Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Σωφρόνιος Ἱεροσολύμων – Περὶ ἐξομολογήσεως τῶν ἁμαρτιῶν

Σωφρόνιος Ἱεροσολύμων

Προϋποθέσεις και πνευματική κατάσταση των εξομολόγων

Εισαγωγικές οδηγίες σχετικά με την αναγκαιότητα της διάκρισης και της προσωπικής καθαρότητας όσων αναδέχονται τις εξομολογήσεις των πιστών.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Σωφρόνιος Ἱεροσολύμων

—

Κεφάλαιο 1 από 4

ΠΕΡΙ ΕΞΑΓΓΕΛΙΩΝ ΕΚ ΤΟΥ ΑΓΙΟΥ ΣΩΦΡΟΝΙΟΥ ΙΕΡΟΣΟΛΥΜΩΝ Πολλοὶ τρόποι τῶν ἐξαγγελιῶν εἰσιν· ἄλλος γάρ ἐστιν ὁ ἑκουσίως ἐξαγγέλλων, καὶ ἄλλος ὁ ἀπὸ πειρασμοῦ ἢ ἀῤῥωστίας· καὶ τινὲς μὲν φεύγουσι τοὺς ἐστυμμένους καὶ τὴν Γραφὴν μεμυημένους, προστρέχουσι δὲ τοῖς ἰδιώταις· ἄλλως γὰρ ὠφελεῖται ὁ εἰς ἰατρὸν δόκιμον ἄῤῥωστος περιοδευόμενος, καὶ ἅλλως ὁ εἰς ἄπειρον τῆς ἰατρικῆς τέχνης· καὶ ἄλλος τρόπος πάλιν τῆς ἐξαγγελίας τῶν ἀρχόντων, καὶ ἄλλος τῶν στρατευομένων, καὶ ἄλλος τῶν πλουσίων, καὶ ἄλλος τῶν πτωχῶν καὶ πενήτων, καὶ ἄλλος τῶν γερόντων, καὶ ἄλλος τῶν νεωτέρων· καὶ ἄλλος ὁ τρόπος τοῦ ἐκκλησιαστικοῦ τάγματος, καὶ ἄλλος τῶν μοναζόντων, καὶ ἄλλος τῶν ἐν κοινοβίῳ, καὶ ἄλλος τῶν ἡσυχαζόντων, καὶ ἄλλος τῶν ἀναχωρητῶν· οὓς ὀφείλει ἀκριβῶς εἰδέναι ὁ τὰς ἀναδοχὰς δεχόμενος· ὥσπερ ὁ δόκιμος ἰατρὸς ἑκάστου πόνου καὶ ὀδύνης καὶ ἀλγήματος, τάς τε βοτάνας καὶ τὰ κενωτικὰ καὶ τὰ ξύρια καὶ τὰ οὐλωτικὰ γινώσκει καὶ ἐπίσταται, οὕτως καὶ οἱ τὰς ἐξαγγελίας δεχόμενοι ὀφείλουσιν εἰδέναι, τί ἐστι ψυχικὴ νόσος καὶ νοὸς ἀῤῥωστία καὶ καρδίας ταραχὴ καὶ πάθος σωματικὸν, καὶ τί ἐστι πορνεία νοὸς, καὶ μοιχεία ψυχῆς, καὶ αὖραι διανοίας, καὶ παραριπισμοὶ συνειδήσεως, τί ἐστιν ἁμαρτία, καὶ τί ἐστιν ἀδικία, τί ἐστι πλεονεξία, τί τὸ ψεῦδος, καὶ τί ἡ ἐπιορκία· καὶ ὥσπερ ὁ μετὰ αἱρετικῶν δογματίζων ἐὰν οὐ γινώσκει τί ἐστι ἡ οὐσία καὶ φύσις, τί ἐστιν ἡ ὑπόστασις καὶ πρόσωπον ἄτομον, τί ἐστιν ἡ διαφορὰ καὶ ποιότης καὶ ἰδίωμα, ἑαυτὸν μὲν βλάπτει, ἄλλους δὲ οὐκ ὠφελεῖ, οὕτως καὶ οἱ τὰς ἐξαγγελίας δεχόμενοι· ἑαυτῶν γὰρ τὰ ἴδια πάθη μὴ ἰατρεύσαντες, καὶ διὰ τῶν γραφικῶν βοτανῶν, καθαρσίων, καὶ ἀλειμμάτων, τὴν χολὴν τῆς ἁμαρτίας, καὶ τὸ φλέγμα τῆς ἀδικίας, καὶ τὴν δυσωδίαν τῆς πλεονεξίας ἐκ τῆς ψυχῆς καὶ τοῦ σώματος αὐτῶν μὴ καθαρίσαντες, καὶ τὴν ἰδίαν ἀσθένειαν μὴ θεραπεύσαντες, καὶ ἑαυτοὺς μὴ ἐλεήσαντες, πῶς δύνανται ἄλλους ἐλεῆσαι, βοηθῆσαι;

καὶ κενοδοξίας καὶ ἀνθρωπαρεσκίας τοὺς θείους κανόνας παραχαράττοντες μὴ ἐπιστάμενοι, ψυχικῶς ἐθανάτωσαν τοὺς ἐξαγγέλλοντας, ἄλλο ἀντ’ ἄλλου διδάξαντες, καὶ τοὺς ἁμαρτήσαντας, πεφορτισμένους τῷ θανάτῳ παρέπεμψαν· τὸ δὲ αἷμα τῶν ἐξαγγειλάντων, ἐν ἡμέρᾳ κρίσεως ἐκ τῶν τοιούτων διδασκάλων ἀπαιτήσει ὁ ἀδέκαστος Κριτής.