Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Σωφρόνιος Ἱεροσολύμων – Εἰς τὸν ἅγιον Ἰωάννην τὸν Πρόδρομον

Σωφρόνιος Ἱεροσολύμων

Προοίμιο και μεθοδολογική εισαγωγή στη διήγηση

Επίκληση προς τον Άγιο Ιωάννη τον Πρόδρομο και ρητορική επιλογή της αφήγησης των γεγονότων με ιστορική και χρονολογική σειρά, αρχής γενομένης από τη σύλληψή του.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Σωφρόνιος Ἱεροσολύμων

—

Κεφάλαιο 1 από 8

Ἐγκώμιον εἰς τὸν ἅγιον Ἰωάννην τὸν Πρόδρομον αʹ. Δίδου, ὦ φωνὴ τοῦ Λόγου, φωνήν δίδου ἡμῖν, ὦ λύχνε τοῦ φωτὸς, τὴν αὐγήν· δίδου ἡμῖν, ὦ τοῦ Λόγου Πρόδρομε, τοῦ λόγου τὸν δρόμον, ἵνα σε πρὸς ἀξίαν τοῖς σοῖς εὐφημήσαντες ἐντρυφήσωμεν σήμερον· ὑμνεῖν γάρ σε κατὰ χρέος πατρῷόν τε καὶ ἰδικῶν πάντων πλέον, ὦ Βαπτιστὰ, προθυμούμεθα.

Ἐπειδὴ δὲ πάντων πλέον ἐκ προγόνων σου ταῖς δωρεαῖς ἐνεβρύνθημεν, καὶ οἴκοθεν τοῦτο δρᾷν οὐ δυνάμενοι, πάλιν ἐπὶ σὲ τὸν φιλόδωρον τρέχομεν, καὶ σὲ γενέσθαι χορηγὸν ἡμῖν τῶν ἐπαίνων αἰτούμεθα. Ἵνα μή σε μόνον τοῖς ἐξ ἡμῶν λόγοις γεραίροντες, ὑβρισταί τινες εἶναι τῆς μικροπρεπείας τῶν λόγων καὶ ἀτιμίας δόξωμεν, ἢ ἐπαινέται τε καὶ εὐχάριστοι, παρὰ τοῖς οὐκ εἰδόσι τὴν ἡμῶν ἐν λόγοις εὐτέλειαν, ἀλλὰ τῷ μεγέθει ἢ ἀξίᾳ τοῦ τιμωμένου ἀπαιτοῦσιν εἶναι τὸν λόγον ἐφάμιλλον· καὶ μὴ διδοῦσι συγγνώμην τῇ προθέσει τοῦ λέγοντος, τοῦ πόθου τὴν φλόγα μὴ φερούσῃ, εἰ τὸ ὑπὲρ αὐτὴν ἐκ βίας ἐφάπτοιτο. Ὅτι μὲν γὰρ οἵ σε ταῖς εὐφημίαις στεφανοῦν ἐθελήσοιεν πόῤῥω που τῆς ἀξίας καὶ πάνυ μακρὸν ἀπολείπονται, οὐκέτι οὐδεὶς ὡς οὐχ ὅλῳ κηρύξειε τῷ στόματι, εἰ μὴ μέμηνε καὶ τοῦ κατὰ φύσιν ἐξέστη φρονήματος. Τί οὖν χρὴ διαπράττεσθαι τὸν οἷον ἐμὲ μυρίοις σου καθ’ ὥραν ἑκάστην δωρεαῖς, ὥσπερ τι δένδρον παρ’ ὕδασι τὴν φυτείαν λαχὸν, ἀρδευόμενον καὶ ἀλήκτως παραῤῥέουσαν ἔχοντα τῆς σῆς ἐνεργητικῆς χύσεως τὴν ἐπίδοσιν; Ἆρα σιγᾷν καὶ μηδὲν ὅλως βοᾷν χαριστήριον ὅτι κατ’ ἀξίαν μὴ δεδύνηται, ἢ βοᾷν ὡς οἷός τε εἴη καὶ δύνηται, καὶ ταύτῃ δεικνύναι τῆς ἐνούσης αὐτῷ γνώμης τὸ ἄσχετον; κἂν ἡ βοὴ ταύτης τὸ μέγεθος δι’ οἰκείαν φανεροῦν μὴ ἰσχύσῃ σμικρότητα.

Ὁ μὲν γὰρ καὶ ἀποδοχῆς ἄξιος κρίνεται, κἂν τὴν τῶν εὐγνωμονούντων μοῖραν λογίζηται· καθὰ κἀκεῖνος ὁ ἐν τῇ δεκάδι τῶν ὑπὸ τοῦ Σωτῆρος καθαρθέντων λεπρῶν ἀλλογενὴς καὶ ἀλλόφυλος· ὁ δὲ τῷ τῶν ἀχαρίστων στίφει συνάπτεται, τὸν εὐεργέτην οὐκ εὐφημῶν κατὰ δύναμιν, καθὰ καὶ οὗτοι εἰληφότες μὲν τῆς νόσου τὴν κάθαρσιν, οὐ δεδωκότες δὲ δόξαν Χριστῷ τῷ ταύτην αὐτοῖς δεδωκότι τὴν κάθαρσιν.

