Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Σωφρόνιος Ἱεροσολύμων – Εἰς τὸν ἅγιον Ἰωάννην τὸν Πρόδρομον

Σωφρόνιος Ἱεροσολύμων

Η δυσπιστία του Ζαχαρία, η αφωνία και η δικαιοσύνη των γονέων

Η δυσπιστία του Ζαχαρία ενώπιον των θείων υποσχέσεων, η τυπολογική ερμηνεία της σιωπής του ως παύση του νομικού τύπου και η ανάδειξη της προφητικής χάριτος και της ενάρετης βιοτής του ζεύγους.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Σωφρόνιος Ἱεροσολύμων

—

Κεφάλαιο 4 από 8

Πρὸς ἃ δι’ ὑπερβολὴν ἀνυπέρβλητον καὶ Ζαχαρίας τότε ὁ μέλλων Ἰωάννου πατὴρ ἀναδείκνυσθαι τὸν νοῦν ὡς ἐπ’ ἀμηχάνοις τισὶν ἐκπληττόμενος, τῆς ἀπιστίας τὸ κέντρον ἐδέχετο· καὶ δὴ τούτῳ πληγεὶς πρὸς τὸν μακάριον ἔφασκεν ἄγγελον ἐκεῖνα τῆς δεινῆς ἀπιστίας τὰ ῥήματα· «Κατὰ τί γνώσομαι τοῦτο;

ἐγὼ γάρ εἰμι πρεσβύτης, καὶ ἡ γυνή μου προβεβηκυῖα ἐν ταῖς ἡμέραις αὐτῆς·» ἅπερ εἰπεῖν Ἰωάννου τὸν πατέρα, παντελῶς οὐκ ἔπρεπεν· εἴρηκεν δὲ οὐχ ὁ Ἰωάννου πατὴρ τῆς μεγάλα τε καὶ ἐξαίσια βοώσης φωνῆς, ἀλλ’ ὡς τοῦ στενοφώνου καὶ βραδυγλώσσου νόμου φέρων τὸ πρόσωπον· στενόφωνος γὰρ ὁ Μωϋσῆς καὶ βραδύγλωσσος ὁ τοῦτον γεγραφὼς ἀναγέγραπται· ὅθεν εὐθὺς καὶ ᾧ πᾶν ἐπετάττετο, καὶ εἰκονίζειν ἐν ἑαυτῷ νόμου τοῦ Μωσαϊκοῦ τὴν σιώπησιν, ἢν ἐπιφανέντος ἡμῖν ἐν σαρκὶ τοῦ μεγάλου νομοθέτου Χριστοῦ σεσιώπηκεν, ὡς νόμου βουληθεὶς γενέσθαι προτύπωμα· ἐπείθετο γὰρ τοῦ ἀγγέλου τὴν σιωπὴν αὐτοῦ καθαρίζοντος· «Ἐγώ εἰμι Γαβριὴλ ὁ παρεστηκὼς ἐνώπιον τοῦ Θεοῦ, καὶ ἀπεστάλην λαλῆσαι πρὸς σὲ καὶ εὐαγγελίσασθαί σοι ταῦτα· καὶ ἰδοὺ ἔσῃ σιωπῶν, καὶ μὴ δυνάμενος λαλῆσαι ἄχρι ἧς ἡμέρας γένηται ταῦτα, ἀνθ’ ὧν οὐκ ἐπίστευσας τοῖς λόγοις μου, οἵτινες πληρωθήσονται εἰς τὸν καιρὸν αὐτῶν·» καὶ μάλα εἰκότως ἐπιτιμᾷ τὸ ἄφωνον, εἰ καὶ τῆς φωνῆς γεννήτωρ ἤμελλεν γενέσθαι· οὐ μόνον ὅτι τῶν ἐν νόμῳ διαπιστούντων γενέσθαι τύπος ἠνέσχετο, ἀλλ’ ὅτι μηδὲ τὴν ταῦτα κηρύττειν στελλομένην φωνὴν ἀπ’ αὐτοῦ προϊέναι πεπίστευκεν, καὶ τῇ τῆς φωνῆς ἀπιστήσας προόδῳ, δικαίως τῆς φωνῆς ἐστερίσκετο.

