Ἔργον
Ρωμανὸς ὁ Μελωδός – ᾈσμάτων ᾆσμα
Κοντάκια εις την Υπαπαντήν του Κυρίου και εις τα Άγια Νήπια
Υμνογραφία για την προσφορά του βρέφους Χριστού στον ναό και για τη βρεφοκτονία του Ηρώδη.
Πλατφόρμα ἀναγνώσεως, ἀναζητήσεως καὶ νοηματικῆς πλοηγήσεως πατερικῶν καὶ βιβλικῶν κειμένων
Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.
Χρήση του Αναγνωστηρίου
Γρήγορη εύρεση Αναζητήστε απευθείας συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής.
Αναλυτική επιλογή Επιλέξτε πηγή και κατόπιν συγγραφέα, έργο, κεφάλαιο ή βιβλικό χωρίο.
Εργαλεία μελέτης Κατά την ανάγνωση μπορείτε να χρησιμοποιήσετε μετάφραση, σελιδοδείκτες, σημειώσεις και τις προσωπικές ρυθμίσεις εμφάνισης.
Ἔργον
Κοντάκια εις την Υπαπαντήν του Κυρίου και εις τα Άγια Νήπια
Υμνογραφία για την προσφορά του βρέφους Χριστού στον ναό και για τη βρεφοκτονία του Ηρώδη.
Μηνὶ φεβρουαρίῳ βʹ, κοντάκιον εἰς τὴν ὑπαπαντὴν τοῦ Κυρίου, ἦχος αʹ, φέρον ἀκροστιχίδα· 〈τοῦτο Ῥωμανοῦ τὸ ἔπος〉 πρός· Τὸ φοβερόν σου. Προοίμιον I Χορὸς ἀγγελικὸς ἐκπληττέσθω τὸ θαῦμα, βροτοὶ δὲ ταῖς φωναῖς ἀνακράξωμεν ὕμνον, ὁρῶντες τὴν ἄφατον τοῦ Θεοῦ συγκατάβασιν· ὃν γὰρ τρέμουσι τῶν οὐρανῶν αἱ δυνάμεις, νῦν γηράλαιαι ἐναγκαλίζονται χεῖρες τὸν μόνον φιλάνθρωπον.
Προοίμιον II Ὁ σάρκα δι᾽ ἡμᾶς ἐκ παρθένου φορέσας καὶ βρέφος βασταχθεὶς ἐν ἀγκάλαις πρεσβύτου, τὸ κέρας ἀνύψωσον τῶν πιστῶν βασιλέων ἡμῶν· τούτους κράτυνον ἐν τῇ δυνάμει σου, Λόγε, τούτων εὔφρανον τὴν εὐσεβῆ βασιλείαν, ὁ μόνος φιλάνθρωπος.
Προοίμιον III Ὁ μήτραν παρθενικὴν ἁγιάσας τῷ τόκῳ σου καὶ χεῖρας τοῦ Συμεὼν εὐλογήσας, ὡς ἔπρεπε, προφθάσας καὶ νῦν ἔσωσας ἡμᾶς, Χριστὲ ὁ Θεός· ἀλλ᾽ εἰρήνευσον ἐν πολέμοις τὸ πολίτευμα καὶ κραταίωσον βασιλέας οὓς ἠγάπησας, ὁ μόνος φιλάνθρωπος.
Τῇ Θεοτόκῳ προσδράμωμεν οἱ βουλόμενοι κατιδεῖν τὸν υἱὸν αὐτῆς πρὸς Συμεὼν ἀπαγόμενον· ὅνπερ οὐρανόθεν οἱ ἀσώματοι βλέποντες ἐξεπλήττοντο λέγοντες· «Θαυμαστὰ θεωροῦμεν νυνὶ καὶ παράδοξα, ἀκατάληπτα, ἄφραστα· ὁ τὸν Ἀδὰμ γὰρ δημιουργήσας βαστάζεται ὡς βρέφος· ὁ ἀχώρητος χωρεῖται ἐν ἀγκάλαις τοῦ πρεσβύτου· ὁ ἐπὶ τῶν κόλπων τῶν ἀπεριγράπτων ὑπάρχων τοῦ πατρὸς αὐτοῦ ἑκὼν περιγράφεται σαρκί, οὐ θεότητι, ὁ μόνος φιλάνθρωπος.» Ὅτε δὲ ταῦτα ἐφθέγξαντο, ἀοράτως μὲν προσεκύνουν τὸν Κύριον, ἀνθρώπους δὲ ἐμακάριζον ὅτι ὁ ἐπ᾽ ὤμων Χερουβὶμ ἐποχούμενος σὺν αὐτοῖς πολιτεύεται· ὅτι τοῖς γηγενέσιν ἐφάνη εὐπρόσιτος ὁ ἀγγέλοις ἀπρόσιτος· ὅτι ὁ φέρων καὶ περιέπων τὰ σύμπαντα ὡς κτίστης, ὁ τὰ βρέφη διαπλάττων ἐν κοιλίαις τῶν μητέρων γέγονεν ἀτρέπτως βρέφος ἐκ παρθένου, καὶ ἔμεινεν ἀχώριστος πατρὸς καὶ τοῦ πνεύματος ὁ τούτων συνάναρχος, ὁ μόνος φιλάνθρωπος.
