Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Σωφρόνιος Ἱεροσολύμων – Εἰς τὴν γέννησιν τοῦ Χριστοῦ

Σωφρόνιος Ἱεροσολύμων

Ο αποκλεισμός από τη Βηθλεέμ λόγω των Σαρακηνών και η ανάγκη πνευματικής προσφοράς

Προτροπή σε μίμηση των Μάγων μέσω της πίστεως, και παραλληλισμός της στέρησης της προσκυνήσεως στη Βηθλεέμ, εξαιτίας της αραβικής απειλής, με την εξορία του Αδάμ.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Σωφρόνιος Ἱεροσολύμων

—

Κεφάλαιο 2 από 5

ἀλλὰ καὶ τοὺς μάγους ζηλῶ τοὺς θεόφρονας, καὶ τούτων τὰ θεοφιλῆ δρομήματα τέθηπα, οἷς οἱ πιστότατοι χρώμενοι ἐπὶ τὴν θεογόνον Βηθλεὲμ παρεγένοντο Ἡρώδου τὸν θυμὸν οὐ τρομάσαντες οὐδὲ τὴν παιδοκτόνον ὀρρωδήσαντες μάχαιραν, ἀστέρα δᾳδοῦχον κτησάμενοι καὶ ποδηγὸν ὑψηλὸν καὶ οὐράνιον πρὸς τὴν ὑψηλὴν πορείαν εὑράμενοι· καὶ τούτοις γενέσθαι σύνδρομος βούλομαι καὶ δῶρα τῷ τεχθέντι προσφέρειν ὀρέγομαι, καὶ εἰ μὴ χρυσὸν καὶ σμύρναν καὶ λίβανον τοὺς αὐτοῦ νυνὶ δωροφόρους προσάγειν βεβούληται, ὡς αὐτὸς τῶν ὅλων ποιητὴς γνωριζόμενος καὶ μᾶλλον χορηγῶν τοῖς ἐνδεέσιν ἡμῖν τὰ ἐνδέοντα καὶ ἀντὶ μὲν χρυσοῦ πίστεως ποθῶν τὴν φαιδρότητα, ἀντὶ δὲ σμύρνης τὴν ἀφθορίαν ἐθέλων ψυχῆς τε καὶ σώματος, οὐ μὴν ἀλλὰ καὶ τοῦ δόγματος καὶ κηρύγματος καὶ τοῦ περὶ τὴν πίστιν ὀρθοδόξου φρονήματος, λίβανον δὲ τὴν εὐωδίαν καὶ εὐοσμίαν τῶν πράξεων λαμβάνειν ἐξ ἡμῶν ἱμειρόμενος, οὐχ ἵνα τι πλουτήσῃ ταῦτα δεχόμενος ἀλλ’ ἵνα πλουσιωτέρους ἡμᾶς δι’ αὐτῶν ἀπεργάσηται. τί γάρ ἐστι τῶν ὑψηλῶν καὶ οὐρανίων κτημάτων καὶ λαμπρῶν κατορθώσεων, οὗ μὴ θεὸς θησαυρός ἐστιν καὶ πηγὴ καὶ ἀμέτρητον πέλαγος, καὶ οὐ ταῦτά γε μόνον ἀλλὰ καὶ δοτὴρ τοῖς πάντων ἐνδεέσιν ἡμῖν πλουσιόδωρος;

ἀλλὰ μάγοι μὲν καὶ ποιμένες οἱ ἔνθεοι ἐπὶ τὴν θεηδόχον Βηθλεὲμ πορευέσθωσαν καὶ σύνδρομον τὸν ἀστέρα καὶ συνοδοιπόρον ἐχέτωσαν καὶ τὸ ὑπὲρ θαῦμα θεάσθωσαν θαῦμα καὶ θεωροῦντες τὸ θαῦμα θαμβείσθωσαν καὶ τὴν ἀγγελικὴν χορείαν ἰδέτωσαν καὶ καρποφορίαν τὴν μαγικὴν δωροφορείτωσαν ‘Δόξα ἐν ὑψίστοις θεῷ καὶ ἐπὶ γῆς εἰρήνη, ἐν ἀνθρώποις εὐδοκία’ φθεγγόμενοι, μηδὲν δεδιττόμενοι, μὴ φόβον κωλυτὴν ἐνθυμούμενοι ἢ εἰς νοῦν τὴν Ἡρώδου μανίαν λαμβάνοντες ἀλλὰ τῶν θεϊκῶν ἐνθυμιῶν ἐμφορούμενοι καὶ τὸ βρέφος ἐσπαργανωμένον καὶ κείμενον ἐν φάτνῃ τῇ θεοφόρῳ θεώμενοι, ὅ πέρ ἐστιν σωτὴρ τῶν ὅλων καὶ κύριος καὶ θεὸς ἀληθῶς ἀνερμήνευτος, κἂν εἰ σαρκὸς προκαλύμματι δι’ ἡμᾶς τοὺς σαρκικοὺς ὑπεκρύπτετο μὴ δυναμένους ὁρᾶν καθαρὰν αὐτοῦ καὶ γυμνὴν τὴν θεότητα σαρκὸς ἀνθρωπείας καὶ σώματος. ἡμεῖς δὲ δι’ ἁμαρτίας ἀπείρους καὶ παγχάλεπα πταίσματα ἀνάξιοι τούτων τῆς θέας γενόμενοι ἐκεῖσε παρεῖναι τοῖς δρόμοις εἰργόμεθα καὶ ἄκοντες μὴ βουλόμενοι οἴκοι μένειν ἀναγκαζόμεθα, οὐ δεσμοῖς σωματικοῖς συσφιγγόμενοι ἀλλὰ φόβῳ Σαρακηνικῷ συνδεσμούμενοι καὶ τῆς τοιαύτης οὐρανίου χαρμοσύνης κωλυόμενοι καὶ λύπῃ λοιπὸν κυματούμενοι ἀξίᾳ τῆς οὐκ ἀξίας ἡμῶν ἀγαθῶν ἀθλιότητος.

