Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Σωφρόνιος Ἱεροσολύμων – Διήγησις θαυμάτων τῶν ἁγίων Κύρου καὶ Ἰωάννου

Σωφρόνιος Ἱεροσολύμων

Εισαγωγή στη συγγραφή και τα πρώτα αλεξανδρινά θαύματα

Προοίμιο της διηγήσεως και τα πρώτα θαύματα θεραπείας στην Αλεξάνδρεια, με αναφορές στις ιάσεις του Αμμωνίου, του Θεοδώρου και άλλων.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Σωφρόνιος Ἱεροσολύμων

—

Κεφάλαιο 1 από 12

ΣΩΦΡΟΝΙΟΥ ΜΟΝΑΧΟΥ ΤΟΥ ΣΟΦΙΣΤΟΥ ΔΙΗΓΗΣΙΣ ΘΑΥΜΑΤΩΝ ΤΩΝ ΑΓΙΩΝ ΚΥΡΟΥ ΚΑΙ ΙΩΑΝΝΟΥ ΤΩΝ ΣΟΦΩΝ ΑΝΑΡΓΥΡΩΝ Περὶ Ἀμμωνίου τοῦ ὀκταβαρίου χοιράδας ἐσχηκότος περὶ τὸν τράχηλον [1] Δίκαιον οἶμαι τῆς τῶν θαυμάτων ἀρχόμενος διηγήσεως, πρῶτα τὰ οἰκεῖα φράσαι τῆς πόλεως, ἐν ᾗ καὶ τῶν μαρτύρων ἡ θαυμαστὴ γέγονεν ἄθλησις, καὶ τὸ σεπτὸν αὐτῶν ᾠκοδόμηται τέμενος· ἵνα μήτε τοὺς Ἀλεξανδρέας λυπήσωμεν, ἑτέρους αὐτῶν ἐν τοῖς ἰδίοις προτάττοντες· μήτε τὴν πόλιν αὐτὴν ἀτιμάσωμεν, μεγίστην οὖσαν καὶ καλὴν καὶ ἐράσμιον, καὶ ἀξίαν διὰ τοῦτο προτάττεσθαι, ἵνα τὴν ἀρχὴν τῆς διηγήσεως κληρωσάμενα θαύματα, καὶ τὰ πρὸς δήμου τοσούτου καὶ τοιαύτης πόλεως ἀληθῆ μαρτυρούμενα, καὶ τοῖς ἔπειτα λέγεσθαι μέλλουσι παραπέμψοι τὸ εὔπιστον. [2] Οὐκοῦν ἀρχέτω τῶν θαυμάτων ἡμῖν ὁ Ἀμμώνιος, ἐπεὶ καὶ αὐτὸς τῶν πρώτων ὑπῆρχε τῆς πόλεως, πλούτῳ τε διαπρέπων καὶ ἀγαθῷ πατρὶ σεμνυνόμενος.

Ὁ μὲν γὰρ χρόνους οὐκ ὀλίγους τὴν Ἀλεξανδρέων Ἐκκλησίαν διῴκησεν, πατὴρ Εὐλογίου τοῦ πάνυ τὸν θρόνον ἰθύναντος· ὁ δὲ τὴν τῆς ὀκτάβης ἀρχὴν (τέλος τοῦτο κατ’ ὀγδοάδα) καθέστηκεν, ἀδίκως μὲν συναγόμενον, εὐσεβῶς δὲ διοικούμενον· ὃ ὁ υἱὸς πρὸ τέλους διήνυσεν. [3] Οὗτος γοῦν ὁ Ἀμμώνιος νέος ἔτι τυγχάνων, καὶ κάλλει σώματος τῶν ἐφήβων κοσμῶν τὰ συστήματα πάθος ἔσχεν χαλεπὸν εἰς τὸν τράχηλον, ὅπερ ἰατροὶ χοιράδας καλῶς ὀνομάζουσιν, διὰ τὸ ζώοις ἐοικέναι τοιούτοις, τὰ τοῦτο δημιουργοῦντα τὸ νόσημα, καὶ καινοὺς συφεῶνας τῶν ἀθλίων ἀνθρώπων τοὺς τραχήλους ποιούμενα.

