Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Σωφρόνιος Ἱεροσολύμων – Εἰς τὸν ἅγιον Ἰωάννην τὸν Πρόδρομον

Σωφρόνιος Ἱεροσολύμων

Το αγγελικό μήνυμα και η υπεροχή του Προδρόμου έναντι των δικαίων

Η εμφάνιση του αρχαγγέλου Γαβριήλ με τη χαρμόσυνη αγγελία της γέννησης και η αντιπαραβολή του Ιωάννη με κορυφαία πρόσωπα της Παλαιάς Διαθήκης που αναδεικνύει τη μοναδικότητά του.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Σωφρόνιος Ἱεροσολύμων

—

Κεφάλαιο 3 από 8

Ϛʹ. Ἐνταῦθα γοῦν καὶ Ζαχαρίας γενόμενος (ἦν γὰρ τῆς τοιαύτης λειτουργίας ἐπάξιος), καὶ τῷ θυσιαστηρίῳ παρεστὼς, καὶ περὶ τῆς ἐπιδημίας τοῦ Λόγου τὸν φύσαντα προσδεχθεὶς τῇ ἐπιμονῇ τῆς δεήσεως, δεξιὸν τοῦ θυσιαστηρίου καθ’ οὗ τὴν τοῦ θυμιάματος εὐωδίαν προσέφερεν, οὐράνιον ἑστῶτα κατενόησεν ἄγγελον, ἀγγελίαν αὐτῷ δεξιὰν καὶ οὐράνιον φέροντα. Γαβριὴλ οὗτος ἦν ὁ τουτωνὶ τῶν μηνυμάτων διάκονος, ὁ καὶ τῇ προσηγορίᾳ πρὸ τῶν λόγων δηλῶν τὸ ἐξάγγελμα· τὰ γὰρ τῆς τοῦ Θεοῦ Λόγου θείας ἐνανθρωπήσεως μηνύσων ἥκει προοίμια, περὶ ἧς καὶ ὁ πρεσβύτης ἐκτενῶς ἐλιτάνευεν· ὃν ἰδὼν ὁ θεσπέσιος ἄγγελος ἐπὶ τῇ ὀπτασίᾳ κλονούμενον, καὶ τῷ φόβῳ τὸν κλόνον συναύξοντα, «Ἐταράχθη γὰρ, φησὶ, Ζαχαρίας ἰδὼν, καὶ φόβος ἐπέπεσεν·» τοῦ νόμου γὰρ ἐν ἑαυτῷ τὸν σάλον εἰκόνιζε, καὶ τὴν πρὸς τὴν εὐαγγελικὴν ὑπετύπου πολιτείαν μετάθεσιν· ἀφαιρεῖται πρῶτον τοῦ φόβου τὸν τάραχον, καὶ εἶθ’ οὕτω τῶν Εὐαγγελίων ἀπάρχεται. Οὐ γὰρ φόβου ἦν τὰ λεγόμενα, ἀλλ’ ἀφοβίας καὶ τερπνότητος πρόξενα· τί λέγων; «Μὴ φοβοῦ, Ζαχαρία, διότι εἰσηκούσθη ἡ δέησίς σου.» Μονονουχὶ βοῶν, Τί δέδοικας, ὦ πρεσβύτα; τί δέδοικας περὶ ὧν αἰτεῖς λαμβάνων ἀπόκρισιν; τί φοβῇ νομικῆς ἀχθηδόνος λυτρούμενος; τί ταράττει τῆς σκιᾶς ὁρῶν τὴν ἀπόβασιν; τί καταπλήττει τῶν σαλευομένων ὁρῶν τὴν μετάστασιν;

