Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Σωφρόνιος Ἱεροσολύμων – Εἰς τὰ Θεοφάνια

Σωφρόνιος Ἱεροσολύμων

Ο διάλογος με τον Βαπτιστή και το μυστήριο της Θεοφανείας

Η διστακτικότητα του Ιωάννη λόγω της αναξιότητάς του, η υπακοή του στην προσταγή του Χριστού, η τέλεση του Βαπτίσματος και η φανέρωση της Αγίας Τριάδος.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Σωφρόνιος Ἱεροσολύμων

—

Κεφάλαιο 3 από 6

Τοῦτον ὁ βαπτιστὴς θεασάμενος καὶ καταπλαγεὶς αὐτοῦ τὴν ταπείνωσιν, ἔνθους πληρούμενος καὶ πνεύματος ἔφησεν· “Ἐγὼ χρείαν ἔχω ὑπὸ σοῦ βαπτισθῆναι καὶ σὺ ἔρχῃ πρός με”; καὶ καλῶς ὁ νόμος λέγει τῇ χάριτι· ἔχρῃζε γὰρ ὁ νόμος τῆς χάριτος, ἐπεὶ μηδὲν ἐλθὼν τετελείωκε, μήτε τὴν ἀνθρωπείαν νόσον ἰάσατο, ἣν ἐν Παραδείσῳ πάλαι ἡ φύσις ἡ ἀνθρωπεία νενόσηκεν, ἀλλὰ παιδαγωγὸς μὲν ἄριστος γέγονε καὶ καλῶς εἰς Χριστὸν παιδαγωγήσας τοὺς τὸ βάθος αὐτοῦ τὸ μυστικὸν κατοπτεύσαντας καὶ οὐ τοὺς μόνῃ τῇ ἐκλείψει τοῦ γράμματος τὴν πᾶσαν αὐτοῦ περιγράψαντας δύναμιν καὶ πάντῃ αὐτοῦ τὸν σκοπὸν ἀγνοήσαντας καὶ τὸ ἐν αὐτῷ κρυπτόμενον οὐ νοήσαντας ἴαμα. “Ἐγὼ χρείαν ἔχω ὑπὸ σοῦ βαπτισθῆναι καὶ σὺ ἔρχῃ πρός με; ἁμαρτίαν αὐτὸς οὐ πεποίηκας, οὔτε δόλον ἐκ στόματος ἔλεξας, καὶ τί τοῦ ἐμοῦ προσδέῃ βαπτίσματος; Αὐτός με βαπτίζειν τοὺς ῥυπῶντας ἀπέστειλας καὶ πῶς σε βαπτίσω τὸν ῥύπον μὴ ἔχοντα; πῶς σε βαπτίσω τὸν καθαρὸν καὶ ἀμίαντον, αὐτὸς ἐγὼ τοιαύτην οὐ πλουτῶν καθαρότητα; πῶς σε βαπτίσω πάντας καθαίροντα, αὐτὸς τῆς σῆς μᾶλλον χρῄζων καθάρσεως; πῶς σε βαπτίσω τὸν μετανοίας οὐ χρῄζοντα;

βάπτισμα γάρ μοι μετανοίας δεδώρησαι· τοῦτο τῶν ἁμαρτίαις βεβαρημένων ὑπάρχει τὸ βάπτισμα, οὐδὲ τούτων αὐτοῖς παρεχόμενον ἄφεσιν, ἀλλὰ πρὸς ἐπιστροφὴν καλοῦν καὶ μετάνοιαν, ἵνα εἰς σὲ τὸν σωτῆρα πιστεύσωσιν, ἵνα εἰς σὲ τὸν μετ’ ἐμὲ φανησόμενον τὰς αὑτῶν ἐλπίδας ἀναρτήσωσι. Πῶς σε βαπτίσω τοῖς ὕδασι τὸν βαπτίσαι με μέλλοντα πνεύματι, οὗπερ ἐγὼ πρὸ πάντων βαπτίσματος δέομαι, ὡς μετὰ πάντων καὶ αὐτὸς μολυσμοῖς ἐνεχόμενος: Ἐγὼ χρείαν ἔχω ὑπὸ σοῦ βαπτισθῆναι, καὶ σὺ ἔρχῃ πρός με”;

