Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Σωφρόνιος Ἱεροσολύμων – Εἰς τὴν γέννησιν τοῦ Χριστοῦ

Σωφρόνιος Ἱεροσολύμων

Η θεολογική σημασία της εορτής της Γεννήσεως και η αναίρεση της προπατορικής κατάρας

Εισαγωγικός στοχασμός για τη σύμπτωση της Γεννήσεως και της Αναστάσεως, η κατάργηση του θανάτου μέσω της θείας συγκαταβάσεως και η κλήση του ανθρώπου στη θέωση.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Σωφρόνιος Ἱεροσολύμων

—

Κεφάλαιο 1 από 5

Τοῦ ἁγίου Σωφρονίου ἀρχιεπισκόπου Ἱεροσολύμων εἰς τὰ θεῖα τοῦ σωτῆρος γενέθλια ἐν ἁγίᾳ κυριακῇ καταντήσαντα καὶ εἰς τὴν τῶν Σαρακηνῶν ἀταξίαν καὶ φθαρτικὴν ἐπανάστασιν. Φαιδρὰν τὴν παροῦσαν ἡμέραν ὁρῶ καὶ ὑπέρλαμπρον καὶ διπλοῖς ἡμᾶς καταυγάζουσαν κάλλεσι καὶ λαμπρότησι διτταῖς καὶ φαιδρότησι λάμπουσαν, οὐχ ὡς ἡλίων δύο διπλοῦν ἡμῖν ὑποφαίνουσαν <φῶς> καὶ οὕτω διπλαῖς περιαστράπτουσαν χάρισιν, ἀλλ’ ἕνα τῆς δικαιοσύνης τὸν ἥλιον φέρουσαν, διπλῶς ἡμῖν τοῖς ἐπὶ γῆς ἀνατέλλοντα καὶ διττὰς ἡμῖν τὰς μαρμαρυγὰς παρεχόμενον καὶ ὁμοίως διττὰς τὰς πνευματικὰς εὐφροσύνας ἐντίκτοντα· τοῦτο μὲν παρθενικῆς ἐκ νηδύος γεννώμενον καὶ ἔνθεον χαρὰν τοῖς ἐπὶ γῆς χαριζόμενον, τοῦτο δὲ ἐκ τῶν Ἅιδου μυχῶν ἀνιστάμενον, τὸν ἀμειδῆ νεκρώσαντα Θάνατον καὶ πάντας αὐτοῦ τοὺς νεκροὺς ἀφελόμενον καὶ ἄφθαρτον ζωὴν καὶ ἀθάνατον τοῖς ἐπιγείοις ἡμῖν πρυτανεύοντα. εἰς ταὐτὸν γὰρ συνῆλθον ἀμφότερα κατ’ ἐκεῖνό που τὸ ἐν ψαλμοῖς μελῳδούμενον· ‘Ἔλεος καὶ ἀλήθεια συνήντησαν, δικαιοσύνη καὶ εἰρήνη κατεφίλησαν, ἀλήθεια ἐκ τῆς γῆς ἀνέτειλεν, καὶ δικαιοσύνη ἐκ τοῦ οὐρανοῦ διέκυψεν· καὶ γὰρ ὁ κύριος δώσει χρηστότητα καὶ ἡ γῆ ἡμῶν δώσει τὸν καρπὸν αὐτῆς’.

καὶ γέννησις γὰρ ἐν ταὐτῷ Χριστοῦ καὶ ἀνάστασις ἔφθασεν· καὶ κυρία γὰρ αὕτη τῶν ἡμερῶν κατοπτεύεται ὡς τὸν κύριον αὐτὸν ἐκ νεκρῶν ἀνιστάμενον ἔχουσα, καὶ τῷ αὐτοῦ τοκετῷ πλουτεῖ τὰ γενέθλια. ὧν οὐδὲν οὔτε ἰδεῖν ὑπάρχει λαμπρότερον οὔτε διανοίας ὀφθαλμοῖς θεωρῆσαι φαιδρότερον· τί γὰρ ἂν εἴη θεοῦ θειοτάτης γεννήσεως περιλαμπέστερόν τε καὶ φᾳνότερον; ἢ τί ἄν τις ἐνθυμούμενος φήσειε θεοῦ θείας ἐκ νεκρῶν ἀναστάσεως περιαυγέστερόν τε καὶ φαιδρότερον;

