Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Σωφρόνιος Ἱεροσολύμων – Περὶ ἐξομολογήσεως τῶν ἁμαρτιῶν

Σωφρόνιος Ἱεροσολύμων

Μετοχή στη Θεία Κοινωνία και ιερατικές συνάξεις

Κανονικές διατάξεις σχετικά με τις προϋποθέσεις προσέλευσης στα μυστήρια, τα ζητήματα σωματικής καθαρότητας και την τέλεση ακολουθιών σε βεβηλωμένους ναούς.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Σωφρόνιος Ἱεροσολύμων

—

Κεφάλαιο 3 από 4

Εἴ τις κληρικὸς πορνεῦσαι, τοῦ μὲν βαθμοῦ τῆς ἱερωσύνης κατάγεται, τῆς θείας δὲ κοινωνίας οὐ κωλύεται, ἀλλὰ μετὰ τῶν λαϊκῶν κοινωνεῖ. Ὅτι οὐ χρὴ μεταδιδόναι τῶν θείων μυστηρίων τοῖς λαμβάνουσι τόκους, ἢ συνεσθίειν αὐτοῖς ἐπιμένουσι τῇ παρανομίᾳ. Εἰ ὀφείλει ὀνειρωθεὶς κοινωνῆσαι, ἢ οὔ;

Εἰ μὲν ἐπιθυμίᾳ γυναικὸς, οὐκ ὀφείλει· εἰ δὲ ὁ Σατανᾶς πειράζων αὐτὸν, κοινωνείτω τῶν θείων μυστηρίων, ἐπεὶ οὐ παύσεται ὁ πειράζων ἐπιτιθέμενος αὐτὸν κατ’ ἐκεῖνον τὸν καιρὸν ὅτε ὀφείλει κοινωνῆσαι. Εἰ μὴ δυνατὸν ἐν ἐκκλησίᾳ προϊέναι, κατ’ οἶκον συνάξεις, ὦ ἐπίσκοπε, ἵνα μὴ εἰσέρχηται εὐσεβὴς εἰς ἐκκλησίαν ἀσεβῶν· οὐχ ὁ τόπος γὰρ τὸν ἄνθρωπον ἁγιάζει, ἀλλ’ ὁ ἅνθρωπος τὸν τόπον· φευκτέον σοι ἔστω διὰ τὸ βεβηλῶσθαι ὑπ’ αὐτῶν· ὡς γὰρ ὅσιοι ἱερεῖς ἁγιάζουσιν, οὕτως οἱ ἐναγεῖς μιαίνουσιν· εἰ δὲ μήτε ἐν οἴκῳ ἅμα μήτε ἐν ἐκκλησίᾳ δυνατὸν συναθροισθῆναι, ἕκαστος ἑαυτῷ ψαλλέτω, ἀναγινωσκέτω, προσευχέσθω· ἢ ἅμα δύο ἢ τρεῖς· «Ὅπου γὰρ ἐὰν ὦσι, φησὶν ὁ Κύριος, δύο ἢ τρεῖς συνηγμένοι ἐν τῷ ἐμῷ ὀνόματι, ἐκεῖ εἰμι ἐν μέσῳ αὐτῶν.» Ἑὰν ἱερεὺς πίῃ οἶνον καὶ ξεράσῃ, ἡμέρας μʹ μὴ κοινωνείτω· ὁμοίως δὲ καὶ μοναχός. Εἴ τις ἐπίσκοπος ἢ πρεσβύτερος ἢ διάκονος πέσῃ εἰς ἁμαρτίαν γυναικὸς, καθαιρείσθω.