Ὁ λύχνος τῷ φωτὶ διαλέγεται, ἡ φωνὴ τῷ λόγῳ προσφθέγγεται, ἡ πηλὸς τῷ κεραμεῖ ἀποκρίνεται, ὁ δοῦλος τῷ δεσπότῃ φησὶν ἐκπληττόμενος· “Τί τοῦτο ποιεῖς, ὦ δέσποτα; οἶδά σε τίς εἷ καὶ πόθεν ἐλήλυθας· ἐν κοιλίᾳ σε προσεκύνησα, ἐν γαστρὶ ἔτι τελῶν τὴν σὴν ὡμολόγησα δύναμιν· κόλποις ἔτι τῆς ἐμῆς μητρὸς ἐνειλούμενος, παρουσίαν τὴν σὴν κατενόησα· μυστικωτάτῳ σκιρτήματι τὴν σὴν ἠγαλλιασάμην τοῖς πᾶσι χαροποιὸν ἐμφάνειαν καὶ τῇ μητρικῇ γλώττῃ καὶ στόματι κυριότητα τὴν σὴν ἀνεκήρυξα, ἐπεί μοι φύσις τότε λαλεῖν οὐκ ἐπέτρεπε· νῦν δὲ λαλῶ καὶ ἐξίσταμαι, ἐπειδή μοι λόγον παρέσχηκας καὶ ζῷον λάλον ἐπὶ γῆς ἐδημιούργησας· πῦρ καταναλίσκον εἶ τῇ θεότητι, καὶ πῶς σου τολμήσω ἐφάψασθαι; οὐκ εὐθέως ὅλως καυθήσομαι τολμῶν ἀνθρώποις ἀτόλμητα; Παῦσον, ὦ δέσποτα, ἐμοὶ θεσμοθετῶν τὰ ἀδύνατα· ἀδύνατον γὰρ τοῦτό ἐστι καὶ ἀμήχανον, οὐ μόνον ἀνθρώποις, ἀλλὰ καὶ Ἀγγέλοις αὐτοῖς τὸ ἐπιχείρημα. Ἕτοιμός εἰμι πρὸς τὴν κέλευσιν, ἀλλὰ φόβος με κωλύει τοῦ πράγματος καὶ τῆς τοιαύτης ἐγχειρήσεως ἵστησιν. Οἶδ’ ὅτι πολλὴν τὴν συγκατάβασιν δέδειχας, πρὸς τοσαύτην κατελθὼν ταπεινότητα· ἀλλ’ ὑπεραίρει τοῦτο τὴν ἀνθρωπίνην εὐτέλειαν· ποῖον δὲ πῦρ βαπτισθήσεται νάμασιν, ἢ βαπτισθὲν εὐθὺς οὐ σβεσθήσεται; Σὺ δὲ πῦρ ὑπάρχων ἀίδιον, πῶς προσκαίροις βαπτισθῆναι κελεύεις τοῖς ὕδασι;

πῶς δέ σε ἰδὼν ὁ Ἰορδάνης οὐ φεύξεται, τόπον εὑρηκὼς ἀποδράσεως, ἢν μένειν αὐτὸς αὐτῷ μὴ κελεύσῃς; δύνῃ γὰρ ἅπαντα, ὡς ὄντως ὢν τῶν ἁπάντων ἡνίοχος, δημιουργός τε καὶ κτίστης καὶ πρύτανις”. “Ἀλλὰ τί ταῦτα”; τὸ φῶς τὸ ἀληθινὸν πυνθανόμενον πρὸς τὸν λύχνον φησὶ τὸν φθεγγόμενον· “Εἰ Θεόν με φῂς εἶναι παντοδύναμον, πῶς καὶ τοῦτο δ’ ἂν οὐ δυνήσομαι, ἵνα σε μὴ φλέξω πυρὶ τῆς πάντα μου φλέγειν δυνάμεως, τὸν ἐμῇ κελεύσει καὶ οὐ τόλμῃ βαπτίζοντα; Εἰ προφήτης ἐμὸς τυγχάνεις καὶ πρόδρομος, πῶς ὄμμασι προφητικοῖς οὐ τεθέασαι, ὡς μήτρᾳ μὲν παρθένου συνελήφθην καὶ νηδὺς κεκυοφόρηκεν ἄσπορος, καὶ φύσις με θηλῆς λελόχευκε; καὶ πῶς ἐγὼ τεχθεὶς ἀνθρωπότητι παρθενικῶν μαζῶν ἀπεθήλασα, καὶ ὠλέναις μητρικαῖς νηπιάζων βεβάσταγμαι καὶ οὐδέν, ὧν σὺ δειλιᾷς καὶ πεφόβησαι (ταῦτα πάντα σωματικῶς ἐνεργήσας ἐνήργησα· οὐ γὰρ κρῖναι τὸν κόσμον ἐλήλυθα, ἀλλὰ σῶσαι τὸν κόσμον ἀπὸ θλίψεως), πέφυκα, ὡς ἐμὸν καὶ οὐκ ἄλλου τινὸς δημιούργημα; Τί οὖν ἀμελεῖς καὶ ἀναβάλλῃ τὴν κέλευσιν;

