Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Σωφρόνιος Ἱεροσολύμων – Εἰς τὴν Ὑπαπαντήν

Σωφρόνιος Ἱεροσολύμων

Επίλογος και καταληκτήρια δοξολογία

Ηθική προτροπή προς τους πιστούς για ενάρετο βίο και άξια υποδοχή του Χριστού, η οποία επισφραγίζεται με δοξολογία.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Σωφρόνιος Ἱεροσολύμων

—

Κεφάλαιο 5 από 5

Τοῦτο οὖν εἰδότες καὶ ἡμεῖς, ποθεινότατοι, οὕτω Χριστῷ τῷ θεῷ συναντήσωμεν, σωφροσύνην κομίζοντες, ἁγνείαν βαστάζοντες, ἀκακίαν προσφέροντες, ἀμνηστείαν ἐμφαίνοντες, περισπασμῶν ἑαυτοὺς ἀφορίζοντες καὶ θεῷ καθαροὺς προσκομίζοντες, τρόπων ἡμερότητα φέροντες καὶ τὸ πρὸς ἅπαντας προσηνὲς καὶ φιλάλληλον ἔχοντες, καὶ πρὸς τούτοις ἅπασι τὴν πρὸς πάντας συμπάθειαν ἄγοντες καὶ τὸν ἐκ ψυχῆς ἀεὶ συμπαθοῦς προερχόμενον ἔλεον βλύζοντες· οὕτω Χριστὸν προσιόντα δεξώμεθα, οὕτω Χριστὸν ἐσαθρήσωμεν, οὕτω Χριστὸν θεοπρεπῶς ἀγκαλισώμεθα καὶ προφητικοῖς ἀνθομολογησώμεθα ῥήμασιν, τὴν αὐτοῦ πρὸς ἡμᾶς ἀνυμνοῦντες προέλευσιν καὶ ἣν πρὸς ἡμᾶς συμπάθειαν εἴργασται μεγαλοφώνοις κηρύττωμεν στόμασιν, ἵνα καὶ βασιλείας οὐρανῶν ἐπιτύχωμεν καὶ τῶν αἰωνίων ἀγαθῶν ἀπολαύσωμεν ἐν αὐτῷ Χριστῷ τῷ λυτρωτῇ καὶ σωτῆρι ἡμῶν θεῷ· μεθ’ οὗ τῷ παναγάθῳ πατρὶ καὶ τῷ παναγίῳ πνεύματι δόξα τιμὴ καὶ προσκύνησις πάντοτε, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων, ἀμήν. τέλος τῆς Ὑπαπαντῆς: ~