φῶς γάρ ἐστιν ἀληθινὸν ἐξ ἀληθινοῦ φωτὸς ἀιδίως τε καὶ ἀμερίστως γεννηθὲν τὸ διπλῶς ἡμῖν ἀνατεῖλαν ἐκ γεννήσεώς τε καὶ ἐγέρσεως, καὶ διπλᾶς ἡμῖν τὰς σωτηρίους αὐγὰς δωρησάμενον· ἑκατέρα γὰρ σωτηρίου χαρᾶς ἀναπέπλησται, ὅθεν καὶ χαρμόσυνοι φωναὶ καὶ ἑόρτιοι τὰς παρούσας ἡμῖν ὑποθέσεις λαμπρύνουσι καὶ διπλῶς τοὺς πιστοὺς ἑορτάζειν ἐνάγονται· τῇ μὲν γὰρ ἡ τεκοῦσα παρθένος πυνθάνεται τοῦ ἀγγέλου πρὸς αὐτὴν δικαιότατα λέγοντος· ‘Χαῖρε κεχαριτωμένη, ὁ κύριος μετὰ σοῦ’, ὡς τῆς τῇ Εὔᾳ δοθείσης κατάρας λαβούσης ἀπόλυσιν· ἀλλὰ καὶ οἱ ἀγραυλοῦντες τότε ποιμένες καὶ τὰς νυκτερινὰς φυλακὰς τεκταινόμενοι ἀγγέλου τοῦ ταῦτα πρὸς αὐτοὺς μηνύοντος ἤκουον· ‘Ἰδοὺ εὐαγγελίζομαι ὑμῖν χαρὰν μεγάλην, ἥ τις ἔσται παντὶ τῷ λαῷ, ὅτι ἐτέχθη ὑμῖν σήμερον σωτήρ, ὅς ἐστιν Χριστὸς κύριος ἐν πόλει Δαβίδ’· δι’ οὖ καὶ σεσῴσμεθα καὶ τῆς δουλείας τὸν ζυγὸν ἀπωσάμενοι υἱοθεσίας δωρεὰν ἐδεξάμεθα. τῇ δὲ τὰ λαμπρότατα γύναια αἱ Χριστοῦ τοῦ σωτῆρος μαθήτριαι αὐτοῦ τοῦ Χριστοῦ βοῶντος ἀκούουσιν ‘Χαίρετε’, τοῦ τῆς χαρᾶς αἰτίου τοῖς πᾶσιν ὑπάρχοντος, ὡς τεθνεῶτος θανάτου καὶ πτήξαντος τοῦ τῆς καταδίκης ἡμῶν φοβεροῦ κατακρίματος, καὶ ὅτι κατάρα νομικὴ καταλέλυται καὶ τὸ τῆς Εὔας ἐπιτίμιον ἔσβεσται καὶ ὅτι θανάτου τὸ κράτος καθῄρηται καὶ ἡ τῶν νεκρῶν ἀνάστασις ἤνθηκε φθείρειν ἑαυτὴν τὴν θανάτου φθορὰν καταλείψασα.

κἀκεῖ μὲν τὸ ‘Ἐν λύπαις τέξῃ τέκνα’ παντοίως ἠφάνισται τῆς παγκοσμίου χαρᾶς πεποιημένης τὴν γέννησιν, ἐνταῦθα δὲ τὸ ‘Γῆ εἰ καὶ εἰς γῆν ἀπελεύσῃ’ τὸ παράπαν ἠχρείωται τῆς ζωῆς ἐκ νεκρῶν ἐνδεδειγμένης τὴν ἔγερσιν. τὸ μὲν γὰρ τῆς Εὔας ἐπιτίμιον τὸ ἐν λύπαις τίκτειν τὰ ἔκγονα, τὸ δὲ τοῦ Ἀδὰμ ὑπῆρχε κατάκρισις τὸ εἰς γῆν καταπίπτειν καὶ φθείρεσθαι διὰ τὴν ἀμφοῖν δρασθεῖσαν ἐν παραδείσῳ παράβασιν· ἀλλ’ ἦλθεν καὶ διὰ γεννήσεως ἡμῖν καὶ ἐγέρσεως πέφηνεν ὁ τούτων ἐλευθερωτὴς καὶ λυτρωτὴς δυνατώτατος. οὐδὲν γὰρ ἂν εἴη θεοῦ δυνατώτερον· ‘κύριος γὰρ θανατοῖ καὶ ζῳογονεῖ, κατάγει εἰς Ἅιδου καὶ ἀνάγει’, ὡς γέγραπται, καὶ οὐδ’ ἓν ἂν εἴη τὸ ταῖς παντοδυνάμοις αὐτοῦ ῥοπαῖς ἀνθιστάμενον. αἱ χεῖρες γὰρ αὐτοῦ δι’ ἁμαρτήματα παίουσιν, καὶ πάλιν ἰῶνται διὰ τὴν πολλὴν ἀγαθότητα. ἀλλὰ τίς γένωμαι; ἢ τί τῶν ὁρωμένων ἄξιον φθέγξωμαι; ἀπορῶ γὰρ καὶ λόγου καὶ γλώττης καὶ στόματος δυναμένων ἐξειπεῖν τῶν θεοσδότων τούτων ἑορτῶν τὰ θαυμάσια.

