Ἔργον
Ρωμανὸς ὁ Μελωδός – ᾈσμάτων ᾆσμα
Κοντάκια εις τας Δέκα Παρθένους και ετέρον εις τα Βαΐα
Αλληγορικοί ύμνοι βασισμένοι στην παραβολή των Δέκα Παρθένων, σε συνδυασμό με έναν ακόμη ύμνο για τα Βαΐα.
Πλατφόρμα ἀναγνώσεως, ἀναζητήσεως καὶ νοηματικῆς πλοηγήσεως πατερικῶν καὶ βιβλικῶν κειμένων
Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.
Χρήση του Αναγνωστηρίου
Γρήγορη εύρεση Αναζητήστε απευθείας συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής.
Αναλυτική επιλογή Επιλέξτε πηγή και κατόπιν συγγραφέα, έργο, κεφάλαιο ή βιβλικό χωρίο.
Εργαλεία μελέτης Κατά την ανάγνωση μπορείτε να χρησιμοποιήσετε μετάφραση, σελιδοδείκτες, σημειώσεις και τις προσωπικές ρυθμίσεις εμφάνισης.
Ἔργον
Κοντάκια εις τας Δέκα Παρθένους και ετέρον εις τα Βαΐα
Αλληγορικοί ύμνοι βασισμένοι στην παραβολή των Δέκα Παρθένων, σε συνδυασμό με έναν ακόμη ύμνο για τα Βαΐα.
Ἕτερον κοντάκιον εἰς τὰς ιʹ παρθένους, φέρον ἀκροστιχίδα τήνδε· 〈τοῦ ταπεινοῦ Ῥωμανοῦ τοῦτο τὸ ποίημα〉 ἦχος δʹ, πρός· Ὁ ὑψωθεὶς ἐν τῷ σταυρῷ. Προοίμιον I Τὸν νυμφίον, ἀδελφοί, ἀγαπήσωμεν, τὰς λαμπάδας ἑαυτῶν εὐτρεπίσωμεν, ἐν ἀρεταῖς ἐκλάμποντες καὶ πίστει ὀρθῇ, ἵνα ὡς αἱ φρόνιμοι, τοῦ Κυρίου ἐλθόντος, ἕτοιμοι εἰσέλθωμεν σὺν αὐτῷ ἐν τῷ γάμῳ· ὁ γὰρ οἰκτίρμων δῶρον ὡς Θεὸς πᾶσι παρέχει τὸν ἄφθαρτον στέφανον.
Προοίμιον II Ὁ νυμφίος τῆς σωτηρίας, ἡ ἐλπὶς τῶν σε ἀνυμνούντων, Χριστὲ ὁ Θεός, δώρησαι ἡμῖν τοῖς αἰτοῦσί σε ἄσπιλον εὑρεῖν ἐν τῷ γάμῳ σου, ὡς αἱ παρθένοι, τὸν ἄφθαρτον στέφανον.
Προοίμιον III Ἐν τῇ δευτέρᾳ σου, Χριστέ, παρουσίᾳ, ὅταν καθήσῃς, ὁ Θεός, ἐπὶ θρόνου τοῦ φοβεροῦ σου, δέσποτα φιλάνθρωπε, δέομαι μὴ καταισχύνῃς με κατενώπιον πάντων· ἄνοιξον τὰς θύρας μοι τοῦ νυμφῶνος, οἰκτῖρμον, ὡς ταῖς φρονίμοις τότε γυναιξίν, πᾶσιν παρέχων τὸν ἄφθαρτον στέφανον.
Προοίμιον IV Τὰς φρονίμους μίμησαι, ψυχή, παρθένους, καὶ αὐτῶν ζηλώσασα τὴν ἐλεήμονα στοργήν, ἐν μετανοίᾳ νῦν κραύγαζε· «Πᾶσι παράσχου, Χριστέ, στέφος ἄφθαρτον.»
Προοίμιον V Ὁ νυμφὼν ηὐτρέπισται, ψυχὴ ἀθλία· ἕως πότε πάθεσιν ἐκδαπανᾶς σου τὴν ζωὴν καὶ οὐκ ἐργάζει τοῦ δέξασθαι ὡς αἱ παρθένοι τὸν ἄφθαρτον στέφανον;
Προοίμιον VI Νῦν ὁ καιρὸς τῶν ἀρετῶν ἐπεφάνη καὶ ἐπὶ θύραις ὁ κριτής· μὴ στυγνάσωμεν, ἀλλὰ δεῦτε, νηστεύοντες προσάξωμεν δάκρυα, κατάνυξιν καὶ ἐλεημοσύνην, κράζοντες· «Ἡμάρτομεν ὑπὲρ ψάμμον θαλάσσης· ἀλλ᾽ ἄνες πᾶσιν, πάντων ποιητά, ἵνα καὶ σχῶμεν τὸν ἄφθαρτον στέφανον.» Τῆς ἱερᾶς παραβολῆς τῆς ἐν εὐαγγελίοις ἀκούσας τῶν παρθένων, ἐξέστην, ἐνθυμήσεις καὶ λογισμοὺς ἀνακινῶν, πῶς τὴν τῆς ἀχράντου παρθενίας ἀρετὴν αἱ δέκα μὲν ἐκτήσαντο, ταῖς πέντε δὲ παρθένοις ἐγένετο ἄκαρπος ὁ πόνος, αἱ δὲ ἄλλαι ταῖς λαμπάσιν ἐξήστραπτον τῆς φιλανθρωπίας.
Διὸ προτρέπεται αὐτὰς ὁ νυμφίος καὶ εἰσάγει ἐν χαρᾷ ἐν τῷ νυμφῶνι, ὅτε οὐρανοὺς ἀνοίγει καὶ διανέμει πᾶσι δικαίοις τὸν ἄφθαρτον στέφανον. Οὐκοῦν ζητήσωμεν ἡμεῖς τῆς θείας γραφῆς ταύτης τὴν χάριν καὶ τὸν τρόπον· ἀφθάρτου γὰρ ἐλπίδος ὑπάρχει πᾶσιν ὁδηγός, ὥσπερ οὖν καὶ πᾶσα ἡ θεόπνευστος γραφὴ καθέστηκεν ὠφέλιμος.