εἰ γάρ, εἰ γὰρ τούτων ἐτυγχάνομεν ἄξιοι· πάντως ἂν κατὰ τοὺς τόπους γενόμενοι ἐγγύθεν ὄντας, οὐκ ἄπωθεν, σὺν ποιμέσιν καὶ ἡμεῖς ἐσκιρτήσαμεν καὶ σὺν μάγοις τὰ δῶρα τῷ θεῷ προσηγάγομεν λέγοντες σὺν ἀγγέλοις ‘Δόξα ἐν ὑψίστοις θεῷ καὶ ἐπὶ γῆς εἰρήνη, ἐν ἀνθρώποις εὐδοκία’. ἀλλὰ μὴν τὰς τοιαύτας φωνὰς κἀνθάδε φθεγγόμεθα, τὴν φάτνην δὲ καθορᾶν καὶ τὸ σπήλαιον, τὰ ὄντως ὑψηλὰ καὶ οὐράνια, καὶ ἐν αὐτοῖς τὸν οὐρανοῦ καὶ γῆς βασιλεύοντα ὡς οὐκ ἄξιοι τῆς θέας κρατούμεθα, κἀκεῖνον ἀληθῶς τὸν γενάρχην ἡμῶν Ἀδὰμ καὶ προπάτορα ἐξόριστον τοῦ παραδείσου γενόμενον ἐλεεινῶς ἐν τούτῳ μιμούμεθα παθόντες αὐτῷ παραπλήσια ἢ κἀκείνου μείζονα καὶ λύπης ἀνάπλεα πλείονος, δι’ ἁμαρτίας οἰκείας καὶ σφάλματα ἅπερ ἐκ γνώμης μοχθηρᾶς εἰργασάμεθα.

ὥσπερ γὰρ ἐκεῖνος τῆς ἐν παραδείσῳ τρυφῆς γενόμενος ἐξόριστος καὶ τῆς τηλικαύτης ἀπολαύσεως ἔκβλητος ἑώρα μὲν τοῖς ὀφθαλμοῖς τὸν παράδεισον (ἀπ’ ἐναντίας γὰρ τούτου κατῴκιστο), εἰς αὐτὸν δὲ πάλιν εἰσελθεῖν οὐκ ἠδύνατο τὴν φλογίνην τε καὶ στρεφομένην ῥομφαίαν θεώμενος καὶ τοῦ παραδείσου τηροῦσαν τὴν εἴσοδον καὶ τῆς τοιαύτης αὐτὸν ἀποστεροῦσαν ἐφέσεως δι’ ἥν περ τετολμήκει παράβασιν, οὕτως καὶ ἡμεῖς καθεστήκαμεν σήμερον τῇ θεηδόχῳ Βηθλεὲμ γειτονεύοντες καὶ εἰς αὐτὴν δραμεῖν χαλινούμενοι· οὐ στρεφομένην ῥομφαίαν καὶ διάφλογον βλέποντες ἀλλὰ Σαρακηνικὴν καὶ θηριώδη καὶ βάρβαρον καὶ πάσης ὄντως διαβολικῆς ὠμότητος γέμουσαν, ἥτις φοβερὸν ἀπαστράπτουσα καὶ φονικὸν ἀπολάμπουσα ἐξορίστους ἡμᾶς τῆς μακαρίας ἐκείνης τίθησιν ὄψεως, καὶ οἴκαδε μένειν ἡμᾶς διατάττεται καὶ πρόσω χωρεῖν οὐκ ἀφίησιν· καὶ στρέφεται μὲν κατ’ ἐκείνην που τοῦ παραδείσου τὴν φύλακα, εἴ περ ἡμεῖς ἐθελήσαιμεν, καὶ γίνεται γαληναία καὶ ἥμερος, καθὰ μέχρι χθὲς διεφαίνετο, εἴ περ ἡμεῖς ἐπιστρέφοιμεν καὶ τὸν τεχθέντα θεὸν δι’ ἔργων ἀγαθῶν ἐκζητήσοιμεν· σβεσθήσεται γὰρ τῆς οἰκείας φλογώσεως, εἴ περ τῆς ἁμαρτίας τὴν φλόγα μετανοίᾳ καὶ ἡμεῖς κατασβέσοιμεν καὶ τὸν τεχθέντα θεὸν δι’ ἡμᾶς καθ’ ἡμᾶς θεραπεύσοιμεν τῶν λυπεῖν εἰωθότων ἔργων αὐτὸν τὴν μεταβολὴν ἐνδειξάμενοι.