φοβερὰ μὲν γάρ εἰσι τὰ ὑπ’ ἐμοῦ μηνυόμενα, ἀλλ’ οὐ φόβου ποιητικὰ τοῖς ἀκούουσι· καὶ μεγάλα σοι λέγειν ἔχω μυστήρια, ἀλλ’ οὐ πρέπει σε τούτων ἀκριβῶς ἀκροώμενον ταραχῇ καὶ φόβῳ συνέχεσθαι· ἀλλὰ χαίρειν σὺν ἐμοὶ καὶ εὐφραίνεσθαι· εὐφροσύνης γὰρ καὶ χαρᾶς ποιητικὰ ταῦτα καθέστηκε. Πάρεστι τῶν ἀνθρώπων ἡ λύτρωσις· ἐλήλυθε τῶν πεπτωκότων ἡ ἔγερσις· τοῦ νόμου τὸ πέρας ἀφίκετο· τῆς χάριτος ὁ καιρὸς ἀνατέταλκε. Καὶ ὄψει τούτων οὐκ εἰς μακρὰν ἐν ὀφθαλμοῖς τὸ κεφάλαιον, τὸν Θεὸν Λόγον ἐκ Παρθένου σαρκούμενον, καὶ καθ’ ἡμᾶς τοὺς ἀνθρώπους τικτόμενον, καὶ ὅλον τοῦ ἀνθρωπείου γένους τὸ φῦλον ῥυόμενον. Καὶ σὺ τούτων οὐ μόνον ἔσῃ θεατὴς ἅπερ ὁρᾷν ἐπεθύμησας, ἀλλὰ καὶ ὑπηρέτης γενήσῃ μακάριος.

Ἵνα δὲ τοῖς ὑπ’ ἐμοῦ λεγομένοις πιστεύσειας, καὶ ξένῳ σε θαύματι πρὸς πίστιν ἐπάγομαι, ἐκεῖνά σοι διηγούμενος ἅπερ ὁρᾷν τὸ λοιπὸν οὐκ ἐπίστευες· τίνα ταῦτα; «Ἡ γυνή σου Ἐλισάβετ γεννήσει υἱόν σοι, καὶ καλέσεις τὸ ὄνομα αὐτοῦ Ἰωάννην· καὶ ἔσται χαρά σοι καὶ ἀγαλλίασις, καὶ πολλοὶ ἐπὶ τῇ γεννήσει αὐτοῦ χαρήσονται ἔσται γὰρ μέγας ἐνώπιον Κυρίου, καὶ οἶνον καὶ σίκερα οὐ μὴ πίῃ, καὶ Πνεύματος ἁγίου πλησθήσεται ἐκ κοιλίας μητρὸς αὐτοῦ, καὶ πολλοὺς τῶν υἱῶν Ἰσραὴλ ἐπιστρέψει ἐπὶ Κύριον τὸν Θεὸν αὐτῶν· καὶ αὐτὸς προελεύσεται ἐν Πνεύματι καὶ δυνάμει Ἠλιοῦ, καὶ ἐπιστρέψῃ καρδίας πατέρων ἐπὶ τέκνα, καὶ ἀπειθεῖς ἐν φρονήσει δικαίων, ἑτοιμάσαι Κυρίῳ λαὸν κατεσκευασμένον.» ζʹ. Ὁρᾷς οἷα τῆς Ἰωάννου καὶ πρὸ αὐτῆς τῆς ἐν κοιλίᾳ συλλήψεως εἶναι μαρτυρεῖται φωναῖς ἀγγελικαῖς τὰ αὐχήματα; Ἐτέχθη μὲν γὰρ ἐκ στείρας καὶ Σαμουὴλ, ἀλλ’ οὐκ ἐκ γηραιᾶς οὐδὲ πατρὸς προβεβηκότος καὶ γέροντος. Ἐτέχθη καὶ Ἰσαὰκ ἐκ γηραιῶν μὲν καὶ τοῦ τίκτειν ἐνηλλαχότων τὸν καιρὸν καὶ τὴν δύναμιν· ἀλλ’ οὐ Πνεύματος ἁγίου ἐκ νηδύος αὐτῆς ἐνεπίμπλατο· ἀλλ’ οὔτε τοῖς ἄλλοις ἅπασιν τούτων οὐδεὶς ὡραΐζετο, οἷς Ἰωάννης καὶ πρὸ τοκετῶν ὡραΐζεται.

