεπαιδεύετο ὅτι σὺ Θεὸς ἅμα καὶ ἄνθρωπος.

Λαθραίως ψαύει τοῦ κρασπέδου σου, τῇ παλάμῃ κρατοῦσα, ψυχῇ δει<λιῶ>σα· σὲ ἐνόμιζεν ἀποσυλᾶν τῇ χειρί, ὑπὸ σοῦ ἐσυλήθη δὲ κράζουσά σοι· Σῶτερ σῶσόν με. Μαθεῖν θέλεις σαφῶς πῶς σεσύληται ὁ σωτὴρ καὶ ἐσύλησεν, ἀκροατά;

Ὅπερ εἶχε ποιῆσαι ἠπίστατο ἡ γυνή, καὶ σιγᾷ κλοπῆς ἕνεκα· εἰ γὰρ ἐγνώρισεν, ἐμάνθανεν ὁ ἐχθρὸς τὴν τῆς κόρης σωτηρίαν κα<ὶ ε>ἰς ἀπόγνωσιν ταύτην ἐνέ[βαλ]λε· διὰ τοῦτο σιγῇ ὑπακούει αὐτῆς· Σῶτερ σῶσόν με.

Οὐ γὰρ μόνον εἰκὸς ἐλογίζετο ἡ αἱμόρρους καὶ ἔλεγε καθ᾽ ἑαυτήν· «Πῶς ὀφθήσομαι τῷ παντεπόπτῃ μου, φέρ[ουσα] τὴν αἰσχύνην πταισμάτων ἐμῶν; Αἱμάτων ῥύσιν ὁ ἀ[μώ]μητος ἐὰν ἴδῃ, χωρεῖ μου ὡς ἀκαθάρτου, καὶ δεινότερον [ἔσ]ται μοι τοῦτο πληγῆς, ἐὰν ἀποστραφῇ με βοῶσαν αὐτῷ· 〈Σῶτερ σῶσόν με.〉 Συνωθοῦσί με πάντες ὁρῶντές με, ‘Ποῦ νυνὶ σὺ προσέρ[χει;] βοῶντές μοι.

Κατανόησον, γύναι, τὸ αἶσχός σου, γνῶθι [τίς] τίνι θέλεις ἐγγίσαι νυνί· τῷ ἀμωμήτῳ ἡ ἀκάθαρτος. Ἄ[πι]θι καὶ καθάρθητι ἀπὸ ῥύπου, καὶ τὸν σπίλον τὸν σὸν ἀπ[οσμή]ξασα, τότε τούτῳ προσέρχει βοῶσα φωνῇ· Σῶτερ σῶσόν με.’ —Τοῦ ἐμοῦ πάθους τάχα βουλεύεσθε χαλεπώτεροι, ἄνδρ[ες,] γενέσθαι μοι· μὴ γὰρ νῦν τῇ ἀγνοίᾳ κεκράτημαι; Οἶδα ὅτι αὐτὸς καθαρός ἐστιν, ὅθεν αὐτῷ καὶ προσελεύσομ[αι] τῶν ὀνειδισμῶν ῥυσθῆναι καὶ τῶν κηλίδων· μὴ κωλύσητε οὖν ῥῶσιν δρέψασθαί με· διό, λίττομαι, ἄφετε κρά[ξαι ἐμέ·] 〈Σῶτερ σῶσόν με.〉 —Οὐ νοεῖς τί αἰτεῖς, γύναι· ἄπιθι, μὴ ἡμεῖς ὑπὸ μέμψιν γενώμεθα.

Ἂν ἐάσωμέν σε, πάντες αἴτιοι τῆς αὐτοῦ ἀτιμίας δεικνύμεθα· ἐὰν δὲ πάλιν σε θεάσωνται οἱ φοιτῶντες αὐτῷ νῦν προσιοῦσαν, ὥσπερ καταφρονοῦντα[ς] μέμψονται ἡμᾶς καὶ ὡς ἄφρονας κρινοῦσιν, ὅτι βοᾷς· Σῶτερ σῶσόν με. —Ὑμεῖς, δύσμοροι, φθόνῳ κεκράτησθε, ὅθεν ἐμὲ σωθῆναι οὐ βούλεσθε· ἡ πηγὴ πᾶσι βλύζει τὰ νάματα· χάριν τίνος αὐτὴν ἀποφράττετε;

Ἰδοὺ προσέρχομαι τῷ πλάστῃ μου, κα<ὶ ἐ>ὰν θυμωθῇ, οὐκ ἔστιν ὑπὸ μέμψιν· ἐὰν δὲ σώσῃ με τῆς πληγῆς τῆς ἐμῆς, τὴν αἰσχύνην κομίσησθε ὅτι βοῶ· Σῶτερ 〈σῶσόν με.〉 Καθορᾶτε αὐτοῦ τὰ ἰάματα, καὶ τί τοὺς προσιόντας κωλύετε;