Ταῦτα τὸν τοῦ νέου περιστοιχήσαντα τραχήλου, καὶ ὥσπερ ἐν κοιλίᾳ μητρὸς ἐκτρεφόμενα, καὶ ταῖς κατ’ ὀλίγον αὐξήσεσι τὸν αὐχένα συντείνοντα, καὶ συναύξειν αὐτοῖς ἀναγκάζοντα, ἐν μεγάλῳ κακῷ τὸν νεανίαν διέθηκαν, συνέχοντά τε καὶ συμπνίγοντα τῇ περιτάσει τοῦ δέρματος. [4] Ὁ δὲ πατὴρ τοὺς σοβαροὺς τῶν ἰατρῶν προσκαλούμενος, τοῦ νέου τὸ πάθος ἐδείκνυεν, καὶ βοηθεῖν ἠντιβόλει τῷ παιδὶ κινδυνεύοντι, καὶ μισθοὺς τῆς θεραπείας ἀξίους πρὸ τῆς θεραπείας προσέφερεν· οἱ δὲ τὸν Ἰουλιανόν (τοῦτο γὰρ ἦν ὄνομα τῷ πατρί) διὰ τιμῆς πλείονος ἄγοντες, καὶ τὸν παῖδα στέργειν ὑπὲρ αὐτὸν ἐπομνύμενοι, καὶ ἄλλως πως τῇ ὁλκῇ τῶν μισθῶν ἐφηδόμενοι, τῆς τε νόσου τὴν ἄκεσιν χρέος εἶναι διώμνυντο, καὶ ταύτην αἰδῷ καὶ τιμῇ τοῦ πατρός, καὶ πόθῳ καὶ στοργῇ τοῦ παιδὸς παρασχεῖν ἐπηγγέλλοντο. [5] Καὶ δὴ πάντα τὰ τῆς τέχνης κινήσαντες, καὶ τοῖς ὑπὲρ τῆς τέχνης, εἰ ἔστιν εἰπεῖν, ἐγχειρίσαντες, ὤνησαν οὐδέν· ἐπεὶ τοῖς μάρτυσιν τὰ τοῦ παιδὸς ἐτηρεῖτο σωτήρια. Τοῦτον γὰρ ὁ πατήρ, τῶν ἰατρῶν ἀφελόμενος, τοῖς ὄντως ἰατροῖς Κύρῳ καὶ Ἰωάννῃ προσήνεγκε, ὧν τὴν τιμίαν σορὸν καταβρέχων τοῖς δάκρυσιν, ἀρωγοὺς γενέσθαι τοῦ παιδὸς ἐλιτάνευεν, καὶ μὴ παριδεῖν αὐτοῦ τὸν υἱὸν τηλικούτῳ κλύδωνι συνεχόμενον.

Οἱ δὲ τοῦ γέροντος ἐπακούσαντες, καὶ τὰ τῆς εὐχῆς οὐκ ἀτιμάσαντες δάκρυα, καὶ τὸν νέον ἰάσαντο, κἀκείνου τοῦ δεινοῦ περιδερρέου λαμπρῶς ἠλευθέρωσαν. [6] Ἀδικεῖν δὲ νομίζω, εἰ μὴ καὶ τῆς θεραπείας μνήμην ποιήσωμαι.

Ἐπεὶ γὰρ τὸν νεανίαν ἑώρων ὑπέροφρυν, καὶ τῷ τοῦ πλούτου φυσήματι πρὸς ἀλαζονείαν αἰρόμενον, οὐ πρότερον τοῦ σωματικοῦ τένοντος τὰς οἰδήσεις κατέπαυσαν, εἰ μὴ τῆς ψυχῆς τὴν φλεγμονὴν ἐθεράπευσαν· πλείω γὰρ τῆς τῶν σωμάτων ἰάσεως τῆς τῶν ψυχῶν ἀπαθείας φροντίζουσιν. [7] Τὸν οὖν Ἀμμώνιον ψυχῇ νοσοῦντα καὶ σώματι βλέποντες, καὶ τοὺς ἑκατέρων αὐχένας κακῶς διακείμενον, οὕτω τῆς θεραπείας ἠξίωσαν· πρῶτον μὲν τὰ πρὸ τῆς σεβασμίου αὐτῶν σοροῦ σαροῦν ἐπιτάττουσιν, ὅπως μάθοι μὴ ὑπερφρονεῖν, παρ’ ὃ δεῖ φρονεῖν ἵνα διὰ τῆς εἰς τὰ κάτω καὶ εἰς γῆν κατανεύσεως, ὅθεν τε ἐλήφθη διδάσκοιτο, καὶ ὅποι μικρὸν ὕστερον ἀποστραφήσεται καθώς που φησὶν ὁ Θεὸς τῷ πρωτοπλάστῳ Ἀδάμ·

Ἐν ἱδρῶτι τοῦ προσώπου σου φαγῇ τὸν ἄρτον σου, ἕως οὗ ἀποστρέψαι σε εἰς γῆν ἐξ ἧς ἐλήφθης, ὅτι γῆ εἶ καὶ εἰς γῆν ἀπελεύσῃ. Καὶ πρὸς Θεὸν Δαβὶδ ὁ θεσπέσιος· Ἀντανελεῖς τὸ πνεῦμα αὐτῶν καὶ ἐκλείψουσιν καὶ εἰς τὸν χοῦν αὐτῶν ἐπιστρέψουσιν. [8] Ἀλλ’ οὕτω τῆς ψυχῆς τοῦ νέου τὸν ὄγκον μαράναντες, καὶ ὅστις εἴη μαθεῖν ἀναγκάσαντες, ἐπὶ τὸ τοῦ σωματικοῦ τραχήλου πάθος τὰς χοιράδας τὸ φάρμακον ἔπεμπον. Τοῦτο δὲ ἦν τῆς αὐτῶν κηρωτῆς ἡ παναλκὴς ἔμπλαστρος, ἣν ἄρτῳ μιχθεῖσαν περιθεῖναι τῷ τραχήλῳ προσέταξαν· καὶ τῆς τῶν ἁγίων γενομένης προστάξεως, τοῦ πάθους ὁ παῖς ἀπηλλάττετο· οὐ πολλαῖς γὰρ ταῖς ἡμέραις ἀντισχεῖν αἱ χοιράδες πρὸς τὸ φάρμακον ἴσχυσαν. [9] Ὅθεν ἐπιτεθέντος αὐταῖς τοῦ βοηθήματος, οὕτως ὀξέως ὥσπερ τινὸς μαστίζοντος αὐτὰς ἢ διώκοντος ἔφυγον· καὶ ἄφνω διαρρήξασαι τὸ περιέχον αὐτὰς τοῦ αὐχένος δερμάτιον πρὸ τοῦ τῶν ἁγίων ἔπεσαν μνήματος· ἑξήκοντα δὲ ἦσαν καὶ ἑπτὰ τὸν ἀριθμόν, ὡς ἔλεγον αὐτὰς οἱ μετρήσαντες· ἃς οἱ τότε τῷ νεῷ διακονούμενοι ἐπὶ πολλὰς ἡμέρας πρὸ τοῦ τῶν ἁγίων ᾐώρησαν μνήματος, τὴν τῶν μαρτύρων ἰσχὺν ἐνδεικνύμενοι, καὶ πάντας κινοῦντες πρὸς θεάρεστον αἴνεσιν.