Ἐπειδὴ δὲ, «Δι’ ὧν τις ἁμαρτάνει, διὰ τούτων, ὡς ὁ σοφός φησιν Σολομὼν, κολάζεται,» ἵνα μάθοι τῇ ἐξ ἐρήμου προϊούσῃ φωνῇ μὴ ἀπιστεῖν· ἐξ ἀγόνου γὰρ γῆς ἤτοι μήτρας ὁ Ἰωάννης ἐξέθορε, καὶ ἐν ἐρήμῳ βοώσῃ ταῖς Ἰουδαίων πίστεως καρπὸν οὐ τικτούσαις ψυχαῖς, ἢ καὶ τῇ ἐξ ἐθνῶν Ἐκκλησίᾳ ὡς καρπὸν οὐκ ἐχούσῃ τὸ πρότερον ἥμερόν τε καὶ τρόφιμον καὶ τρέφειν Χριστὸν κατὰ τὴν ἐν Σαμαρείᾳ βρῶσιν δυνάμενον· ἑκατέρῳ γὰρ τούτων Ἰωάννης ἐν ἐρήμῳ ἡ μεγάλη καὶ μεγάλα βοῶσα φωνὴ τὸ σωτήριον ὄντως βεβόηκεν κήρυγμα, τὸ καὶ καρποφόρον εἰς γῆν μεταβαλεῖν ἑκατέραν ἱκανὸν ἄκαρπον ἔρημον.

θʹ. Τί γὰρ ἄρα καὶ ὁ πρεσβύτης ἐκεῖνος καὶ ἱερεὺς καὶ τοῦ νόμου παιδευτὴς καὶ διδάσκαλος, καὶ τὴν παράκλησιν τοῦ Ἰσραὴλ προσδεχόμενος, καὶ ὑπὲρ ταύτης ἀεὶ προσάγων σύντονον δέησιν, μὴ τοῖς ταύτης εὐαγγελίοις ἐπείθετο, εἰ μὴ τὸν ὑπὸ νόμον ἐν ἑαυτῷ προεζωγράφει ἄπιστον; Εἰ μὲν γὰρ ἄγγελον ἅγιον ᾤετο τὸν τῷ θυσιαστηρίῳ παρεστῶτα, καὶ ταῦτα πρὸς αὐτὸν ἐκεῖθεν φθεγγόμενον, διὰ τί μετὰ πίστεως τῶν λεγομένων οὐκ ἤκουε, τῷ κατὰ τὸν Ἀβρὰμ καὶ τὴν Σάῤῥαν πρὸς τὸ πιστεῦσαι ῥυθμίζων ἑαυτὸν ὑποδείγματι; καίτοι εἰ καὶ τοῦτο μὴ ἦν, ἔδει πάντως Θεῷ πιστεῦσαι θεσπίσαντι ξένον τι καὶ ὑπὲρ φύσιν ἐργάσασθαι· τί γὰρ ἐν τοῖς οὖσίν ἐστιν ὃ μὴ θάτερον πρὸς ὕπαρξιν τῷ τοῦ Θεοῦ πανσθενεῖ συντρέχει προστάγματι; ὃ καὶ Ἰὼβ ὁ θαυμάσιος ὑπ’ αὐτοῦ τοῦ Θεοῦ διὰ τῆς πρὸς αὐτὸν ἐν τῷ νέφει πειθομένης διδασκόμενος, θαυμασίως πως ἀνεβόησε· «Οἶδα ὅτι πάντα δύνασαι, ἀδυνατεῖ δέ σοι οὐδέν·» εἰ δὲ δύναμιν ἐχθράν τινα καὶ ἀντίθεον τὴν πρὸς αὐτὸν φθεγγομένην ἐτόπαζε, τί τῶν λαληθέντων ἐπεζήτει τὴν πίστωσιν, λέγων, Κατά τί γνώσομαι τοῦτο;