Καθ᾽ ἑκάστην βοᾷ καὶ προτρέπεται· ‘Δεῦτε πρός με νῦν, οἱ κοπιῶντες κακοῖς· ἐγὼ γὰρ ὑμᾶς ἀναπαύσοιμι.’ Χαίρει δῶρον διδοὺς πᾶσι τὴν ὑγείαν, καὶ ὑμεῖς τί κεντᾶσθε [κωλύ]οντές με, ὡς προφάσει τιμῆς, μὴ βοῆσαι αὐτῷ· Σῶτερ σῶσόν με; [Ὑμ]ῶν ὄμμασι τί ἐνεφάνησα; Ῥῶσιν γὰρ ὡς οὐκ οἴδατε [λήψ]ομαι· μὴ γὰρ μύσται ὑπάρχετε τοῦ Χριστοῦ; Τί δὲ ἀκολουθεῖτε [στυγνοῦν]τες αὐτῷ;

Ὑμεῖς πτερνίζετε τὸν ἄχραντον· ὅθεν ἀπόστη[τε], καὶ μόνος οὐκ ἔνι· φθόνου, φόνου δυσοσμίαν πνέετε· διὰ [τοῦτ]ο κωλύετέ με τοῦ βοᾶν· Σῶτερ σῶσόν με.» [Ῥή]σεις ταύτας αἱμόρρους ἐλάλησε τάχα πρὸς τοὺς σοβεῖν [αὐ]τὴν θέλοντας, καὶ λαθραίως κρασπέδου προσήψατο· ὥσ[περ] ἄνθρωπον γὰρ ἐπειρᾶτο συλᾶν τὸν τῇ θεότητι ἀκοίμητον· ὅ[μω]ς Χριστὸς ἠνέσχετο τοῦ κλαπῆναι πρὶν ὁ κλέψας πλευρὰν ἐν Ἐ[δὲμ] τοῦ Ἀδὰμ καὶ μορφώσας τὴν κράξασαν νῦν ἐν κλοπῇ· Σῶτερ σῶσόν 〈με.〉 [Ὁ τ]ὰ πάντα εἰδὼς πρὶν γενέσεως, ὅστις πρὶν οὐκ ἠγνόει [τί] πέπονθε, στραφεὶς εἶπε πρὸς τοὺς μαθητὰς αὐτοῦ· «[Τίς] 〈δὴ〉 ἥψατο νῦν τοῦ κρασπέδου μου καὶ ἔλαβεν ὅπερ ἠθέλησε; [Πῶ]ς φυλάττετε οὖν τὸν θησαυρόν μου;

Γρηγορούντων ὑμῶν [τῶ]ν ἐμῶν μαθητῶν μὴ κλαπεὶς ἐσυλήθην βοώσῃ χειρί· Σῶτερ σῶσόν με; [Ὑπ]ὸ τίνος αὐτὸ τοῦτο γέγονεν, ὑμεῖς γνῶναι ὀφείλετε, φίλοι μου· [νῦν] ἐγνώρισα τὸ δραματούργημα, νῦν ὑμῖν ἐκκαλύπτω τὸν [κλ]έψαντα δυνάμεις τρόπῳ πῶς ἐχρήσατο· ἀφωνίᾳ προ[σ]ῆλθεν ἐμοὶ βοῶσα καὶ κρατοῦσα στολὴν ὥσπερ ἐπιστολήν, θεραπείαν ἐδρέψατο κράζουσά μοι· Σῶτερ σῶσόν με. [Ῥῶ]σιν ἔλαβεν ἡ προσελθοῦσά μοι, δύναμιν ἐξ ἐμοῦ γὰρ ἐλῄστευ[σ]ε· τί μοι φθέγγει, ὦ Σίμων Βαριωνά, ὅτι ὄχλοι πολλοί με συνέχουσι;

Οὐ ψαύουσί μου τῆς θεότητος· αὕτη, ψαύσασα δὲ στολῆς ὁρωμένης, θείας φύσεως σαφῶς ἐδράξατο καὶ ὑγείαν [ἐκ]τήσατο κράξασά μοι· Σῶτερ σῶσόν με.» [Ὡς] κατεῖδεν δὲ ὅτι οὐκ ἔλαθεν, ἡ γυνὴ ταῦτα συνελογίζετο· φησὶν ὅτι «Ὀφθῶ τῷ σωτῆρί μου Ἰησοῦ, καθαρθεῖσα τοὺς σπίλους [μου]· οὐκέτι φόβος γὰρ οὐκ ἔστι μοι· τῇ βουλῇ γὰρ αὐτοῦ ἐξετέ[λουν] τοῦτο· ὃ ἠθέλησε, τοῦτο καὶ ἔδρασα· ἐν γὰρ πίστει προσῆλθον βοῶσα αὐτῷ· Σῶτερ σῶσόν με.

Μὴ οὐκ ᾔδει ὁ πλάστης ὃ ἔπραττον, ἀλλ᾽ ἠνέσχετό μου ὡς καὶ εὔσπλαγχνος· μόνον ψαύσασα, ῥῶσιν ἐτρύγησα, ἐπειδήπερ ἡδέως σεσύλητο. Διὸ οὐ δέδοικα ὀ[φθῆ]ναι νῦν τῷ Θεῷ μου κηρύττουσα ὅτι ἔστιν ἰατρὸς ἀσθενῶν καὶ σωτὴρ τῶν ψυχῶν καὶ δεσπότης τῆς φύσεως, ᾧπερ βοῶ· Σῶτερ σῶσόν με.