Καὶ Ἀμμώνιος μὲν ἐπὶ διπλῷ τῷ νοσήματι διπλῆν λαβὼν καὶ ἴασιν, ὑγιὴς ἀποδίδοται. [10] Μετὰ χρόνον δέ τινα πάλιν ἐπαρθεὶς τῷ φρονήματι καὶ λήθην τῆς προλαβούσης παιδείας κτησάμενος, σωματικῇ πάλιν ἀσθενείᾳ παιδεύεται· καὶ τὰ κρείττω φρονεῖν μαρτύρων ἐπιτιμίοις διδάσκεται.

Ἀσθενήσας γὰρ οὐ μετρίως τὸν στόμαχον ἐκινδύνευεν· κολικευμὸν δὲ μᾶλλον Ἀσκληπιάδαι τὸ πάθος ἐκάλεσαν καὶ οὐ στομάχου διάθεσιν τὸ διάφορον τῶν ἀλγηδόνων συγκρίναντες καὶ μείζους ταύτας ἢ κατὰ στόμαχον βλέποντες· οὔτε γὰρ ἦν αὐτόν τινος μεταλαβεῖν, ὃ μὴ πάλιν ἀνήγαγεν εὐθὺς διὰ στόματος, μὴ δυναμένης αὐτοῦ τῆς γαστρὸς τὸ παρὰ τοῦ στομάχου πεμπόμενον δέξασθαι, ἥτις τοῖς στρόφοις πιεζομένη, καὶ δριμυτέραις ταῖς ἀνίαις δουλεύουσα, μένειν ἐν αὐτῇ τὴν τροφὴν οὐκ ἠνίσχετο, ἀλλὰ θᾶττον αὐτὴν κατιοῦσαν ἀνέπεμπεν, καὶ διὰ στόματος ἔρριπτεν, δίοδον δι’ ἑαυτῆς οὐ παρέχουσα. [11] Ἀλλ’ εἰ καὶ τὸ πάθος ἰατροὶ καὶ τούτων οἱ φοροῦντες τοὺς τρίβωνας, καὶ τῇ κομψείᾳ τῶν λόγων ἐπερειδόμενοι (ἅπαντες γὰρ εἰσέτρεχον) σαφῶς ἔγνωσαν, τὴν μὲν νόσον μαθεῖν ἠδυνήθησαν, οὐκέτι δὲ καὶ τὴν ἴασιν παρέχειν εὐπόρησαν, καίτοι λίαν αὐτὴν ἀνιχνεύοντες καὶ δωρεῖσθαι γλιχόμενοι, ἵνα καὶ τὸν μὲν μισθὸν τῶν μισθῶν κομψὸν τὸ ἀργύριον, καὶ τῆς εὐδοκιμήσεως κομψοτέραν τὴν δόξαν πορίσωνται. [12] Διὸ καὶ πάντων αὐτῶν καταγνοὺς ὁ Ἀμμώνιος, καὶ μηδεμίαν πρὸς αὐτῶν εὑρὼν τὴν ὠφέλειαν, εἰ μὴ μόνον τὸ μαθεῖν αὐτῶν τὴν πρὸς τὸ πάθος ἀσθένειαν, καὶ ὅτι λόγοις μέν εἰσιν ἱκανώτατοι, ἔργοις δὲ θεραπεύειν ἀνίκανοι, πρὸς Κῦρον πάλιν καὶ Ἰωάννην ἐξέρχεται, μόνους αὐτοὺς ἰατροὺς μετὰ Θεὸν αὐτῷ πιστεύσας γενήσεσθαι.