Χριστῷ οὖν τῷ σωτῆρι προσπίπτοντες, κράξωμεν προθύμως· «Βασιλεῦ βασιλευόντων, φιλάνθρωπε, δὸς πᾶσι τὴν γνῶσιν· ὁδήγησον ἡμᾶς πρὸς τὰς ἐντολάς σου, ἵνα γνῶμεν τὴν ὁδὸν τῆς βασιλείας· ταύτην γὰρ ἡμεῖς ὁδεῦσαι ἐπιποθοῦμεν, ἵνα καὶ σχῶμεν τὸν ἄφθαρτον στέφανον.» Ὑπὸ τῆς πίστεως αὐτῆς καὶ τῆς ἐπαγγελίας οἱ πλεῖστοι τῶν ἀνθρώπων ποθοῦσιν ἐφικέσθαι τῆς βασιλείας τοῦ Θεοῦ· ὅθεν διὰ τοῦτο παρθενίας ἀρετὴν φυλάττειν κατεπείγονται· ἀσκοῦσι καὶ νηστείας, κατόρθωμα μέγιστον ἐν βίῳ, ταῖς εὐχαῖς προσκαρτεροῦσι, τὸ δόγμα δὲ ἄχραντον τηροῦσιν· ἐλλείπει δὲ αὐτοῖς ἡ φιλανθρωπία καὶ εὑρίσκεται λοιπὸν μάταια πάντα· πᾶς γὰρ ἐξ ἡμῶν μὴ ἔχων τὴν εὐσπλαγχνίαν οὔτε λαμβάνει τὸν ἄφθαρτον στέφανον.
Τὸν πλοῦν ποιούμενοί τινες πάντων κατηρτισμένων, λιπόντες τὴν ὀθόνην εὐθεῖαν ἐν θαλάσσῃ πορείαν οὐ κτῶν[ταί] ποτε· τότε γὰρ τοῦ δρόμου ἐμποδίζεται ἡ ναῦς καὶ ἄπρακτος καθίσταται, οὐ τέχνῃ κυβερνήτου δουλεύουσα, οὔτε δὲ τοῖς ναύταις.
Τὸν αὐτὸν δὴ τρόπον πάντες οἱ σπεύδοντες πρὸς τὴν βασιλείαν, κἂν πάσης ἀρετῆς σωρεύσουσι φόρτον, εὐσπλαγχνίας δέ εἰσι γεγυμνωμένοι, τοῖς πρὸς οὐρανὸν λιμέσιν οὐ προσορμῶσιν, οὐ κομιοῦνται τὸν ἄφθαρτον στέφανον.
Ἁπασῶν μεῖζον ἀρετῶν τὴν ἐλεημοσύνην ὁ πάντων κριτὴς κρίνας παρέδωκεν ἀνθρώποις διδάξας τὴν παραβολήν· πέντε μὲν φρονίμους τὰς τὸ ἔλαιον σαφῶς βαστάσαντας ἐκάλεσε, μωρὰς δὲ τὰς τὸν δρόμον τελέσαντας ἄνευ τοῦ ἐλαίου.
Καὶ τὴν δύναμιν τὴν ταύτης ἠκούσαμεν κράζοντος Ματθαίου· ἧς πάλιν ἐπελθεῖν τὰ ῥήματα πάντα πρὸς εἰδότας τὰς γραφὰς ἄτοπον κρίνω· ὅθεν τὸν σκοπὸν τὸν ταύτης ἀναζητῶμεν, ἵνα καὶ σχῶμεν τὸν ἄφθαρτον στέφανον.
Πολλὴ ἡ τῆς παραβολῆς ἐστὶ διδασκαλία, πάσης φιλανθρωπίας καὶ ταπεινοφροσύνης ὁδὸς καὶ πᾶσιν ὁδηγός· ἄνακτας ῥυθμίζει, ἡγουμένους τοῦ λαοῦ διδάσκει τὴν συμπάθειαν. Καθάπερ γάρ τις οἶκον ὑπέρλαμπρον κτίσας καὶ πληρώσας, εἰ μὴ τοῦτον ὀροφώσῃ, ἀνόνητος γίνεται ὁ πόνος, οὕτως τὰς ἀρετὰς ὁ οἰκοδομήσας, καὶ τὸν ὄροφον εἰ μὴ τῆς συμπαθείας προσθήσῃ αὐταῖς, ἀπόλλυσι τοὺς καμάτους, ὥστε μὴ ἔχειν τὸν ἄφθαρτον στέφανον.
Εἰδεῖν ἰσχύομεν τὸν νοῦν τῆς θείας γραφῆς ταύτης, εἰ τὰ τῆς διανοίας ὄμματα γρηγοροῦντα ἐπανατείνωμεν Χριστῷ· δόξωμεν οὖν βλέπειν τῆς ψυχῆς τοῖς ὀφθαλμοῖς τὴν πάγκοσμον ἀνάστασιν, Χριστὸν δὲ τὸν σωτῆρα δεικνύμενον πάντων βασιλέα, ὃς καὶ νῦν γὰρ βασιλεύει καὶ κύριος ἐστὶ καὶ δεσπότης.
Κἂν στασιάζουσι τινὲς ἀγνοοῦντες, ἀλλ᾽ ἡ φλὸξ ἡ τοῦ πυρὸς πάντας χωνεύσει· τότε οὖν οὐδεὶς δυνήσεται ἀντιστῆναι, ὅτε παρέξει τὸν ἄφθαρτον στέφανον. [Ἴσμεν γὰρ πάντες ὡς φωνῇ ἡ σάλπιγξ ἐξαπίνης ἠχοῦσα δι᾽ ἀγγέλου νεκροὺς τοὺς ἀπ᾽ αἰώνων ἐγερεῖ μένοντας Χριστὸν τὸν καλὸν νυμφίον, ὑϊὸν τὸν τοῦ Θεοῦ, τὸν ἄναρχον Θεὸν ἡμῶν· κραυγῆς τε γινομένης αἰφνίδιον, πάντες ἀπαντῶσι, καὶ ἑτοίμους τὰς λαμπάδας οἱ ἔχοντες τὰς ἐλαιοθρέπτους εἰσέρχονται εὐθὺς μετὰ τοῦ νυμφίου, βασιλείαν οὐρανῶν κληρονομοῦντες· τότε γὰρ αὐτοῖς ἡ πίστις μετὰ τῶν ἔργων δώσει ἀξίως τὸν ἄφθαρτον στέφανον.] Νικᾷ τὰς ἄλλας ἀρετὰς ἡ ἐλεημοσύνη ἡ ὄντως λαμπροτέρα πασῶν προκαθημένη τῶν ἀρετῶν παρὰ Θεῷ· τέμνει τὸν ἀέρα, ὑπερβαίνει μετ᾽ αὐτὸν σελήνην καὶ τὸν ἥλιον, καὶ φθάνει ἀπροσκόπως τὴν εἴσοδον τῶν ἐπουρανίων, καὶ οὐχ ἵσταται οὐδ᾽ οὕτως, ἀλλ᾽ ἔρχεται μέχρι τῶν ἀγγέλων, ἐκτρέχει τοὺς χοροὺς καὶ τῶν ἀρχαγγέλων, ἐντυγχάνει τῷ Θεῷ ὑπὲρ ἀνθρώπων, παρίσταται δὲ τῷ θρόνῳ τοῦ βασιλέως, τοῦτον αἰτοῦσα τὸν ἄφθαρτον στέφανον.