Ἀγαθῷ ἰατρῷ σοι προσέφυγον, ἀπορρίψασά μου νῦν τὸ ὄνειδος. Κατ᾽ ἐμοῦ τὸν θυμὸν μὴ ἐγείρῃς σου, μηδὲ [τῇ] θεραπαίνῃ τῇ σῇ ὀργισθῇς· ὃ γὰρ ἠθέλησας ἐτέ[λεσα]· πρὶν λογίσωμαι γὰρ ποιῆσαι τὸ δρᾶμα, σὺ ὑπῆρχες σ[υμ]βιβάζων με πρὸς αὐτό· τὴν καρδίαν μου ᾔδεις κραυγ[άζου]σάν σοι· Σῶτερ σῶσόν με. —Νῦν νευρώθητι, γύναι, τῇ πίστει σου θέλοντά με συλήσ[ασα]· θάρσει λοιπόν· οὐ γὰρ ἕνεκεν τοῦ ἐλεγχθῆναί σε τού[των] πάντων εἰς μέσον παρήγαγόν σε, ἀλλ᾽ ἵνα τούτους νῦν [πι]στώσωμαι ὡς συλούμενος χαίρω, οὐκ ἀπελέγχω· ὅ[θεν] ἔσο λοιπὸν ὑγιαίνουσα, μέχρι τέλους τῆς νόσου σου κράζουσά [μοι]· 〈Σῶτερ σῶσόν με〉.

Οὐ χειρὸς τῆς ἐμῆς τοῦτο ἔργον νῦν, ἀλλὰ πίστεως τ[ῆς] σῆς τὸ κάτεργον· πολλοὶ ἥψαντο γὰρ τοῦ κρασπέδου μου, τῆς δυνάμεως δὲ οὐκ ἐπέτυχον, ἐπειδὴ πίστιν οὐ προ[σή]γαγον· σὺ δὲ πίστει πολλῇ ἐμοῦ ἁψαμένη τὴν ὑγείαν ἐδ[ρέ]ψω, ὅθεν σε νῦν ἐπὶ πάντων προήγαγον, ἵνα βοᾷς· 〈Σῶτερ σῶσόν με.〉» Ὑϊὲ τοῦ Θεοῦ ἀκατάληπτε δι᾽ ἡμᾶς σαρκωθεὶς ὡς φιλάνθρωπος, ὡς ἐκείνην αἱμάτων τὸ πρότερον, οὕτως ἁμαρτημάτων με λύτρωσαι, ὑπάρχων μόνος ἀναμάρτητος· ταῖς εὐχαῖς καὶ πρεσβείαις τῶν ἁγίων, κλῖν[όν] μου τὴν καρδίαν, μόνε δυνατέ, ἐπὶ τὸ μελετᾶν σου τοὺς λόγους ἀεί, ἵνα σώσῃς με.

Τῇ δʹ τῆς ζʹ ἑβδομάδος, κοντάκιον εἰς τοὺς πέντε ἄρτους, φέρον ἀκροστιχίδα τήνδε· 〈ποίημα Ῥωμανοῦ τοῦ ταπεινοῦ〉 ἦχος πλ. δʹ ... πρός· Τίς ἐφύλαξε τὴν τοῦ μαθητοῦ. Προοίμιον Τοὺς ἐκ τῆς σῆς τρεφομένους σαρκός, ἐλεῆμον, ἀπὸ λιμοῦ καὶ ἀνάγκης ῥυόμενος πάσης, Χριστὲ ὁ Θεὸς ἡμῶν, τῶν αἰωνίων ἀγαθῶν σου τῇ ἱκεσίᾳ τῆς Θεοτόκου ἀξίωσον ἡμᾶς, ὅτι ὑπάρχεις, σωτήρ, ἄρτος ἀφθαρσίας ἐπουράνιος.

Πάντες ἄγγελοι οἱ ἐν οὐρανοῖς θαυμάζουσι τὰ ἐπ[ίγεια], ὅτι ἄνθρωποι γηγενεῖς τὰ κάτω κατοικοῦντες ὑψ[οῦνται] τῇ διανοίᾳ καὶ φθάνουσι πρὸς τὰ ἄνω, μέτοχοι Χ[ριστοῦ ὄν]τες τοῦ ἐσταυρωμένου.