Ὅθεν καὶ τάχος τὴν ἴασιν εἴληφεν, μισθὸν εὐπρεπῆ τῆς εἰς αὐτοὺς κομισάμενος πίστεως. Καὶ τοῦ μὲν στομάχου ἔλαιον ἦν καὶ κηρωτὴ τὸ καθάρσιον, ἅπερ αὐτῶν τὴν σορὸν πυρὸς μαρμαρυγῇ καταλάμπουσι· τῆς δὲ ψυχῆς τὸ κενόδοξον καταλλήλῳ φαρμάκῳ περιστροβοῦσιν οἱ μάρτυρες. [13] Ἐλθόντες γὰρ νυκτὸς πρὸς Ἀμμώνιον, τὴν μαλακὴν ἐσθῆτα καὶ ῥέουσαν περιστεῖλαι κελεύουσιν, περιθέσθαι δὲ τραχυτέραν ἀμφίασιν τὴν ἐκ στυππίων μὲν ἔχουσαν ὕφασμα, σάκκον δὲ καλουμένην, διὰ τὴν πρὸς σάκκον ἐγγυτάτην τραχύτητα, ἣν οἱ πάνυ πτωχοὶ διὰ τὸ λίαν εὔωνον καὶ εὐτελὲς περιβάλλονται. Ταύτην ἀντὶ τῆς πολυτελοῦς καὶ χλιδώσης ἐσθῆτος εἰπόντες ἐνδύσασθαι, τοῖς ἀσθενοῦσιν ἀδελφοῖς τὸ πότιμον ὕδωρ ἐπὶ τῶν ὤμων ἄγειν προστάττουσι· οὐ κέραμον ἕνα βαστάζοντα, ἀλλὰ δύο ἐπ’ ἀμφοτέρων τῶν ὤμων θεσπίσαντες καὶ οὐ πρότερον αὐτὸν ἰάσασθαι φήσαντες εἰ μὴ πρότερον αὐτὸς ἀνύσει τὸ πρόσταγμα. [14] Ὁ δὲ πληρώσας τῶν ἁγίων τὴν κέλευσιν, καὶ τὸ νᾶμα μετὰ τοῦ λεχθέντος ἐνδύματος ἐπιεικῶς ὑδρευσάμενος, τὴν ἐπηγγελμένην τῇ τοιᾷδε πράξει ῥῶσιν ἐδέξατο. Οὕτω δὲ καὶ ταύτην ἐκφυγὼν ὁ Ἀμμώνιος τὴν ἀσθένειαν, τοὺς ταύτης ἰατροὺς καὶ τῆς προλαβούσης διώκτας εὐφημήσας ἀπῴχετο. Καὶ ἡμεῖς δὲ τοὺς ἁγίους ὑμνήσαντες (οὕτοι γὰρ μετὰ Θεὸν οἱ τῶν λεχθέντων παθῶν ἰατροὶ καθεστήκασιν), ἐπ’ ἄλλας ἀξιαγάστους αὐτῶν ἰατρείας χωρήσωμεν.

Περὶ Θεοδώρου τοῦ ἐσχηκότος ἐν τοῖς δύο ὀφθαλμοῖς τὰ λευκώματα [1] Θεόδωρος δὲ μετὰ Ἀμμώνιον εἰς διήγησιν πρόεισι, πόλιν μὲν ἔχων καὶ αὐτὸς τὴν αὐτὴν Ἀλεξάνδρειαν, πλοῦτον δὲ σύμμετρον καὶ βίον ἀμέριμνον, τὴν καλλίστην αὐτάρκειαν· νόσον δὲ τῶν τοῦ σώματος ὀφθαλμῶν τὴν ἀπώλειαν. Τούτους γὰρ παθὼν ὁ Θεόδωρος, καὶ τὴν δέουσαν οὐχ εὑρὼν ἐπιμέλειαν, ἐν ἀμφοτέροις ἔσχεν τὰ τοὺς ὀφθαλμοὺς ἀμαυροῦντα λευκώματα. [2] Ἅπερ ἐσχηκὼς καὶ πρὸς τῶν ἰατρῶν μαθὼν αὐτῶν τὸ ἀνίατον, τὸν τῶν μαρτύρων σηκὸν κατελάμβανεν, ἐλπίδα μίαν ἑαυτῷ θέμενος ἀκαταίσχυντον, πίστιν τὴν εἰς αὐτοὺς ἀδιάκριτον καὶ τὴν παρ’ αὐτῶν τοῖς οὕτω πιστεύουσιν γιγνομένην ἐπίσκεψιν. [3] Ἐλθὼν οὖν εἰς τὸ τῶν μαρτύρων σεβάσμιον τέμενος, τῆς εἰς αὐτοὺς ὁλοψύχου πίστεως τὸν καρπὸν ἀπεφέρετο. Χρόνον γὰρ ἐν αὐτῷ διατρίψας βραχύτατον, καρπὸν ἐκομίσατο· τὸν οὐ χρόνοις πολλοῖς γεωργούμενον, ἀλλ’ ἁπλότητι πίστεως τιθηνούμενον· ὃν ἀντιμετροῦντες οἱ ἅγιοι, εἰς τὴν αὐτῶν πηγὴν ἐξιέναι προσέταττον, καὶ τοῖς ἐν αὐτῇ χρήσασθαι νάμασιν πρὸς τὴν τῶν ὀμμάτων ἀνάβλεψιν. [4] Ὁ δὲ πρὸς τὸ κελευσθὲν ὢν ἑτοιμότατος, χειραγωγούμενος ἐπὶ τὸ ῥεῖθρον ἀπέρχεται, καὶ τὰς ὄψεις ἐν τούτῳ νιψάμενος, καὶ ταύτας εἴς τι φακιόλιον ἐκμαξάμενος ἔβλεψεν, σὺν τῇ τῶν ὑδάτων ὑγρότητι, καὶ τῶν ὀφθαλμῶν ἀποβαλὼν τὰ λευκώματα.