Ὕμνουν ἐν τούτοις οἱ ἄγγελοι τὸν φιλάνθρωπον, Μαριὰμ δὲ ἐβάδιζεν ἀγκάλαις τοῦτον βαστάζουσα, καὶ διενοεῖτο πῶς καὶ μήτηρ ἐγένετο καὶ παρθένος διέμεινεν. Ὑπὲρ φύσιν γινώσκουσα εἶναι τὴν γέννησιν, ἐφοβεῖτο καὶ ἔφριττε· καθ᾽ ἑαυτὴν δὲ λογιζομένη, ἐφθέγγετο τοιαῦτα· «Ποίαν εὕρω, ὑϊέ μου, ἐπὶ σοὶ προσηγορίαν;
Ἐὰν γάρ, ὡς βλέπω, ἄνθρωπόν σε εἴπω, ὑπάρχεις ὑπὲρ ἄνθρωπον, ὁ τὴν παρθενίαν μου φυλάξας ἀκήρατον, ὁ μόνος φιλάνθρωπος. Τέλειον ἄνθρωπον εἴπω σε; Ἀλλ᾽ ἐπίσταμαι θεϊκήν σου τὴν σύλληψιν· οὐδεὶς ἀνθρώπων γὰρ πώποτε δίχα συνουσίας καὶ σπορᾶς συλλαμβάνεται ὥσπερ σύ, ἀναμάρτητε· κἂν Θεόν σε καλέσω, θαυμάζω ὁρῶσά σε κατὰ πάντα μοι ὅμοιον, οὐδὲ γὰρ ἔχεις παρηλλαγμένον οὐδὲν τῶν ἐν ἀνθρώποις, εἰ καὶ δίχα ἁμαρτίας συνελήφθης καὶ ἐτέχθης.
Γαλακτοτροφήσω ἢ δοξολογήσω; Θεὸν γάρ σε τὰ πράγματα κηρύττουσιν ἄχρονον, κἂν γέγονας ἄνθρωπος, ὁ μόνος φιλάνθρωπος.» Οὕτως εἰσήχθη ὁ Κύριος βασταζόμενος σὺν τοῖς ὁλοκαυτώμασιν ἐν τῷ ναῷ, καθὼς γέγραπται, ὅνπερ ἐξ ἀγκάλων τῆς μητρὸς ὑπεδέξατο Συμεὼν ὁ μακάριος· ἡ χαρὰ καὶ ὁ φόβος συνεῖχε τὸν δίκαιον· τῆς ψυχῆς γὰρ τοῖς ὄμμασι τῶν ἀρχαγγέλων καὶ τῶν ἀγγέλων τὰ τάγματα ἑώρα μετὰ φόβου παρεστῶτα καὶ Χριστὸν δοξολογοῦντα.
Καὶ καθικετεύων ἐν τῇ διανοίᾳ ἐβόα· «Σύ με φύλαξον, καὶ μὴ καταφλέξῃ με τὸ πῦρ τῆς θεότητος, ὁ μόνος φιλάνθρωπος. Ῥώννυμαι νῦν ὁ ταλαίπωρος, ὅτι εἶδόν σου τὸ σωτήριον, Κύριε. Σὺ χαρακτὴρ ὁ παντέλειος τῆς ἀκαταλήπτου πατρικῆς ὑποστάσεως, ὁ φωστὴρ ὁ ἀπρόσιτος, ἡ σφραγὶς τῆς θεότητος ἡ ἀπαράλλακτος, τὸ τῆς δόξης ἀπαύγασμα τὸ καταλάμπον τὰς τῶν ἀνθρώπων ψυχὰς ἐν ἀληθείᾳ, ὁ ὑπάρχων πρὸ αἰώνων καὶ τὰ σύμπαντα ποιήσας· φῶς γὰρ τηλαυγὲς εἶ, φῶς τὸ τοῦ πατρός σου, ἀσύγχυτον, ἀορίστον καὶ ἀπερινόητον, κἂν γέγονας ἄνθρωπος, ὁ μόνος φιλάνθρωπος.
Ὦ ἀγαθὲ καὶ φιλάνθρωπε, τὰς τοῦ Ἄβελ σὺ προσφορὰς προσεδέξω πρὶν καὶ τὰς τῶν ἄλλων δικαίων σου· τίνι τὴν θυσίαν καὶ τὰ ὁλοκαυτώματα προσκομίζεις, πανάγιε; Ὅτι μείζονα ἄλλον οὐκ ἔχεις ἐπίσταμαι, ἀσυλλόγιστε Κύριε· ὁ γὰρ πατήρ σου τὸ κατ᾽ οὐσίαν οὐδέν σου ὑπερέχει· ὁμοούσιος γὰρ τούτου καὶ συνάναρχος ὑπάρχεις· ἀλλὰ ἵνα δείξῃς ὡς ἐν ἀληθείᾳ ὑπάρχεις ὅπερ γέγονας, ὡς φύλαξ τοῦ νόμου σου θυσίαν προσήνεγκας, ὁ μόνος φιλάνθρωπος.
Μέγας ὑπάρχεις καὶ ἔνδοξος, ὃν ἐγέννησεν ἀπορρήτως ὁ ὕψιστος, υἱὲ Μαρίας πανάγιε. Ἕνα γάρ σε λέγω ὁρατὸν καὶ ἀόρατον, χωρητὸν καὶ ἀχώρητον· κατὰ φύσιν Θεοῦ ὑϊὸν προαιώνιον καὶ νοῶ καὶ πιστεύω σε· ὁμολογῶ δὲ καὶ ὑπὲρ φύσιν υἱόν σε τῆς παρθένου.
Διὰ τοῦτο καὶ τολμήσας ὥσπερ λύχνον σε κατέχω· πᾶς γὰρ ὁ βαστάζων λύχνον ἐν ἀνθρώποις φωτίζεται, οὐ φλέγεται· διό με καταύγασον, ὁ λύχνος ὁ ἄσβεστος, ὁ μόνος φιλάνθρωπος.» Ἀκούουσα ταῦτα παρίστατο καὶ ἐξίστατο ἡ παρθένος ἡ ἄσπιλος, πρὸς ἣν ὁ γέρων ἐφθέγξατο· «Πάντες οἱ προφῆται τὸν υἱόν σου ἐκήρυξαν ὃν ἀσπόρως ἐγέννησας· περὶ σοῦ δὲ προφήτης πρὸς τούτοις ἐκέκραγε καὶ τὸ θαῦμα κατήγγειλεν ὅτι ἡ πύλη ἡ κεκλεισμένη ὑπάρχεις, Θεοτόκε· διὰ σοῦ γὰρ καὶ εἰσῆλθε καὶ ἐξῆλθεν ὁ δεσπότης, καὶ οὐκ ἠνεῴχθη οὐδὲ ἐκινήθη ἡ πύλη τῆς ἁγνείας σου ἣν μόνος διώδευσε καὶ σώαν ἐφύλαξεν ὁ μόνος φιλάνθρωπος.