Τὸ σῶμα γὰρ αὐτοῦ πάντε[ς] ἅμα ἐσθίουσι τῷ ἄρτῳ τῆς ζωῆς πρόθυμοι προ[σκυνοῦντες], ἀθάνατον ἐλπίζουσιν ἐντεῦθεν σωτηρίαν· κἂν αἰ[σθη]τῶς γὰρ ἄρτος ὁρᾶται, νοητῶς ἁγιάζει αὐτοὺς ὡς ὑ[πάρχων] 〈ἄρτος ἀφθαρσίας ἐπουράνιος.〉 Ὅτι σάρξ ἐστι τοῦ Ἐμμανουὴλ ὁ ἄρτος ὅνπερ λαμβάν[ο]μεν, αὐτὸς πρῶτος πάντας 〈ἡμᾶς〉 διδάσκει ὁ δεσπότης· [ἡ]νίκα γὰρ πρὸς τὸ πάθος ἐλήλυθεν ἑκουσίως, ἔκλα[σε] Χριστὸς ἄρτον τὸν τῆς σωτηρίας καὶ λέγει τοῖς αὐτοῦ ἀποστόλοις, ὡς γέγραπται· «Προσέλθετε νυνί, φάγετε ἀπὸ τούτου [καὶ] τεύξεσθε ἐσθίοντες ζωῆς τῆς αἰωνίου· ἔστι γὰρ σάρξ [μου] αὕτη ἡ βρῶσις, ἐπειδήπερ ἐγὼ ὃν ὁρᾶτε ὑπάρχω 〈ἄρτος ἀφθαρσίας ἐπουράνιος.〉» Ἴσμεν ἅπαντες, ὅσοι ἐν Χριστῷ τὴν πίστιν πᾶσαν κεκτήμ[ε]θα, ὡς τῷ ἄρτῳ τῷ μυστικῷ προθύμως προσιόντ[ες], λαμβάνοντες δὲ πρὸς τούτοις ποτήριον σωτηρίου, γνώμ[ης] καθαρᾶς ὄντες καὶ ἀνυποκρίτου, τοῦ σώματος Χριστοῦ ἅ[μα] τε καὶ τοῦ αἵματος ἐν πίστει τῇ αὐτοῦ ἅπαντες μ[ε]τασχόντες, ἰσάγγελον ἐλπίζομεν ἐκ τούτων πολιτείαν· [ἔ]στι γὰρ ὄντως τοῦ πεπονθότος Ἰησοῦ τοῦ Χριστοῦ τὸ πανάγιον σῶμα 〈ἄρτος ἀφθαρσίας ἐπουράνιος.〉 Ἤλθομεν ἅπαντες ἀκοῦσαι καὶ νῦν πῶς κράζει τὰ εὐαγγέλ[ια] καὶ θαυμάζειν τὸν Ἰησοῦν· αὐτὸς γὰρ ἀπορρήτως διέθρεψεν ἐν ἐρήμῳ τὰς πέντε πρὶν χιλιάδας· θαῦμα φοβερόν, πάσ[ης] ἐκπλήξεως γέμον.

Λαβὼν γὰρ ὁ σωτὴρ πέντε ἄρτους, ὡς γέγραπται, ἐκτρέφει ἐξ αὐτῶν ταύτας τὰς χιλιάδας, καὶ π[άν]τες ἐκορέσθησαν σοφίᾳ τῇ ἀφράστῳ· οὐδὲ γὰρ πλήθους ἔχ[ρῃ]ζον ἄρτων, ἐπειδήπερ παρῆν ὁ Χριστὸς ὁ ὑπάρχων ἄρτος ἀφθαρ[σίας ἐπουράνιος].

Μνήμην βούλομαι ποιήσασθαι νῦν τὸ πλῆθος πῶς διετρέφετο· γεωργοῦ 〈τε〉 καὶ ἰατροῦ παρόντος ἐν ἐρήμῳ, ἡ χώρα ἡ ἀσθενοῦσα καὶ ἔχουσα τὰς ἀκάνθας ἔσπευσεν εὐθὺς φθάσαι τὸν εὐεργετοῦντα. Ἑώρα δὲ Χριστὸς πάντας καὶ ἐσπλαγχνίζετο, καὶ πρῶτον ὁ σοφὸς δίδωσι θεραπείαν καὶ δύναμιν χαρίζεται τῇ τούτων ἀσθενείᾳ· οὗτοι δὲ τότε τῆς ἰατρείας ἀπολαύσαντες ἔγνωσαν ὅτι ὑπάρχει ἄρτος ἀφθαρσίας 〈ἐπουράνιος〉.

Ἁπαξάπαντας ὁ πάντων Θεὸς ἰάτρευε τοὺς ἐν θλίψεσι, θεραπεύων καὶ τῶν ψυχῶν τὰ πάθη ὡς δυνάστης, λαμβάνων συγκληρονόμους ὁ πλούσιος κληρονόμος πάντας τοὺς πτωχούς, μόνον ἐὰν βουληθῶσιν. Ἐν ὅσῳ δὲ αὐτοῖς ταῦτα εὐηγγελίζετο, τὸ μέτρον πρὸς δυσμὰς ᾤχετο τῆς ἡμέρας καὶ ὅλον τὸ συνάθροισμα ὑπῆρχεν ἐν νηστείᾳ κεκορεσμένον διδασκαλίαις καὶ εἰδὸς ὡς ὑπάρχει Χριστὸς τοῖς ἀνθρώποις ἄρτος ἀφθαρσίας 〈ἐπουράνιος〉.