Ἅπερ τῶν ὀμμάτων ἐκ θείας τινὸς ἀποπτυσθέντα δυνάμεως κἂν τῷ φακιολίῳ τυγχάνοντα, πᾶσιν εἰσδραμὼν τοῖς ἀνὰ τὸν νεὼν εὑρεθεῖσιν ὑπέδειξεν· ὑπόδειγμα πίστεως ἑαυτὸν παρεχόμενος, καὶ τῆς ἐκ πίστεως ἐγγινομένης ἰάσεως κηρύττων τὸ μέγεθος.

Περὶ Καλοῦ τοῦ κατεαγέντος τὸν πόδα [1] Καλὸς δέ τις ἀξίως λεγόμενος (γνώμην γὰρ τοιαύτης προσηγορίας ἀξίαν ἐκέκτητο· καὶ ἔργα τῆς τε γνώμης καὶ τῆς προσηγορίας ἀκόλουθα), ἐκ τῆς τοῦ μισοκάλου σπουδῆς, καὶ τῆς πρὸς τὰ καλὰ δεινῆς ἀντιστάσεως, ἀπὸ κλίμακος κατιὼν συμποδίζεται, καὶ συμποδισθεὶς ἀφ’ ὕψους βιαίως εἰς γῆν καταφέρεται πτώματι. Ὅθεν τὸν πόδα συντριβεὶς ἐκινδύνευε, αὐτὸν τοῦ ποδὸς εἰς μυρία κατεάξας τὸν κάλαμον. [2] Ἀλλ’ ὅτε τὴν τῶν ἰατρῶν ἀρωγὴν εἶδεν πρὸς τὸ πάθος ἀνόνητον ἐπιλειψάντων σχεδὸν τῶν τοῦ ποδὸς ὀστέων ταῖς κατὰ μέρος ἀποβολαῖς τε καὶ ῥεύσεσιν, καὶ τῶν σαρκῶν τε συναναλωθεισῶν ταῖς τῶν ἰχώρων ἐκβλύσεσιν, ἐπὶ τὴν τῶν ἁγίων Κύρου καὶ Ἰωάννου καταφεύγει βοήθειαν, ἑαυτῷ πλεῖστα μεμψάμενος, ὅτι τῶν ἁγίων τοὺς ἰατροὺς προετίμησεν, καὶ τῆς ἐπὶ τούτῳ συγγνώμης πολλὰ τυχεῖν ἐλιτάνευεν· καὶ μετὰ τῆς συγγνώμης καὶ τὴν ἴασιν αὐτοὺς ὀρέγειν ἱκέτευεν. [3] Ἣν ἀδιστάκτῳ τῇ πίστει πρεσβεύων κομίζεται, ἐλαίῳ τῷ τῆς κανδήλας ἐκ προστάγματος ἀλειφόμενος, καὶ τούτῳ πληρῶν τῶν ἐκπεσόντων ὀστέων τὴν ἔνδειαν. Καὶ τοῦτο μὲν τοῦ Καλοῦ καθέστηκεν τὸ διήγημα, καὶ τοῦ γεγονότος ἐπ’ αὐτῷ θαύματος τὸ μνημόσυνον.

Περὶ Ἰσιδώρου τοῦ τὸν πνεύμονα ἀσθενήσαντος [1] Ἰσιδώρου δὲ τὴν ἀσθένειαν ἀφηγήσομαι, καὶ τῆς ἀσθενείας τὴν παράδοξον ἴασιν· Μαϊουμίτης ἦν ὁ Ἰσίδωρος, οὐ τοῦ Μαϊουμᾶ τῆς Γαζαίων ὁρμώμενος, ἀλλὰ τοῦ τῆς Ἀλεξανδρέων Μαϊουμᾶ γνωριζόμενος, ἥτις ἐν Φάρῳ τῇ ποτε νήσῳ καθέστηκεν, νῦν δὲ μέρος Ἀλεξανδρείας, ἑνωθείσης τῇ πόλει τῆς νήσου, λογίζεται, εἰ καὶ τὴν παλαιὰν ἔχων ὁ τόπος τοῦ Μαϊουμᾶ προσηγορίαν ἐπέμεινεν. [2] Οὗτος οὖν ὁ Ἰσίδωρος χαλεπῶς πάνυ διέκειτο, τοῦ πνεύμονος αὐτὸν χαλεπῶς κατατρύχοντος, καὶ θάνατον αὐτῷ τῆς ἀσθενείας ἐπαγγελλομένου τὸ φάρμακον· τοῦτον γὰρ σηπόμενον κατ’ ὀλίγον ἀνέπτυεν εἰς αἷμα καὶ φλέγμα λυόμενον, καὶ τὴν ἐντεῦθεν τελευτὴν προσεδέχετο, ἥτις ἀκολουθεῖν πάντη τε καὶ πάντως τῇ τοιαύτῃ διαθέσει τοῦ πνεύμονος εἴωθεν. [3] Ἀλλ’ ἐν τούτοις ἑαυτὸν θεασάμενος, ὁ Ἰσίδωρος καὶ μαθὼν ὡς οὐδεμιᾶς σωτηρίας ἐλπὶς παρὰ ἀνθρώποις αὐτῷ καταλέλειπται, πίστιν ἔχων εἰς τοὺς ἁγίους Κῦρον καὶ Ἰωάννην τοὺς μάρτυρας, τὴν ὀρεινὴν μεθιστῶσαν εἰς θάλασσαν, νεκροὺς δὲ ἐκ τῶν τάφων ἐγείρουσαν (τοιαύτην γὰρ αὐτοῖς ὁ Σωτὴρ παρέσχεν τὴν δύναμιν), τὴν εἰς αὐτὸν στοργὴν προσφυῶς ἀμειβόμενος, ἐπ’ αὐτοὺς τουτουσὶ τοὺς πανσθενεῖς ἰατροὺς ἐκ τῆς πόλεως ἔρχεται. [4] Οὗ τὴν πίστιν οἱ μάρτυρες ἀγασάμενοι, οὐκ ὄναρ ἀλλ’ ὕπαρ αὐτῷ παραφαίνονται· οὐ τόδε ποιεῖν ἢ τόδε προστάττοντες, ἀλλ’ ἀπὸ κίτρου μέρος ὀρέγοντες καὶ ἐσθίειν προστάττοντες.