ὅθεν ἐν ἀπορίᾳ μεγίστῃ γενόμενος τῶν ἀγγέλων τὸν ὕμνον δανείζομαι, καὶ τοῦτον τῷ τεχθέντι θεῷ τοκετὸν ἀνθρώπινον καὶ ἐκ τάφου καὶ νεκρῶν ἀνατείλαντι σήμερον μεγαλοφώνως βοῶ καὶ διαπρύσιον φθέγγομαι ‘Δόξα ἐν ὑψίστοις θεῷ καὶ ἐπὶ γῆς εἰρήνη, ἐν ἀνθρώποις εὐδοκία’, ὅτι περ ἐξ ὕψους πρὸς τοὺς ταπεινοὺς ἡμᾶς παραγέγονεν ὑψηλοὺς ἡμᾶς ποιησόμενος καὶ οὐρανίους μᾶλλον ἢ γηίνους δεικνύναι βουλόμενος, ὅτι τε πολεμουμένους ἡμᾶς τὸν ἀόρατον πόλεμον εἰρηναίως διέθηκε καὶ πατρὶ τῷ οἰκείῳ κατήλλαξεν καὶ ‘εἰρήνη ἡμῶν’ ἀποδέδεικται ἐν αὑτῷ τὴν ἡμῶν πρὸς θεὸν τὸν γεννήσαντα θεοπρεπῆ καταλλαγὴν ποιησάμενος, ὅτι τε θείων ἡμᾶς ἀπωτάτω τυγχάνοντας ὄψεων εὐδοκεῖσθαι θεῷ παρεσκεύασεν καὶ φιλανθρώπῳ παρέσχε κατοπτεύεσθαι βλέμματι, ‘τοῦ φραγμοῦ’ καθελὼν ‘τὸ μεσότοιχον’ καὶ ‘ἀνακεκαλυμμένῳ προσώπῳ’ δεδωκὼς ἡμῖν θεοῦ καθορᾶν τὴν λαμπρότητα, ὅτι τε νεκρωθέντας ἡμᾶς τοῖς ἡμῶν αὐτῶν παραπτώμασιν καὶ ἑαυτοῖς ἐπισπασαμένους τὸν θάνατον (‘θάνατον γὰρ ὁ θεὸς οὐκ ἐποίησεν οὐδ’ ἐπ’ ἀπωλείᾳ ζώντων ὁ πανάγαθος τέρπεται’) πάλιν ἐζῴωσε καὶ τάφου καὶ φθορᾶς ἐξανέστησεν καὶ λέγειν ἡμᾶς ἐγκελεύεται ‘Ποῦ σου, Θάνατε, τὸ νῖκος; ποῦ σου, Ἅιδη, τὸ κέντρον;’ ἀμφότερα γὰρ ἤμβλυνε Χριστὸς καὶ ἠμαύρωσε πρὸς τοὺς ταπεινοὺς ἡμᾶς ἀφικόμενος καὶ τοκετὸν ὑπελθὼν τὸν ἡμέτερον καὶ θάνατον τεθνεὼς τὸν ἀνθρώπινον.