Νῦν γνωριῶ σοι καὶ ἅπαντα προφητεύσω σοι, παναγία, ἀμώμητε· εἰς πτῶσιν γὰρ καὶ ἀνάστασιν κεῖται ὁ υἱός σου, ἡ ζωὴ καὶ ἡ λύτρωσις καὶ ἡ πάντων ἀνάστασις· οὐχ ἵν᾽ ἄλλοι μὲν πίπτουσιν, ἄλλοι δ᾽ ἀνίστανται ἐπεφάνη ὁ Κύριος· οὐδὲ γὰρ χαίρει ὁ πανοικτίρμων τῇ πτώσει τῶν ἀνθρώπων, οὐ προφάσει τε ἐπέστη τοῦ πεσεῖν τοὺς ἱσταμένους, ἀλλὰ τοὺς πεσόντας μᾶλλον ἀναστῆσαι σπουδάζων παρεγένετο, θανάτου λυτρούμενος τὸ πλάσμα τὸ ἴδιον ὁ μόνος φιλάνθρωπος.
Οὗτος ὁ τρόπος τῆς πτώσεως καὶ ἐγέρσεως τοῖς δικαίοις καθέστηκεν ἐν ἐπιλάμψει τῆς χάριτος· τῇ μὲν ἁμαρτίᾳ οἱ ἱστάμενοι πίπτουσι καὶ νεκροὶ ἀποδείκνυνται· τῇ δὲ δικαιοσύνῃ καὶ πίστει ἀνίστανται καὶ συζῶσι τῇ χάριτι· καὶ καθαιρεῖται καὶ καταπίπτει τοῦ σώματος τὰ πάθη· ἡ ψυχὴ δὲ διαλάμπει ἀρεταῖς ταῖς πρὸς τὸ θεῖον.
Ὅταν γὰρ τελείως πέσῃ ἡ πορνεία, ἡ σωφροσύνη ἵσταται· τὸ χεῖρον οὖν ἔσβεσε, τὸ κρεῖττον δ᾽ ἀνέστησεν ὁ μόνος φιλάνθρωπος. Ὑπὸ Χριστοῦ ἐνεργούμενος, προμηνύω σοι ὡς ἐντεῦθεν γενήσεται σημεῖον ἀντιλεγόμενον· ἔσται δὲ σημεῖον ὁ σταυρὸς ὅνπερ στήσουσι τῷ Χριστῷ οἱ παράνομοι· τὸν σταυρούμενον ἄλλοι Θεὸν μὲν κηρύξουσιν, ἄλλοι δὲ πάλιν ἄνθρωπον, καὶ ἀσεβείας καὶ εὐσεβείας τὰ δόγματα κινοῦνται· καὶ οὐράνιόν τινες μὲν ὑποπτεύσουσι τὸ σῶμα, ἄλλοι φαντασίαν· ἕτεροι δὲ πάλιν ἐκ σοῦ τὴν σάρκα ἄψυχον καὶ ἕτεροι ἔμψυχον φασὶν ὡς ἀνέλαβεν ὁ μόνος φιλάνθρωπος.
Τοσοῦτον δὲ τὸ μυστήριον ἀντιλέγεται ὅτι ἐν διανοίᾳ σου γενήσεται ἀμφισβήτησις. Καὶ γὰρ ὅταν ἴδῃς τῷ σταυρῷ προσηλούμενον τὸν υἱόν σου, ἀμώμητε, μεμνημένη τῶν λόγων ὧν εἶπεν ὁ ἄγγελος καὶ τῆς θείας συλλήψεως καὶ τῶν θαυμάτων τῶν ἀπορρήτων, ἀμφιβαλεῖς εὐθέως· ὡς ῥομφαία δέ σοι ἔσται ἡ διάκρισις τοῦ πάθους· ἀλλὰ μετὰ ταῦτα ἴασιν ταχεῖαν ἐκπέμψει τῇ καρδίᾳ σου καὶ τοῖς μαθηταῖς αὐτοῦ εἰρήνην ἀήττητον ὁ μόνος φιλάνθρωπος.» Ὅτε δὲ ταῦτα ἐφθέγξατο πρὸς τὴν ἄμεμπτον, ὁ πρεσβύτης ὁ δίκαιος πρὸς τὸ παιδίον ἐβόησε· «Νῦν με ἀπολύεις ἐν εἰρήνῃ τὸν δοῦλόν σου, ὅτι εἶδόν σε, Κύριε· πρὸς ζωήν με ἀπόλυσον τὴν ἀτελεύτητον, ἡ ζωὴ ἡ ἀνείκαστος, ἐπειδὴ τοῦτό μοι ἐπηγγείλω πρὶν ἔλθῃς ἐν τῷ κόσμῳ· τοῦ οὖν λόγου σου τὸν ὅρον διατήρησόν μοι, Λόγε· πρὸς τὸν Ἀβραάμ με καὶ τοὺς πατριάρχας ἀπόστειλον, πανάγιε, καὶ τῶν ἐπικήρων με ταχέως ἀπόλυσον, ὁ μόνος φιλάνθρωπος.
Ἔστι γάρ, ἔστι πολύστονα καὶ ἐπίμοχθα τὰ παρόντα ὡς πρόσκαιρα καὶ τέλος πάντως δεχόμενα· ὅθεν διὰ τοῦτο τοὺς δικαίους σου ἅπαντας τῶν ἐντεῦθεν μετέστησας· τὸν Ἐνὼχ καὶ Ἠλίαν θανάτου μὴ γεύσασθαι προμηθούμενος, Κύριε, ἐκ τῶν ἐνταῦθα μετατεθῆναι εὐδόκησας ἀρρήτως, ἵνα ὦσιν ἐν χωρίοις φωτεινοῖς καὶ ἀστενάκτοις.
