Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Σωφρόνιος Ἱεροσολύμων – Εἰς τὸν ἅγιον Ἰωάννην τὸν Πρόδρομον

Σωφρόνιος Ἱεροσολύμων

Η κυοφορία του Ιωάννη, το προφητικό σκίρτημα και ο ρόλος του μεσίτη

Η ανάδειξη του Προδρόμου ως συνδετικού κρίκου των δύο Διαθηκών, η προφητική αναγνώριση του σαρκωθέντος Λόγου μέσα από το σκίρτημα στη μήτρα και η υποταγή του στους φυσικούς νόμους της κυοφορίας.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Σωφρόνιος Ἱεροσολύμων

—

Κεφάλαιο 5 από 8

ιβʹ.

Τοιούτους γὰρ ἔδει καὶ ἔπρεπε καὶ τοὺς Ἰωάννου προβολέας ὁρᾶσθαι· ἐπειδὴ καὶ ὁ ἐκ τούτων ἡμῖν Διαθήκης ἑκατέρας μεσίτης ἤμελλε δείκνυσθαι, καὶ συνέχειν ἐν ἑαυτῷ τῶν ἀμφοτέρων ἀληθῶς τὸ ἐξαίρετον· ὡμολόγηται γὰρ ὡς τῆς μὲν Πρεσβυτέρας τέλος ὡρίζετο (τοῦ γὰρ προφητικοῦ χοροῦ τὸν ἀριθμὸν αὐτὸς τετελείωκεν, ἐπειδὴ καὶ πάντες οἱ προφῆται ἕως Ἰωάννου τοῦ Βαπτιστοῦ προεφήτευσαν), τῆς δὲ Νεωτέρας ἀρχὴ καὶ προοίμιον· πάντων γὰρ τῶν ἀποστόλων αὐτὸς προηγήσατο· ἐπειδὴ προϊέναι τε καὶ προτρέχειν Χριστοῦ ἀξίαν ἁγίων ἀγγελικὴν ἀπεστέλλετο· Θεοῦ γὰρ ὡς ἄγγελος προβαδίζειν κεκέλευστο, «Καὶ ἀπὸ τῶν ἡμερῶν Ἰωάννου τοῦ Βαπτιστοῦ ἡ βασιλεία τῶν οὐρανῶν βιάζεται, καὶ βιασταὶ ἁρπάζουσιν αὐτήν·» ἐξ ἐκείνου γὰρ λαβοῦσα τὴν ἀρχὴν βιάζεσθαι διὰ τῆς εὐαγγελικῆς ἀγωγῆς ἑκουσίως ὑπὸ πάντων ἁρπάζεται· ἐξ ἱερέως τοίνυν καὶ προφήτου πατρὸς καὶ τἄλλα λαμπροῦ καὶ θεόφρονος ἐν κοιλίᾳ μητρὸς ἱερᾶς καὶ προφήτιδος, Ἰωάννης οὗτος ὁ ἐν πᾶσι προφήταις ἔχων τὸ περισσὸν συλλαμβάνεται, ὃς καὶ μόνος ἐν γαστρὶ προεφήτευσεν· ἐπεὶ παρόντα γαστρὶ παρθενικῇ τὸν Δεσπότην ἥνωσε, καὶ μόνος ἐν γαστρὶ Πνεύματος ἁγίου γέγονεν ἔγκυος, κυοφορῶν ἐν ἑαυτῷ καὶ κυοφορούμενος· κυοφορούμενος μὲν στείρᾳ μητρὶ, κυοφορῶν δὲ τὴν χάριν τοῦ Πνεύματος καὶ ὠδῖνα προφητικὴν πρὶν ὠδινηθῆναι ποιούμενος, καὶ πρὸ τοῦ τεχθῆναι τίκτων τὸ Πνεύματος χάρισμα· εἴπερ ἐν γαστρὶ, κατὰ τὸν θεῖον Ἡσαΐαν, λαμβάνουσι καὶ ὠδίνουσι· καὶ πάλιν ἔπειτα τίκτουσιν οἱ προφητικῶς ὑπηρετοῦντες τῷ Πνεύματι, καὶ τὴν κρύφιον τούτου βουλὴν εἰς τοὐμφανὲς ἐξαγγέλλοντες· ἀλλὰ ταῦτα μὲν Ἰωάννης ὕστερον ἔδρασεν μετὰ τὴν αὐτοῦ παράδοξον σύλληψιν· ἐν στείρᾳ γὰρ μήτρᾳ συνείληπτο καὶ ἐν πρεσβύτιδι μητρὶ ὑπὸ πρεσβύτου πατρὸς κατεβέβλητο· πρὸ τούτου δὲ τέως ἡσυχάζει βίᾳ μὲν, μητρικῇ δὲ ὅμως κελεύσει πειθόμενος· οὐκ ἠβούλετο γὰρ ἀνενέργητον φέρειν τὴν χάριν τοῦ Πνεύματος, ἧς κατὰ τὴν ἀγγελικὴν φωνὴν ἐγκόλπιος ἔτι τελῶν ἐπίμπλατο· ἐπειδὴ δὲ ὁ πενταμηνιαῖος ἐκεῖνος χρόνος παρῴχηκεν ὁ τὸν αἰσθητὸν ἡμῖν νόμον παραδηλῶν διὰ τὴν σύστοιχον αὐτῷ πεντάδα καὶ προσφιλῆ τῶν σωματικῶν καὶ ταχυτέρων αἰσθήσεων, ὧν ἡ μήτηρ ὡς εἴη μήτηρ ἑαυτὴν περιέκρυβε, καὶ τὸν ἀσίγητον τοῦτον προφήτην ἑαυτῇ συναπέκρυπτεν.

