Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Σωφρόνιος Ἱεροσολύμων – Εἰς τὸν ἅγιον Ἰωάννην τὸν Πρόδρομον

Σωφρόνιος Ἱεροσολύμων

Επίλογος και καταληκτική δοξολογία

Η περάτωση του εγκωμιαστικού λόγου εν όψει της επερχόμενης θείας λειτουργίας, συνοδευόμενη από ικεσία προς τον Πρόδρομο και ολοκληρωμένη με την πρέπουσα δοξολογία.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Σωφρόνιος Ἱεροσολύμων

—

Κεφάλαιο 8 από 8

κʹ.

Ἐγὼ δέ σοι πρόθεσιν ἔχων τῷ λόγῳ συνέπεσθαι εἴργομαι καὶ καρτερῶς κωλύομαι· τοῦτο μὲν δι’ ἀνθρωπίνην ἀσθένειαν (σοὶ γὰρ λέγειν τἀληθὲς οὐκ αἰσχύνομαι, ταύτην εἰδότι καὶ πρὸ τῆς ἡμῶν ἀγορεύσεως)· τοῦτο δὲ, ὅτιπερ ὁ τῆς ἱερᾶς λειτουργίας καιρὸς, ὡς ὁρᾷς, παραγέγονεν, καὶ πάντας ἡμᾶς ὡς ἑαυτὸν κατέχειν βιάζεται καὶ σὺν σοὶ πρὸς τὴν φίλην χωρεῖν οὐκ ἀφίησιν ἔρημον· ὃν κἂν πρὸς βραχὺ οὔτε σοὶ ποθητὸν, οὔτ’ ἐμοὶ δυνατὸν, οὔτε τῇ σῇ πανηγύρει πρέπον καθέστηκε· διό σοι συγγνώμης προσάγων τὴν αἴτησιν παρακαλῶ συμπαραμεῖναι τῷ Πνεύματι, κἂν εἰ τῷ σώματι χωρεῖς πρὸς τὴν ἔρημον, καὶ τὴν σὴν ἀρωγὴν ἀπαύστως παρέχεσθαι τοῖς ταύτης ἡμῖν ἀδιαλείπτως ἐγχειρίζουσιν· εἴργει γάρ σε τόπος οὐδεὶς βοηθεῖν ἐπινεύσαντα, ἐν οὐρανῷ παρόντα τῷ Πνεύματι, καὶ πάντας ἡμᾶς εὐχερῶς κατοπτεύοντα· καὶ ταύτην μέν σου τὴν σεβασμίαν πανήγυριν δίδου μετὰ τῆς ἀξίας ἡμᾶς πανηγυρίσαι τερπνότητος, καὶ ὡς σοί τε φίλον τῷ Προδρόμῳ τῆς χάριτος, καὶ τῇ Θεῷ σοι κεχαρισμένῃ πολιτείᾳ κατάλληλον· τῆς παρούσης δὲ ζωῆς τὸ ἐπίλοιπον μόριον οὕτως ἄγοις καὶ περιέποις, ὡς ὁ νόμος κελεύει τοῦ Πνεύματος, οὗ τύπος αὐτὸς ἡμῖν ἐν Χριστῷ προκεκάθικας, ἵνα τούτου πληρωταὶ ταῖς σαῖς ἐπιπνοίαις γιγνόμενοι, καὶ τῆς ἐνθάδε ζωῆς καλοίη Χριστὸς ὁ ταύτης χορηγὸς χωριζομένοις ἐν μιᾷ τῶν ὑπὸ σὲ τελουσῶν πόλεων, ὧν διδόναι σοί τε καὶ τοῖς μετὰ σὲ θείοις ἀνδράσιν· οὐ γὰρ τολμήσω κατὰ σὲ φάναι, Χριστὸς ἐπηγγείλατο, ὡς ταῖς ἱεραῖς σου κἀνθάδε νομοθεσίαις βραχέως πως πειθαρχήσαντι· ὅπως καὶ ἡμεῖς ἐν ταύταις γινόμενοι, καὶ σοὶ μὲν ὡς ὑπασπιστῇ καὶ προστάτῃ καὶ φύλακι νομοθέτῃ τε καὶ παιδευτῇ τοῦ λαμπροῦ πολιτεύματος, τοῖς δὲ σοῖς ἤγουν τοῖς ὑπὸ σὲ ὡς συνδούλοις ἐνθάδε τελέσασιν καὶ γνησίοις μαθηταῖς συναπτόμενοι κοινωνοὶ καὶ τῆς ἀποκειμένης σοι ζωῆς αἰωνίου γενοίμεθα, καὶ Ἰησοῦ τῷ Κυρίῳ ἡμῶν, δι’ οὗ καὶ μεθ’ οὗ τῷ Θεῷ καὶ Πατρὶ σὺν ἁγίῳ Πνεύματι δόξα, τιμὴ, κράτος, εἰς τοὺς αἰῶνας τῶν αἰώνων, Ἀμήν.