Καὶ προφήτης μὲν ἦν ὁ Σαμουὴλ, καὶ ὡς βλέπων ἀληθῶς ἐχρημάτιζε· ἔβλεπεν γὰρ ὡς παρόντα τὰ μέλλοντα καὶ οἶνον οὐ πέπωκεν οὐδὲ σίκερα, ἀλλ’ ἔρημον οὐ κατῴκησεν οὐδὲ ξέναις ἀνθρώποις τροφαῖς διετρέφετο· ἀλλ’ οὔτε γεννώμενος χαρὰν πολλοῖς ἐνεποίησεν, ὥσπερ Ἰωάννης ὁ μέγιστος ἔδραμε τῆς παγκοσμίου χαρᾶς προγεννώμενος ἡγούμενος.

Ἐγεγόνει στείρας καρπὸς καὶ Ἰωσὴφ ὁ σοφώτατος· καὶ πρὸ τοῦ γε ὁ ἐκ στείρας αὐτὸν Ῥαχὴλ γεννησάμενος Ἰακὼβ ὁ μακάριος· καὶ σώφρων μὲν ἦν Ἰωσὴφ (ἔστησε γὰρ κατὰ τῆς Αἰγυπτίας τὸ τῆς σωφροσύνης ἀξιάγαστον τρόπαιον), ἀλλ’ οὐ παρθενίας στρατηγὸς ὡς Ἰωάννης ἐγένετο· ὅσον δὲ παρθενίας καὶ σωφροσύνης τὸ μεταξὺ, αὐτὰ βοᾷ τὰ τῶν ἀρετῶν ἀξιώματα· καὶ ὁ κρείττων υἱῶν καὶ θυγατέρων τόπος, ὁ μόνοις ἐκεῖσε διδόμενος τοῖς ψυχῆς ὁμοῦ καὶ σαρκὸς τὴν ἐν Χριστῷ παρθενίαν τιμήσασι, καὶ μιμηταῖς τῆς τοῦτον τεκούσης ἀχράντου Παρθένου γενομένοις τε καὶ ὑπάρξασιν. Τοῦτο δὲ καὶ αὐτὸς ὁ Σωτὴρ πᾶσιν ἐπιφανὲς ἐφανέρωσε, μὴ πάντας εἰπὼν τούτου τυγχάνειν χωρητικοὺς, τοῦ τῆς παρθενίας, λέγω, χαρίσματος, ἀλλὰ μόνους ἐκείνους ὁ Ἰησοῦς ὡς ἀξίους κατὰ θείαν ηὐτρέπισται πρόγνωσιν. Ἠγαπήθη Θεῷ καὶ Ἰακὼβ ἔτι κατὰ τὴν μητρῴαν νηδὺν διαιτώμενος ἐῤῥέθη γὰρ θείᾳ φωνῇ πρὸς τὴν τοῦτον ἐγκόλπιον φέρουσαν, «Τὸν Ἰακὼβ ἠγάπησα, καὶ τὸν Ἡσαῦ ἐμίσησα·» ἀλλ’ οὐ Πνεύματος ἁγίου κυοφορούμενος γέγονεν ἔμπλεως· καὶ Θεῷ παλαίειν παννύχιος ἴσχυσε· νὺξ γὰρ ἀγνοίας τότε Θεοῦ τοῖς πᾶσιν ἐκέχυτο· ἀλλ’ οὐ Θεοῦ προτρέχειν καὶ Θεὸν βαπτίζειν δεδύνητο, ὃ μόνος ἐν ἀνθρώποις Ἰωάννης ποιεῖν ἀπετόλμησεν.