Ῥᾴως μάθωμεν τί μὲν τῷ Χριστῷ ἐφθέγγοντο οἱ ἀπόστολοι, τί δὲ ὁ σωτὴρ πρὸς αὐτοὺς εὐθέως ἀπεκρίθη. Αὐτὸς μὲν γὰρ ὡς προγνώστης τὰ μέλλοντα προεώρα, οὗτοι δὲ οὐδὲν τούτων ἠδύναντο γνῶναι· αὐτὸς μὲν γὰρ Θεὸς κτίστης τε τοῦ παντός ἐστιν, αὐτοὶ δὲ ἀσθενεῖς ἦσαν ὡς ὄντες κτίσμα· αὐτὸς μὲν δυνατός ἐστιν, ἀδύνατοι δὲ οὗτοι· ἀλλὰ παρέσχε δύναμιν τούτοις, διαθρέψας αὐτοὺς θεϊκῶς ὡς ὑπάρχων ἄρτος ἀφθαρσίας ἐπουράνιος.

Ὡς γὰρ εἴδοσαν οἱ τοῦ λυτρωτοῦ ἀπόστολοι ὡς ἐξέδραμεν ἡ ἡμέρα πρὸς τὰς δυσμάς, σπουδαίως προσελθόντες· «Διδάσκαλε, ἀνεβόων, ἀπέκλινεν ἡ ἡμέρα· πᾶς δὲ ὁ λαὸς οὗτος νηστείαις ἐτάκη· ὁ τόπος δέ ἐστιν ἔρημος, ὡς ἐπίστασαι· ἀπόλυσον αὐτοὺς πρὶν γενέσθαι ἑσπέραν, ἵν᾽ ἄρτους ἀγοράσωσιν ἐλθόντες εἰς τὰς κώμας· οὐ γὰρ ἀρκοῦσιν οὗτοι νηστεύειν ὡς ἡμεῖς, οἷς παρέσχες ἰσχὺν ὡς ὑπάρχων ἄρτος ἀφθαρσίας ἐπουράνιος.

Μέγας πέφυκας τοῦ κόσμου σωτὴρ καὶ γνῶσιν πάντας ἐδίδαξας· διαθρέψας δὲ τὸν λαὸν ἐν λόγοις ἀληθείας, ὡδήγησας τοὺς ἀνθρώπους πρὸς τρίβον τῆς σωτηρίας, δεδωκὼς αὐτοῖς γνῶναι τὴν δικαιοσύνην· αὐτοὶ μὲν τὰς ψυχὰς νοητῶς ἀπετράφησαν, τὸ σῶμα δὲ λοιπὸν χρῄζουσι θεραπεῦσαι, καὶ μάλιστα τὰ νήπια καὶ τούτων αἱ μητέρες· ὃ μεριμνῶντες παρακαλοῦμεν ἵνα θρέψῃς αὐτούς, λυτρωτά, ὡς ὑπάρχων ἄρτος ἀφθαρσίας ἐπουράνιος.

Ἀλλά, Κύριε, ὁρῶμεν νυνὶ πῶς στέργουσί σε οἱ ἄνθρωποι, ἀντὶ πάσης οὗτοι τρυφῆς τοὺς λόγους ἀγαπῶντες· ἂν γένηται δὲ ἑσπέρα, καὶ μέλλουσιν ὑποστρέφειν· πόρος μὲν οὐδεὶς ἄρτων ἐστὶν ἐν ἐρήμῳ, καὶ πίπτουσιν εἰκὸς ἀσιτίαν οὐ φέροντες.

Ἀπόλυσον αὐτούς· σφόδρα γὰρ μεριμνῶμεν· ἀπέλθωσιν, ὠνήσωνται τροφὰς πρὸ τῆς ἑσπέρας· τοὺς μαθητάς σου καὶ ἀποστόλους συμπαθεῖν ἐξεδίδαξας πᾶσιν, ὑπάρχων ἄρτος ἀφθαρσίας ἐπουράνιος.» Νῦν ὁ Κύριος πρὸς τοὺς μαθητὰς τί ἔφησεν ἐπακούσωμ[εν]· «Μεριμνῶντες δότε τροφὴν καὶ ἄρτους τοῖς πεινῶσιν· οὐ χρῄζουσιν ἐξ ἑτέρων χορτάσματα ἀγοράζειν· θρέψατε αὐτοὺς πάντας ἐνταῦθα προθύμως.» Εὐθὺς δ[ὲ] πρὸς αὐτὸν ἀντεφθέγξαντο λέγοντες· «Ἀμέτρητός ἐστιν ὄχλος ὁ συνηγμένος, καὶ ἄρτους ἂν θελήσωμεν ὠνήσασθαι, οἰκτίρμον, διακοσίων οὐκ ἐξαρκέσει δηναρίων αὐτοῖς· σὺ δὲ πέφυκας μόνος ἄρτος ἀφθαρσίας ἐπουράνιος.

