Ἔργον
Σωφρόνιος Ἱεροσολύμων – Λειτουργικὸν ὑπόμνημα (Νόθος)
Η απόλυση των κατηχουμένων και η Μεγάλη Είσοδος
Οι ευχές υπέρ των κατηχουμένων, ο Χερουβικός ύμνος, το σκευοφυλάκιο και η συμβολική μεταφορά των Τιμίων Δώρων στο Θυσιαστήριο.
Πλατφόρμα ἀναγνώσεως, ἀναζητήσεως καὶ νοηματικῆς πλοηγήσεως πατερικῶν καὶ βιβλικῶν κειμένων
Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.
Χρήση του Αναγνωστηρίου
Γρήγορη εύρεση Αναζητήστε απευθείας συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής.
Αναλυτική επιλογή Επιλέξτε πηγή και κατόπιν συγγραφέα, έργο, κεφάλαιο ή βιβλικό χωρίο.
Εργαλεία μελέτης Κατά την ανάγνωση μπορείτε να χρησιμοποιήσετε μετάφραση, σελιδοδείκτες, σημειώσεις και τις προσωπικές ρυθμίσεις εμφάνισης.
Ἔργον
Η απόλυση των κατηχουμένων και η Μεγάλη Είσοδος
Οι ευχές υπέρ των κατηχουμένων, ο Χερουβικός ύμνος, το σκευοφυλάκιο και η συμβολική μεταφορά των Τιμίων Δώρων στο Θυσιαστήριο.
κʹ. Τὸ μετὰ τὴν ἀνάγνωσιν τοῦ Εὐαγγελίου σφραγίσαι τὸν λαὸν τὸν ἀρχιερέα, ὑποδεικνύει τὴν μέλλουσαν παρουσίαν ἔσεσθαι ἐν τῷ ϛφεʹ ἔτει, τῆς ψηφίδος τῶν δακτύλων ἐμφαινούσης ἑξάκις χίλια πέντε. Ἡ δὲ μετὰ τῶν θείων Εὐαγγελίων ἀνάγνωσις, εὐχαὶ καὶ αἰτήσεις ἄχρι τοῦ χερουβικοῦ ὕμνου, τὴν ἐπὶ τρισὶ χρόνοις διδασκαλίαν ὑπεμφαίνουσι τοῦ Χριστοῦ καὶ Θεοῦ ἡμῶν, καὶ τὴν πρὸς τὸ ἅγιον βάπτισμα εὐτρεπιζομένην κατήχησιν, ὅτε δὴ καὶ οἱ κατηχούμενοι ὡς ἀμύητοι καὶ μήποτε καταξιωθέντες τοῦ θείου βαπτίσματος καὶ τῶν τοῦ Χριστοῦ μυστηρίων ἐξέρχονται. Αἱ δὲ ἐν τῷ μεταξὺ τούτων γινόμεναι εὐχαὶ, ὑπὲρ αὐτῶν τε γίνονται τῶν κατηχουμένων, πιστῶν, καὶ αὐτοῦ τοῦ ἀρχιερέως· ἐννοοῦντες γὰρ οἱ θεσπέσιοι Πατέρες ὁποίαν εἶναι χρὴ τὴν ψυχὴν καὶ τὴν χεῖρα τοῦ μέλλοντος ἅπτεσθαι τοῦ παναχράντου σώματος Χριστοῦ τοῦ Θεοῦ ἡμῶν, καὶ ὡς καθαρωτέραν τῶν ἡλιακῶν ἀκτίνων δεῖ ταύτην τυγχάνειν, τὰς ὑπὲρ τῆς συγχωρήσεως τούτων εὐχὰς διὰ φιλανθρωπίαν Θεοῦ ἐσομένην ἐξέθεντο. Οἱ διάκονοι ἁπλοῦσι τὸ εἰλιτὸν, ὡς Ἰωσὴφ καὶ Νικόδημος μέλλοντες καὶ αὐτὸν ἐνταφιάζειν τὸν Κύριον.