βʹ. Οὐκοῦν οὐ σιωπητέον, λεκτέον δέ σοι ποθητῶς τὸ ἐγκώμιον, εἰ καὶ κατόπιν τῆς σῆς μεγαλειότητος λέξοιμεν· ὡς ἂν μὴ τούτων τῶν ἐννέα τὸν μῶμον δρεψόμεθα ἀλλὰ τοῦ κριθέντος εὐγνώμονος τὴν ἐπαινετὴν ἑταιρίαν ἁρπάσωμεν. Βόησον τοίνυν, ὦ Βαπτιστὰ, καὶ νῦν ἐν ἡμῖν ὡς ἐν ἐρήμῳ τὸ πρότερον.

Ἔρημοι γὰρ καὶ ἡμεῖς λόγου καὶ φωνῆς καὶ ταῦτα βλαστώσης αὐγῆς καθεστήκαμεν· ἐξ ὧν σοι καὶ δι’ ὧν ὁ τῆς εὐφημίας ἀναπλέκεται στέφανος· βόησον καὶ νῦν ἐν ἡμῖν γεγωνότερον. Βοησόμεθα γὰρ εἰ βοήσειας, καὶ σιγήσομεν εἰ σιγήσειας, κἂν μεγαλοφώνως βοᾷν προῃρήμεθα. Εἰς οὐδὲν γὰρ ἡμῶν ἡ βοὴ λογισθήσεται, μὴ τῇ θειοτέρᾳ σου βοῇ τὸ σθένος λαμβάνουσα· καὶ οὐδαμόθι γῆς ἡμῶν ἡ φωνὴ ἀκουσθήσεται, μὴ ἐκ τῆς μεγάλης σου φωνῆς δεχόμενοι τὸ εὔηχον. Διὸ μᾶλλον καὶ μᾶλλον εἰς συμμαχίαν σε προκαλούμεθα καὶ λῦσαι δεόμεθα τὴν γλῶτταν ἡμῶν ἀφωνίᾳ δουλεύουσαν, ὥσπερ καὶ Ζαχαρίας τῷ πατρὶ πάλαι γενόμενος ἔλυσας· καὶ δοῦναι φωνὴν ἱκετεύομεν πρὸς τὴν τῆς σῆς εὐφημίας ἀνάῤῥησιν, καθὰ κἀκείνῳ τικτόμενος δέδωκας πρὸς τὴν τοῦ σοῦ δημηγορίαν ὀνόματος. Εἰ γὰρ ἐκεῖνος τὴν γλῶτταν πεπέδητο ἕως αὐτὴν ἡ σὴ προέλευσις ἔλυσε, καὶ τῆς σῆς προσηγορίας κεκίνηκε πρόοδος, πῶς ἂν ἡμεῖς πρὸς τὴν σὴν εὐφημίαν τὴν γλῶτταν κινήσοιμεν, μὴ σοῦ ταύτην κινοῦντος καὶ στρέφοντος καὶ πρὸς τὸ σὸν αὐτὴν κατευθύνοντος στάδιον;

