Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Σωφρόνιος Ἱεροσολύμων – Λειτουργικὸν ὑπόμνημα (Νόθος)

Σωφρόνιος Ἱεροσολύμων

Η ιερά Πρόθεση και η έναρξη της Θείας Λειτουργίας

Η προετοιμασία των Τιμίων Δώρων, ο συμβολισμός της προσκομιδής και η εναρκτήρια ακολουθία της Θείας Λειτουργίας.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Σωφρόνιος Ἱεροσολύμων

—

Κεφάλαιο 3 από 6

Ἐπειδὴ γοῦν ταῦτα οὕτω προδιακέκριται, εἴπωμεν καὶ περὶ τοῦ σώματος τοῦ θυομένου παρὰ τῶν ἱερέων. Κύριος ἡμῶν Ἰησοῦς Χριστὸς καθ’ ἑκάστην καταθυόμενος περὶ τῆς τοῦ κόσμου ζωῆς καὶ σωτηρίας, ὡς ἐν Κρανίου τόπῳ σταυρωθεὶς, οὕτως καὶ ἐν τῇ ἁγίᾳ προθέσει παρὰ τοῦ ἱερέως· μετὰ λόγχης δὲ, ἵνα μὴ ἐπιλανθανόμεθα τῆς ἐν τῷ ἁγίῳ πάθει τοῦ σταυροῦ μετὰ λόγχης νυγείσης ἀχράντου πλευρᾶς, ὁπηνὶκα εὐθέως ἐξῆλθεν αἷμα καὶ ὕδωρ, εἰς ἀφθαρσίαν καὶ ἀνάπλασιν τοῦ παντὸς, ἅπερ προσφέρει ὁ ἱερεὺς θυσίαν ὑπὲρ τοῦ λαοῦ.

θʹ. Τὸ γοῦν προσαγόμενον πολλοῖς ὀνόμασιν ὀνομάζεται· καλεῖται γὰρ εὐλογία, προσφορὰ, ἀπαρχὴ, ἄρτος· εὐλογία μὲν ὡς τῆς ἀρᾶς τῶν πρωτοπλάστων ἀναίρεσις· προσφορὰ δὲ, ὡς ἐξ ὅλου τοῦ ἀνθρωπείου φυράματος, οἷα τῆς φιλοτιμίας τῷ Θεῷ καὶ Κτίστῃ εἰς τὰ τῶν ἁγίων Ἅγια προσηνέχθημεν· ἀπαρχὴ δὲ, ὡς πάντων τῷ Θεῷ προσενηνεγμένων τυγχάνουσα ἱερωτέρα καὶ ἀνωτέρα. Ἄρτος δὲ λέγεται, ὡς τὸν οὐράνιον ἄρτον παραδηλοῦν, τροφὴ ἡμῶν μεταλαμβανόντων γινόμενον.

Τὸ δὲ σφραγίζεσθαι τὴν προσφορὰν ὁ μέγας Βασίλειος παρέδωκεν· προσκομίζεται ἡ προσφορὰ διὰ τὸ κοινωνεῖν τὸν λαὸν ἕκαστον μερίδα· εἰ δὲ πληθύνει ὁ ὄχλος, χρὴ μελίζειν τὰς μερίδας, προκομίζοντες τὸν ἄρτον καὶ ἀποτιθέντες αὐτὸν ἐν τῷ δίσκῳ, ὡς ἐν νεφέλῃ, λέγομεν οὕτως· «Ὡς πρόβατον ἐπὶ σφαγὴν ἤχθη.» Ἡ πρόθεσις ἰσοδύναμος πέφυκε τοῖς τῶν ἁγίων Ἁγίοις, μᾶλλον δὲ καὶ πολὺ ταύτης μείζων· ἢ καὶ τοῦ σπηλαίου τῆς Βηθλεέμ· ἢ τὸ ἐστρωμένον ἀνώγεον, ἐν ᾧ συνδειπνήσας ὁ Κύριος τοῖς μαθηταῖς ἔφη· «Τοῦτο ποιεῖτε εἰς τὴν ἐμὴν ἀνάμνησιν·» λέγει δέ· «Εἰς τὸν αἰῶνα κατὰ τὴν τάξιν Μελχισεδέκ.» Ἀλλὰ τίς ἡ τάξις Μελχισεδὲκ, καὶ τί παρ’ αὐτοῦ προσφερόμενα; ἄρτος καὶ οἶνος οἷς τὸν Ἀβραὰμ ἐδεξιοῦτο· εἰ οὖν ἐξ ἑτέρας φυλῆς ὁ Μελχισεδὲκ, τύπος δὲ τοῦ Χριστοῦ καὶ λογίζεται καὶ πιστεύεται, ἐκβέβληται ἄρα ἡ Λευϊτικὴ ἱερωσύνη· ταύτης δὲ ἐκβαλλομένης, ἀνάγκη πᾶσά ἐστιν καὶ τοῦ παλαιοῦ νόμου καὶ λατρείας γενέσθαι μετάθεσιν.