Νῦν οὖν τῶν προσκαίρων χώρισόν με, κτίστα, καὶ τὴν ψυχήν μου πρόσδεξαι, καὶ συγκαταρίθμησον κἀμὲ τοῖς ἁγίοις σου, ὁ μόνος φιλάνθρωπος. Πάντων ζωὴ καὶ ἀνάστασις παραγέγονας διὰ σὴν ἀγαθότητα· τῆς οὖν ζωῆς με ἀπόλυσον ταύτης, ὁ Θεός μου, τῇ ζωῇ δὲ παράπεμψον τῇ ἀφθάρτῳ ὡς ἄφθαρτος· αἰσθητῷ μὲν θανάτῳ παράδος τὸ σῶμά μου ὥσπερ πάντων τῶν φίλων σου, τὴν νοητὴν δὲ καὶ αἰωνίαν ζωήν μοι δός, οἰκτίρμων· ὡς ἐν σώματί σε εἶδον καὶ βαστάσαι ἠξιώθην, ἴδω σου τὴν δόξαν τὴν σὺν τῷ πατρί σου καὶ τῷ ἁγίῳ πνεύματι· κἀκεῖ γὰρ μεμένηκας καὶ ὧδε ἐλήλυθας, ὁ μόνος φιλάνθρωπος.» Ὁ βασιλεὺς τῶν δυνάμεων προσεδέξατο τοῦ δικαίου τὴν δέησιν καὶ ἀοράτως ἐφθέγξατο· «Νῦν σε ἀπολύω τῶν προσκαίρων, ὦ φίλε μου, πρὸς χωρία αἰώνια· τῷ Μωσῇ καὶ τοῖς ἄλλοις προφήταις ἐκπέμπω σε· τούτοις πᾶσιν ἐξάγγειλον ὅτι ὃν εἶπον ἐν προφητείαις, ἰδοὺ παρεγενόμην καὶ ἐτέχθην ἐκ παρθένου, ὡς προήγγειλαν ἐκεῖνοι· ὤφθην τοῖς ἐν κόσμῳ καὶ συνανεστράφην ἀνθρώποις, ὡς ἐκήρυξαν· ταχέως δὲ φθάνω σε λυτρούμενος ἅπαντας, ὁ μόνος φιλάνθρωπος.»
Σὲ δυσωποῦμεν, πανάγιε, ἀνεξίκακε, ἡ ζωὴ καὶ ἀνάκλησις, πηγὴ ἡ τῆς ἀγαθότητος, βλέψον οὐρανόθεν καὶ ἐπίσκεψαι ἅπαντας τοὺς ἀεὶ πεποιθότας σοι· ἐξ ὀργῆς καὶ ἀνάγκης καὶ θλίψεως λύτρωσαι τὴν ζωὴν ἡμῶν, Κύριε, καὶ ἐν τῇ πίστει τῆς ἀληθείας ὁδήγησον τοὺς πάντας ταῖς πρεσβείαις τῆς ἁγίας Θεοτόκου καὶ παρθένου.
Σῶσόν 〈σου〉 τὸν κόσμον, σῶσόν σου τὴν ποίμνην, καὶ πάντας περιποίησαι, ὁ δι᾽ ἡμᾶς ἄνθρωπος ἀτρέπτως γενόμενος, ὁ μόνος φιλάνθρωπος.
Μηνὶ τῷ αὐτῷ κθʹ, κοντάκιον τῶν ἁγίων νηπίων, φέρον ἀκροστιχίδα τήνδε· 〈τοῦ ταπεινοῦ Ῥωμανοῦ〉 ἦχος πλ. βʹ, πρός· Τὴν ὑπὲρ ἡμῶν. Προοίμιον Ἐν τῇ Βηθλεὲμ τεχθέντος τοῦ βασιλέως, μάγοι ἐκ Περσῶν σὺν δώροις ἐπιδημοῦσι δι᾽ ἀστέρος ἐξ ὕψους ὁδηγούμενοι· ἀλλ᾽ Ἡρώδης ταράσσεται καὶ θερίζει τὰ νήπια ὥσπερ σῖτον, ὀδυρόμενος ὅτι τὸ κράτος αὐτοῦ καθαιρεῖται ταχύ.
Τῶν ἄνω καὶ τῶν κάτω εὐφραινομένων, τί ἐστιν ἐν Ῥαμᾷ, ὅτι ἠκούσθη θρῆνος ἐκεῖ ἄμετρος; Ἰακὼβ ἐπαγάλλεται καὶ Ῥαχὴλ τί ὀδύρεται; <Ἰω>σὴφ ἀνεγνωρίσθη, καὶ Ῥαχὴλ τί στενάζει; Βενιαμὶν ὑψώθη, τί κλαίει Ῥαχήλ;
Δεῦτε οὖν ἴδωμεν τὸν ὀδυρμὸν καὶ τὸ πένθος· οὐ γὰρ τὰ πρῶτα θρηνεῖ παιδία, οὐ τὰ πραθέντα καὶ εὑρεθέντα ἀλλ᾽ ἅπερ νῦν κατέσφαξεν Ἡρώδης ὁ ὠμότατος· τὸν χρόνον γὰρ ἠκρίβωσεν ἀστέρος τοῦ ἐκλάμψαντος, καὶ πέμψας εἰς Βηθλεὲμ ἀτεκνοῖ τὴν Ῥαχὴλ <διὰ> τὸ βρέφος Μαριάμ· ἀλλ᾽ ἐκείνη ἐν χαρᾷ εὗρε πάλιν αὐτά, ὁ Ἡρώδης δὲ θρηνεῖ ὅτι τὸ κράτος αὐτοῦ καθαιρεῖται ταχύ.
