Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Σωφρόνιος Ἱεροσολύμων – Εἰς τὰ Θεοφάνια

Σωφρόνιος Ἱεροσολύμων

Εισαγωγή στην εορτή των Θεοφανείων και η συγκατάβαση του Λόγου

Ο ιερός ρήτωρ εκφράζει την αγαλλίαση για την εορτή του θείου βαπτίσματος και αναλύει την άκρα ταπείνωση και ενανθρώπηση του Θεού Λόγου.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Σωφρόνιος Ἱεροσολύμων

—

Κεφάλαιο 1 από 6

ΤΟΥ ΕΝ ΑΓΙΟΙΣ ΠΑΤΡΟΣ ΗΜΩΝ ΣΩΦΡΟΝΙΟΥ ΑΡΧΙΕΠΙΣΚΟΠΟΥ ΙΕΡΟΣΟΛΥΜΩΝ λόγος εἰς τὸ ἅγιον βάπτισμα. Πάλιν φῶς προερχόμενον, καὶ πάλιν ἐγὼ φωτιζόμενος· πάλιν αὐγὴ αὐγάζουσα, καὶ πάλιν ἐγὼ αὐγαζόμενος· πάλιν φαιδρότης φαιδρύνουσα, καὶ πάλιν ἐγὼ φαιδρυνόμενος. Πάντα φωτεινὰ καὶ ὑπέρλαμπρα, πάντα διαυγῆ καὶ ἀστράπτοντα καὶ τὴν τῆς ἡμέρας βοῶντα φαιδρότητα. Οὐρανῶν αἱ δυνάμεις εὐφραίνονται καὶ ἡ γῆ τοῖς οὐρανίοις συναγάλλεται· τὸν ἐμὸν φωτισμὸν ἑορτάζοντα τὰ ὄρη σκιρτάτωσαν καὶ τὰ τῶν κριῶν μεγάλα μιμείσθω πηδήματα· οἱ βουνοὶ διαλλέσθωσαν καὶ τὰ τῶν ἀνθρώπων ἐκτελείτωσαν ἅλματα· φευγέτω θαλάττια ὕδατα, τὰ τὴν εὐρύχωρον καὶ θαλαττίαν ἁμαρτίαν ἡμῖν ὑπογράφοντα. Ὁ Ἰορδάνης τρεχέτω δρόμον δι’ ἐμὲ τὸν ὀπίσθιον· ἐγὼ γάρ εἰμι ὁ καλῶς εἰς τὰ ὀπίσω στρεφόμενος καὶ αὗθις παιδίον γινόμενος διὰ τῆς πνευματικῆς καὶ ὑδατώδους ἀναγεννήσεως, καὶ οὕτως ὡς παιδίον ἀρτιγενὲς καὶ ἀπόνηρον καὶ κακίας πάσης ἐλεύθερον εἰς βασιλείαν οὐρανῶν ἀναγόμενος.

Διὰ τοῦτο χαρὰ τοῖς οὐρανίοις ἐφήπλωται δι’ ἐμὲ τὸν ἀπὸ γῆς εἰς οὐρανοὺς ἀνυψούμενον· διὰ τοῦτο θυμηδίας τερπνῆς ἀγαλλίασις τοῖς ἐπιγείοις ἐγκεκράτηται σήμερον, ὅτι τῆς ἐμῆς ὁρᾷ σωτηρίας τὴν γέννησιν, ὅτι τῆς ἐμῆς δᾳδουχίας δέρκει τὴν ἔλλαμψιν, ὅτι τῆς ἐμῆς δουλείας ὁρᾷ τὴν ἀπόθεσιν, ὅτι τῆς ἐμῆς ἐλευθερίας ὁρᾷ τὴν προέλευσιν, ὅτι τῆς ἐμῆς ῥυπαρίας ὁρᾷ τὴν ἀπόνιψιν, ὅτι τῆς ἐμῆς καθαρότητος νοεῖ τὴν λαμπρότητα, ὅτι τῆς ἐμῆς υἱοθεσίας βλέπει τὴν γέννησιν, μᾶλλον δὲ θαυμαστὴν ἀναγέννησιν—οὕτω γὰρ εἰπεῖν εὐπρεπέστατον—, οὐκ ἐκ θελήματος σαρκὸς ἀναθρώσκουσαν, οὐδὲ ἐκ θελήματος ἀνδρὸς ἀναβλύζουσαν, ἀλλ’ ἐκ θελήματος Θεοῦ ἀνατέλλουσαν. Ἐκεῖνα τῆς κάτω γεννήσεως, ταῦτα τῆς ἄνω κυήσεως· ἐκεῖνα τοῦ πρώτου Ἀδὰμ τὰ χαρίσματα, ἅπερ αὑτοῦ τοῖς τέκνοις, ἡμῖν, προεξένησε, Θεῷ γεγονὼς ἀνυπήκοος καὶ παραβὰς αὐτοῦ τὸ διάταγμα. Ταῦτα τοῦ δευτέρου Ἀδὰμ τὰ δωρήματα, ἅπερ ἡμῖν τοῖς αὑτοῦ φοιτηταῖς ἐδωρήσατο, Θεῷ γεγονὼς τῷ τεκόντι ὑπήκοος καὶ φυλάξας αὐτοῦ τὴν ἐντολὴν ἀπαράτρωτον, ὡς κατ’ ἐμὲ γεγονὼς ἄνθρωπος καὶ μέχρι σταυροῦ καὶ θανάτου τὴν ὑπακοὴν ἐνδειξάμενος· “ἐντολὴν γὰρ ἔλαβον”, φησί, “παρὰ τοῦ πατρός μου τί εἴπω καὶ τί λαλήσω, καὶ ἐγὼ τὴν ἐντολὴν τοῦ πατρός μου ἐφύλαξα”.