ιʹ. Περὶ δὲ τῆς ἡμετέρας λατρείας φησίν· «Ἰδοὺ θυμίαμά μοι προσφέρεται ἐν πάσῃ τῇ γῇ·» ὥσπερ γὰρ ὁ ὑπερούσιος Θεὸς σάρκα ἐκ τῆς Παρθένου προσλαβόμενος ἐν μιᾷ ὑποστάσει τέλειος ἦν Θεὸς καὶ τέλειος ἄνθρωπος, ὅμοιος ἡμῶν κατὰ πάντα χωρὶς ἁμαρτίας, οὕτω καὶ τὸ καινὸν σῶμα ὡς ἔκ τινος κοιλίας καὶ αἱμάτων, καὶ σαρκὸς τοῦ παρθενικοῦ σώματος, τοῦ ὅλου ἄρτου, φημὶ, παρὰ τοῦ διακόνου ἢ καὶ τοῦ ἱερέως διατέμνεται σιδήρῳ τινὶ, ὃν λόγχην λέγουσιν, ὅπερ ἀνωτέρω εἵρηται· καὶ οὕτως ἰδιοϋποστατικῶς ἐκ μέσου ταύτης ἀφιεροῦνται· τοίνυν ἄρτος τῆς προθέσεως, εἵτ’ οὖν ὁ ἀποκαθαιρόμενος ἐμφαίνει, ὅτι ἀνέλαβε τὸ φύραμα ὅλης τῆς ἀνθρωπίνης φύσεως καὶ προσηνέχθη ὡς ἀπαρχὴ, καὶ ἐξαίρετον ὁλοκάρπωμα τῷ Θεῷ καὶ Πατρί· ὁ μέντοι διάκονος ἢ ὁ ἱερεὺς ἑτοιμάσας σὺν αὐτῷ καὶ τὸ μέλλον ἀποτελεῖσθαι Δεσποτικὸν αἷμα ἐν τῷ προσήκοντι πάθους καιρῷ διὰ τῆς τοῦ ζωοποιοῦ Πνεύματος ἐπιφοιτήσεως, ἀφίησι ταύτην ἐν τῇ προθέσει, τὴν εὐχὴν ἐπιλέγοντος τοῦ ἱερέως· οὗτος δὲ ὁ τὸ σῶμα διατέμνων ἀπὸ τῆς εὐλογίας τὸν ἄγγελον μιμεῖται τῇ Παρθένῳ τὸ, Χαῖρε, προσφθεγξάμενον· οὕτω τοιγαροῦν ἀφίεται τὸ θεῖον σῶμα ἐν τῇ προθέσει ὥσπερ ἐν Βηθλεὲμ, ἔνθα γεγέννηται ὁ Χριστός· ὁμοῦ δὲ καὶ ὡς ἐν τῇ Ναζαρὲτ, ἢ ὡς ἐν τῇ Καπερναοὺμ, καὶ ἁπλῶς εἰπεῖν τὸν τριακονταετῆ χρόνον τὸν πρὸ τοῦ βαπτίσματος καὶ τῆς διατριβῆς ἡ πρόθεσις ἀποπληροῖ.