Ὅπως ἐμάθομεν —καὶ τὸ ἀληθὲς οὐ κρύπτομέν σοι, διδάσκαλε—, εἰ μὴ πέντε ἄρτους ἡμῖν κριθίνους οὐχ εὑρήσεις· οὐδεὶς ἡμῶν οὐδὲ τούτους ἐκόμισεν ἐν ἐρήμῳ· παῖς γὰρ συμπαρὼν τούτους βαστάσας ἐπέστη· οὐκ ἔστιν 〈δὲ〉 ἡμῖν τρόπος ἄλλος, φιλάνθρωπε· πρὸς πλῆθος δὲ πολύ, ἄπειρον, π[αν]οικτίρμον, ἀρκέσαι πῶς δυνήσονται οἱ πέντε ἄρτοι οὗ[τοι;] Ἔχει πρὸς τούτοις δύο ἰχθύας, ἀλλὰ σπεῦσον καὶ θρέψον [αὐ]τοὺς ὡς ὑπάρχων ἄρτος ἀφθαρσίας ἐπουράνιος.» Ὑπὸ τῶν αὐτοῦ μαθητῶν ὁ Χριστὸς τοὺς λόγους τούτους ὡς ἤκουσεν, ἀπεκρίθη οὕτως αὐτοῖς· «Πλανᾶσθε οὐκ εἰδότες ὡς κόσμου ὑπάρχω κτίστης· τοῦ κόσμου δὲ προνοοῦμαι· οἶδα δὲ σαφῶς ἄρτι ὧν χρῄζουσιν οὗτοι· τὴν ἔρημον ὁρῶ καὶ τὸν ἥλιον δύναντα, τὸν δρόμον δὲ ἐγὼ ἔταξα τῷ ἡλίῳ· τὸν κάματον ἐπίσταμαι τοῦ πλήθους τοῦ παρόντος· οἶδα τί μέλλω πράττειν εἰς τούτους· θεραπεύσω τὴν πεῖναν αὐτὸς ὡς ὑπάρχων ἄρτος ἀφθαρσίας ἐπουράνιος.

Τοῦτο οἴεσθε ἔσθ᾽ ὅτε ὑμεῖς ἀνθρώπινά με λογίζεσθαι, οὐκ εἰδότες ὅτι ἐγὼ τὰ πάντα πρὶν γενέσθαι ἐπίστα[μαι] ὡς δυνάστης· τὰ κρύφια προγινώσκων, οἶδα πρὸ [ὑμ]ῶν ὅτι οὐκ ἔχετε ἄρτους· βουλῇ δὲ τῇ ὑμῶν ἡρμοσάμην [εἰπ]ὼν ὑμῖν· ‘Παράσχετε τροφὴν πᾶσι τοῖς συμπαροῦσι.’ [Φρο]νεῖτε γὰρ ἀνθρώπινα ἀτόπως μεριμνῶντες· τί με[ριμ]νᾶτε, ὦ μαθηταί μου, οὐκ εἰδότες ὡς πρόκειμαι ἄφθονος πᾶσιν ἄρτος ἀφθαρσίας ἐπουράνιος; [Οὐδ]ὲ μέμνησθε ὅπως ἡ ἐμὴ παρθένος μήτηρ μ<ε ᾐ>τήσατο [ἐν] τοῖς γάμοις τοῖς ἐν Κανὰ εἰποῦσα· ‘Ὑϊέ μου, οὐκ ἔχουσιν [οἶνον] ὧδε οἱ τρέφοντες ἐν τοῖς γάμοις’;

Ὅπως δὲ ἐγὼ ταύ[τῃ] πεισθεὶς ὡς μητρί μου τὴν φύσιν ὡς Θεὸς τῶν ὑδάτων με[τέβ]αλον, ἀμπέλου δὲ χωρὶς οἶνον ἐδωρησάμην; Διόπερ [δυ]νατός εἰμι καὶ ἄρτι διαθρέψαι νεύματι μόνῳ ἅπαν τὸ πλῆθος· καὶ γὰρ ἄμπελος πέφυκα καὶ τοῖς πεινῶσιν ἄρτος ἀφθαρσίας ἐπουράνιος. [Ὑ]μεῖς οὐ δύνασθε φροντίζοντες νῦν τροφὴν παρέχειν ὡς ἄνθρωποι· ἢ γὰρ θρέψατε τὸν λαὸν οἱ οὕτως μεριμνῶντες, ἢ θρέψαι αὐτοὺς μηδ᾽ ὅλως ἰσχύοντες σιωπᾶτε· μόνος γὰρ ἐγὼ πάντων φροντίζω ὡς κτίστης ὑπάρχων ἀγαθὸς ὡς Θεὸς προαιώνιος, καὶ πάσῃ δὲ σαρκὶ πᾶσαν τροφὴν παρέχω· ὑμεῖς δὲ θεωρήσαντες τὸ πλῆθος μεριμνᾶτε καὶ οὐ νοεῖτε τὸν χορηγοῦντα, ὅτι ἄνωθεν πρόκειμαι πᾶσι παρέχων ἄρτον ἀφθαρσίας ἐπουράνιον. [Τί] λογίζεσθε καὶ λέγετε νῦν καθ᾽ ἑαυτοὺς προεπίσταμαι, ὡς [ὁ]ρῶντες νῦν τὸν λαόν, τὸν τόπον καὶ τὴν ὥραν, ‘Τίς θρέψει τὸ πλῆθος ἅπαν, λογίζεσθε, ἐν ἐρήμῳ;’ Ὅθεν φανερῶς γνῶτε τίς πέφυκα, φίλοι· ἐγὼ τὸν Ἰσραὴλ ἐν ἐρήμῳ διέθρεψα καὶ ἄρτον οὐρανοῦ τούτοις ἐδωρησάμην· ἐκ πέτρας δὲ ἐξήγαγον τὸ ὕδωρ ἐν ἀνύδρῳ, πρὸς ἐπὶ τούτοις ὀρτυγομήτραν παρεσχόμην ἀφθόνως αὐτοῖς ὡς ὑπάρχων ἄρτος ἀφθαρσίας ἐπουράνιος. [