πῶς γὰρ αὐτῷ καὶ προσέλθοιμεν ἀφθορίαν ψυχῆς οὐ κομίζοντες καὶ ἁγνείαν οὐ κατέχοντες σώματος; ἢ πῶς αὐτῷ προσπελάσοιμεν εὐοσμίαν οὐκ ἔχοντες πράξεων τὴν ἡδύνειν αὐτὸν καὶ εὐφραίνειν γινώσκουσαν; τὸ γὰρ δυσῶδες τῶν πράξεων λίαν ἐστὶν αὐτῷ ἐχθρωδέστατον. Δέδοικα δὲ καὶ τρόμῳ πιέζομαι, μὴ καὶ πίστιν ὀρθόδοξον ἔχοντες καὶ κατ’ αὐτὴν φανῶμεν σφαλλόμενοι, μόνην ἀφέντες αὐτὴν ἀγελάζεσθαι καὶ τῆς συζυγίας αὐτὴν διιστῶντες τῶν πράξεων, καὶ τῶν ἔργων τῶν καλῶν ὀρφανίζοντες. εἰ γὰρ νεκροῦται πίστις κατὰ Ἰάκωβον τὸν θεάδελφον τὸν ταύτης ποιμένα τῆς ποίμνης γενόμενον τῆς εὐπραξίας τῶν εὐωδῶν ἔργων χηρεύουσα, πῶς ἡμεῖς εὐδρομήσοιμεν τὴν πίστιν οὐ στερεοῦντες ταῖς πράξεσι καὶ τὰ νῶτα τῆς ἀγαθουργίας ἐλαφροτάτῳ πτερῷ καθοπλίζοντες; διὸ παρακαλῶ, ποθεινότατοι, τῇ πίστει τὰς πράξεις συνάψωμεν καὶ μηδαμῶς τῶν συζύγων ἔργων αὐτὴν ἀθετήσωμεν, ἵνα ὥσπερ τῇ πίστει κραταιοὶ καθεστήκαμεν καὶ οὐδαμῶς θεοῦ χάριτι ταύτῃ βεβλάμμεθα, οὕτω καὶ ἔργοις ἀγαθοῖς κραταιώμεθα καὶ Χριστὸν αὐτὸν τὸν ἔργοις ἀεὶ τοῖς καλοῖς ἐφηδόμενον πίστει καὶ ἔργοις εὐφραίνωμεν καὶ τὴν αὐτοῦ φιλανθρωποτάτην πλουτῶμεν εὐμένειαν.

αὐτὸς γάρ ἐστιν ὁ διαρρήδην εἰπὼν καὶ σαφῶς ἡμῖν ὁρισάμενος ὡς ‘Οὐ πᾶς ὁ λέγων μοι Κύριε κύριε εἰσελεύσεται εἰς τὴν βασιλείαν τῶν οὐρανῶν, ἀλλ’ ὁ ποιῶν τὸ θέλημα τοῦ πατρός μου τοῦ ἐν τοῖς οὐρανοῖς’ καὶ ‘Ἐὰν ἀγαπᾶτέ με, τὰς ἐντολὰς τὰς ἐμὰς τηρήσατε’ καὶ ‘Ὑμεῖς φίλοι μου ἐστέ, ἐὰν ποιῆτε ὅσα ἐγὼ ἐντέλλομαι ὑμῖν’. εἰ οὖν τὸ πατρικὸν αὐτοῦ θέλημα πράξοιμεν, πίστιν ἀληθῆ καὶ ὀρθόδοξον ἔχοντες, καὶ τὴν Ἰσμαηλιτικὴν ῥομφαίαν ἀμβλυνοῖμεν καὶ τὴν Σαρακηνικὴν ἀποστρέψοιμεν μάχαιραν καὶ τόξον τὸ Ἀγαρικὸν κατεάξοιμεν καὶ τὴν ἱερὰν Βηθλεὲμ οὐκ εἰς μακρὰν θεασοίμεθα καὶ τὰ ἐν αὐτῇ κατοπτεύσοιμεν θαύματα καὶ τὸν θαυματουργὸν αὐτὸν Χριστὸν εἰσαθρήσαιμεν καὶ σὺν ἀγγέλοις αὐτῷ τὴν ὑμνῳδίαν βοήσαιμεν ‘Δόξα ἐν ὑψίστοις θεῷ καὶ ἐπὶ γῆς εἰρήνη, ἐν ἀνθρώποις εὐδοκία’ μεγαλοφωνότατα κράζοντες καὶ εὐπρόσδεκτοι αὐτῷ χρηματίζοντες.