Ὁ φόβος ὃν ἀεὶ ἐπευλαβεῖτο νῦν ἐπῆλθεν αὐτῷ μὴ βουλομένῳ, καὶ ἅπερ οὐκ ἤλπιζε μελετήσας ἐξέμαθε τὸν προφήτην τὸν λέγοντα· φησὶ γὰρ Ἠσαΐας· «Παιδίον ἐγεννήθη ἡμῖν, καὶ οὕτως υἱὸς ἐδόθη ἡμῖν· πάντων πατήρ ἐστι καὶ τῶν αἰώνων δεσπότης· ἐπὶ τῶν ὤμων τὴν ἀρχὴν ἔχει, τὸ ὄνομα δὲ αὐτοῦ καλεῖται μεγάλης βουλῆς ἄγγελος.» Θεὸς ἰσχυρὸς πέφυκεν ἐν θρόνῳ καὶ ἐν φάτνῃ τε καὶ πανταχοῦ ἀχώρητος.
Καλῶς οὖν δέδοικεν αὐτὸν ὁ Ἡρώδης φοβηθείς, καὶ ἠκρίβωσεν μαθεῖν ποῦ ἐτέχθη ὁ φανεὶς βασιλεὺς τοῦ παντός, καὶ ἔμαθεν ἀψευδῶς ὅτι τὸ κράτος αὐτοῦ καθαιρεῖται ταχύ. Ὑπνώσας ἐν εἰρήνῃ ἄφνω ἠγέρθη, καὶ ἦν τεταραγμένος ὑπὸ δειλίας· φόβῳ γὰρ συνείχετο ὁ Ἡρώδης, καὶ ἔτρεμεν τοῦ τεχθέντος τὸ ὄνομα.
Μαθὼν γὰρ ἐκ τῶν μάγων τὴν δύναμιν τοῦ βρέφους, τῷ γέλωτι συμμείξας πένθος ἐκβοᾷ· «Ὢ τῶν ἀδοκήτων κακῶν, ὅτι βρέφος πτοοῦμαι. Ὢ τῶν ἀθλίων λογισμῶν, ὅτι παιδίον τρέμω ὅπερ οὐκ εἶδον.
Πόντου καὶ γῆς ἐδέσποσα, καὶ νήπιον ταράττει με· τί οὖν τελέσω σήμερον; τί πράξω εἰς τὴν αὔριον; Ἐξαίφνης πᾶσαν τὴν γῆν κατεφώτισεν ἀστήρ, καὶ ἐκήρυξεν αὐτὸν βασιλέα ἰσχυρὸν καθαιροῦντα τὴν ἐμὴν βασιλείαν, καὶ θρηνῶ ὅτι τὸ κράτος μου καθ〈αιρεῖται ταχύ.»〉 Τούτους τοὺς λόγους ἀπορῶν ἀπεφθέγγετο, καὶ κινῶν τοὺς λογισμοὺς ἐνεθυμεῖτο πῶς καθαιρεθήσεται διὰ τάχους τὸ νήπιον ὅπερ μάγοι ἐκήρυξαν· καὶ τὸν στρατὸν καλέσας, παρέχει παρρησίαν βοήσας πᾶσιν οὕτως τραχείᾳ φωνῇ· «Πορεύεσθε ταχὺ ἐπὶ τὰς πόλεις καὶ χώρας καθωπλισμένοι, γεγαυρωμένοι καὶ ἀσπλαγχνίαν ἐνδεδυμένοι, καὶ πάντα ἀποκτείνατε τῆς Βηθλεὲμ τὰ ἔκγονα· οὐκ ἔχει οὖν δυσκολίαν, οὐ δειλίαν ὁ πόλεμος· πρὸς βρέφη πέμπω ὑμᾶς διετῆ καὶ τρυφερά· ὁ κωλύων οὐδεὶς πρόσταγμα βασιλικόν· πάντες τρέμουσι λαοὶ καὶ οὐ λέγουσί ποτε ὅτι τὸ κράτος αὐτοῦ καθαιρεῖται ταχύ.» Ἀκούσας ὁ στρατὸς τὰ εἰρημένα, ἀπεκρίθη παρευθὺς πρὸς τὸν Ἡρώδην· «Ταῦτα ἃ προσέταξας ἐκτελέσαι δεδοίκαμεν, μήπως γέλως γενώμεθα.
Ποῖος γὰρ τῶν ἀφρόνων ἀνθρώπων οὐ γελάσει ὅτι κατὰ νηπίων στρατευόμεθα; Εἰ Βηθλεέμ ἐστι 〈γῆ〉 τοῦ τεχθέντος παιδίου, κέλευσον ἡμᾶς, καὶ ὅλην τάχος διερευνῶμεν, βάρεις καὶ οἴκους. Οὐδείς σοι λέγει, δέσποτα· Μὴ φρόντιζε τοῦ πράγματος· οὐδείς σοι καταμέμφεται· ἐρευνῶν ἅπερ ἔμαθες, κατάδραμε, κατάδραμε τὸν ἐλθόντα ἐπὶ γῆς ἀπὸ τοῦ οὐρανοῦ.
Ἔθος ἦν τῇ Βηθλεὲμ προφέρειν βασιλεῖς· μὴ οὖν προσκρούσης αὐτῇ ὅτι τὸ κράτος σου καθαιρεῖται ταχύ. Πρὸ χρόνου τὸν Δαυὶδ ἄνακτα μέγαν ἤνεγκεν ἡ Βηθλεέμ, ὃν γεννηθέντα φόβῳ ἐδειλίασε Γολιὰθ ὁ ἀλλόφυλος, ὡς ἡμεῖς τὸν τεχθέντα νῦν.