Ὁ δὲ τῶν ἐν τῷ νεῷ παρόντων τινὰς ὑπολαβὼν εἶναι τοὺς μάρτυρας, τὸ δοθὲν ἀσμένως ἐδέξατο καὶ ἡδέως δεξάμενος ἤσθιεν. Ἀλλ’ ἔτι τοῦ καταποθέντος κίτρου τὸ τελευταῖον μασώμενος, ἐκινήθη πρὸς ἔμετον· καὶ τοῦτο παθὼν συναναφέρει τῷ βρώματι καὶ τὸν τὸν πνεύμονα κατεσθίοντα σκώληκα· ὃν ἀποβαλών, συναποβάλλει τούτῳ τὸ νόσημα, καὶ τὴν ῥῶσιν εὐθέως εἰσδέχεται.

Περὶ Μηνᾶ τοῦ φιλοπόνου ἐσχηκότος τὴν ἔμφραξιν [1] Ὥρα δὲ ἡμᾶς μετ’ Ἰσίδωρον καὶ τὴν κατ’ αὐτὸν θαυμασίαν διήγησιν, Μηνᾶν εἰς μέσον ἀγαγεῖν τὸν φιλόπονον, ὃς φιλοπονείου προΐστατο τοῦ κατὰ τὸν Ἀνδρέου τοῦ θείου τοῦ εἰς τὴν Περώνην ὑπάρχοντος.

Ἠρρώστησεν δεινῶς ὁ φιλόπονος, πυρετὸς δὲ ἦν σφοδρὸς τὸ ἀρρώστημα, ὃς ἐπιτεταμένως αὐτῷ καὶ διακαῶς ἐμβαλών, καὶ πᾶσαν σχεδὸν ἐξαναλώσας αὐτοῦ τῆς γαστρὸς τὴν ὑγρότητα, εἰς ἔμφραξιν αὐτὸν ὑπερβολῇ ξηρότητος ἤγαγεν, καὶ ταύτην παῖδες ἰατρῶν τῆς κοιλίας τὴν ἔμφραξιν τῶν πυρετῶν ὡς ἀκινδυνότερον ἀμελήσαντες, διαλύειν ἠπείγοντο πλείσταις ἐμβροχαῖς καὶ διαφόροις ἐναίμασι χρώμενοι, καὶ τὰς τῶν ἀντιδότων λυτικὰς διὰ στόματος πέμποντες, καὶ βρώματα τὸν στόμαχον φθείροντα παρεχόμενοι. [2] Ἀλλὰ τούτοις ἅπασι ἀγωνισάμενοι, τέλος ἐπαύσαντο, μὴ μόνον αὐτὸν μηδὲν ἐκ τῶν δεδομένων ὠνήσαντες, ἀλλὰ καὶ τὰ μέγιστα βλάψαντες.

Τῶν γὰρ τῇ γαστρὶ παραπεμπομένων ἔνδον μενόντων καὶ παραιτουμένων τὴν ἔκκρισιν μειζόνως ὁ ἀνὴρ ἐκινδύνευεν, κατὰ μικρὸν ἐξογκούμενος, καὶ τὴν γαστέραν λίαν ὑψούμενος, καὶ μηδεμίαν εὑρίσκων τῆς στενοχωρούσης αὐτὸν καὶ πνιγούσης ἀνάγκης ἀνάψυξιν. [3] Τοῦτον οὖν ἡμέρας δὶς ἑπτὰ βαστάσας τὸν κίνδυνον, καὶ μηκέτι φέρειν δυνάμενος, ἐπὶ Κῦρον καὶ Ἰωάννην τοὺς μάρτυρας ὥρμησεν, τούτοις τὸ ζῆν καὶ τὸ θανεῖν ἀναθέμενος. Ἦλθεν δὲ οὐ ποσὶ χρώμενος, οὐκ ἀλόγοις ζώοις ὀχούμενος, οὐ φορείῳ καθήμενος (θρόνος οὗτος καθέστηκεν ἐν ᾧ βαστάζειν οἱ νοσηλεύοντες τοὺς ἀσθενοῦντας εἰώθασιν). Οὔτε γὰρ ἠδύνατο καθῆσθαι οὕτως ὀγκωθεὶς τὰ ἐνδόσθια καὶ ξένον γενόμενος θέαμα, ἀλλ’ εἰς κράβατον κείμενος, ἀνθρώπων ἓξ καὶ δέκα τῇ διαδοχῇ βασταζόμενος. [4] Ἐλθόντα δὲ αὐτὸν οἱ μάρτυρες ἐποικτίραντες φιλανθρώπῳ σπουδῇ κατὰ τὴν νύκτα τὴν αὐτὴν ἐπισκέπτονται, ἰσχάδα μίαν παρέχοντες, ἣν καὶ τρώγειν ἐκέλευον, ὡς δυναμένην αὐτὸν τῆς νόσου, μᾶλλον δὲ τοῦ ᾅδου λυτρώσασθαι. Ὁ δὲ διυπνισθεὶς (ὄναρ γὰρ ἦν τὸ φαινόμενον), τὴν ἰσχάδα κρατεῖν ὑπελάμβανεν· ἣν οὐχ εὑρών, ὡς τῆς ζωῆς ἐκπεσὼν ἐδυσχέραινεν.