Οὐκοῦν κατίδωμεν ἡμεῖς τὰς πέντε τὰς πανσόφους ἐξ ὕπνου ἀναστάσας καθάπερ ἐκ παστάδος καὶ οὐκ ἐκ τάφου τῶν νεκρῶν· ἔλαιον γὰρ εἶχον, καὶ εὐθὺς τὰς τῆς ψυχῆς λαμπάδας κατεκόσμησαν. Αἱ ἄλλαι δὲ ὁμοίως ἀνέστησαν ἅθροον σὺν ταύταις, σκυθρωπὰ προσκεκτημέναι τὰ πρόσωπα καὶ συμπεπτωκότα· ἐσβέσθησαν μὲν γὰρ αἱ τούτων λαμπάδες, τὰ ἀγγεῖα δὲ αὐτῶν κοῦφα ἐδείχθη· ἔλαιον λαβεῖν ἐζήτουν ἐκ τῶν φρονίμων τῶν δρεψαμένων τὸν ἄφθαρτον στέφανον.
Ὑπολαβοῦσαι αἱ σοφαὶ φησὶ ταῖς ἀνοήτοις· «Μήποτε οὐκ ἀρκέσει ὃ ἔσχομεν ἐν κόσμῳ ἡμῖν τε πᾶσι καὶ ὑμῖν· οὔτε γὰρ θαρροῦμεν οὔτε ἔχομεν σαφῶς ἐνέχυρον τὴν ἔκβασιν.» Καὶ γὰρ ὁ τῶν δικαίων νῦν σύλλογος ἅπας ἀμφιβάλλει καὶ φοβεῖται ἐν τῇ κρίσει τὸ ἄδηλον τὸ τοῦ κριτηρίου, ἕως ἂν πρόδηλος φανῆται ἡ ψῆφος καὶ λυτρώσηται αὐτοὺς πάσης δουλείας· τὸν ἔλεον οὖν μερίζει ὁ πάντων κτίστης, ὅστις δωρεῖται τὸν ἄφθαρτον στέφανον.
Ῥητῶς αἱ φρόνιμοί φησιν· «Ἀπέλθατε, ζητεῖτε ἐκεῖ πρὸς τοὺς πωλοῦντας εἰ ἄρα δυνηθῆτε ἔλαιον πρίασθαι νυνί.» Αὗται δ᾽ ἀπατῶνται ὡς ἀνόητοι ἀεὶ καὶ σπεύδουσιν ὠνήσασθαι, ὅτε τῆς πραγματείας τοῖς ἅπασι κέκλεισται ὁ χρόνος, παροδεύσας καὶ συγκλείσας τὸν ἄκαρπον δρόμον τῶν ἀφρόνων· τὴν τότε ταραχὴν αὐτῶν ὑπογράφει καὶ τὸν θόρυβον σαφῶς τούτων ἐλέγχει· ἀδύνατον γὰρ ἐζήτουν ὡς μὴ φρονοῦσαι, ὅθεν οὐκ ἔσχον τὸν ἄφθαρτον στέφανον.
Ὡς δὲ τοῦ δρόμου τὸ κενὸν ἐπέγνωσαν εἰς τέλος, ὑπέστρεψαν αἱ πέντε καὶ εὗρον τὸν νυμφῶνα ἀποκλεισθέντα τοῦ Χριστοῦ· κράξασαι δὲ πᾶσαι ἐν φωνῇ ὀδυνηρᾷ καὶ στεναγμοῖς καὶ δάκρυσι· «Τῆς σῆς φιλανθρωπίας, ἀθάνατε, ἄνοιξον τὴν θύραν καὶ ἡμῖν ταῖς δουλευσάσαις τῷ κράτει σου ἐν τῇ παρθενίᾳ», τότε ὁ βασιλεὺς πρὸς ταύτας κραυγάζει· «Οὐκ ἀνοίγεται ὑμῖν ἡ βασιλεία· οὐκ οἶδα ὑμᾶς· ὑπάγετε οὖν ἐκ μέσου· οὐ γὰρ φορεῖτε τὸν ἄφθαρτον στέφανον.» Μόνον δὲ ἤκουσαν Χριστοῦ τοῦ πάντων βασιλέως βοῶντος πρὸς τὰς πέντε· «Τίνες ἐστέ, οὐκ οἶδα», πληροῦνται πάσης ταραχῆς· κλαύσασαι βοῶσι· «Δικαιότατε κριτά, ἁγνείαν ἐτηρήσαμεν· ἐγκράτειαν δὲ πᾶσαν ἠσκήσαμεν, μετὰ προθυμίας κατετάκημεν νηστείαις, ἐστέρξαμεν τὴν ἀκτημοσύνην· τὴν φλόγα τοῦ πυρὸς τῆς ἀκολασίας ἐνικήσαμεν ἡμεῖς καὶ τὰς ὀρέξεις· ἄχραντον ἀεὶ μετήλθομεν πολιτείαν, ἵνα καὶ σχῶμεν τὸν ἄφθαρτον στέφανον.
Ἀλλὰ μετὰ τὰς ἀρετὰς καὶ χάριν παρθενίας καὶ τὸ καταπατῆσαι τὸ πῦρ τὸ τῆς λαγνείας καὶ φλόγα τὴν τῶν ἡδονῶν, μετὰ πλείστους πόνους, ὅτε τῶν ἐν οὐρανοῖς τὸν βίον ἐζηλώσαμεν —καὶ γὰρ τῶν ἀσωμάτων ἐσπεύσαμεν ἔχειν πολιτείαν—, τὰ τοιαῦτα καὶ τοσαῦτα, ὡς ἔοικεν, ἄτιμα εὑρέθη· πολλῆς γὰρ ἀρετῆς ἐδείξαμεν πόνον, καὶ ματαία ἡ ἐλπὶς πᾶσα ἐδείχθη.