Ὅρα μὴ κριθῇς ἐξ εὐλαβείας ἀνήκοος καὶ γένῃ παρακοῆς τῆς πατρῴας συμμέτοχος. Ἐγὼ κελεύω καὶ τί τὸ ἀντίπαλον; ἐγὼ θεσπίζω καὶ τίς ἀντιτάξεται; οὐκ ἔστι γὰρ τὸ τοῖς ἐμοῖς ἀντιστῆναι δυνάμενον θελήμασι”.

Τούτῳ Ἰωάννης πειθόμενος, καὶ παιδευθεὶς ἐκ τῶν παρθενικῶν ἐν ταὐτῷ καὶ μητρικῶν ὑποθέσεων Χριστοῦ τοῦ ὄντως τὰ μυστήρια, ἀντιλέγειν ἢ ἀντιφέρεσθαι πέπαυτο καὶ πρὸς τὴν πρᾶξιν ἐβάδιζε, καὶ βαπτίζει Χριστὸν Ἰορδάνου τοῖς νάμασι, τὸν Ἰωάννην αὐτὸν ὁμοῦ καὶ τὸ νᾶμα καθαίροντα καὶ Ἰορδάνην αὐτὸν ἁγιάζοντα· καὶ τοῦτο δεδρακὼς ὁ θεσπέσιος εὐθέως ὁρᾷ τὸν οὐρανὸν ἀνοιγόμενον, κἀκεῖθεν τὸ πνεῦμα ἐκ πατρὸς κατερχόμενον, οὐχ οἷον τῇ οὐσίᾳ καθέστηκεν—τοῦτο γὰρ ὀφθαλμοῖς ἀνθρώπων ἀδιάβατον—, ἀλλ’ ἐν εἴδει περιστερᾶς καθιπτάμενον καὶ ἐπὶ Χριστὸν αὐτὸν ἀφικνούμενον, ὡς συγγενὲς ὁμοῦ καὶ ὁμόφυλον καὶ τῆς αὐτῆς ὑπάρχον θεότητος· ἀκούει δὲ καὶ φωνὴν πατρικήν, ὡς ἐρήμου φωνὴ θεοκίνητος, ὑψηλὸν λεγούσης καὶ διαπρύσιον· “Οὖτός ἐστιν ὁ υἱός μου ὁ ἀγαπητός, ἐν ᾧ εὐδόκησα”.