ὅμως καλέσας αὐτοῦ τὴν ὁμόζυγον, τὰ τῆς ὄψεως διηγήσατο, καὶ ἰσχάδα φέρειν αὐτῷ διετάττετο. [5] Ἡ δὲ τὸν λόγον ἀκούσασα, καὶ τῇ στρωμνῇ τοῦ ἀνδρὸς ἀτενίζουσα, ἰσχάδα κειμένην ἐν αὐτῇ κατενόησεν· καὶ ταύτην εὐθέως ἁρπάσασα, ἔτι λαλοῦντι τῷ ἀνδρὶ καὶ διηγουμένῳ τὴν ὅρασιν ὑπεδείκνυεν. Ὁ δὲ τὴν ἰσχάδα δεξάμενος, ταύτην εἶναι τὴν καθ’ ὕπνους αὐτῷ δοθεῖσαν ἀπήγγελλεν, καὶ τὴν προτέραν χαρὰν εὐθὺς ἀνελάμβανεν· φαγὼν δὲ τὸ σῦκον ὅπερ αὐτῷ πρὸς σωτηρίαν οἱ μάρτυρες ἔδωκαν, τῆς σωτηρίας ἐτύγχανεν. [6] Ἔτι γὰρ τοῦτο διαμασωμένου καὶ τρώγοντος, τὰ τῆς ἐμφράξεως πέρας ἐλάμβανεν· καὶ θᾶττον αὐτῷ λυθέντος τοῦ τὴν γαστέρα δεσμοῦντος εἰς ἀφεδρῶνας ἐλθεῖν κατεπείγετο· εἰς οὓς προελθὼν καὶ πᾶσαν ἀποκρίνας τὴν ὕλην ἣν ἔνδον ἐμφραχθεὶς ἐθησαύρισεν, εἰς τοσοῦτον κατέστη λεπτότητος εἰς ἥνπερ ἦν πρὶν ἢ πάθῃ τὴν ἔμφραξιν· καὶ τελείας τυχὼν τῆς ἰάσεως, κῆρυξ εὐγνώμων τῆς τῶν ἁγίων ἐγένετο χάριτος. [7] Ἐπ’ ὤμων γὰρ ἄρας τὸν κράβατον, ἐφ’ οὗπερ ἦλθεν αἰρόμενος εἰς Ἀλεξάνδρειαν ἔτρεχεν, ἔργῳ ζηλώσας τὸν ἐν τῇ προβατικῇ κολυμβήθρᾳ κατακείμενον ἄρρωστον, ὃν ὁ Χριστὸς μετὰ ἔτη θεραπεύσας ὀκτὼ καὶ τριάκοντα, τὴν κλίνην αἴρειν ἐκέλευσεν, πᾶσιν βοῶν τῶν ἁγίων τὴν ἄφραστον δύναμιν, καὶ τὴν ἐπ’ αὐτῷ παραδόξως προελθοῦσαν ἐνέργειαν.