Τί οὖν προσποιεῖ τὴν ἄγνοιαν, ὁ παρέχων πᾶσιν οἷς θέλεις τὸν ἄφθαρτον στέφανον; Νεῦσον, σωτήρ, καὶ ἐφ᾽ ἡμᾶς, μόνε δικαιοκρίτα, ἄνοιξόν σου τὴν θύραν· δέξαι εἰς τὸν νυμφῶνα τὰς σὰς παρθένους, λυτρωτά, καὶ μὴ ἀποστρέψῃς τὸ σὸν πρόσωπον, Χριστέ, τῶν ἐπικαλουμένων σε, ἵνα μὴ στερηθῶμεν τῆς χάριτος σοῦ τῆς ἀθανάτου, μὴ γενώμεθα αἰσχύνη καὶ ὄνειδος ἐπὶ τῶν ἀγγέλων· μὴ μέχρις οὖν παντὸς ἡμᾶς παρεάσῃς τοῦ νυμφῶνός σου, Χριστέ, ἵστασθαι ἔξω· πάρεξ γὰρ ἡμῶν οὐκ ἤσκησαν τὴν ἁγνείαν, αἷς καὶ παρέσχες τὸν ἄφθαρτον στέφανον.» Οὕτως ἐρούσαις ταῖς μωραῖς πρὸς τὸν κριτὴν ἁπάντων, πρὸς ταύτας Χριστὸς ἔφη· «Πρόκειται νῦν ἡ κρίσις δικαία καὶ ἀληθινή· τῆς φιλανθρωπίας ἀπεκλείσθη ὁ καιρός, οὐκ ἔστι νῦν συμπάθεια· οὐκέτι εὐσπλαγχνίας ἠνέῳκται θύρα τοῖς ἀνθρώποις, ἐπειδήπερ μετανοίας οὐ δέδοται τόπος τοῖς ἐνταῦθα· οὐκέτι συμπαθὴς ὁ πρώην οἰκτίρμων, ἀλλ᾽ ἀπότομος κριτὴς ὁ ἐλεήμων· ἄσπλαγχνοι ὑμεῖς ἐδείχθητε ἐν τῷ κόσμῳ· πῶς οὖν ζητεῖτε τὸν ἄφθαρτον στέφανον;
Ὑμῖν οὖν λέγω φανερῶς ἐπὶ τῶν ἀρχαγγέλων καὶ πάντων τῶν ἁγίων ἃ πέπονθα ἐκ τούτων τῶν σὺν ἐμοὶ συνελθουσῶν· εὗρόν με ἐν θλίψει καὶ πεινάσαντα σφοδρῶς, ἐσπούδασαν χορτάσαι με· διψήσαντα δὲ πάλιν ἐπότισαν πάσῃ προθυμίᾳ· ξενιτεύσαντα ἰδοῦσαι συνήγαγον ὥσπερ ἐγνωσμένον· δεσμοῖς κρατούμενον περιεποιοῦντο· ἐσκέψαντο δέ με καὶ ἀσθενοῦντα· πᾶσαν ἀκριβῶς ἐφύλαξαν ἐντολήν μου· ὅθεν καὶ εὗρον τὸν ἄφθαρτον στέφανον.
Τοιοῦτον οὖν οὐδὲν ὑμεῖς ἐδράσατε ἐν κόσμῳ, φυλάξασαι νηστείαν, ἀσκοῦσαι παρθενίαν καὶ τὴν ἐν λόγοις ἀρετήν· ἄνευ τοίνυν ἔργων εὐσεβῶν καὶ ἐντελῶν εἰκῇ κεκοπιάκατε· τοὺς ξένους δεομένους παρείδετε καὶ τοὺς ἀσθενοῦντας, οὐδεμίαν τοῖς πεινῶσιν ὠρέξατε χεῖρα βοηθείας· ὑπόκρισις ὑμᾶς ἐξέθρεψε μόνη· ἐσεμνύνεσθε ἀεὶ τῇ ἀπηνείᾳ· κρούουσι πτωχοῖς ὅλως οὐκ ἐβοηθεῖτε· πῶς οὖν ζητεῖτε τὸν ἄφθαρτον στέφανον;
Ὅλως πρὸς οἶκτον ἑαυτὰς οὐκ ἠνέσχεσθε δοῦναι, γυμνοὺς καὶ προσηλύτους καὶ ξένους ὑπὸ σκέπην μὴ εἰσαγαγοῦσαί ποτε· πρὸς τοὺς πικρῶς ὄντας ἐν δεσμοῖς καὶ φυλακαῖς τὴν ἀκοὴν ἐφράξατε· τοὺς 〈μὲν〉 ἐν ἀσθενείᾳ οὐκ εἴδατε· τοὺς δὲ ἐν πτωχείᾳ καὶ ἐνδείᾳ δεομένους οὐδ᾽ ἱλαρᾷ ὄψει ἑωρᾶτε, ἀλλ᾽ εἴχετε ἀεὶ τὴν ἀπανθρωπίαν καὶ παρῆν ὑμῖν ὀργὴ ἀντ᾽ εὐσπλαγχνίας· πῶς οὖν οἱ ποτὲ τοιαῦτα ἐν βίῳ δρῶντες ἄρτι ζητεῖτε τὸν ἄφθαρτον στέφανον;
Ὑπερηφάνοις ὀφθαλμοῖς προσείχετε τοὺς πάντας, πτωχοὺς κατεφρονεῖτε· γεγόνατε τοῖς πᾶσιν ἀσυμπαθεῖς, ἀνηλεεῖς· κατὰ τῶν πταιόντων ἐκινεῖσθε ἀφειδῶς αἱ καθ᾽ ἑκάστην πταίουσαι· κατὰ τῶν ὁμοφύλων ἀπάνθρωποι ὡς μὴ πλημμελοῦσαι ἐφρονεῖτε τὰ μεγάλα, κομπάζουσαι τοῖς κατωρθωμένοις· τοὺς μὴ νηστεύοντας ὡς ἀπερριμμένους, τοὺς ἐν γάμῳ βδελυκτοὺς εἴχετε πάλιν· μόνας ἑαυτὰς ἡγεῖσθε ὥσπερ δικαίας, μήπω λαβοῦσαι τὸν ἄφθαρτον στέφανον.
Τὴν μὲν νηστείαν εἴχετε μὴ θίγοντες βρωμάτων· τῇ δὲ πρὸς τοὺς ἀνθρώπους ἐχρῆσθε λοιδορίᾳ καὶ συκοφαντίαις ἀεί· ἦν ὑμῖν ἁγνεία καὶ αὐτὴ οὐ καθαρά· τῷ ῥύπῳ γὰρ τῶν ῥήσεων 〈καὶ〉 ταύτην καθ᾽ ἡμέραν ἐχραίνετε· τίς οὖν ὠφελία ἡ σεμνότης, εἰ μὴ ἔχει τὴν ἔννοιαν πᾶσαν σεμνοτάτην;
Συμφέρει οὖν τινα ἐσθίειν καὶ πίνειν καὶ διάγειν συνετῶς ἤπερ νηστεύειν καὶ μὴ ἐκ πάντων νηστεύειν τῶν βλαπτόντων· πῶς γὰρ αἰτήσει τὸν ἄφθαρτον στέφανον; Οὐκ οἰκοδομεῖταί ποτε νηστεία, εἰ μὴ ἔχει τὰ πάντα 〈ἐξελ〉οῦσα ἐκ λογισμῶν ἀτόπων καὶ πράξεων τῶν χαλεπῶν, οὐδὲ στερεοῦται ἡ ἐγκράτεια σαρκὶ ἐν ἀκρατεῖ διάγουσα.
