Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Σωφρόνιος Ἱεροσολύμων – Εἰς τὸν ἅγιον Ἰωάννην τὸν Πρόδρομον

Σωφρόνιος Ἱεροσολύμων

Η προπατορική πτώση και η ιερατική διακονία του Ζαχαρία

Θεολογική αναφορά στην πτώση του ανθρώπου, την προετοιμασία της ενανθρωπήσεως του Θεού Λόγου και την υποδειγματική ιερατική λειτουργία του Ζαχαρία στο θυσιαστήριο.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Σωφρόνιος Ἱεροσολύμων

—

Κεφάλαιο 2 από 8

Τάχα δὲ καὶ ταύτης ἀνωτέρω τὸν λόγον ἀγαγεῖν οὐκ ἀσύμφορον· δείξειε γὰρ καὶ οὕτως αὐτὸν καὶ πρὸ ταύτης τῆς ἐν κοιλίᾳ συλλήψεως μέγαν τινὰ γενησόμενον καὶ ἐπὶ μειζόνων ἀγαθῶν προσδοκίᾳ φανούμενον, τὴν ἐν Ἀδὰμ ἡμῶν οὐκ ἀγνοούμενον ἔκπτωσιν. Διὰ ταύτης γὰρ πάντως ἀθλίως ἐπράττομεν καὶ εἰς γῆν καὶ φθορὰν ἀπελήγομεν, ὡς ἅπαξ οἱ πάντες τὸ, «Γῆ εἶ, καὶ εἰς γῆν ἀπελεύσῃ,» πειθόμενοι· τοῦτο γὰρ τῆς ἡμῶν ἐτύγχανε φύσεως ὑπὲρ τῆς ἡμῶν παρακοῆς τὸ κατάκριμα. Οὐκ αὐτὴ δὲ μόνη τῆς ἀνθρωπίνης ζωῆς ἡ ἀθλιότης ἐδείκνυτο, ἀλλ’ εἶχεν αὐτῇ συμμεμιγμένον τὸ ἄθεον. Τὸν γὰρ Κτίστην τοῦ παντὸς καὶ Δεσπότην ἐάσαντες τοῖς ὁμοδούλοις ἐλατρεύομεν κτίσμασιν, καὶ θεοὺς ὠνομάζομεν τῶν ἰδίων ἡμῶν χειρῶν τὰ ποιήματα. Διὸ καὶ τοῖς τῆς ἀτιμίας ἐδουλεύομεν πάθεσι, ἐπειδὴ τοῖς ἀτίμοις εἰδώλοις καὶ δαίμοσιν τοῦ μόνου τιμίου Θεοῦ τὴν τιμὴν προσεφέρομεν. Τοῦτο τῆς ἡμῶν φύσεως ἦν τὸ ἀῤῥώστημα, ὃ μεγέθους ὑπερβολὴν οὐ δεχόμενον μεγίστης ἰατρείας ἐδέετο.

Αὕτη δὲ ἦν τὸ τὸν Κτίστην ἡμῖν ὁμοιωθῆναι τοῖς κτίσμασιν, καὶ τὸν Θεὸν ἄνθρωπον γενέσθαι καθ’ ἡμᾶς διὰ τῆς πρὸς σάρκα τὴν ἀνθρωπίνην συνθέσεως· καὶ πάντων ἡμῶν ἀναλαβεῖν ἐν ἑαυτῷ τὰ φυσικὰ καὶ διαβολὴν οὐκ ἐμποιοῦντα παθήματα· καὶ τοῦτον παντελῆ τὸν ἀφορισμὸν ἐπιδείξασθαι, καὶ οὕτω περιφανῶς διασώσασθαι τὸν τούτοις ἑκουσίως κρατηθέντα τε καὶ κρατούμενον ἄνθρωπον, καὶ πρὸς τὴν πρώτην αὐτὸν ἐπανάγειν μακαριότητα, ἢν αὐτῷ καὶ ἀπ’ ἀρχῆς δημιουργήσας συνέξευξε.

εʹ. Ταύτην Θεὸς καὶ ποιεῖν πρώτῳ τῷ Ἀβραὰμ ἐπηγγείλατο, καὶ ἐν τῷ σπέρματι αὐτοῦ πάσας εὐλογηθῆναι τὰς φυλὰς τῆς γῆς ἐχαρίσατο, διὰ τῆς ἀπ’ αὐτοῦ τοῦ Μονογενοῦς αὐτοῦ Υἱοῦ καὶ Λόγου σαρκώσεως· ταύτην μετὰ τὸν Ἀβραὰμ τῷ Δαβὶδ ἐπωμόσατο, καὶ ἐκ καρποῦ τῆς κοιλίας αὐτοῦ ἐπὶ τὸν βασιλικώτατον αὐτοῦ θρόνον τὸν βασιλέα τῆς δόξης τιθέναι συνέθετο, ὅτ’ ἂν ὁ παρὼν αἰὼν ἐπὶ τὸ τέλος ἀφίκοιτο καὶ τοῦ γραπτοῦ νόμου ὁ διορισθεὶς ὑπ’ αὐτοῦ καιρὸς τὸ πλήρωμα δέξοιτο. Ἥν ἰδεῖν καὶ θεάσασθαι οὐ μόνος Ἀβραὰμ καὶ Δαβὶδ οἱ τὰς τοιαύτας ἐπαγγελίας ἀξιωθέντες κληρώσασθαι, ἀλλὰ καὶ πολλοὶ μετ’ ἐκείνους προφῆταί τε καὶ βασιλεῖς ἐπεθύμησαν, καθάπερ ἐν Εὐαγγελίοις πρὸς τὴν τῶν οἰκείων μαθητῶν μακαρίαν ὁμήγυριν, αὐτὸς ἡ πάντων ἁγίων ἐπιθυμία Χριστὸς ἀπεφήνατο. Παρῆν οὖν τοῦ παρόντος αἰῶνος τὰ ἔσχατα, καὶ ἡ ἐπαγγελία τὴν οἰκείαν ἑκάστου ἐνέκβασιν, καὶ ὁ νόμος τὴν προσδοκωμένην αὐτῷ διὰ Χριστοῦ προσεδέχετο πλήρωσιν· καὶ πάντες οἱ ἐν Ἱερουσαλὴμ προφῆται καὶ δίκαιοι τὴν τοῦ Ἰσραὴλ προσδεχόμενοι λύτρωσιν, καὶ Πνεύματι ταύτην ἐφεστῶσαν μανθάνοντες, ἐπόθουν αὐτῆς τὴν παρουσίαν θεάσασθαι, οὐ μόνον ψυχῆς ἀλλὰ καὶ σώματος ὄμμασιν πρὶν τῆς παρούσης ζωῆς ἐκδημήσωσιν. Καὶ οὐ μόνον ἐπόθουν, ἀλλὰ καὶ ηὔχοντο καὶ Θεῷ δεήσεις προσέφερον, καὶ τῶν αἰτουμένων (ἄξιοι γὰρ ἦσαν) ἐτύγχανον.

