Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Σωφρόνιος Ἱεροσολύμων – Εἰς τοὺς ἁγίους Κῦρον καὶ Ἰωάννην

Σωφρόνιος Ἱεροσολύμων

Η μετακομιδή των λειψάνων και η συντριβή της ειδωλολατρίας

Η μεταφορά των ιερών λειψάνων από τον άγιο Κύριλλο, ο θρίαμβος των μαρτύρων, η εκδίωξη του δαίμονα και η καταστροφή του ειδωλολατρικού τεμένους.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Σωφρόνιος Ἱεροσολύμων

—

Κεφάλαιο 7 από 8

Καὶ δὴ νύκτωρ αὐτῷ μεθ’ ἱκετείας καθεύδοντι, δι’ ἀγγέλου τὸ πρακτέον ἐμήνυσεν, Κῦρον κελεύσας τὸν ἀοίδιμον μάρτυρα ἀπὸ τοῦ Μάρκου τοῦ θεσπεσίου νεὼ πρὸς τὸν τῶν Ἁγίων Εὐαγγελιστῶν σηκὸν μεταστήσασθαι, ὅνπερ ὁ προεδρεύσας Θεόφιλος ἐν αὐτῇ τῇ κώμῃ Μενούθει ἦν δομησάμενος, ἐν ᾗ καὶ τὸ εἴδωλον ἵδρυτο, καὶ τὸ δαιμόνιον ἐπεπόλαζεν. Τοῦτον Κύριλλος ὁ θαυμάσιος τὸν χρησμὸν δι’ ἀγγέλου δεξάμενος, ἐπὶ Μάρκον τὸν ἅγιον ἔδραμεν, καὶ τὸ σεπτὸν ἐκκαλύψας Κύρου σορίδιον, ἔνδον σὺν αὐτῷ καὶ Ἰωάννην τὸν τρισόλβιον εὕρισκεν· καὶ σοφῶς λογισάμενος ὡς ἀμφοτέρους τὸ θεόλεκτον πρόσταγμα τῇ τοῦ ἑνὸς προσηγορίᾳ, διὰ τὴν ἀμφοτέρων ὁμόνοιάν τε καὶ ὁμοφροσύνην ἐμήνυσεν, καὶ ὡς οὐ δέον διελεῖν μετὰ θάνατον οὓς οὐ τρόπος, οὐ τόπος, οὐ τάφος, οὐ χρόνος, οὐ πάθος διέλυσεν, τούτους ἄμφω λαβὼν εἰς τὸ λεχθὲν αὐτῶν τῶν Εὐαγγελιστῶν ἱερὸν μετήγαγεν τέμενος, σκιρτῶν ὁμοῦ καὶ ἀγαλλόμενος κατὰ Δαβὶδ τὸν μακάριον πρὸ τῆς κιβωτοῦ Κυρίου χορεύοντα παραπλησίως μιμούμενος.

Ὅθεν καὶ κατ’ αὐτὸν τὸν Μελῳδὸν τὴν πνευματικὴν αὐτοῦ λύραν καὶ θεόπνευστον ἁρμοσάμενος μελῳδίαις δύο τοὺς μάρτυρας ᾔνεσεν, τὴν ἐνοῦσαν αὐτῷ δημοσιεύων τερπνότητα, καὶ τοῖς εὐσεβέσιν εἰκὼν καὶ ὑπόδειγμα τῆς ἐπὶ τοῖς ἁγίοις εὐφροσύνης γινόμενος· αἷς καὶ οἱ νῦν ἐντυγχάνοντες, καὶ τὸν ἐκείνου πόθον γινώσκουσιν, καὶ πρὸς τὴν αὐτοῦ διάθεσιν μεταβάλλουσιν· χαίρουσιν γὰρ εὐθὺς καὶ σκιρτῶσιν ὡς Κυρίλλος, καὶ τὸν Χριστὸν τοῖς ὕμνοις γεραίρουσιν, καὶ ταῖς εὐφημίαις στεφανοῦσιν τοὺς μάρτυρας.

Θαυμάσια γὰρ ὄντως ἐστὶν τοῦ Σωτῆρος τὸ πάναλκες καὶ τὸ τῆς αὐτοῦ προνοίας πανεύπορον, πῶς οὐ θεῖον ἐξ οὐρανοῦ βρέξας καὶ πῦρ, τὸν ἀλιτήριον ἐκεῖνον ἐκεραύνωσε δαίμονα, ὡς πάλαι Σόδομά τε καὶ Γόμορρα τῇ φύσει μεμφόμενα, καὶ τὸν Ποιητὴν ὡς οὐκ εὖ τὰ καθ’ ἡμᾶς διαθέμενον ἐνυβρίζοντα· οὔτε γῆν ἀνοιχθῆναι καὶ καταπιεῖν τὸν ἀκάθαρτον ἔκρινεν, ὥς ποτε τὴν Δαθὰν καὶ Ἀβιρὼν συναγωγὴν ὑπερήφανον· οὔτε λίθους ὀμβρήσας τὸν ἀνόσιον ἐχαλάζωσεν, ὡς ἔθνος ποτὲ τῷ Ἰσραὴλ ἀνθιστάμενον· οὔτε πεσεῖν τὸ τοῦ μιαροῦ βδελυρώτατον ἄγαλμα καὶ εἰς λεπτὰ συντριβῆναι προσέταξεν, ὡς πάλαι τὸν Βὴλ καὶ τὸν Δαγὼν κατελέπτυνεν, ἀλλὰ σώμασι νεκροῖς καὶ κεκοιμημένοις ἐν μνήματι τὸ τούτου θράσος κατέβαλεν καὶ μανίαν κατεύνασεν, καὶ τῶν ἐπ’ αὐτῷ καυχωμένων τὴν ἀλαζονείαν κατῄσχυνεν· δεῖξαι θέλων, ὡς οἶμαι, τοῖς συνετοῖς καὶ ἀρτίφροσιν, πόση μὲν ἡ τῶν αὐτοῦ μαρτύρων καὶ μετὰ θάνατον δύναμις, πόση δὲ τῶν παρ’ Ἕλλησι θεῶν ἡ ἀσθένεια, καὶ ὅσον ἡττῶνται οἱ θεοὶ χρηματίζειν αὐχήσαντες, ἀκινήτοις ἁγίων καὶ νεκροῖς καὶ μὴ πνέουσι σώμασιν.