ιγʹ.

Μὴν δὲ λοιπὸν ὁ ἕκτος παρῆν· καὶ παρῆν ἡ Παρθένος τὸν ἄκτιστον ἐν γαστρὶ κτιζόμενον φέρουσα· ἐν ἕκτῳ γὰρ αὕτη συλλαμβάνει μηνὶ τὸν ἐν ἒξ ἡμέραις τὸν ἑξαήμερον κόσμον τευξάμενον, καὶ ἡμέρᾳ τῇ ἕκτῃ τὸν ἄνθρωπον κτίσαντα, καὶ πάλιν αὐτὸν διὰ σταυροῦ πεπραχότα κακῶς, ἀνακτίσαντα· οὐκέτι τὴν ἡσυχίαν ἄγειν ὁ Ἰωάννης ἠνίσχετο, οὔτε τοῦ Λόγου παρόντος ἡμερεῖν ἡ φωνὴ κατεδέχετο· ἀλλὰ κήρυξ ἐγίγνετο πρόωρος, μηδαμῶς τῆς κηρύξεως διὰ τῶν τῆς γλώττης δεσμῶν κωλυομένης· ἐβόα γὰρ τοῖς σκιρτήμασιν ὡς πάρεστιν ὁ δεσμῶν ἡμᾶς τοὺς ἀνθρώπους λυτρούμενος· καὶ τὸ σκιρτᾷν ἡμῖν ὡς ἐκ δεσμῶν ἀνειμένων δωρούμενος ἠγαλλία κράζων τῷ Πνεύματι, ὃς ἀφίκετο πᾶν δάκρυον ἀπὸ προσώπου παντὸς ἀφαιρούμενος, καὶ σταθερὰν ἀγαλλίασιν τῷ γένει παντὶ χαριζόμενος· ἥπλου τὸν δάκτυλον καὶ τοῦ Θεοῦ τὸν Ἀμνὸν ἀπεδείκνυε, καὶ τὸν ὑπὲρ ἡμῶν δι’ ἁμαρτίαν ἐρίφων σφαττόμενον, καὶ τοῦ κόσμου τὴν ἁμαρτίαν τέλεον αἴροντα· ἄμφω τὰς χεῖρας ἐξέτεινεν, καὶ τὸ τοῦ σταυροῦ προεκήρυττε τρόπαιον· ὅπερ ὁ ἐν γαστρὶ Παρθένου παρὼν κατὰ δαιμόνων ἱστᾷν παραγέγονεν· ὄρθιος ἵστατο καὶ τὴν ἐξ ᾅδου πάντων ἀνάστασιν μυστικῶς ἐκελάδει τῷ σχήματι· ἣν ὁ ἐν ἀσπόρω μήτρᾳ τότε κρυπτόμενος ἐν τάφῳ κρυφθεὶς ἐπεδείξατο· καὶ τάχα ἂν τῇ μητρὶ διεμάχετο, ὅτι τὰ τοιαῦτα βοᾷν ἐφιέμενον φυσικοῖς δεσμοῖς ἐνεπόδιζε, καὶ κατεῖχεν ἄκοντα δέσμιον, εἰ μὴ τὴν φωνὴν αὐτῷ θᾶττον δανείσασα πρὸς τὴν μακαρίαν Παρθένον διαῤῥήδην φράσαι δι’ αὐτῆς συνεχώρησε· «Εὐλογημένος ὁ καρπὸς τῆς κοιλίας σου· καὶ πόθεν μοι τοῦτο ἵνα ἔλθῃ ἡ μήτηρ τοῦ Κυρίου μου πρός με;»

Ἰωάννου γὰρ τάχα τοῦτο τυγχάνει τὸ κήρυγμα, καὶ εἰ τὸ τῆς Ἐλισάβετ διεκεκήρυκτο στόματι· ἐπειδὴ καὶ τὴν συγγενῆ φωνὴν καὶ ταυτόλεκτον πρὸς τὸν Σωτῆρα Χριστὸν ἀνακέκραγεν, ὅτε πάλιν πρὸς αὐτὸν ἐν τῷ Ἰορδάνῃ τὸν ὄχλον βαπτίζοντα, ὑπ’ αὐτοῦ βαπτισθῆναι καὶ αὐτὸς παραγέγονε· ἀνεβόησε γὰρ καὶ τότε ὡς ἴδεν αὐτὸν προσεγγίζοντα· «Ἐγὼ χρείαν ἔχω σοῦ βαπτισθῆναι, καὶ σὺ ἔρχῃ πρός με!» ἐγνώρισας τῆς φωνῆς τὴν συγγένειαν; γνώρισον τοῦτον εἶναι τὸν κἀκείνην καὶ ταύτην φθεγξάμενον· καὶ τὴν μὲν δι’ ἑαυτοῦ, τὴν δὲ διὰ τοῦ τῆς μητρὸς ἀνεφθέγξατο στόματος.