Τοιοῦτος ἦν ὁ Σιμεὼν ὁ Χριστὸν ὡς ἱερεὺς ἐν ἀγκάλαις δεξάμενος, καὶ Δεσπότην αὐτὸν πάσης ὁμολογήσας τῆς κτίσεως. Τοιαύτη ἡ Ἄννα ἡ τὴν πολυχρόνιον ἐκείνην χηρείαν κοσμίως ἀνύσασα, καὶ νύκτα καὶ ἡμέραν ἐν τῷ ἱερῷ Θεῷ προσεδρεύουσα, ἡ τότε προφητικῷ παραστᾶσα τῷ Πνεύματι, καὶ παρόντα Χριστὸν τοῖς τότε παροῦσιν ὑπέφαινε. Τοιοῦτος ἦν ὁ Ἀριμαθαῖος Ἰωσὴφ ὁ τῆς ἁπάντων ζωῆς τολμηρὸς ἐνταφιαστὴς, καὶ διὰ τοῦτο μᾶλλον εὐσχήμων βουλευτὴς κηρυττόμενος, ὅτι τὴν μὲν τῶν Ἰουδαίων κατὰ τοῦ Σωτῆρος βουλὴν ὡς αἰσχρὰν παρητήσατο καὶ ἀσχήμονα. «Οὗτος γὰρ, φησὶν, οὐχ ἦν συγκατατιθέμενος τῇ βουλῇ καὶ τῇ γνώμῃ αὐτῶν.» Ταύτην δὲ μόνος αὐτὸς ὡς λαμπρὰν καὶ εὐσχήμονα, εὐσχημόνως καὶ λαμπρῶς ἐβουλεύσατο. Τοιοῦτος καὶ Ζαχαρίας ὁ πρεσβύτης τε καὶ ἱερεὺς ἐγνωρίζετο, ὃς καὶ διὰ τὸ τῆς ἡλικίας ὑπέρακμον καὶ τοῦτο γήρᾳ παρεπομένου θανάτου τὸν ἄδετον δεήσεις ἐκτενεῖς καὶ συχνὰς τῷ Θεῷ προσεκόμιζε μὴ στερηθῆναι τοῦ πᾶσι προσδοκωμένου θεάματος, μηδὲ πρὸ τῆς τούτου θέας τὸν ἐλπιζόμενον καὶ ἐπὶ θύραις ὄντα θεάσασθαι θάνατον.

Ταύτην ὁ πρεσβύτης ἀεὶ προσῆγεν τὴν δέησιν· τοῦτο μὲν ἅπασι ταχέως ἐκλάμψαι τῆς σωτηρίας τὸ φῶς ἐπευχόμενος· τοῦτο δὲ καὶ ἑαυτῷ τὴν τούτου τοῦ φωτὸς ἀνατολὴν ἰδεῖν ἐξαιτούμενος. Καὶ ἵνα μὴ κατὰ τὸν ταύτης αὐτὸν τὸν χρόνον ἀκμάζοντα ταύτης ἁρπαγῆναι τῆς θεωρίας ἀμέτοχον, περὶ τούτου διηνεκῆ τὴν πρεσβείαν ποιούμενος, καὶ μάλιστα ὅτε Θεῷ τὰς κατὰ νόμον λατρείας προσέφερεν, ἵνα τούτων ταχέως ἡ ἄμειψις ἐπὶ τὸ πνευματικώτερον καὶ τελειότερον γένηται, καὶ λυτρωθῶσι τοῦ βάρους οἱ τὸν αὐτὸν ζυγὸν ἐπικείμενον ἔχοντες κλῆροι, κατὰ τὸν τῆς ἐφημερίας καιρὸν τὴν εἰς τὰ Ἅγια τῶν ἁγίων μετὰ θυμιάματος εἴσοδον, ἔνθα τοῦ ἔτους ἅπαξ ὁ ἀρχιερεὺς καὶ μόνον εἰσέτρεχεν, αἷμα ταῖς χερσὶν ἐπαγόμενος καὶ διαῤῥήδην δεικνὺς τῷ αἰνίγματι τὴν ἐσομένην μίαν καὶ μόνην Χριστοῦ τοῦ Σωτῆρος προσένεξιν, ἣν ἑαυτῷ τῷ Θεῷ καὶ Πατρὶ ἀρχιερεὺς καὶ ἀμνὸς ὑπὲρ ἡμῶν εἰς σφαγὴν τῶν ἀνθρώπων προσήγαγεν.