Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Σωφρόνιος Ἱεροσολύμων – Εἰς τὴν Ὑπαπαντήν

Σωφρόνιος Ἱεροσολύμων

Προοίμιο: Η σοφία του Θεού έναντι της κοσμικής φιλοσοφίας

Εισαγωγή στο μεγαλείο του θείου μυστηρίου. Αντιπαραβολή της κοσμικής σοφίας με την εκπλήρωση των προφητειών και τη λυτρωτική δύναμη του ευαγγελικού κηρύγματος.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Σωφρόνιος Ἱεροσολύμων

—

Κεφάλαιο 1 από 5

ΤΟΥ ΕΝ ΑΓΙΟΙΣ ΠΑΤΡΟΣ ΗΜΩΝ ΣΩΦΡΟΝΙΟΥ ΑΡΧΙΕΠΙΣΚΟΠΟΥ ΙΕΡΟΣΟΛΥΜΩΝ ΛΟΓΟΣ ΕΙΣ ΤΗΝ ΑΠΑΝΤΗΝ ΤΟΥ ΚΥΡΙΟΥ ΚΑΙ ΣΩΤΗΡΟΣ ΗΜΩΝ ΙΗΣΟΥ ΧΡΙΣΤΟΥ Ἄλλο Χριστοῦ τοῦτο μυστήριον, ἄλλο τοῦτο Χριστοῦ τοῦ θεοῦ ἡμῶν μεγαλούργημα· μεγάλα γὰρ ἀεὶ Χριστοῦ τὰ θαυμάσια, καὶ λόγων ἁπάντων νικῶντα τὴν ἔφοδον καὶ σοφίας ἁπάσης ὑπερβαίνοντα <τὴν> δύναμιν οὐ μόνον ἀνθρώπων ἀλλὰ καὶ ἀγγελικῶν καὶ ἀοράτων δυνάμεων, εἴ πέρ τις καὶ λόγος καὶ γλῶττα τοῖς ἀνθρώποις ἡμῖν ἀκατάληπτος τοῖς οὐρανίοις ἀγγέλοις ἀφώρισται. διὸ καὶ μετὰ Παύλου τοῦ μεγάλου μεγαλοφώνως βοήσωμεν· “Ποῦ σοφός, ποῦ γραμματεύς, ποῦ συζητητὴς τοῦ αἰῶνος τούτου;” ποῦ τὰ ῥητόρων κομψεύματα; ποῦ τὰ φιλοσόφων προβλήματα; ποῦ τὰ γραμματικῶν παιδιώδη τεχνάσματα; ὄντως “ἐμώρανεν ὁ θεὸς τὴν σοφίαν τοῦ κόσμου” τούτου καὶ περιττὴν αὐτὴν καὶ ματαίαν καὶ ἀνόητον ἔδειξεν. διὰ τί; ἐπεί περ καὶ αὐτὴ δῶρον ὑπῆρχε καὶ χάρισμα καὶ Ἕλλησι τοῖς ἀπίστοις ἐδέδοτο πρὸς ἐπιστροφὴν θεοῦ καὶ ἐκζήτησιν καὶ τὴν ἐκ πλάνης ματαίας ἀνάνηψιν. “Ἐπεὶ δὲ διὰ τῆς σοφίας τοῦ κόσμου οὐκ ἔγνω ὁ κόσμος τὸν θεόν, εὐδόκησεν ὁ θεὸς διὰ τῆς μωρίας τοῦ κηρύγματος σῶσαι τοὺς πιστεύοντας”.

καὶ εἰκότως σὺν Παύλῳ ταῦτα βοῶ καὶ αὐτὸς ἐγώ, καὶ νῦν θαυμαστικῶς ἐπιφθέγγομαι· “Ὦ βάθος πλούτου καὶ σοφίας καὶ γνώσεως θεοῦ, ὡς ἀνεξερεύνητα τὰ κρίματα αὐτοῦ καὶ ἀνεξιχνίαστοι αἱ ὁδοὶ αὐτοῦ”· οὐδεὶς γὰρ ἔγνω νοῦν κυρίου οὐδέ τις αὐτοῦ σύμβουλος γέγονεν. πῶς γὰρ τὸ κτίσμα τὸν νοῦν ἀθρήσοι τοῦ κτίσαντος ἢ καταλαβεῖν αὐτοῦ δυνηθῇ τὴν διάνοιαν; ἢ πῶς τὸ ποίημα συμβουλεύσοι ποτὲ τῷ ποιήσαντι ὡς τῆς αὐτοῦ συμβουλίας ἐγχρήζοντι καὶ δεομένῳ τοῦ ἀτελοῦς πρὸς τελείωσιν; διὰ τοῦτο μωρία παρὰ τοῖς ἀσόφοις τὸ κήρυγμα, ἐπειδὴ τῶν ἀνθρώπων ἡ σοφία μεμώρανται· διὰ τοῦτο Ἀκαδημία κατηύνασται, διὰ τοῦτο ἡ στοὰ σεσιώπισται, διὰ τοῦτο ἀργεῖ ὁ περίπατος, διὰ τοῦτο καθεύδει τὸ Λύκειον, διὰ τοῦτο Ἀθῆναι πεπάτηνται, ἵνα μὴ θεὸν ἀφέντα τὸν κτίσαντα θεοῦ θεοποιῶσι τὰ κτίσματα. κατὰ θεοῦ γὰρ ταῦτα τὴν θεοῦ σοφίαν ἐστράτευσαν, θεοῦ μείζονα τὰ ὁρώμενα κρίνοντα καὶ οὐ θεὸν ὁρᾶν τὸν τούτων ποιητὴν ἐφιέμενα. διὰ τοῦτο μεμώρανται, διὰ τοῦτο σεσίγηται, διὰ τοῦτο πρὸς Λήθης βυθὸν ἐξηκόντισται.