Ἅμα] δύναται καὶ λόγος ἐμὸς καὶ νεῦμα σῶσαι τὰ σύμπαντα· [ἵν]α γνῶτε δὲ τὴν ἐμὴν καὶ ἄρτι δυναστείαν, ποιήσατε κατὰ τάξιν τὰ νήπια καὶ τοὺς ἄνδρας ἅμα γυναιξὶ πάσαι[ς] νῦν ἀνακλιθῆναι, καὶ δείξω ὡς Θεὸς καρποφόρον τὴν ἔρημον· ἐμοῦ μὲν τοὺς καρποὺς νεύματι γεωργοῦντ[ος], ἐργάται δὲ δειχθήσεσθε ὑμεῖς καὶ ὑπηρέται, καὶ διαθρέψω ὅλον τὸ πλῆθος ὅτι μόνος ὑπάρχω προκείμενος πᾶσιν 〈ἄρτος ἀφθαρσίας ἐπουράνιος〉.» Πρὸς ἃ ἤκουσαν παρὰ τοῦ Χριστοῦ, καὶ ἔσπευσαν οἱ ἀπόστολοι· τῇ προστάξει γὰρ τῇ αὐτοῦ τὸ πλῆθος κατὰ τάξιν εὐθέως ἀνακλιθῆναι ἐποίησαν προσηκόντως· χόρτος [ἦν] αὐτοῖς στρωμναὶ καὶ τράπεζαι ἅμα.

Τοὺς πέντε δὲ Χ[ριστὸς] τότε ἄρτους κομίζεται καὶ λέγει παρευθύς, βλέψας πρὸς τὸν πατέρα· «Τὰ ἔργα σου ἐργάζομαι· ὑπάρχω γὰρ υἱός σου, [καὶ] γὰρ τὸν κόσμον ὅλον ἐν πρώτοις μετὰ σοῦ καὶ τοῦ πνεύματος ἔκτισα ὥ[σπερ] ἄρτος ἀφθαρσίας 〈ἐπουράνιος.〉» Ἰδοὺ ὡς κύριοι οἱ δοῦλοι Χριστοῦ ἀνέμενον ἀνακείμενοι ὑπ[ηρέ]την τὸν Ἰησοῦν καὶ εὗρον παραυτίκα· τοὺς πέντε γὰρ τού[τους] ἄρτους εὐλόγησεν ὁ δεσπότης, λέγων πρὸς αὐτοὺς οὕτω φωνῇ ἀοράτῳ· «Αὐξάνεσθε ὑμεῖς αἰσθητῶς καὶ πληθύνεσθε, καὶ θρέψατε νυνὶ πάντας τοὺς συμπαρόντας.» Εὐθέως δὲ ὑπήκουσαν οἱ ἄρτοι τῷ Κυρίῳ· ἔτικτον οὗτοι ἀορασίᾳ, ὥσπερ εἶπεν αὐτοῖς ὁ Χριστὸς ὡς ὑπάρχων ἄρτος ἀφθαρσίας 〈ἐπουράνιος〉.

Νοῦς οὐ δύναται ἀνθρώπων οὐδεὶς τὸ θαῦμα ὅλως λογίσασθαι, πῶς οἱ ἄρτοι οἱ ὁρατοὶ ἐπέρρ<εο>ν ἀοράτως· ἡ αὔξησις δὲ ἡ τούτων ἡ ἄφραστος ποῦ ἐνήργει, ἐν τοῖς μαθηταῖς ἆρα ἢ ἐν ταῖς τραπέζαις;

Τὸν τρόπον οὐκ εἰδὼς τοῦ ἀρρήτου θεάματος τὸ θαῦμα σιωπῶ, πίστει δὲ διορθοῦμαι τὸν νοῦν μὴ ἐφικνούμενος πρὸς βάθος μυστηρίου, δώδεκα βλέπων ἄρτι κοφίνους πληρωθέντας κλασμάτων, ὡς οἶδεν ὁ μόνος ἄρτος ἀφθαρσίας ἐπουράνιος.