γʹ. Ἀλλά μοι πρὸς τὴν βαλβίδα τῶν λόγων ὁ λόγος ἐλθὼν, καὶ πρὸς τὴν τῶν σῶν θαυμάτων πληθὺν ἐκθαμβούμενος, ἀπορίᾳ συνέχεται μείζονι, ὅθεν τῆς κατὰ σὲ διηγήσεως ἄρξηται. Τὴν γέννησιν εἴποι πρώτην ἣν ὁ Γαβριὴλ προεμήνυσε ὡς χαρᾶς ἐσομένην τῷ κόσμῳ προοίμιον; Ἀλλὰ τὴν κυοφορίαν ἣν ἡ στεῖρα γραῦς ὡς ὑπερφυᾶ περιέκρυβε; Ἀλλὰ τὴν ἐγγάστριον ὄρχησιν τὴν πρώτην Θεὸν ἐγγάστριον πᾶσι κηρύξασαν; Ἀλλὰ τὴν ἐκ στείρας ἀπότεξιν ἱστορεῖν ἐπεθύμησε; Ἀλλὰ καὶ πορείαν τριήμερον ἤνυσε καὶ χρόνον τριμηνιαῖον παρέμεινεν, ἵνα τὴν θαυμαστήν σου θεωρήσασα γέννησιν τὸ τῆς Τριάδος ἑνὸς μήτηρ ἀπειρόγαμος ἔσεσθαι οὐ συνελήφθη βεβαίως τε καὶ ἀραρότως πιστεύσειεν; Ἀλλὰ τὴν γαλούχησιν ἢν ξηρός σοι μασθὸς θηλὴν διὰ γῆρας βαθὺ παραδόξως προέχευεν; Ἀλλὰ τὴν ἐν ἐρήμῳ δίαιταν ἣν ὁ κόσμος χωρεῖν οὐκ ἠδύνατο, τὴν ἐκ τῆς ἐρήμου πρὸς τὸν Ἰσραὴλ τελευταίαν καὶ πρώτην ἀνάδειξιν δι’ ἧς αὐτοῖς τὸν Χριστὸν ἐξεκάλυπτε, καὶ τὴν τῶν οὐρανῶν βασιλείαν ἐκήρυττε. Ἀλλὰ τὸν Ἰορδάνην ἐν ᾧ τὸν λεὼν ἐκαθάριζες, καὶ δι’ οὗ σε Χριστὸς ἐκαθάρισε, λειτουργόν σε λαβὼν ποιήσας τοῦ οἰκείου βαπτίσματος; Τὴν νομοθεσίαν ἣν φιλανθρώπως τοῖς πειθομένοις ἐθέσπιζες; Τὴν ἀπειλὴν ἢν ἐμβριθῶς τοῖς ἀπειθοῦσι προέφερες; Τὴν παῤῥησίαν δι’ ἧς ἄρχοντας καὶ βασιλέας κατέπληττες, καὶ ἣν ἀξίως ὁ βασιλεὺς Ἡρώδης ἐτρόμασε, καὶ εἰ πάθει γυναίου τὸ δέος ἀπέβαλε;

Τὴν γενναίαν ἀποτομὴν καὶ τῆς τιμίας κεφαλῆς τὴν ἀφαίρεσιν, δι’ ἧς σεαυτὸν διπλοῦν τοῦ Σωτῆρος κατέστησας Πρόδρομον, οὐκ ἐπὶ γῆς μόνον αὐτοῦ προϊὼν καὶ προτρέχων, ἀλλὰ καὶ εἰς ᾅδην γιγνόμενος Πρόδρομος καραδοκοῦσι καὶ μένουσιν, ὥσπερ τοῖς ἐπὶ γῆς προκηρύττων αὐτοῦ τὴν σωτήριον ἄφεσιν;

Δʹ. Ἀλλὰ τί τῶν σῶν ἐπέλθωμεν πρότερον; ἢ τί καταλείψωμεν δεύτερον; ἑκάστου τὴν ὑπεροχὴν σύγκληρον ἔχοντος καὶ φιλονεικοῦντος εἰκότως εἰς προοίμιον τάττεσθαι καὶ τὸ πέρας ἐφ’ ἑαυτῷ πάσης τῆς παρούσης ἐγκωμιαστικῆς διαλέξεως δέχεσθαι, καὶ μὴ συγχωροῦντος ἐπ’ ἄλλο τι τὴν γλῶτταν διήγημα φέρεσθαι, ὅπως ἂν ἀτελὲς αὐτῷ μὴ ἐαθῇ καὶ ἀποπλήρωτον. Δοκεῖ δὲ ἡμῖν ἔχειν καλῶς εἰ τοῦ χρόνου καὶ ἡμεῖς τὴν τάξιν φυλάξοιμεν, καὶ τῷ χρόνῳ πρωτεύουσαν, καὶ νῦν πρωτεύσοι ταῖς λέξεσιν· ἵνα καὶ τάξιν λάβοι τὴν πρέπουσαν, ἁρμόδιον ἑκάστῳ καὶ βραχεῖαν παρέχων διήγησιν, καὶ φύγοι τῆς χρονικῆς ἐναλλαγῆς τὴν ἀνάχυσιν· ἐπαινῶν ἐν τούτῳ Λάβαν τὸν δόλιον, ὅτι τῶν θυγατέρων τὴν ἥττονα πρὸ τῆς πρεσβυτέρας γάμῳ κατεγγυᾷν οὐκ ἠνέσχετο, καὶ ταῦτα ποθουμένην καὶ πρόκριτον νομισθεῖσαν τῷ γήμαντι οὐ μόνης χάριν σωματικῆς, ἀλλὰ καὶ ψυχικῆς ὡραιότητος ἕνεκα; Οὐκοῦν ἐπαναγέσθω πάλιν ἡμῖν ὁ λόγος ἐπὶ τὴν ἀρχὴν τοῦ λόγου καὶ τοῦ θαυμαζομένου τὴν σύλληψιν, εἰ τῆς εἰς τὸ εἶναι παρόδου προοίμιον καὶ πάντων ἐφεξῆς ἐν τάξει τιθέτω τὸν ἔπαινον, ὡς αὐτὸς ὁ παρ’ ἡμῶν εὐφημούμενος τὸν λόγον ἡμῖν χορηγεῖν ἐπινεύσειεν.