Εἰ οὖν δοκεῖ σοι, ἄναξ, ἐρευνηθήτω πᾶσα ἡ Βηθλεὲμ καὶ τόποι ὁρίων αὐτῆς, ὅτι ἐν τοῖς 〈ἐκεῖ〉 φονευομένοις νηπίοις τὸ γεννηθέντα εὕρωμεν βρέφος καὶ ἀνέλωμεν αὐτὸ σὺν τούτοις. Ὁ τόκος ἐδηλώθη σοι καὶ ὁ τόπος ἐγνώσθη σοι· οἱ μάγοι σε ἐχλεύασαν καὶ προφῆται ἐπτόησαν.
Νεῦσον οὖν τοῖς σοῖς παισὶ καὶ τὸν θέλοντα τὴν σὴν βασιλείαν ἀφελεῖν, ἀφελώμεθα αὐτοῦ τὴν ζωὴν ἀπὸ γῆς, καὶ μὴ ἔσῃ δειλιῶν ὅτι τὸ κράτος σου καθαιρεῖται ταχύ.» Εὐθὺς ἐνωτισθεὶς τὰ εἰρημένα παρὰ τῶν στρατιωτῶν, ὁ παιδοκτόνος 〈ὥσπερ〉 πῦρ ἐγένετο καὶ βολίδας ἐξέπεμπεν τῆς ὀργῆς τὰ ὁρμήματα, οὐ φλέγων ἐν ἀκάνθαις, ἀλλὰ φονεύων βρέφη καὶ καταμολύνων αἵμασι τὴν γῆν· ἐσείσθη γὰρ τὸν νοῦν καὶ ἐσκοτίσθη τὰς φρένας, οὐκ ἀπὸ μέθης, ἀλλ᾽ ἀπὸ φθόνου· βότρυς πικρίας αὐτὸς ὑπάρχων, τοὺς νέους κλάδους ἔτεμεν ὑπὲρ ἑνὸς ὁ ἄδικος, καὶ τούτους μὲν ἀπέκοψεν, ἐκεῖνον δὲ οὐκ ἔφθασεν· καὶ διὰ τοῦτο θυμοῦ ἐνεπλήσθη χαλεποῦ, ὅτι ἤκουσεν φωνῆς καθαιρούσης τὴν αὐτοῦ βασιλείαν ἀψευδῶς, καὶ διέμενε θρηνῶν ὅτι τὸ κράτος αὐτοῦ καθαιρεῖται ταχύ.
Ἰχνεύσας ἡ ἀλώπηξ τὸν μέγαν σκύμνον, διεγείρει κατ᾽ αὐτοῦ τοὺς κακοὺς κύνας ἔσωθεν καὶ ἔξωθεν Βηθλεὲμ περιτρέχοντας καὶ ζητοῦντας τὸ θήραμα· τοὺς ἄρνας δὲ σπαράττει, οὐχὶ δὲ τὸν λέοντα· τῷ βλέμματι γὰρ τούτου οὐκ ἀντοφθαλμεῖ.
Τὸν ἀετὸν γῦπες ἐπὶ τὰ ὄρη ἐζήτουν· ἦν δὲ ἐκεῖνος ἐν ἀποκρύφῳ, σκέπων καὶ θάλπων ταῖς αὐτοῦ πτέρυξι τὴν νοσσιὰν ἣν ἔκτισε χειρὶ ἰδίᾳ πρότερον, κἂν ἄρτι τοῦτον τέτοκε παρθένος, μήτηρ ἄνανδρος· αὐτὸς γὰρ ταύτης πατὴρ καὶ τοῦ κόσμου ποιητὴς καὶ εἰρήνης φυτουργός· κἂν Ἡρώδης πολεμῇ κοπιῶν ἀνωφελῶς, θρηνήσει δὲ ἀψευδῶς ὅτι τὸ κράτος αὐ〈τοῦ καθαιρεῖται ταχύ.〉 Νεφέλης φωτεινῆς ἐφαπλουμένης κατὰ τῆς Ἰουδαίας καὶ σκιαζούσης, γνόφον σκοτεινότατον ὁ Ἡρώδης εἰσήνεγκε καὶ ἐσκότισεν ἅπαντας· τὴν ἱλαρὰν γὰρ φύσιν τῶν παίδων καὶ γελῶσαν δεικνύει παραχρῆμα κλαίουσαν πικρῶς, τὴν πρὸ μικροῦ 〈ἔτι〉 εὐφραινομένην τῷ τόκῳ τῆς παναχράντου ἁγνῆς Μαρίας, καὶ ἄρτι μᾶλλον ὀδυρομένην.
Ὡς ἄνθος γὰρ αὐθήμερον ἐπὶ τὴν γῆν κατέπιπτεν, καὶ πᾶς ὁρῶν ὠδύρετο καὶ τῇ Ῥαχὴλ ἐμήνυεν· «Δεῦρο κλαῦσον, Ῥαχήλ, καὶ συνθρήνησον ἡμῖν· μέλος ὀδυνηρὸν ἀντὶ ᾄσματος τερπνοῦ, ἀντὶ ὕμνου γλυκεροῦ προσκομίσωμεν κλαυθμόν, † ὅτι τὸ κράτ〈ος αὐτοῦ καθαιρεῖται ταχύ.〉» † Ὁ ἦχος τῶν θρηνούντων τοὺς νέους παῖδας ὡς βροντὴ ἐπὶ γῆς κτύπον ἐποίει· βουνοὶ γὰρ καὶ φάραγγες καὶ κοιλάδες τῶν ὀρῶν ἀντηχοῦντες ὠλόλυζον· τὴν οἰμωγὴν ἐκείνην ὥσπερ ἀφομοιοῦντες, συνέπασχον ἀλλήλοις συγκοπτόμενοι.