Ὢ φωνῆς οὐρανίας, μαρτυρούσης μὲν Χριστῷ τὴν αὐτὴν τῷ τεκόντι θεότητα (πατρὸς γὰρ ἦν ἡ φωνὴ τοῦ γεννήσαντος), μυσταγωγούσης δὲ τοὺς ἀκούοντας καὶ πρὸ πάντων αὐτὸν τὸν βαπτίσαντα, τῆς μακαρίας τριάδος τὴν ἀρχικωτάτην τε καὶ ἑνιαίαν θεότητα· τό τε γὰρ πνεῦμα ἅγιον, ἀδιάστατον ὂν πατρὸς καὶ υἱοῦ καὶ ἀχώριστον ἐκ πατρός, ἐπὶ τὸν υἱὸν κατελήλυθε, τὴν πρὸς ἄμφω φυσικὴν δεικνύον συγγένειαν, ὡς μίαν νοεῖσθαι καὶ λέγεσθαι ἐν ὁμοτίμῳ τριάδι θεότητα· ἥ τε φωνὴ ἐκ πατρὸς καταθρώσκουσα ἐπὶ τὸν υἱὸν κατεφέρετο, καὶ τοῦτον εἶναι τῷ βαπτιστῇ σαφῶς ὑπεδείκνυε πατρὸς τοῦ βοῶντος υἱὸν ὁμοούσιον, ὡς ἀίδιον ἀπ’ αὐτοῦ τὴν γέννησιν ἔχοντα καὶ αὐτῷ φυσικῶς ὁμοιούμενον οὐσίᾳ καὶ μορφῇ καὶ θεότητι, καὶ οὕτως ἀπ’ ἀρχῆς καὶ ἐς ἀεὶ διαμένοντα, ὡς οὐκ ἀπ’ ἄλλης οὐσίας καὶ φύσεως ἢ ἐξ ἑτέρας τινὸς ὑποστάσεως, ἀλλ’ ἐκ πατρὸς γεννηθέντα καὶ τὴν πρὸς αὐτὸν οὐσιώδη ταὐτότητα φέροντα καὶ οὐ κατά τι γοῦν παραλλάττουσαν τῶν θεϊκῶν ἀγαθῶν τὴν ἐμφέρειαν· τοῦτο γὰρ προφητικῶς καὶ ὁ βαπτιστὴς ἐπεπαίδευτο καὶ βοῶντος ἀκηκόει τοῦ φήσαντος· “Ἐφ’ ὃν ἂν ἴδῃς τὸ πνεῦμα καταβαῖνον καὶ μένον ἐπ’ αὐτόν, οὗτός ἐστιν ὁ βαπτίζων ἐν πνεύματι ἁγίῳ καὶ πυρί”. Ἔνθεν καὶ πρὸ τῆς μαρτυρίας καὶ πράξεως προφητικώτερον ἔφασκεν· “Ἐγὼ χρείαν ἔχω ὑπὸ σοῦ βαπτισθῆναι καὶ σὺ ἔρχῃ πρός με”;

ὡς γὰρ προφήτης ἁγνότατος τῶν προρρηθέντων ἐθεώρει τὴν ἔκβασιν, ἐπεὶ πῶς πρὸ τοῦ σημείου τε καὶ γνωρίσματος τοῦ δοθέντος αὐτῷ πρὸς τὴν Χριστοῦ τοῦ σωτῆρος φανέρωσιν ἐβόα καὶ ἔκραζεν “Ἐγὼ χρείαν ἔχω ὑπὸ σοῦ βαπτισθῆναι καὶ σὺ ἔρχῃ πρός με”; Ἀλλ’ ὄντως μεγάλα Θεοῦ τὰ μυστήρια· οὐ μόνον γὰρ προφητείας πνεῦμα τοῖς προφήταις χαρίζεται καὶ τῶν μελλόντων παρέχει τὴν εἴδησιν, ἀλλὰ καὶ πρὸ τῆς τῶν γνωρισμάτων ἀφίξεως ἐμπνεῖ καὶ αὐτὴν τῶν γνωσθησομένων σημείων τὴν δήλωσιν καὶ ἐφ’ ὃν ταῦτα προελθόντα φανήσεται· τίνος γὰρ ἑτέρου καθέστηκε τὸ πυρὶ βαπτίζειν καὶ πνεύματι, ἀλλ’ ἢ μόνου Θεοῦ τοῦ πυρὸς μὲν διὰ τὴν θείαν φύσιν ὑπάρχοντος, ἔχοντος δὲ καὶ τὸ πνεῦμα τὸ ἅγιον σύμφυτον, ὡς κοινωνὸν τῆς αὐτοῦ φυσικῆς καὶ οὐσιώδους θεότητος; Οὕτω Χριστὸς κατὰ σάρκα βαπτίζεται, τῆς μακαρίας τριάδος εἷς γνωριζόμενος καὶ οὐ διαιρῶν εἰς θεοὺς καὶ θεότητας τὴν μίαν αὐτῆς καὶ οὐ τεμνομένην θεότητα· οὕτω μυσταγωγεῖ τὸν βαπτίζοντα τίς ὁ βαπτίζων πυρὶ τυγχάνει καὶ πνεύματι καὶ τί τὸ μυστήριον τοῦ κατ’ αὐτὸν ὑπάρχει βαπτίσματος· οὕτω καθαίρει τὴν φύσιν τοῦ ὕδατος, πυρὶ θεϊκῷ πυρσεύων ὁμοῦ καὶ καθαίρων τῷ τὰ πάντα μυστικῶς ἐκκαθαίροντι, καὶ περιπνέων καὶ ἁγιάζων τῷ πνεύματι τῷ τὰ πάντα πνευματικῶς ἁγιάζοντι, οἷς ἂν ἁγιαστικῶς ἐπιφέροιτο καὶ ἐπὶ πτῆσιν θεϊκὴν ἐπεδείκνυτο.