Περὶ Γεδδαίου τοῦ ναυλομάχου τοῦ ἐσχηκότος τὴν σύριγγα [1] Ἐκ τοῦδε ἡμᾶς τοῦ θεάματος, ἐπὶ τὴν ἑαυτοῦ θεωρίαν ὁ ναυλομάχος ἐφέλκεται, ᾧ Γεδδαῖος μὲν ἦν ὄνομα, πάθος δὲ τὸ τῆς σύριγγος νόσημα, ὅπερ ἐπὶ τοῦ βουβῶνος ἐσχηκώς, ὡς οὐκ ἔστιν εἰπεῖν ἐδαμάζετο, ἀεὶ δι’ αὐτοῦ μαστιζόμενος, καὶ κρουνηδὸν ἀπορρέων τὴν ἐκ παντὸς τοῦ σώματος ἐν αὐτῷ συναγομένην ὑγρότητα· ἀλλὰ ταύτης ὁ Γεδδαῖος ἀπαλλαγῆναι τῆς μαστίγος γλιχόμενος παντοίως τὰ τῶν ἰατρῶν κατέτριβεν πρόθυρα· πρὸς ἐκείνους θειάζων καὶ συχνὰ προερχόμενος, οἳ τῶν πλειόνων διαφέρειν ἐλέγοντο. [2] Ὡς δὲ πάντων πειραθείς, τῆς ὑγείας οὐκ ἔτυχεν, καὶ πάντα δαπανήσας οὐκ ἠλευθερώθη τῆς σύριγγος, ἐπὶ τὸ τῶν ἁγίων ἔρχεται τέμενος, οὐκ ἔχων ἰατρὸν ᾧ σχολάσει δι’ ἄκεσιν, καὶ οὐκ ἔχων ἀργύριον ᾧ χρήσοιτο πρὸς ἐπίδοσιν, ἀλλὰ τούτους ἡγούμενος ἰατροὺς μισθωμάτων οὐ χρήζοντας καὶ τροφέας τῶν ἀπορούντων ὑπάρχοντας· ἀξιωθεὶς δὲ τῆς τῶν μαρτύρων ἀγαθῆς ἐπισκέψεως, ἤκουσεν δι’ ὁράματος τὸ τῆς σύριγγος φάρμακον. [3] Τοῦτο δὲ ἦν τὸ ἐκ σισάμου καὶ μέλιτος σύνθημα, ἄρτῳ παξαμήτῃ μιχθὲν διὰ τρίψεως, καὶ ἓν ἐξ ἀμφοῖν χρηματίσαν κατάπλασμα, ὃ καὶ χρῆσαι προσετέτακτο, εἴς τε τὴν τῆς σύριγγος ἀπορρίζωσιν, καὶ εἰς τὴν τοῦ τραύματος ἀναπλήρωσιν. [4] Ὁ δὲ τὸν ὕπνον ἀποσεισάμενος, θᾶττον τὸ λεχθὲν διεπράττετο, καὶ τῇ πράξει σύνδρομον ἐκαρποῦτο τὴν ἴασιν.

Βληθέντος γὰρ αὐτῷ τοῦ κραταιοῦ βοηθήματος, ἥ τε σύριγξ εὐθὺς ἀνεπήδησεν τὸ τῶν ἁγίων γνωρίσασα πρόσταγμα, καὶ ὁ τῆς σύριγγος βόθυνος εὐθὺς ἐγεμίζετο τῶν μαρτύρων μαθὼν τὸ παράγγελμα.

Περὶ Μηνᾶ τοῦ ἱμαντόποδος [1] Ἡμεῖς δὲ τῶν θεσπεσίων τούτων ἰατρῶν τὴν ἐπιστήμην θαυμάσαντες, καὶ τὴν ἐκ Θεοῦ χαρισθεῖσαν αὐτοῖς ἀνυμνήσαντες δύναμιν, ἐπὶ Μηνᾶν μετέλθωμεν τὸν λουρόποδα, καὶ τοῦτον ὑπόθεσιν τ<ῆ>ς εἰς τοὺς ἁγίους ᾠδῆς ποιησώμεθα. Ὠκύπους ἦν ὁ Μηνᾶς ὥσπερ μία δορκὰς ἐν ἀγρῷ, κατὰ τὸ θεόπνευστον λόγιον, τὸν Ἀσαὴλ ἐκεῖνον μιμούμενος, τὸν ἐπὶ τάχει ποδῶν παρὰ τῇ Γραφῇ θαυμαζόμενον, καὶ δρόμοις ὀξυτάτοις ἐκέχρητο. [2] Νόσῳ δὲ προσομιλήσας μακρᾷ, εἰς λουρόποδα μετέπεσεν ἐξ ὠκύποδος· καὶ τῆς μὲν νόσου μόλις ποτὲ τῆς μακρᾶς ἀπηλλάττετο, τοῦ δὲ ταύτης οὐκ ἐλυτροῦτο γεννήματος ἀλλ’ ἔμενεν ἐπὶ κλίνης ἀκίνητος· καὶ λυτρωθεὶς τοῦ νοσήματος, τῶν ἰατρῶν μὲν πρὸς τὸ μακρὸν ἀνδρισαμένων ἀρρώστημα, ἀπειπαμένων δὲ πρὸς τὴν ἐκ τῆς νόσου τεχθεῖσαν ἀσθένειαν, εἰς μνήμην ὁ Μηνᾶς τῆς τῶν ἁγίων ἔρχεται χάριτος. [3] Καὶ πίστιν ἔχων τῆς σωτηρίας ἐφόδιον, ἑτέρων ποσὶ βασταζόμενος, τὸν τούτων σηκὸν κατέλαβεν· ἐν ᾧ γεγονώς, καὶ σωτηρίους λιτὰς προσενέγκας τοῖς μάρτυσιν, ἐλαίῳ τοὺς πόδας ἀλείφειν προστάττεται, τῷ φωτὶ τῷ νυκτερινῷ τὴν σορὸν αὐτῶν καταυγάζοντι· καὶ τοῦτο Μηνᾶς πεποιθότως ποιούμενος, τῶν ποδῶν τὴν ἀργίαν ἀπέρριπτεν, καὶ τὴν παλαιὰν ὠκύτητα προσελάμβανεν· καὶ τοῖς ἁγίοις ᾄσας ᾠδὴν χαριστήριον, οἰκείοις ποσὶ τὴν εἰς Ἀλεξάνδρειαν τρίβον διήνυσεν.