Ὄρθρος γὰρ ὁ τῆς θεογνωσίας ἀναβεβήκει, λοιπὸν καὶ τῆς ἀληθοῦς ἡμέρας ἡ φαιδρότης ἐπέλαμπε· κἀκ τῆς πάλης ὁ ἀπάλαιστος τῷ μηρῷ διὰ τοὺς ἐξ αὐτοῦ ἐκ μηροῦ γεννησομένους, ἐπέσκαζε, καὶ ὅλως ὀξυδρομεῖν οὐκ ἠδύνατο, προμηνύων αὐτῶν ἐμφανῶς τῷ αἰνίγματι, τὸ πρὸς τὴν θείαν χάριν ἐπιδημοῦσαν τῷ βίῳ βραδὺ καὶ δυσκίνητον καὶ τὴν ἐκ τούτου φανησομένην αὐτῶν πανολέθριον χώλανσιν, ἣν Ἰωάννης παντελῶς οὐχ ὑπέμεινε, καίτοι κατ’ ἐκείνους ἐξ Ἰακὼβ καταγόμενος· ἀλλ’ εὔδρομός τις πρὸς ταύτην καὶ Πρόδρομος γίγνεται τῆς Ἰουδαϊκῆς ἀπιστίας, καὶ νυκτὸς πόῤῥω καταλείπων τὰ μυστήρια.

ηʹ. Ἠβουλόμην δὲ καὶ τὸν Σαμψὼν παραγαγεῖν εἰς παράθεσιν. Ἐκ στείρας γὰρ καὶ αὐτὸς ἐγεγέννητο, καὶ δεήσεως τῆς πρὸς Θεὸν βλαστὸς ἀναπέφηνε, καὶ τὴν κεφαλὴν ἑκὼν οὐκ ἐκείρατο· «Ξυρὸν γὰρ, φησὶν, οὐκ ἀνέβη ἐπὶ τὴν κεφαλὴν αὐτοῦ·» καὶ ἄλλοις δὲ θείοις τισὶν ἐκόμα δωρήμασιν· ἀλλ’ ἡ Δαλιδὰ καὶ νῦν τὸ πορνίδιον πάλιν αὐτὸν γενναίως κρατήσασα ἀκολουθεῖν ἡμῖν πρὸς Ἰωάννην οὐκ εἴασεν. Καὶ μεγάλοι μὲν ἐνώπιον Κυρίου πάντες ἐτύγχανον, ἀλλ’ οὐ πολλοὺς τῶν υἱῶν Ἰσραὴλ ἐπὶ Κύριον τὸν Θεὸν αὐτῶν ἐπιστρέψαντες φαίνονται· οὔτε Χριστοῦ τοῦ Θεοῦ προωδεύκασιν ἐν Ἠλιοῦ δυνάμει καὶ πνεύματι, οὔτε καρδίας πατέρων ἐπὶ τέκνα τῶν ἐν νόμῳ τραφέντων ἐπὶ τοὺς γεγονότας ἐν χάριτι μεθαρμόσαντες δείκνυνται, οὐδ’ ἀπειθείας Ἰουδαίους ἐν φρονήσει δικαίων τῶν ἐν Χριστῷ δεδικαιωμένων ὡδήγησαν, οὔτε Κυρίῳ ἐπὶ γῆς ἀναλάμψαντι λαὸν κατεσκευασμένον ἡτοίμασαν, οὔτε τὰ τούτων ἐσχήκασιν μείζονα. Τί γὰρ μεῖζον τοῦ ἰδεῖν ἐν σαρκὶ καὶ βαπτίσαι τὸν Κύριον ὕδασιν, καὶ ἐκ στείρων ἔσχον μητέρων τὴν γέννησιν; καὶ ἄλλοις τισὶ πλεονεκτήμασιν ἔθαλλον, μεγάλοις μὲν εἰ πρὸς ἑτέρων ἀρετὰς παραβάλλοιντο, μικροῖς δὲ λίαν εἰ τοῖς Ἰωάννου χαρίσμασι τολμοῖεν συγκρίνεσθαι.