Ὑπάρχει γὰρ νηστείας θεμέλιος, καὶ ἐν ἀσφαλείᾳ δέον ταύτην καταθεῖναι, ὡς ἐρυμνὸν οἶκον ἀνεγεῖραι· Ὁ ἔλεος αὐτὴν λαμπρύνει μεγάλως καὶ εὐσέβεια αὐτὴν πάλιν πιαίνει· αὗται οὖν αὐτὴν ὡς τείχη περιφρουροῦσι καὶ προξενοῦσι τὸν ἄφθαρτον στέφανον.
Τί οὖν ὠφέλησεν ὑμᾶς νηστεία καὶ ἁγνεία μετὰ ἀλαζονείας; Πραότητα ἠρνεῖσθε, θυμὸν ἐστέργετε ἀεί· πρᾶος δὲ ὑπάρχων, ἐπεπόθουν τοὺς πραεῖς, διδοὺς αὐτοῖς τὴν ἄφεσιν· ἀρνοῦμαι τοὺς νηστείαν φυλάττοντας μετὰ ἀσπλαγχνίας, καὶ προσδέχομαι δὲ μᾶλλον τοὺς ἔσθοντας μετὰ εὐσπλαγχνίας· παρθένους δὲ μισῶ ὄντας ἀπανθρώπους, φιλανθρώπους δὲ τιμῶ γεγαμηκότας· τίμιός ἐστιν ὁ γάμος ἐν σωφροσύνῃ, ὅθεν καὶ ἔχει τὸν ἄφθαρτον στέφανον.
Οὐ ξίφος ὤξυνα ἐγὼ πρὸς τοὺς ἡμαρτηκότας, ἀλλ᾽ ἔσχον ἀεὶ βλέμμα πρᾶον πρὸς τοὺς ἀνθρώπους ὁ τῶν ἀνθρώπων ποιητής· κλαύσασαν τὴν πόρνην ἐδεξάμην εὐμενῶς καὶ δέδωκα τὴν ἄφεσιν· στενάξαντα τελώνην ἠλέησα καὶ οὐκ ἀπωσάμην, ὅτι εἶδον τὴν βεβαίαν μετάνοιαν τούτῳ ἐνοικοῦσαν· πρὸς πάντας συμπαθὴς ἐδείχθην ὁ κτίστης, ἀρνησάμενον ἐμὲ ᾤκτειρα Πέτρον, δάκρυσιν ἐγὼ συνέπαθον τοῖς ἐκείνου ὅτι ἐζήτει τὸν ἄφθαρτον στέφανον.
Περὶ δὲ τῶν συνελθουσῶν ἐμοὶ ἐν τῷ νυμφῶνι εἴπω ἐπὶ τοῦ πλήθους· ‘Ἐφύλαξαν σπουδαίως τὰς ἐντολάς μου ἐπὶ γῆς· γέγοναν ταῖς χήραις ἀντιλήπτορες ἀεὶ καὶ ὀρφανοὺς ἠλέησαν· τοῖς ἐν στενοχωρίαις συνέπασχον καὶ τοῖς θλιβομένοις, καὶ οὐδέποτε τὴν θύραν ἀπέκλεισαν πένησιν ἢ ξένοις· ἰάτρευον ἀεὶ τοὺς ἐν ἀσθενείαις, οὓς ἡγήσασθε ὑμεῖς ἀπερριμμένους.
Οὐκ οἶδα ὑμᾶς· ἀρνοῦμαι τὰς ἀπανθρώπους, ταύταις δὲ δώσω τὸν ἄφθαρτον στέφανον.’» Ὁ τῶν ἀγγέλων δὲ χορὸς θαυμάζει ὑπακούων Χριστοῦ τοῦ βασιλέως ταῖς πέντε μαρτυροῦντος ταῖς εἰσελθούσαις σὺν αὐτῷ.
Ὢ τῆς παρρησίας τῶν ἁγίων τοῦ Χριστοῦ μεγίστου τε καυχήματος· ἐπὶ τοσούτων δήμων κομίζονται ψῆφον ἀφθαρσίας· ἐπὶ τούτων καὶ αἱ ἄλλαι ἀπόφασιν δέχονται ἐσχάτην καὶ κλαύσωσι πικρῶς ἀτέλεστον θρῆνον, ὅτι βλέπουσι χοροὺς τοὺς τῶν ἁγίων ἔχοντας ἐκ 〈τοῦ〉 ἐλέου τὴν παρρησίαν, πάντας φοροῦντας τὸν ἄφθαρτον στέφανον.
Ἰδοὺ οὖν πρόδηλά εἰσι τὰ εἰς τὴν βασιλείαν καλοῦντα τοὺς ἀνθρώπους· σπεύσωμεν οὖν φυλάξαι τὰς ἐντολὰς τὰς τοῦ Χριστοῦ· πρόκειται εἰς πρᾶσιν, ἂν θελήσωμεν λαβεῖν, ἐν ἀγοραῖς τὸ ἔλαιον· εἴσι δὲ οἱ πωλοῦντες οἱ χρῄζοντες ἐλεημοσύνην· καθ᾽ ἑκάστην τὴν ἡμέραν πιπράσκουσι· τί οὖν ἀμελοῦμεν;
Καὶ δύο γὰρ λεπτῶν λαμβάνομεν πάντως ὅσον λάβῃ τις διδοὺς χρήματα πλεῖστα· μέτρα γὰρ ἡμῶν ἐτάζει ὁ πάντων κτίστης, οὕτως παρέχων τὸν ἄφθαρτον 〈στέφανον〉. Ἡ ἐντολὴ ἡ τοῦ Θεοῦ βαρεῖα οὐχ ὑπάρχει· οὐδὲ γὰρ παραγγέλλει δοῦναι ὃ οὐκ ἰσχύεις, ἀλλὰ προαίρεσιν ζητεῖ· δύο μόνον ἔχεις ὀβολοὺς ἐπὶ τῆς γῆς;
Οὐδὲν δὲ ἄλλο κέκτησαι; Τούτους ὁ πανοικτίρμων προσδέχεται πάντως ὡς δεσπότης, καὶ προτίμησίν σοι δώσει τοῦ χρήματα πλεῖστα δεδωκότος. Οὐκ ἔχεις ὀβολὸν ἵνα προσενέγκῃς· Δὸς ποτήριον ψυχροῦ τῷ δεομένῳ· δέχεται αὐτὸ Χριστὸς μετ᾽ εὐχαριστίας, πάντως διδούς σοι τὸν ἄφθαρτον στέφανον.