Ἦν δὲ ἰδεῖν τότε πλήρης αἱμάτων τὴν γαῖαν, τὴν ἔρημόν τε καὶ ἀοικήτους, ὅτι καὶ μέχρι τούτων ἐκτείνει τὸν θυμὸν ὁ παράνομος καὶ ὄντως ὑπερήφανος· τὰς μητέρας γὰρ ἤλαυνεν, καὶ φθάνων ταύτας ἥρπαζεν ἐκ τῶν ἰδίων ἀγκαλῶν ὡς στρουθία νεοσσοὺς μέλος ᾄδοντα γλυκύ, καὶ κατέσφαζεν αὐτά, μὴ νοῶν ὁ δυσμενὴς ὅτι καὶ ταῦτα ποιῶν τὸ κράτος αὐτοῦ καταλυθήσεται ταχύ.
Ὑπήντων ταῖς μητράσι γυμνῷ τῷ ξίφει βασταζούσαις τὰ βρέφη οἱ στρατιῶται· φόβῳ δὲ πτοούμεναι, ἃ ἐβάσταζον ἔρριπτον ἅπερ πόθῳ ἐθήλαζον· δειλὸν γὰρ φύσει ἐστὶν τὸ γένος τῶν θηλείων, εἰ καὶ προπετὲς πέλει καὶ θρασύτατον.
Ὅθεν αἱ μὲν αὐτῶν τοὺς φονευτὰς ἐλιπάρουν καὶ τοὺς αὐχένας αὐτοῖς παρεῖχον, προτελευτῆσαι ἐπιθυμοῦσαι τῶν τέκνων ἤπερ ὄψεσθαι αὐτὰ κατασφαζόμενα· καὶ μάρτυς τούτου ἄξιος ἥτις μήτηρ ἐγένετο· ὅθεν ἐβόων πικρῶς· «Ἀποκτείνετε αὐτά, ἀλλ᾽ ὁ κόλπος Ἀβραὰμ ὑποδέξεται αὐτὰ ὡς τὸν Ἄβελ τὸν πιστόν· ὁ Ἡρώδης δὲ θρηνεῖ ὅτι τὸ κράτος αὐτοῦ καθαιρεῖ〈ται ταχύ.〉» Ῥαινόντων τῶν ἀνόμων ἀθῷον αἷμα τῶν ἀκάκων νηπίων, ἔδει μνησθῆναι Ἄβελ τοῦ προσάξαντος τὴν θυσίαν τῷ Θεῷ καθαρὰν καὶ ἀμόλυντον, καὶ παραμυθηθῆναι· κἀκεῖνος γὰρ ἐκτάνθη.
Καὶ πάλιν Ζαχαρίαν ἐχρῆν κατιδεῖν, ὡς τῷ Θεῷ ἐκεῖ κατηγορίαν προσάξει κατὰ τῶν τοῦτον ἀποκτεινάντων· ἀεὶ γάρ εἰσιν οἱ Ἰουδαῖοι καὶ οἱ τούτων ἀνάσσοντες ὑβρισταὶ καὶ παράνομοι, φονευταὶ καὶ ἀσυνετοὶ καὶ νόμον παραβαίνοντες· τὸν Μωϋσῆν ἠθέτησαν, Ἠσαΐαν δὲ αὐτοὶ μέσον ἔπρισάν ποτε· καὶ τὰ βρέφη τῆς Ῥαχὴλ κατασφάττουσι νῦν· διὰ τοῦτο καὶ θρηνοῦν 〈ὅτι τὸ κράτος αὐτοῦ καθαιρεῖται ταχύ.〉 Ὢ κακία, ὢ μανία τοῦ βασιλέως.
Ὢ ἀνοίκτιστος τρόπος, ὅτι νηπίοις πόλεμον ἐξήγειρε, καὶ τὸ γένος τὸ ἴδιον οὐδὲ ὅλως ᾠκτείρησε. Τῶν τέκνων τῶν ἰδίων οὐχ ὑπεμνήσθη τότε, οὐδ᾽ ὅτι μία φύσις τοῖς πᾶσίν ἐστιν· οὐκ ᾤκτειρεν γονεῖς, ἀλλ᾽ ὀργισθεὶς ἐμεθύσθη καὶ ἑαυτόν τε πρῶτον ἠγνόει, καὶ τότε πάντας τοὺς ὁμοφύλους, ἐπιδραμὼν τοῖς ἅπασιν ὥσπερ θηρίον ἄγριον, ὅταν φεύγῃ τοὺς βάλλοντας παγίδας καὶ διώκοντας.
Πατέρες ἔκλαιον υἱοὺς καὶ μητέρες σὺν αὐτοῖς, καὶ οὐδὲν τὸν ἀναιδῆ ἔμελε περὶ αὐτῶν, ἀλλ᾽ ἢ μόνον αὐτὸς τοῦτ<ο ἐ>φρόντιζε θρηνῶν ὅτι τὸ κράτος αὐτοῦ καθαιρεῖ〈ται ταχύ.〉 Μαχαίραις ἀνηλεῶς ἀπεκτάνθησαν, ὡς ἐν σχήματι φόνου, ἄμεμπτα βρέφη.
Τὰ μὲν ἐκεντήθησαν ἀπρεπῶς καὶ ἀπέψυξαν, τὰ δὲ διεμερίσθησαν· ἄλλα κάρας ἐτμήθη, τοὺς μασθοὺς τῶν μητέρων καθέλκοντα καὶ γάλα ποτιζόμενα, ὡς ἐκ τούτου λοιπὸν ἐν τοῖς μασθοῖς κρεμασθῆναι τὰ τῶν νηπίων σεπτὰ κρανία, καὶ τὰς θηλὰς δὲ κατασχεθῆναι ἔνδον αὐτῶν τοῦ στόματος τοῖς ὀδοῦσι τοῖς τρυφεροῖς.
Διπλαῖ τότε γέγοναν ὀδύναι καὶ ἀφόρητοι ταῖς θηλαζούσαις γυναιξὶ <δια>σπωμέναις φυσικῶς ὑπὸ παίδων διετῶν, στερουμέναις δὲ αὐτῶν, ὡς φησὶν ὁ βασιλεύς· διὰ τοῦτο καὶ θρηνεῖ ὅτι τὸ κράτος αὐτοῦ καθαιρεῖται ταχύ.