ιδʹ.

Οἶμαι δὲ τὸν οὔτως θερμὸν πρὸς τὸ κήρυγμα Χριστοῦ κατὰ τῆς κυοφορούσης καὶ τῆς πορείας εἰργούσης ἀλαλήτως ἐντυγχάνειν τῷ στείλαντι· Δέσποτα, σύ με κηρύττειν ἀπέστειλας τὴν σὴν ἐπὶ γῆς ἀνεκδιήγητον ἄφιξιν, καὶ ἡ μήτηρ κατέχει πεδήσασα· σὺ κελεύεις βοᾷν, καὶ αὕτη τὴν γλῶτταν συνέδησεν· σύ με προτρέχειν πέπομφας, καὶ αὕτη μοι τὸν δρόμον συνέκλεισε· Δεσπότης ὑπάρχεις τῆς φύσεως· κέλευσον, καὶ ἡ φύσις τὸ κελευσθὲν διαπράττεται· μόνον πρόσταξον, καὶ κωλύειν ἡ μήτηρ οὐ δύναται· μόνον εἰπὲ, καὶ τὸ λεχθὲν εὐθέως γενήσεται· σύνδρομον γὰρ ἔχεις τῇ βουλῇ καὶ τὴν δύναμιν, καὶ πάντα τῷ σῷ παντοδυνάμῳ δουλεύει θεσπίσματι· εἰ δὲ τοῦτο μὴ κελεύεις με διαπράξασθαι, μὴ καταδικάσῃς μοι ῥᾳθυμίαν τοῦ δρόμου, ὁ τοῦ δρόμου νομοθετήσας τὴν κώλυσιν· αὐτὸς γὰρ τοὺς ὅρους ἔθου τῆς φύσεως οὓς ὑπερβαίνειν οὐκ ἔνεστιν τοὺς νόμους δουλεύοντας φύσεως· ἀλλ’ οὐδὲν ὁ Δεσπότης διὰ τὴν Ἰωάννου πρὸς τὸ κηρύττειν θερμότητα, καὶ τῆς ἀρχῆθεν αὐτῷ καλῶς θεσπισθείσης προέταττε φύσεως, ἧς καὶ αὐτὸς διὰ τοὺς ἀνθρώπους ἡμᾶς καθ’ ἡμᾶς γέγονεν ἄνθρωπος, νόμοις δουλεῦσαι σὺν ἡμῖν κατηξίωσεν· ἀλλ’ ἐκεῖνα τάχα κἀνθάδε πρὸς αὐτὸν ἀπεκρίνατο, ἂ καὶ μετὰ ταῦτα προσιὼν τῷ βαπτίσματι, «Ἄφες ἄρτι· οὕτω γὰρ πρέπον ἐστὶν ἡμᾶς πληρῶσαι πᾶσαν δικαιοσύνην·» ὃ, ὡς εἰκὸς, Ἰωάννης ἀκούσας ἡσύχασε καὶ ἔτι λαλεῖν οὐκ ἐτόλμησεν· καίτοι λίαν τῆς συνεχούσης αὐτὸν νηδύος τοῦ διορισαμένου πᾶσιν τοῖς κυϊσκομένοις καιροῦ προεξελθεῖν ἐπειγόμενος, καὶ τοῦ θεόθεν αὐτῷ δοθέντος κηρύγματος ἄρξασθαι· οὕτω δὲ μῆνας ἔτι τρεῖς καὶ συνοικοῦντα τὸν Κτίσαντα βλέποντι, καὶ τῶν αὐτῶν τῆς φύσεως θεσμῶν ἀνεχόμενον, ὁ τοῦ τόκου καιρὸς ἐπιγίνεται· τοὺς τρεῖς γὰρ ἡ τοῦτον κυοφοροῦσα Παρθένος τῇ Ἐλισάβετ συμπαρέμεινεν, ὅπως ἐντελῶς ὁ ἐξ αὐτῆς προερχόμενος, καὶ κήρυξ ἀληθὴς τῷ κόσμῳ στελλόμενος, τῆς ὑπερτάτης Τριάδος ὡς ἐν νεφέλῃ Μωσαϊκῇ τῇ μητρῴᾳ γαστρὶ μυηθῇ τὰ μυστήρια· καὶ τίκτεται τοῦ ἐν μήτρᾳ τῇ παρθενικῇ κρυπτομένου Θεοῦ διατάξει.