Μικρὰ λαμβάνων ὁ σωτὴρ μεγάλα ἀντιδώσει· ἀντὶ γὰρ τῶν προσκαίρων ἀπόλαυσιν δωρεῖται τῶν αἰωνίων ἀγαθῶν. Δὸς βραχύ τι ἄρτου καὶ λαμβάνεις ἀντ᾽ αὐτοῦ τὸν τῆς τρυφῆς παράδεισον· οὐ βλάψει σ<ε ἡ> πενία, οὐκ ἔνδεια, ἐὰν ὑπομείνῃς, οὐδὲ γὰρ λογοθεσίῳ ὑπόκεισαι· μὴ ζήτει ἐντεῦθεν· ὁ γὰρ ἐλάχιστος συγγνώμην λαμβάνει, δυνατοὶ δὲ δυνατῶς λογοθετοῦνται· εὐγνώμων γενοῦ, ἵν᾽ εὕρῃς τὴν βασιλείαν καὶ 〈ἵνα〉 λάβῃς τὸν ἄφθαρτον στέφανον.
Ἄνες μοι, ἄνες μοι, σωτήρ, τῷ κατακεκριμένῳ παρὰ πάντας ἀνθρώπους· οὐ πράττω γὰρ ἃ λέγω καὶ συμβουλεύω τοῖς λαοῖς, ὅθεν σοι προσπίπτω· δὸς κατάνυξιν, σωτήρ, κἀμοὶ καὶ τοῖς ἀκούουσιν, ἵνα τὰς ἐντολάς σου φυλάξωμεν πάσας ἐν τῷ βίῳ καὶ μὴ μείνωμεν θρηνοῦντες καὶ κράζοντες ἔξω τοῦ νυμφῶνος· ἐλέησον ἡμᾶς τῇ σῇ εὐσπλαγχνίᾳ, ὁ βουλόμενος ἀεὶ πάντας σωθῆναι· κάλεσον ἡμᾶς, σῶτερ, εἰς τὴν βασιλείαν, ἵνα καὶ σχῶμεν τὸν ἄφθαρτον στέφανον.
Τῇ κυριακῇ τῆς ϛʹ ἑβδομάδος τῶν νηστειῶν, κοντάκιον εἰς τὰ βαΐα φέρον ἀκροστιχίδα τήνδε· 〈εἰς τὰ βαΐα Ῥωμανοῦ〉 ἦχος πλάγιος βʹ. Προοίμιον I Τῷ θρόνῳ ἐν οὐρανῷ, τῷ πώλῳ ἐπὶ τῆς γῆς ἐποχούμενος, Χριστὲ ὁ Θεός, καὶ τῶν ἀγγέλων τὴν αἴνεσιν καὶ τῶν παίδων ἀνύμνησιν προσεδέχου βοώντων σοι· «Εὐλογημένος εἶ ὁ ἐρχόμενος τὸν Ἀδὰμ ἀνακαλέσασθαι.»
Προοίμιον II Μετὰ κλάδων ὑμνήσαντες πρότερον, μετὰ ξύλων συνέλαβον ὕστερον οἱ ἀγνώμονες Χριστὸν Ἰουδαῖοι τὸν Θεόν· ἡμεῖς δὲ πίστει ἀμεταθέτῳ ἀεὶ τιμῶντες ὡς εὐεργέτην βοήσωμεν αὐτῷ· «Εὐλογημένος εἶ ὁ ἐρχόμενος τὸν Ἀδὰμ ἀνακαλέσασθαι.» Ἐπειδὴ Ἅιδην ἔδησας καὶ θάνατον ἐνέκρωσας καὶ κόσμον ἀνέστησας, βαΐοις τὰ νήπια ἀνευφήμουν σε, Χριστέ, ὡς νικητήν, κραυγάζοντά σοι σήμερον· «Ὡσαννὰ τῷ υἱῷ Δαυίδ.
Οὐκέτι γάρ, φησίν, σφαγήσονται βρέφη διὰ τὸ βρέφος Μαριάμ, ἀλλ᾽ ὑπὲρ πάντων νηπίων καὶ πρεσβύτων μόνος σταυροῦσαι· οὐκέτι καθ᾽ ἡμῶν χωρήσει τὸ ξίφος· ἡ σὴ γὰρ πλευρὰ νυγήσεται λόγχῃ, ὅθεν ἀγαλλόμενοι φαμέν· ‘Εὐλογημένος εἶ ὁ ἐρχόμενος τὸν Ἀδὰμ ἀνακαλέσασθαι.’» Ἰδοὺ ὁ βασιλεὺς ἡμῶν ὁ πρᾶος καὶ ἡσύχιος, τῷ πώλῳ καθήμενος, σπουδῇ παραγίνεται ἐπὶ τὸ παθεῖν καὶ τὰ πάθη τεμεῖν, ὁ Λόγος ἐπὶ ἄλογον λογικοὺς θέλων ῥύσασθαι· καὶ ἦν θεάσασθαι τοῖς νώτοις τοῦ πώλου τὸν ἐπὶ ὤμων Χερουβίμ, τόν ποτε Ἠλίαν ἐν ἅρματι πυρίνῳ ἀναλαβόντα, πτωχεύοντα βουλῇ τὸν πλούσιον φύσει καὶ γνώμῃ ἀσθενῆ τὸν ἐνδυναμοῦντα πάντας τοὺς κραυγάζοντας αὐτῷ· «Εὐλογημένος εἶ ὁ ἐρχόμενος τὸν Ἀδὰμ ἀνακαλέσασθαι.» Σιὼν ἐσείσθη ἅπασα καθώς ποτε ἡ Αἴγυπτος· ἐκεῖ μὲν τὰ ἄψυχα, ἐνταῦθα δὲ ἔμψυχοι ἐσαλεύθησαν μολοῦντός σου, σωτήρ, οὐχ ὅτι ταραχώδης εἶ —φυτουργὸς γὰρ εἰρήνης εἶ—, ἀλλ᾽ ὅτι ἅπασαν ἐχθροῦ μαγγανείαν λύεις ὡς πάντων ποιητής, πανταχόθεν τοῦτον ἐλαύνων ὡς παντὸς τόπου βασιλεύων.
Τὰ εἴδωλα αὐτῶν κατέπεσαν πάλαι, καὶ νῦν οἱ τὰ αὐτῶν φρονοῦντες δονοῦνται τῶν βρεφῶν ἀκούοντες φωνάς· «Εὐλογημένος εἶ ὁ ἐρχόμενος τὸν Ἀδὰμ ἀνακαλέσασθαι.» «Τίς ἐστιν οὗτος;» ἔλεγον οἱ γνώμῃ ἀγνοοῦντές σε· φησὶ γάρ, οὐκ ᾔδεισαν τίς ἦν ὁ υἱὸς Δαυὶδ ὁ ῥυσάμενος αὐτοὺς ἐκ τῆς φθορᾶς.