εἰδὼς ὡς ψεύστης ἐστὶν ἀπ’ ἀρχῆς, καὶ ἀλήθειαν λαλεῖν οὐκ ἐπίσταται· καὶ ὡς τὸ πρῶτον ψευσάμενον, καὶ ὅλως δεχθεὶς ἐν τῷ ψεύσματι, οὐκ ἀπορήσει καὶ τὸ δεύτερον ψεύσασθαι· ὅπως μείζοσιν ἀπάταις αἰχμάλωτον τὸν ἀλόντα ταῖς πρώταις αὐτοῦ προσβολαῖς ἀπενέγκοιτο· ἀλλ’ οὐ τοιοῦτός τις εὐήθης ὁ Ζαχαρίας ὁ Ἰωάννου τοῦ μεγάλου πατὴρ ἐτύγχανεν, ἄπαγε· οὐδ’ ἐκ ῥίζης τοιαύτης οὕτω μωρᾶς ὁ γλυκύτατος οὗτος καρπὸς Ἰωάννης ἐφύετο, ὁ καὶ διὰ τοῦτο τάχα τρεφόμενος μέλιτι· ὅτι πᾶσι τοῖς τὴν ἐξαίρετον ἀγαπῶσι ζωὴν ἡδύς ἐστιν καὶ γλυκύτατος, πρὸς τὴν οἰκείαν αὐτοὺς δι’ ἔνθεον ἡδονὴν προσκαλεῖταί τε καὶ προτρέπεται μίμησιν· ἀλλ’ ἔκστασιν ὁ πρεσβύτης, ὡς ἔφημεν, οἶμαι, κατὰ τὸν Ἰσαὰκ ἐκεῖνον ὑπέμεινεν, ἵνα τοῦ μὲν νόμου τὴν σιγὴν, καὶ τὸν ὑπὸ νόμον προδηλώσοι τὸ ἄπιστον· τοῦ δὲ Εὐαγγελίου τὴν βροντὴν τὴν πάντα τῆς οἰκουμένης κατακτυποῦσαν τὰ πέρατα, καὶ τῶν ὑπὸ χάριν ἐθνῶν τὸ πιστὸν προμηνύσειεν.

ιʹ. Οὐκοῦν μέγας ὁ ἱερεὺς καὶ μυστικῶς ἀπιστεῖ, καὶ μυστικώτερον ἀφαιρεῖται τοῦ λόγου τὴν πρόοδον διὰ τὸ τῆς Ἰουδαϊκῆς ἀπιστίας ἀλόγιστον· κἀκ τούτου Ἰωάννης ὁ τοῦ Λόγου πρόεισι Πρόδρομος φέρων ἐν ἑαυτῷ τὴν ἀρετὴν τοῦ γεννήτορος· εἴπερ ἐκ τοῦ καρποῦ τὸ δένδρον γιγνώσκεται, καὶ οὐ δύναται δένδρον σαπρὸν καρπὸν καλὸν ποιεῖν, κατὰ τὴν θείαν ἐκείνην φωνὴν καὶ θεότευκτον· εἰ γὰρ μὴ οὕτως τις τοῦ πρεσβύτου τὴν ἀπιστίαν νοεῖν ἐθελήσειεν, ἔσται πολὺ τῆς Ἐλισάβετ ἐν ἀρεταῖς ἐλαττούμενος· ἐκείνη γὰρ καίτοι τούτων μηδαμῶς ἐπακούσασα (ἄναυδος γὰρ ὡς αὐτὴν ὁ πρεσβύτης), ἀνέλυσε τὴν μακαρίαν Παρθένον ἐλθοῦσαν πρὸς αὐτὴν θεωρήσασα, καὶ τῆς παρθενικῆς πυθομένη προσρήσεως, Θεοτόκον αὐτὴν εὐθὺς ἀνηγόρευσε· «Εὐλογημένη σὺ ἐν γυναιξὶν,» μεγάλῃ βοῶσα τῇ φωνῇ, «καὶ εὐλογημένος ὁ καρπὸς τῆς κοιλίας σου. Καὶ πόθεν μοι τοῦτο ἵνα ἔλθῃ ἡ μήτηρ τοῦ Κυρίου μου πρός με; ἰδοὺ γὰρ ὡς ἐγένετο ἡ φωνὴ τοῦ ἀσπασμοῦ σου εἰς τὰ ὦτά μου, ἐσκίρτησεν τὸ βρέφος ἐν ἀγαλλιάσει ἐν τῇ κοιλίᾳ μου,» ἣν καὶ ἀξίως ἐμακάριζεν λέγουσα, καὶ «Μακαρία ἡ πιστεύσασα, ὅτι ἔστι τελείωσις τοῖς λελαλημένοις αὐτῇ παρὰ Κυρίου.»