Οὕτως πλήθυνον καὶ πᾶσιν ἡμῖν τὸ πλῆθος τῆς εὐσπλαγχνίας σου, καὶ καθάπερ τότε, σωτήρ, τὸ πλῆθος ἐν ἐρήμῳ ἐχόρτασας ἐν σοφίᾳ καὶ ἔθρεψας ἐν δυνάμει, χόρτασον ἡμᾶς πάντας τὴν δικαιοσύνην, περι[σφίγγ]ων ἡμᾶς ἐν τῇ πίστει σου, Κύριε· διάθρεψον ἡμᾶς πάντας, [ὡς] ἐλεήμων, καὶ δὸς ἡμῖν τὴν χάριν σου καὶ ἄφεσιν πταισμάτων ταῖς ἱκεσίαις τῆς Θεοτόκου, ὅτι μόνος Χριστὸς καὶ οἰκτίρμων ὑπάρχεις, ἄρτος ἀφθαρσίας ἐπουράνιος. [Ὕ]μνον ἅπαντες ὀφείλομέν σοι, Χριστέ, σωτὴρ ἀναμάρτητε, καὶ πιστεύομεν ὅτι σὺ Θεὸς ὢν πρὸ αἰώνων ὁ τεχθεὶς ἐκ τῆς παρθένου καὶ ἔμεινας ὃ ὑπῆρχες· μόνος δὲ αὐτὸς οἶδας τοῦ τόκου τὸ [θ]αῦμα· τοὺς ἄρτους γὰρ ἡμεῖς οὐκ εἰδότες πῶς ἔτικτον, τὸν τόκον σου, σωτήρ, τὸν ἐξ ἀπειρογάμου χωρῆσαι πῶς δυνάμεθα καρδίαις ἀνθρωπίναις;

Ὅθεν σε πάντες δοξολογοῦμεν ὅτι σὺ εἶ Θεὸς τοῦ παντὸς καὶ ὑπάρχεις ἄρτος ἀφθαρσίας ἐπουράνιος.

Κυριακῇ εʹ, κοντάκιον εἰς τὸν ἐκ γενετῆς τυφλόν, ἦχος δʹ, πρός· Ἐπεφάνης ... Τῇ Γαλιλαίᾳ. Προοίμιον Τῆς ψυχῆς τὰ ὄμματα πεπηρωμένος, σοί, Χριστέ, προσέρχομαι ὡς ὁ τυφλὸς ἐκ γενετῆς, ἐν μετανοίᾳ κραυγάζων σοι· «Σὺ τῶν ἐν σκότει τὸ φῶς τὸ ὑπέρλαμπρον.» Ῥεῖθρόν μοι δώρησαι, Σωτήρ, σοφίας τῆς ἀρρήτου καὶ γνώσεως τῆς ἄνω, τὸ φῶς τῶν ἐν τῷ σκότει καὶ πλανωμένων ὁδηγέ, ἵνα ἐξισχύσω τὰ θαυμάσια τὰ σὰ ὁ τάλας διηγήσασθαι, ἅπερ ἡ θεία βίβλος ἐδίδαξε τοῦ εὐαγγελίου τῆς εἰρήνης, παραθεῖσα τὴν τοῦ τυφλοῦ θαυματοποιΐαν, ὅτι ἐκ γενετῆς πηρὸς ἐνυπάρχων ὀφθαλμοὺς μὲν αἰσθητοὺς ἀπολαμβάνει καὶ τοὺς τῆς ψυχῆς, ἐν πίστει ἀνακραυγάζων· «Σὺ τῶν ἐν σκότει τὸ φῶς τὸ ὑπέρλαμπρον.» Ὡς συναΐδιος Πατρὶ Υἱὸς γεγεννημένος, ὁ καὶ συμβασιλεύων τῷ Πνεύματι τῷ θείῳ, τῷ παντουργῷ καὶ θεϊκῷ, τὴν τῶν Ἰουδαίων σκαιωρίαν καὶ βουλὴν τὴν ἄδικον ἐλέγχοντα, ἐν σαββάτῳ ὀφθαλμοὺς ἠνέῳξε τοῦ ἐκ γενετῆς μὲν τυφλοῦ ὄντος, ὕστερον δὲ νιψαμένου προστάξει τοῦ πλάστου· πηλῷ γὰρ τοὺς ὀφθαλμοὺς χρίσας, τὸ λεῖπον ἀν[ε]πλήρου ὡς Θεός, ὁ τὸν Ἀδὰμ μὲν πάλαι ἐκ χοὸς ποιήσας ἄνθρωπον λόγῳ καὶ τῶν ἐν σκότει τὸ φῶς τὸ ὑπέρλαμπρον.

Μανθάνει δῆμος μαθητῶν τὴν θείαν δεσποτείαν Χριστοῦ τοῦ διδασκάλου. Φησὶ γάρ· «Ἐπηρώτων· ‘Καρδιογνῶστα καὶ Θεέ, τίς ἥμαρτεν, οὗτος ἢ οἱ γονεῖς αὐτοῦ, ἵνα τυφλὸς γενήσεται;’» Ὅθεν τὸν νοῦν τούτων διορθούμενος ὅτι ὑπὲρ δόξης [καὶ] σοφίας τῆς ἀρρήτου καθίστατο ἡ πήρωσις τούτου, κελεύει οὖν εὐθὺς αὐτὸν πορευθῆναι, καὶ νιψάμενος τρανῶς ἀπολαμβάνει φῶς τῶν ὀφθαλμῶν, χαρᾷ βοῶντα [ἀ]λήκτῳ· «Σὺ τῶν ἐν σκότει τὸ φῶς τὸ ὑπέρλαμπρον.»