Ἀκμὴν λύουσι Λάζαρον, καὶ οὐκ οἶδαν τίς ἤγειρεν· ἀκμὴν δὲ πάσχουσι τοὺς ὤμους οἱ τότε βαστάσαντες χήρας υἱόν, καὶ δῆθεν ἠγνόουν τίς ἐστιν ὁ ἁρπάσας αὐτὸν θανάτου· <Ἰα>είρου τὴν αὐλὴν οὐδέπω ἐξῆλθον, καὶ τίς ὁ τὴν αὐτοῦ ζωώσας οὐκ οἶδαν· οἶδαν, ἀλλ᾽ οὐ θέλουσιν εἰπεῖν· «Εὐλογημένος εἶ ὁ ἐρχόμενος τὸν Ἀδὰμ ἀνακαλέσασθαι.» Ἀγνωμονοῦντες ἄνομοι τὴν ἄγνοιαν ἠσπάσαντο, καὶ δῆθεν ἠγνόησαν ὃν κτεῖναι ἐσκέπτοντο· οὐκ ἠπίσταντο οἱ τοῦ ψεύδους υἱοί.
Οὐ ξένον ὅπερ λέγουσιν· τὰ γὰρ πρῶτα καινίζουσιν· Μωσῆς ἐξαγαγὼν αὐτοὺς ἐξ Αἰγύπτου εὐθὺς ἠρνήθη ὑπ᾽ αὐτῶν, καὶ Χριστὸς ὁ σώσας αὐτοὺς ἐκ τοῦ θανάτου νῦν ἠγνοήθη· ἠγνόησαν Μωσῆν οἱ γνόντες τὸν μόσχον, ἠρνήσαντο Χριστὸν οἱ φίλοι Βελίαρ· τότε μέν· «Τί γέγονε;», νῦν δέ· «Τίς ἐστιν, ἔλεγον, ὁ ἐρχόμενος τὸν Ἀδὰμ ἀνακαλέσασθαι;» Βαΐοις βρέφη ὕμνουν σε υἱὸν Δαυὶδ καλοῦντές σε, εἰκότως, ὦ δέσποτα· καὶ σὺ γὰρ ἀπέκτεινας τὸν ὀνειδιστὴν νοητὸν Γολιάθ· ἐκεῖνον αἱ χορεύουσαι μετὰ νίκην εὐφήμησαν· «Ἀπέκτεινε Σαοὺλ ἐν ταῖς χιλιάσι καὶ μυριάσιν ὁ Δαυίδ.» Ὅ ἐστιν ὁ νόμος καὶ μετ᾽ αὐτὸν ἡ χάρις σου, Ἰησοῦ μου· ὁ νόμος ἦν Σαοὺλ φθονῶν καὶ διώκων, Δαυὶδ δὲ διωχθεὶς τὴν χάριν βλαστάνει· σὺ γὰρ εἶ ὁ κύριος Δαυίδ· εὐλογημένος εἶ ὁ ἐρχόμενος τὸν Ἀδὰμ ἀνακαλέσασθαι.
Ἅρμα φωτὸς ὁ ἥλιος, καὶ οὗτός σοι δεδούλωται· φαιδρὸς μὲν εἰς ὄχημα, καὶ οὗτος ὑπόκειται τῇ κελεύσει σου ὡς πλάστου καὶ Θεοῦ· καὶ πῶλός σε νῦν ἔτερψε· προσκυνῶ σου τὸ εὔσπλαγχνον· ποτὲ γὰρ δι᾽ ἐμὲ ἐτέθης ἐν φάτνῃ ἐν τοῖς σπαργάνοις εἰληθείς, καὶ νῦν τῷ πώλῳ ἐπέβης, οὐρανὸν θρόνον κεκτημένος· οἱ ἄγγελοι ἐκεῖ τὴν φάτνην ἐκύκλουν, ἐνταῦθα μαθηταὶ τὸν πῶλον συνεῖχον· «Δόξα» τότε ἤκουες, καὶ νῦν· «Εὐλογημένος εἶ ὁ ἐρχόμενος τὸν Ἀδὰμ ἀνακαλέσασθαι.» Ἰσχὺν τὴν σὴν ἐνδείκνυσαι τὰ εὐτελῆ αἱρούμενος· πτωχείας γὰρ εἶδος ἦν ἐν πώλῳ καθίσαι σε, ἀλλ᾽ ὡς ἔνδοξος σαλεύεις τὴν Σιών· εὐτέλειαν ἐσήμαινε μαθητῶν τὰ ἱμάτια, ἀλλ᾽ ἦν τοῦ κράτους σου ὁ ὕμνος τῶν παίδων καὶ ἡ τοῦ ὄχλου συνδρομὴ «Ὡσαννά, κραζόντων —ὅ ἐστι· σῶσον δή—, ὁ ἐν τοῖς ὑψίστοις, σῶσον ὁ ὑψηλὸς τοὺς ταπεινωθέντας, ἐλέησον ἡμᾶς τοῖς κλάδοις προσέχων· κλῶνες οἱ δονούμενοι κινήσουσι τὰ σπλάγχνα σου, ὁ ἐρχόμενος τὸν Ἀδὰμ ἀνακαλέσασθαι.
Ἀδὰμ ἡμῖν ἐποίησε τὸ χρέος ὃ ὀφείλομεν, φαγὼν ὃ οὐκ ὤφειλε, καὶ μέχρι τῆς σήμερον ἀπαιτούμεθα ἀντ᾽ αὐτοῦ οἱ αὐτοῦ· οὐκ ἤρκεσε τῷ χρήσαντι ἔχειν τὸν χρεωστήσαντα, ἀλλὰ καὶ τοῖς αὐτοῦ ἐφίσταται τέκνοις πατρῷον χρέος ἀπαιτῶν καὶ κενοῖ τὸν οἶκον ἁπλῶς τοῦ ὀφειλέτου, πάντας ἐκσύρων.
Διὸ ὡς δυνατῷ προσφεύγομεν πάντες· εἰδὼς ὅτι ἡμεῖς πτωχεύομεν σφόδρα, σὺ αὐτὸς ὡς πλούσιος ἀπόδος ἃ ὀφείλομεν, ὁ ἐρχόμενος τὸν Ἀδὰμ ἀνακαλέσασθαι. Ῥύσασθαι πάντας ἤλυθας, καὶ μάρτυς ὁ προφήτης σου ὁ οὕτως καλέσας σε πραότατον, δίκαιον καὶ σῴζοντα Ζαχαρίας ποτέ.