Οὐ μόνον γὰρ ἔγκυον αὐτὴν οὖσαν ἐπέγνω τῷ Πνεύματι, ἀλλὰ καὶ τῶν παρὰ Θεοῦ λελαλημένων αὐτῇ δι’ ἀγγέλου φωνῆς ἐπλούτει τὴν εἴδησιν· ὅπερ ἄπιστον ἂν εἴη παντελῶς καὶ ἀπίθανον· δείκνυσι γὰρ Ζαχαρίου τὴν πρὸς Θεὸν τελειότητα, οὐ μόνον τὸ πρὸς αὐτὸν ἀπεστάλθαι τὸν ἄγγελον τὸν τὰ τοιαῦτα κατακοσμήσαντα ἐπὶ γῆς ἐπαγγελίᾳ, καὶ τὸ Ἰωάννου τοῦ Βαπτιστοῦ γενέσθαι, τὸ τῇ Χριστοῦ συγγενείᾳ σεμνύνεσθαι· «Ἰδοὺ γὰρ, φησὶν, Ἐλισάβετ ἡ συγγενής σου,» αὐτὸς ὁ τὴν ἁγίαν Παρθένον εὐαγγελισάμενος ἅγγελος· ἀλλὰ καὶ ἐξ ὧν μετὰ τὸν Ἰωάννου τόκον προφητικῶς μεμελῴδηκεν, καὶ τὰ περὶ Χριστοῦ προδιήγγειλεν, «Εὐλογητὸς, βοῶν, Κύριος ὁ Θεὸς τοῦ Ἰσραὴλ ὅτι ἐπεσκέψατο καὶ ἐποίησεν λύτρωσιν τῷ λαῷ αὐτοῦ, καὶ ἤγειρεν κέρας σωτηρίας ἡμῖν, ἐν οἴκῳ Δαβὶδ τοῦ παιδὸς αὐτοῦ, καθὼς ἐλάλησε διὰ στόματος τῶν ἁγίων τῶν ἀπ’ αἰῶνος προφητῶν αὐτοῦ·» καὶ τὰ ἕτερα ὅσα περὶ αὐτοῦ τούτοις ἐπήγαγεν, ἃ καὶ πρὸ θανάτου θεάσασθαι ἑκάστης ὥρας προσηύχετο.

ιαʹ. Ὁμοίως δὲ καὶ ἀφ’ ὧν πρὸς τῷ τοῦ ᾄσματος πέρατι περὶ τοῦ οἰκείου παιδὸς προεφήτευσεν· «Καὶ οὐ, παιδίον, λέγων, προφήτης Ὑψίστου κληθήσῃ· προπορεύσῃ γὰρ πρὸ προσώπου Κυρίου ἑτοιμάσαι ὁδοὺς αὐτοῦ τοῦ δοῦναι γνῶσιν σωτηρίας τῷ λαῷ αὐτοῦ, ἐν ἀφέσει ἁμαρτιῶν ἡμῶν, διὰ σπλάγχνα ἐλέους Θεοῦ ἡμῶν.» Ἄπερ οὐκ ἀπὸ καρδίας ἀλλὰ Πνεύματος ἁγίου γενόμενος ἔμπλεος ἔλεγε· γέγραπται γὰρ ἐν Εὐαγγελίοις ὧδε περὶ αὐτοῦ· «Καὶ Ζαχαρίας, φησὶν, ὁ πατὴρ αὐτοῦ ἐπλήσθη Πνεύματος ἁγίου, καὶ προεφήτευσεν λέγων·» τί λέγων; ταῦτα δηλαδὴ ἅπερ προλαβόντες εἰρήκαμεν· πρόδηλον δὲ ὡς οὐκ ἂν οὗτος ὁ Ζαχαρίας ἁγίου σαφῶς ἐνεπίμπλατο Πνεύματος, εἰ μὴ πιστός τις ὑπῆρχε τῷ Πνεύματι καὶ τῆς εὐκταίας αὐτοῦ πληρώσεως ἄξιος· καὶ ὡς οὐδὲ Ἰωάννου πατὴρ ἐχρημάτιζε, εἰ μὴ καὶ ταύτης ἦν τῆς ἀξίας ἐφάμιλλος.