Οὐκ ἀπαξιοῖ ταῦτα λέγειν δι’ ἐμὲ καὶ φθέγγεσθαι, ἐπειδὴ γενέσθαι κατ’ ἐμὲ κατηξίωσε, σάρκα προσλαβὼν ὁ ἀσώματος ἐκ παρθένου βλαστήσασαν αἵματος καὶ ψυχὴν νοερὰν καὶ ἀόρατον καὶ ψυχαῖς ταῖς ἡμετέραις ὁμόφυλον· ταῦτα γὰρ καὶ πᾶς πέφυκεν ἄνθρωπος ἐξ Ἀδὰμ φυσικῶς καταγόμενος καὶ σῴζων πρὸς αὐτὸν τὴν συγγένειαν ὡς συμφυὴς υἱὸς καὶ ἀπόγονος. Ταῦτα καὶ ὁ Λόγος τοῦ Θεοῦ καὶ Θεὸς ὁ τούτων κτίστης γεγένηται, σῶσαι βουληθεὶς τὸ ἀνθρώπινον φύραμα, ὡς ἔργον ἰδικὸν καὶ πλαστούργημα τοῦ τεκόντος Θεοῦ, συνθελήσαντος καὶ τοῦ συγγενοῦς εὐδοκήσαντος πνεύματος· μία γὰρ τῆς μακαρίας τριάδος ἡ βούλησις, ἐπειδὴ καὶ μία αὐτῆς οὐσία καὶ θεότης πεπίστευται.

Διὰ ταῦτα φῶς πρὸς τὸν λύχνον πορεύεται, τὸν ἐμὸν φωτισμὸν οἰκειούμενος καὶ ποιῆσαι τὸν λύχνον οὗπερ ἦν φωτεινότερον· καὶ ὁ Λόγος πρὸς τὴν φωνὴν παραγίνεται, τὸν ἀλογωθέντα με ταῖς σαρκικαῖς ἐπιθυμίαις καὶ πάθεσι λογῶσαί τε καὶ σοφῶσαι βουλόμενος· καὶ ὁ δεσπότης πρὸς τὸν δοῦλον κατέρχεται, τὸν δοῦλον ἐμὲ ἐλευθεροῦν ἐφιέμενος· καὶ τῷ στρατιώτῃ ὁ βασιλεὺς ὑποκλίνεται, εἰς βασιλείαν ἐμὲ προαγόμενος, καὶ ταύτην οὐράνιον, ἐπειδὴ καὶ αὐτός ἐστι βασιλεὺς ἐπουράνιος· τὸν δρόμον, τὸν Πρόδρομον, ἐνδείκνυται ὁ πανταχοῦ παρὼν ὡς Θεὸς ἀπερίγραπτος, καὶ στείλας αὐτοῦ προτρέχειν τὸν Πρόδρομον, καὶ βοᾶν αὐτοῦ τὴν σωτήριον ἄφιξιν, καὶ κηρύττειν αὐτοῦ τὴν θεουργὸν θεοφάνειαν· θεοῖ γὰρ ἐμὲ τὸν σαρκικὸν ἐμφαινόμενος καὶ Θεῷ προσοικειοῖ τῷ γεννήτορι τὸν πάλαι Θεοῦ φυγάδα γενόμενον καὶ δραπέτην μέχρις αὐτοῦ χρηματίσαντα.