Ἐνταῦθα γὰρ ἐλθόντες οἱ ἅγιοι, καὶ τοῖς Εὐαγγελισταῖς γενόμενοι σύσκηνοι, πρῶτον μὲν ἐξ αὐτῆς εὐθὺς τῆς εἰς τὸν ἱερὸν τοῦτον σηκὸν ἐπιβάσεως εἰς φυγὴν τὸ δαιμόνιον ἔτρεψαν εἰς τάρταρον ἐκ γῆς ἐκδιώξαντες, καὶ τρόπαιον ἐπὶ τῇ τούτου φυγῇ θριαμβεύσαντες, ἔρημον τὴν οἰκίαν τοῦ οἰκήτορος ἔδειξαν. Δεύτερον δὲ τούτοις ἔργον ἐπράττετο ἡ τῶν ὑπαρχόντων τῷ δαίμονι σκύλευσις, ἤγουν ἡ πόρθησις.

Ἄνθρωποι δὲ ἦσαν αὐτοῦ τὰ ὑπάρχοντα καὶ γύναια τῷ βωμῷ προσκαθήμενα, ἐλπίσι κεναῖς ἀπατώμενοι καὶ φαντασίᾳ δεινῇ χλευαζόμενοι· οὕσπερ οἱ μάρτυρες ψυχὰς νεκρωθέντας καὶ σώματα, τὸν ἰσχυρὸν τῇ φυγῇ κατὰ τὴν θείαν φωνὴν πρότερον δήσαντες, ὡς νεκρὸν ἐσκύλευσαν· δεύτερον καὶ ζωὴν αὐτοῖς φιλανθρώπως χαρίζονται, τῇ πηγῇ τῆς ζωῆς αὐτοὺς προσενέγκαντες καὶ γνῶναι Θεὸν δωρησάμενοι, ὃν ἀγνοοῦντες νενέκρωντο, καὶ φῶς ἀληθινὸν χαρισάμενοι, ὅπερ ἐσκοτοῦντο μὴ βλέποντες. Οὕτω γὰρ σώζουσίν τε καὶ ζωγροῦσι τὰ πρὸς ἐχθρῶν αὐτοῖς ἁρπαζόμενα, ὡς ὁ Δεσπότης αὐτῶν καὶ διδάσκαλος τὴν οἰκουμένην ἁρπάσας ἐζώγρησεν. Τρίτον οἱ μάρτυρες τῶν φθασάντων ἔδρων τότε οὐκ ἔλασσον· καὶ τὸ βδελυρὸν ἐκεῖνο τοῦ δαίμονος τέμενος, ἐν ᾧ τὰς ψευδεῖς φαντασίας ὁ δραπέτης εἰργάζετο, ἐν ᾧ βωμὸς ἦν ἀεὶ τοῖς αἵμασι διαινόμενος καὶ τὸ γυναικόμορφον ἵστατο ξόανον, παραλίᾳ ψάμμῳ κατέχωσαν καὶ κατὰ τὸν πατριάρχην Ἰακὼβ ὑπὸ χθόνα κατέκρυψαν· ὡς καὶ λήθην ἐμποιῆσαι τοῖς ἔπειτα, καὶ ὠφέλιμον ἄγνοιαν τῆς μυσαρᾶς αὐτοῦ καὶ ψυχοφθόρου δομήσεως. Τέταρτον τοῖς προλαβοῦσιν συνήπτετο ὁ τοῦ δυσαγοῦς αὐτοῦ κτήματος ὄλεθρος, ὃ τῆς δαίμονος ὑπῆρχεν ἐπώνυμον, καὶ τῶν μυσαρῶν αὐτῆς τελετῶν μιαρὸν ἐνδιαίτημα· τοῦτο γὰρ ψάμμος καὶ θάλαττα μαρτύρων ἐμερίσαντο νεύματι· καὶ τὸ μὲν αὐτοῦ ψάμμοις ἐστὶν ὑποβρύχιον, τὸ δὲ θαλαττίοις περικλύζεται ῥεύμασιν.