Ἄωρον βότρυν ἐζήτει, δι᾽ ὃν ἐποίει οὐκ εὐκαίρως τρυγητὸν ὁ Ἡρώδης· χειμὼν γὰρ καθέστηκεν ὅτε τὸν ἀγεώργητον βότρυν Μαρία τέτοκεν, καὶ σταφυλὴν οὐχ εὗρε, τοὺς ὄμφακας τρυγᾷ δέ. Ὁ γὰρ καρπὸς τῆς μόνης παρθένου ἁγνῆς μετὰ τῆς ἀμπέλου μέλλει εἰς Αἴγυπτον φεύγειν καὶ φυτευθῆναι καὶ καρπὸν δοῦναι· φεύγει δὲ χώραν τῶν Ἰουδαίων χερσεύουσαν καὶ ἄμεστον 〈παντὸς〉 καλοῦ ὑπάρχουσαν· τὸν Νεῖλον δὲ κατέλαβε τὸν καρποδότην πέλοντα, οὐχ ὡς Μωσῆς ἐν ποταμῷ καὶ τῷ ἕλει προσριφεὶς καὶ ἐν θίβει φυλαχθείς, μᾶλλον δὲ ῥίψας ἐκεῖ ἅπαν εἴδωλον αὐτῶν, ὧν Ἡρώδης φίλος ὢν τὸ κράτος αὐτοῦ καθαιρεῖται ταχύ.
Νημάτων καὶ δικτύων τότε πλακέντων τῷ νεβρῷ τῆς παρθένου καὶ θεοτόκου, ἡ παγὶς συντέτριπτο καὶ ὁ νεβρὸς ἐρρύετο κατασχίζων τὰ δίκτυα· σὺν τῇ μητρὶ δὲ φεύγει ὡς ἄμωμον δορκάδιν εἰς Αἴγυπτον, ὡς ἔφη Μιχαίας ποτέ.
Ὁ πανταχοῦ παρὼν καὶ κρατῶν πάντων, ποῦ φεύγεις; Ποῦ δὲ ὑπάγεις; Πρὸς τίνα πάλιν τὴν κατοικίαν τὴν σὴν ποιήσεις; Ποῖος οἶκος χωρήσει σε; Ποῖος δὲ τόπος φέρει σε; Οὐκ ἔστι κτίσις πώποτε ἀφανὴς τῷ σῷ βλέμματι, ἀλλὰ τὰ πάντα σοι γυμνά, ὅτι πάντων ποιητὴς σὺ ὑπάρχεις, Χριστέ· τί οὖν φεύγεις, ἀγαθέ; Ὁ Ἡρώδης διὰ σὲ ἐποδύρεται θρηνῶν ὅτι τὸ κράτος αὐτοῦ καθαιρεῖται 〈ταχύ.〉 Ὁ φεύγων φεύγει πάντως ἵνα λανθάνῃ εἰς τὸ μὴ γνωρισθῆναι τοῖς ἐκζητοῦσι· ἀλλ᾽ ὁ μόνος εὔσπλαγχνος, Ἰησοῦς ὁ σωτὴρ ἡμῶν, τῷ μὲν σχήματι ἔφυγε, τοῖς ἔργοις δὲ τοῖς πᾶσι γνώριμος ἀνεδείχθη.
Ἡνίκα γὰρ εἰσῆλθεν εἰς τὴν Αἴγυπτον, ἐσείσθησαν εὐθὺς τὰ χειροποίητα 〈πάντα〉· ὁ ἐμβαλὼν γὰρ Ἡρώδῃ τρόμον καὶ τοῖς εἰδώλοις σεισμὸν εἰσάγει. Κόλποις μητρὸς ἐκρύπτετο καὶ ὡς Θεὸς εἰργάζετο· εἰς Αἴγυπτον ἐβάδιζε καὶ διηκόνει ἄγγελος ἐξ ὕψους τῇ φυγῇ αὐτοῦ· ἀπηλαύνετο ἑκὼν ὣσπερ βρέφος πενιχρόν, καὶ ὡς πλούσιος παντὶ ἐκηρύττετο, διὸ καὶ ὁ Ἡρώδης θρηνεῖ 〈ὅτι τὸ κράτος αὐτοῦ καθαιρεῖται ταχύ.〉 Ὑμεῖς οὖν, ἀδελφοί, δότε συγγνώμην τῇ ἐμῇ ῥαθυμίᾳ, καὶ ἀναστάντες δεῦτε προσκυνήσωμεν τῷ ἐλθόντι καὶ σώσαντι γένος ἅπαν ἀνθρώπινον, βοῶντες μετὰ πόνου καρδίας τῷ δεσπότῃ ἐκ τοῦ ἀνθρωποκτόνου ῥυσθῆναι ἡμᾶς καὶ τῶν ἁμαρτιῶν ἀπαλλαγῆναι συντόμως καὶ μετανοίας εὑρεῖν τὴν τρίβον, ἐγώ τε πρῶτον ὁ λέγων ταῦτα· πολλὰ γὰρ ἐπλημμέλησα ἐν γνώσει καὶ ἀγνοίᾳ μου, καὶ τὸν Θεὸν παρώξυνα τοῖς ἀκαθάρτοις ἔργοις μου· καὶ διὰ τοῦτο δυσωπῶ ὅπως στῆτε σὺν ἐμοί, καὶ βοήσωμεν θερμῶς· «Ταῖς πρεσβείαις, ὁ Θεὸς, τῆς ἀχράντου σου μητρός, καὶ τῶν ἁγίων βρεφῶν, μή με χωρίσῃς τῆς βασιλείας σου, Χριστέ.»
Ἔργον
Κείμενο
Ανοίγει το σχετικό χωρίο σε νέο παράθυρο.