καὶ ‘ὦ βάθος πλούτου καὶ σοφίας’ καὶ δυνάμεως, καὶ ὦ τῆς θεϊκῆς ἀληθῶς ἀγαθότητος· καὶ οὐκ ὄντας γὰρ πρότερον ἐκ μὴ ὄντων παρήγαγεν, καὶ πάλιν ἀβούλοις πεσόντας βουλεύμασι καὶ πρὸς θάνατον τὸν ὀλέθριον νεύσαντας πάλιν ἐκ τάφων ἀνέστησε καὶ τὸν κραταιὸν ἡμῶν τεθανάτωκε θάνατον, καὶ πάλιν ἡμῖν τὸ εἶναι κεχάρισται, καὶ τὸ εὖ εἶναι ὡς καὶ πρότερον δέδωκεν· ἀεὶ γὰρ ὡς θεὸς τοῖς ἐνδεέσι χαρίζεται τὰ ὄντως μεγάλα καὶ θεῖα χαρίσματα. διὸ καὶ πάλιν βοῶ καὶ εἰς ἀεὶ δὲ ταῖς ἀγγελικαῖς στρατιαῖς συμβοήσομαι ‘Δόξα ἐν ὑψίστοις θεῷ καὶ ἐπὶ γῆς εἰρήνη, ἐν ἀνθρώποις εὐδοκία’. τί γὰρ ἂν ἁρμοδιώτερον ἢ ὡς ἀληθῶς πρεπωδέστερον ἢ τῷ ὄντι λαμπρότερον τὸν τεχθέντα θεὸν εὐφημεῖν ἐφιέμενοι φήσαιμεν ἢ ‘Δόξα ἐν ὑψίστοις θεῷ καὶ ἐπὶ γῆς εἰρήνη, ἐν ἀνθρώποις εὐδοκία’; θεὸς γὰρ ἐπὶ γῆς· καὶ τίς οὐκ οὐράνιος γενήσεται; θεὸς ἐκ παρθένου γεννώμενος πρόεισι· καὶ τίς οὐ θεωθήσεται σήμερον, καὶ παρθενίας ἁγνότητα σπεύσοι καὶ σωφροσύνην προθύμως ἀσπάσοιτο, ἵνα θεοῦ πλησιέστερον γένοιτο; θεὸς ταπεινοῖς σπαργανοῦται τοῖς ῥάκεσι· καὶ τίς οὐκ εἴ τι ταπεινὸν ἀσπασάμενος θεοῦ πλουτήσοι θεότητα; διὰ τοῦτο γὰρ ἀνθρωπίνην πτωχείαν ἐνδύεται, ἵνα θεοὺς ἡμᾶς ἀπεργάσηται χάριτι.

καὶ ταῦτα μελῳδῶν ὁ θεοπάτωρ Δαβὶδ ἐτερέτιζε προφητικαῖς ἐλλαμπόμενος χάρισι καὶ τοῦ ἐξ αὐτοῦ τεχθησομένου Χριστοῦ προορῶν τὰ δωρήματα καὶ θεϊκὰ σαφῶς κατορθώματα· ‘Ἐγὼ εἶπα· θεοί ἐστε καὶ υἱοὶ ὑψίστου πάντες’. θεὸς ἐν ἡμῖν· θεωθῶμεν θείαις μεταβολαῖς καὶ μιμήσεσιν. ὁ ὕψιστος ἐπίγειος γέγονεν· ὑψωθῶμεν καὶ ἡμεῖς ταῖς προθέσεσιν καὶ τὴν ὑψηλὴν αὐτοῦ καὶ ὑπερτάτην πληρώσωμεν βούλησιν· τῶν τοιούτων θεοσδότων δωρεῶν δεκτικοὺς ἑαυτοὺς ἐργασώμεθα. θεὸς ἐν φάτνῃ προτίθεται καὶ τοῖς ἀλογωθεῖσιν ἡμῖν καὶ λιμώξασιν εἰς βρῶσιν ἑαυτὸν ἐπιδίδωσιν· καὶ τίς οὐκ ἐντρυφήσοι θεότητι καὶ οὐρανίου σοφίας πλησθήσεται καὶ τὴν ἄλογον τρυφὴν ἀποπέμψοιτο ὡς οὐκ ἀξίαν θεοῦ πανδαισίας καὶ χάριτος; ὄντως ‘δόξα ἐν ὑψίστοις θεῷ καὶ ἐπὶ γῆς εἰρήνη, ἐν ἀνθρώποις εὐδοκία’. σκιρτῶ ποιμενικὸν καὶ ἀνάλλομαι τῶν θείων τούτων φωνῶν ἀκροώμενος, καὶ ἐπὶ τὴν θεηδόχον φάτνην ἐλθεῖν κατεπείγομαι, καὶ φθάσαι ποθῶ τὸ οὐράνιον σπήλαιον, καὶ ἰδεῖν τὸ ἐν αὐτῇ φανὲν μυστήριον φλέγομαι κἀκεῖσε τὴν ὑμνολόγον βοὴν τὸν τεχθέντα θεώμενος φθέγξασθαι, ‘Δόξα ἐν ὑψίστοις θεῷ’ βοῶν ‘καὶ ἐπὶ γῆς εἰρήνη, ἐν ἀνθρώποις εὐδοκία’.