ἔνθεν ἡ Ναζαρὲθ προφητεύεται, ἐν ᾗ θεοῦ τὰ εὐαγγέλια λέλεκται· ἔνθεν ἡ Βηθλεὲμ προκηρύττεται, ἐν ᾗ θεὸς σαρκικῶς ἀποτίκτεται, ἐν ᾗ θεὸς θαυματουργῶν πολιτεύεται· ἔνθεν ὁ Γολγοθᾶς προμηνύεται, ἐν ᾧ θεὸς σταυρὸν καταδέχεται· ἔνθεν ἡ Ἀνάστασις ᾄδεται, ἐν ᾗ θεὸς ταφεὶς ἐξανίσταται· ἔνθεν ἡ Σιὼν προφητεύεται καὶ “τὰ πλευρὰ τοῦ βορρᾶ” προμηνύεται, ἐν ᾗ Χριστὸς ἀναστὰς ἐκ νεκρῶν ἐμφανίζεται· ἔνθεν τὸ τῶν ἐλαιῶν ὄρος δοξάζεται, ἀφ’ οὗ θεὸς εἰς οὐρανοὺς ἀνθρωπίνως ἀνέρχεται. ἐξηνέχθη τὰ πρότερα, ἀντεισήχθη τὰ δεύτερα· ἐκεῖνα μεμώρανται, ταῦτα σεσόφισται· ἐκεῖνα τετέφρωται, ταῦτα πεφαίδρυνται· ἐκεῖνα δικαίως ἠτίμωται ἐπειδὴ θεὸν οὐ τετίμηκε, ταῦτα πρεπόντως δεδόξασται ἐπειδὴ θεὸν πρεπόντως δεδόξακεν. ἐκεῖνα γὰρ τοῖς ἀνθρώποις ὑπῆρχε προσκόμματα εἰς ἀπώλειαν φέροντα, εἰς Ἅιδου βυθὸν καταφέροντα· ταῦτα τοῖς ἀνθρώποις τυγχάνει σωτηρία, ἐκ θανάτου πρὸς ζωὴν ἐπανάγοντα καὶ ἀπὸ γῆς εἰς οὐρανοὺς ἀναφέροντα. ἐκείνων εἰς λήθην ἐλάσαντες ταῦτα νῦν ἑορτάζωμεν, ταῦτα πανηγυρίζωμεν σήμερον· τούτοις εἰκότως τελώμεθα· θεοῦ γάρ εἰσι τελεταὶ καὶ μυστήρια, ἀνθρωπίνως μὲν ἐκτελούμενα, τελειοῦντα δὲ μυστικῶς τὸν τελούμενον.

Ἀλλὰ τί καὶ νῦν Χριστοῦ τὸ μυστήριον (τούτου γὰρ ἡ παροῦσα πανήγυρις), ἢ τί τὸ Χριστοῦ μεγαλούργημα (τούτου γὰρ ἡ πομπὴ καὶ ἡ πρόοδος); τάχα ἄν τις ἡμᾶς ἐρωτήσειεν ἤ τινι ἀπιστίᾳ κρατούμενος ἢ ἀγνοεῖν τὴν τελετὴν προσποιούμενος· τοῖς γὰρ τῆς ἐκκλησίας παισὶ καὶ μύσταις τοῦ πνεύματος πάντα τὰ Χριστοῦ δῆλα καὶ γνώριμα, καὶ οὐδὲν τῶν τελουμένων καθέστηκεν ἄγνωστον. ἀλλ’ ἐγὼ βοήσω καὶ φθέγξομαι καὶ τῆς ἑορτῆς τὰ ἴδια. “οὐ γὰρ αἰσχύνομαι Χριστοῦ τὸ εὐαγγέλιον”, ὡς Παῦλος πρὸ ἡμῶν ἀνεκραύγασεν, καταισχυνῶ δὲ δι’ αὐτοῦ τῶν ἔξω σοφῶν τὰ φυσήματα· “δύναμις γὰρ θεοῦ ἐστιν ἀκατάληπτος εἰς σωτηρίαν παντὶ τῷ πιστεύοντι”. καὶ πῶς θεοῦ τὴν ἄρρητον εἰπεῖν αἰσχυνθήσομαι δύναμιν; μὴ μάτην μεμφέσθωσαν ἡμῶν τὰ μυστήρια Ἀρισταγόραι τε καὶ Ἀναξαγόραι καὶ Ἀναξίμανδροι ἢ Πυθαγόραι καὶ Ἀριστοτέλαι καὶ Πλάτωνες οἱ τῆς μωρανθείσης σοφίας σοφώτατοι πρόμαχοι, οἱ μήτε ἃ λέγουσιν ἐπιστάμενοι μήτε περὶ ὧν διαβεβαιοῦνται συνιέναι δυνάμενοι· οὓς εἰκότως καὶ ἁλιευτικὸς διεχάραξεν κάλαμος καὶ σμῖλαξ σκυτοτομικὴ διεθέρισε, καὶ νεκρὰ καὶ ἀναίσθητα γῆς ἀποδέδειχε σκύβαλα.