Ταῦτα μὲν οὖν ἅπαντα τῆς Ἰωάννου καθηγείσθω συλλήψεως, δεικνύντα πάντων αὐτὸν τῶν ἐν γεννητοῖς γυναικῶν πρὸ συλλήψεως μείζονα· καθὰ καὶ ταύτην αὐτῷ Χριστὸς ἡ ἀλήθεια τὴν μαρτυρίαν ἀληθῶς μεμαρτύρηκε· ἵνα μὴ κατὰ τοῦτό τινες τὸ μὴ ἐκ μεγάλων τετέχθαι τινῶν ὑπολάβοιεν αὐτόν τινος τῶν ἀνθρώπων ἐλάττονα· ὃ καὶ τὸ γράμμα τὸ εὐαγγελικὸν διὰ φροντίδος, ὡς οἶμαι, τιθέμενον διὰ τῆσδε τῆς περὶ αὐτὸν προεκτεθείσης Γραφῆς τὴν ὑπόνοιαν τῶν τοῦτο μελλόντων ὑπονοεῖν προαπεκήρυξε φῆσαν ἐναργῶς· «Ἧσαν δὲ καὶ οἱ ἀμφότεροι ἐνώπιον τοῦ Θεοῦ πορευόμενοι ἐν πάσαις ταῖς ἐντολαῖς καὶ δικαιώμασι τοῦ Κυρίου ἄμεμπτοι·» τί δέ;

τοῦ τοιαύτην ἑλεῖν τότε Ζαχαρίαν καὶ τὴν Ἐλισάβετ τοὺς Ἰωάννου γεννήτορας ψῆφον εὐαγγελικὴν μαρτυροῦσαν αὐτοῖς τῶν ἀρετῶν τὴν ἀκρόπολιν, τὸ ὑπερέχον ἐστὶν ἐν ἀνθρώποις θεάσασθαι· οὐ μόνον γὰρ αὐτοῖς τὸ δίκαιον ἡ ἀδέκαστος ψῆφος παρέσχετο, ἀλλὰ καὶ τὸ ἐνώπιον τοῦ Θεοῦ προσήγαγεν· Θεῷ γὰρ μόνῳ καὶ δίκαιοι φαίνεσθαι νόμοις εὐαγγελικοῖς ἐπετήδευον, ὄμματι προφητικῷ ὡς ἤδη τεθέντας προβλέποντες· καὶ τὸ, «Χεῖρα τὴν ἀριστερὰν τὸ δεξιὸν ἀποκρύπτειν,» πειρᾶσθαι πολίτευμα, φθάνειν τῆς τοιαύτης νομοθεσίας ἔργῳ καὶ πράξει τὸ πρόσταγμα· πρόσκειται δὲ καὶ τοῦτο τῇ ψήφῳ σαφῶς ἡ πασῶν ὁμοῦ τῶν Μωσαϊκῶν ἐντολῶν καὶ δικαιωμάτων ἄμεμπτος πλήρωσις, ἵνα δείξῃ τοὺς ταυτηνὶ τὴν ἔννομον ἔχοντας, ἑκατέρους ἑκατέροις, τοῖς τε τῆς παλαιᾶς νομοθεσίας στεφανουμένους αὐχήμασιν, καὶ τοῖς τῆς εὐαγγελικῆς πολιτείας λαμπρυνομένους ὑψώμασιν.