Ἐκάμομεν, ἡττήθημεν, πάντοθεν ἐξεβλήθημεν· τὸν νόμον λυτρωτὴν ἐδόξαμεν ἔχειν, καὶ κατεδούλωσεν ἡμᾶς· τοὺς προφήτας πάλιν, καὶ οὗτοι ἐπ᾽ ἐλπίδι ἡμᾶς ἀφῆκαν· διὸ μετὰ βρεφῶν σὲ γονυπετοῦμεν· ἐλέησον ἡμᾶς τοὺς ταπεινωθέντας, θέλησον, σταυρώθητι καὶ σχίσον τὸ χειρόγραφον, ὁ ἐρχόμενος τὸν Ἀδὰμ ἀνακαλέσασθαι. —Ὦ πλάσμα τῆς παλάμης μου», ὁ πλάστης ἀπεκρίνατο τοῖς ταῦτα κραυγάζουσιν, «εἰδὼς ὡς οὐκ ἴσχυσε νόμος σῶσαί σε ἐλήλυθα ἐγώ· οὐκ ἦν τοῦ νόμου σῶσαί σε ἐπειδήπερ οὐκ ἔπλασεν, ἀλλ᾽ οὔτε προφητῶν, διότι καὶ οὗτοι πλάσμα ἐμὸν ὥσπερ καὶ σύ· ἐμοὶ μόνῳ πρέπει τοῦ λῦσαί σε τοῦ χρέους τοῦ βαρυτάτου· πωλοῦμαι ὑπὲρ σοῦ καὶ ἐλευθερῶ σε, σταυροῦμαι διὰ σὲ καὶ σὺ οὐ νεκροῦσαι· θνῄσκω καὶ διδάσκω σε βοᾶν· Εὐλογημένος εἶ ὁ ἐρχόμενος τὸν Ἀδὰμ ἀνακαλέσασθαι.
Μὴ γὰρ ἀγγέλους ἔστερξα; Σὲ τὸν πτωχὸν ἐφίλησα, τὴν δόξαν μου ἔκρυψα καὶ πένης ὁ πλούσιος ἑκὼν γέγονα· πολὺ γάρ σε ποθῶ. Ἐπείνασα, ἐδίψησα διὰ σὲ καὶ ἐμόχθησα· ἐν ὄρεσι, κρημνοῖς καὶ νάπαις διῆλθον σὲ τὸν πλανώμενον ζητῶν· ἀμνὸς ὠνομάσθην ἵν᾽ ὅπως τῇ φωνῇ μου σε θέλξας ἄξω, ποιμήν, καὶ διὰ σὲ ψυχὴν θέλω θεῖναι ἵνα σε τῆς χειρὸς τοῦ λύκου ἁρπάσω· πάντα πάσχω θέλων σε βοᾶν· Εὐλογημένος εἶ ὁ ἐρχόμενος τὸν Ἀδὰμ ἀνακαλέσασθαι.» Ἀλλὰ μετὰ τὰ ῥήματα ἐνδείκνυται τὰ πράγματα· τὴν πόλιν γὰρ ἔφθασε καὶ πάντας ἠρέθιζε τοὺς ἐχθροὺς αὐτοῦ ὁ ὕμνος τῶν παίδων.
Ἐπάρας δὲ τὰ ὄμματα, τῇ Σιὼν ἐνητένιζε καὶ θρῆνον ἐπ᾽ αὐτῇ ὑφάνας ἐβόα· «Στέναξον, Ἱερουσαλήμ, ὅτι εὗρες παῖδας πατέρων διδασκάλους τοὺς ὑϊούς σου· νεάζεις τῷ κακῷ καὶ τῇ πονηρίᾳ καὶ πρὸς τὸ ἀγαθὸν τῷ γήρᾳ βαρύνει· κρείττους σου οἱ κράζοντες ἐμοί· Εὐλογημένος εἶ ὁ ἐρχόμενος τὸν Ἀδὰμ ἀνακαλέσασθαι.
Νῦν δὲ ἐν σοὶ ἐλεύσομαι καὶ ῥίψας σε ἀπώσομαι, οὐχ ὅτι ἐμίσησα, ἀλλ᾽ ὅτι μισήσασαν σὲ κατέλαβον ἐμὲ καὶ τοὺς ἐμούς· σταυρόν μοι ἐτεκτόνευσαν ἀντὶ τίνος τὰ τέκνα σου; Ἀνθ᾽ ὧν τὴν θάλασσαν καθάπερ χιτῶνα ἔρρηξα ῥάβδῳ πρὸ αὐτῶν;
Λατομοῦσι τάφον ἀνθ᾽ ὧν αὐτοῖς παρέσχον σκέπην νεφέλην; Καὶ χαίρω ἐπειδὴ αὐτῶν χάριν ἦλθον, καὶ στέργω τοῦ παθεῖν ποθῶν τὸν πεσόντα, ἵνα οἱ ποθοῦντές με φασίν· Εὐλογημένος εἶ ὁ ἐρχόμενος τὸν Ἀδὰμ ἀνακαλέσασθαι.» Οὕτω τὴν νωθροκάρδιον ὁ βλέπων τὰ ἐγκάρδια ἐλέγξας, εἰσέρχεται σὺν πᾶσι τοῖς βρέφεσι ἐν τῷ ἱερῷ ὡς <ἱε>ρεὺς τοῦ παντός· ἐν οἴκῳ τοῦ πατρὸς αὐτοῦ ὁ υἱὸς παρεγένετο καὶ ἔξω ἔβαλεν ὁμοῦ τοὺς πωλοῦντας καὶ ἀγοράζοντας, εἰπών· «Μηδὲν μεινάτω ἐνταῦθα, μεταβαίνομεν γὰρ ἐντεῦθεν ἐγὼ καὶ ὁ πατὴρ ὁμοῦ καὶ τὸ πνεῦμα· νῦν εὕραμεν αὐλὴν τῶν πράων τὴν γνώμην τῶν πιστῶς κραζόντων μοι φωναῖς· Εὐλογημένος εἶ ὁ ἐρχόμενος τὸν Ἀδὰμ ἀνακαλέσασθαι.» Υἱὲ Θεοῦ πανάγιε, μετὰ τῶν ὑμνησάντων σε ἡμᾶς συναρίθμησον καὶ δέξαι τὴν δέησιν τῶν οἰκέτων σου ὡς τῶν παίδων ποτέ· ἐλέησον οὓς ἔπλασας, οὓς φιλῶν ἐπεδήμησας· εἰρήνην δώρησαι ταῖς σαῖς ἐκκλησίαις σαλευομέναις ὑπ᾽ ἐχθρῶν, καὶ ἐμοὶ τὴν λύσιν κατάπεμψον, σωτήρ, τῶν ἁμαρτιῶν μου· παράσχου μοι λαλεῖν ἃ θέλεις ὡς θέλεις· μὴ νωθρόν μου τὸν νοῦν ἡ λύπη ποιήσῃ· δεῖξόν με καλλίεργον βοᾶν· «Εὐλογημένος εἶ ὁ ἐρχόμενος τὸν Ἀδὰμ ἀνακαλέσασθαι.»
Ἔργον
Κείμενο
Ανοίγει το σχετικό χωρίο σε νέο παράθυρο.