ιαʹ. Δίδοται ὁ καιρὸς παρὰ τοῦ ἀρχιερέως τῷ πρώτῳ τῶν ἱερέων μέλλοντι ἄρχεσθαι τῆς θείας μυσταγωγίας· οὗτος δὲ ὁ καιρὸς σχηματίζει τὸν περὶ τοῦ προφήτου Ἡσαΐου ἀναφωνηθέντα καιρὸν τῆς Προδρόμου Ἰωάννου γεννήσεως, καὶ τοῦ Χριστοῦ πρὸς ἡμᾶς ἐπιδημίας· ἀμφοτέρων γὰρ τούτων τῆς γεννήσεως τὸν καιρὸν μετὰ τῶν ἄλλων θεηγόρων Ἡσαΐας ἀριδηλότατα προεφήτευσεν. Περὶ μὲν τὸν Ἰωάννην οὕτως εἶπεν· «Ἰδοὺ ἐγὼ ἀποστέλλω τὸν ἄγγελόν μου πρὸ προσώπου σου, ὃς κατασκευάσει τὴν ὁδόν σου ἔμπροσθέν σου·» καὶ τ’ ἄλλα ὅσα περὶ αὐτοῦ προηγόρευσε. Περὶ δὲ τοῦ Χριστοῦ· «Ἰδοὺ ἡ Παρθένος ἐν γαστρὶ ἔξει·» καὶ ὅσα περὶ τοῦ πάθους καὶ τῆς ταφῆς καὶ τῆς ἀναστάσεως προηγόρευσεν· ἐν τούτῳ γὰρ τῷ καιρῷ καὶ ἡ τοῦ ἀποκεκρυμμένου μυστηρίου πρὸ καταβολῆς κόσμου φανέρωσις, τὸ πέρας ἐνεδέξατο· ὁ δὲ ἱερεὺς ὁ τὴν ἔναρξιν τῆς θείας λειτουργίας ποιούμενος, εἰκόνα φέρει τοῦ Προδρόμου Ἰωάννου τοῦ Βαπτιστοῦ, προκαταρξαμένου τοῦ κηρύγματος καὶ λέγοντος· «Μετανοεῖτε· ἤγγικε γὰρ ἡ βασιλεία τῶν οὐρανῶν.»

Λέγει οὖν ὁ διάκονος· «Εὐλόγησον, δέσποτα,» αἰτούμενος ὑπὲρ τῆς θείας μυσταγωγίας πρὸς τὸν ἱερέα, τουτέστι πρὸς τὴν θεότητα· καὶ προσκαλούμενος ὁ ἱερεὺς τοῦ ἐπιφοιτῆσαι τὴν ἁγίαν Τριάδα τοῖς μυστηρίοις, λέγει· «Εὐλογημένη ἡ βασιλεία·» ὁ δὲ λαὸς ἀλλοιωθεὶς τὴν θείαν ἀλλοίωσιν, ὡς ἐπὶ τῆς μεταμορφώσεως οἱ ἀπόστολοι, μετὰ χαρᾶς καὶ φόβου ἀποκρίνεται· «Ἀμήν·» τουτέστι, ἀλήθεια.

Ἀρχομένης δὲ τῆς θείας ἱερουργίας παραλέγεται μετὰ τὴν πρώτην αἴτησιν τὰ προφητικὰ, ἅμα μὲν ὡς προανακηρυκτὰ τὰ ἀναφανέντα, ἅμα δὲ καὶ ὡς προηγησαμένης τῆς Παλαιᾶς Διαθήκης· εἷς νομοθέτης, οὗτος ὁ γεννηθεὶς ἐπ’ ἐσχάτων τῶν ἡμερῶν ἐχρημάτισεν.