Λέγεται δὲ τὸ, «Οἱ κατηχούμενοι, προέλθετε,» τρὶς, ἵνα ἐπὶ στόματος δύο ἢ τριῶν μαρτύρων σταθῇ πᾶν ῥῆμα. Κλίνων ἑαυτὸν ὁ ἱερεὺς ἐν τῇ εὐχῇ δείκνυσι τὴν δουλείαν. Εἶτα φωνεῖ ὁ διάκονος, «Σοφία,» τουτέστι, Θεέ· βοᾷ ὁ ἱερεὺς πρὸς τὸν Θεὸν, «Ὅπως ὑπὸ τοῦ κράτους σου·» εἶτα οἱ ψάλται ὡς μελισσῶν ἀγγέλων προτρέπουσι τὸν λαὸν εἰς τὸν χερουβικὸν ὕμνον. Ὁ δὲ χερουβικὸς ὕμνος παρακελεύεται πάντας ἐντεῦθεν καὶ μέχρι τοῦ τέλους τῆς ἱερουργίας προσεκτικώτερον ἔχειν τὸν νοῦν, πᾶσαν βιωτικὴν μέριμναν κάτω ἀφέντες, ὡς βασιλέα μέλλοντες μέγαν ὑποδέχεσθαι διὰ μεταλήψεως τοῦ ἁγίου σώματος αὐτοῦ. Ἐν δὲ τῷ λέγειν τοὺς ψάλτας τὸν αὐτὸν ὕμνον ἅμα τῷ λαῷ, σημαίνεται ὅτι καὶ οἱ ἄγγελοι συνψάλλουσιν ἐν τοῖς ὑψίστοις.
καʹ. Τὸ σκευοφυλάκιον ἐν ᾧ γίνεται ἡ προσκομιδὴ, ἐμφαίνει τὸν τοῦ Κρανίου τόπον καθὼς προετυπώθη τῷ Ἀβραὰμ ὅτε ἐστοίβαζε τὰ ξύλα, καὶ ἔθηκε τὸν υἱὸν, καὶ ἀνήνεγκε τὸν κριόν. Ἱερεὺς μόνος ἱστάμενος ἐν τῷ ναῷ τοῦ χερουβικοῦ ὕμνου ᾀδομένου, τύπον δεικνύει τοῦ Πατρὸς ἐκδεχομένου τὴν τοῦ Υἱοῦ προέλευσιν.
Τὰ ῥιπίδια εἰς τόπον τῶν Χερουβὶμ καὶ τῶν Σεραφὶμ προηγοῦνται, καὶ τὰ σκῆπτρα, καὶ αἱ ῥομφαῖαι ὡς σύμβολα βασιλέως. Ἀρχιδιάκονος βαστάζων τὸ ὠμοφόριον διέρχεται, ὡς ἄγγελοι, βαστάζων τὴν παλαιὰν χάριν ὀψικεύουσαν τὴν νέαν χάριν. Διάκονοι ὡς νεφέλαι μετὰ σώματος προέρχονται ὡς τῆς θεότητος ἐπαναπαυομένης ὡς ἐπὶ θρόνου ὑψηλοῦ τῶν Χερουβίμ. Τὰ ἅγια ἀπὸ τῆς προθέσεως ἕως τοῦ θυσιαστηρίου προέρχονται, εἰς τύπον τῆς τοῦ κόσμου διαγωγῆς τοῦ Χριστοῦ ἕως τῆς ταφῆς αὐτοῦ· καὶ ὅτι ὁ Θεὸς αὐτὸς καὶ ὡδήγησε τοὺς Μάγους ἰδεῖν τὴν ἐν σαρκὶ αὐτοῦ πρὸς ἡμᾶς σωτήριον ἐπιδημίαν· δηλοῖ δὲ καὶ τὴν ἀπὸ Βηθανίας πρὸς τὴν Ἱερουσαλὴμ τοῦ Κυρίου εἰσέλευσιν.. Λείπει.
Ἔργον
Κείμενο
Ανοίγει το σχετικό χωρίο σε νέο παράθυρο.