Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Σωφρόνιος Ἱεροσολύμων – Διήγησις θαυμάτων τῶν ἁγίων Κύρου καὶ Ἰωάννου

Σωφρόνιος Ἱεροσολύμων

Προοίμιο στα θαύματα Αιγυπτίων και Λιβύων: Η ίαση του υποδιακόνου Θεοδώρου

Εισαγωγή στον κύκλο θαυμάτων Αιγυπτίων και Λιβύων, και το εκτενές θαύμα του ετερόδοξου υποδιακόνου Θεοδώρου, ο οποίος μεταστρέφεται στην Καθολική Εκκλησία.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Σωφρόνιος Ἱεροσολύμων

—

Κεφάλαιο 7 από 12

ΑΡΧΗ ΤΩΝ ΕΙΣ ΑΙΓΥΠΤΙΟΥΣ ΚΑΙ ΛΙΒΥΑΣ ΓΡΑΦΕΝΤΩΝ ΘΑΥΜΑΤΩΝ Περὶ Θεοδώρου τοῦ ὑποδιακόνου ποδάγραν ἔχοντος [1] Ἀλεξάνδρειαν Αἰγύπτου καὶ Λιβύων ἀκούω μητρόπολιν, καὶ ταύτης χωρίζειν οὐ δίκαιον Αἰγυπτίους ἡγοῦμαι Λίβυας, ὧν κεφαλή τε καὶ ῥίζα τυγχάνουσα, οὐ μὴν ἀλλὰ καὶ κρηπὶς καὶ θεμέλιος· τούτων ἐκτὸς οὐδ’ αὐτὴ βούλεται γενέσθαι, οὐδὲ ταύτης Λιβύη καὶ Αἴγυπτος, ἐπεὶ μηδὲ σῶμα ζῇ τῆς κεφαλῆς χωριζόμενον, μηδὲ ῥίζης οἱ κλάδοι τεμνόμενοι μένουσιν ἔγκαρποι, μήτε μὴν κρηπῖδος ληφθείσης ἄπτωτον ἄγαλμα στήσεται, μήτε θεμελίου στερούμενον μένειν οἰκοδόμημα δύναται. [2] Ὅθεν ἀκόλουθον οἶμαι καὶ δίκαιον, ὡς κεφαλῇ τὸ σῶμα συγκείμενον, καὶ ῥίζῃ τὸν ὄρπηκα, καὶ κρηπῖδι τὸ ἄγαλμα, καὶ θεμελίῳ τὸ οἴκημα, λαμπρά τέ ἐστι καὶ ἀκίνδυνα· οὕτως Ἀλεξανδρείᾳ Λιβύη συνταττομένη καὶ Αἴγυπτος ἐν τοῖς τῶν θαυμάτων Κύρου καὶ Ἰωάννου συντάγμασιν, χαίρουσί τε καὶ τέρπονται τῇ ταύτης φαιδρότητι λαμπρυνόμεναι, καὶ ὡς κοινωνοῖς σεμνυνόμεναι τοῦ τῶν ἁγίων μεγαλόφρονος κτήματος.

Οὐκοῦν ἑνούσθωσαν Ἀλεξανδρεῦσιν Αἰγύπτιοι, καὶ τούτων οἱ Λίβυες μὴ τεμνέσθωσαν, ὡς γονεῦσι παῖδες ἀγόμενοι, καὶ τὴν αὐτὴν ἐπὶ τοῖς μάρτυσι δόξαν καρπούμενοι, καὶ κλέος ἓν ἀμέριστον ἔχοντες. [3] Προλαμπέτω τοίνυν Αἰγυπτίων ὁμοῦ καὶ Λιβύων ἐν θαύμασιν ὁ ἐκ Θεννήσου Θεόδωρος (πόλις αὕτη τῆς Αἰγύπτου καθέστηκεν), ὁ τότε μὲν ἐν λαϊκοῖς ἀριθμούμενος καὶ τοῖς Ἐκκλησίας τῆς καθολικῆς ἀποσχίζουσιν, νυνὶ δὲ Θεοῦ χάριτι καὶ μαρτύρων φωτισμῷ καὶ προστάγματι, καὶ ἐν τοῖς ταύτης παισὶ λογιζόμενος, καὶ βαθμοῦ τυχὼν ἱερατικοῦ τοῦ μετὰ τοὺς διακόνους ὑπάρχοντος, καὶ λειτουργῶν ὡς ὑποδιάκονος ἐν τῷ σεπτῷ τῶν ἁγίων οἰκήματι. [4] Οὗτος, ὥς φασιν, ὁ Θεόδωρος ἐκ νέας ἡλικίας τῷ τῶν ποδῶν περιπίπτει νοσήματι, ὅπερ ἰατροὶ ποδάγραν, ὡς οἶμαι, καλῶς προσηγόρευσαν, διὰ τὴν τοῦ πάθους πολλὴν ἀγριότητα.

Ὥσπερ γὰρ τῶν θηρῶν ἀγριώτερα φυσικῶς τὸ ἀνήμερον ἔχοντα τοῖς ἡμεροῦν ἐθέλουσίν εἰσιν ἀνυπότακτα τιθασσεύοντα χαλινὸν δεχόμενα· οὕτω καὶ τοῦτο τὸ ἀνήμερον νόσημα, παισὶν ἰατρῶν ὑπάρχον ἀτίθασσον, ὑγείας χαλινὸν οὐκ ἀνέχεται, ἀλλ’ αὐτοὺς τοὺς προσφερομένους αὐτῷ τοῖς βοηθήμασιν, ὥσπερ ἐξ ἀράχνης ὄντας περικόψαν ἀπέρχεται, τὴν οἰκείαν ἀναλαβὸν ἀγριότητα. [5] Τούτῳ περιπεσὼν ὁ Θεόδωρος ἐκ βραχείας ἡλικίας, ὡς ἔφημεν, προκόπτον εἶχε τὸ πάθος ἀφόρητον· ὅπερ κατὰ τῶν ζώων γεννήματα, καὶ φυτῶν καὶ δένδρων βλαστήματα τὰ τὴν οἰκείαν ἀρετὴν καὶ εὐγένειαν ἐκ προοιμίων εὐθὺς ἐνδεικνύμενα, ἣν ἔχειν εὐφυΐαν ἔπειτα μέλλουσιν, τοῖς εἰδόσιν ὁρᾶν ἐκ μήτρας αὐτῆς καὶ φυῆς παραστράπτοντα· καὶ αὐτὸ τὸ ἑαυτοῦ φανὲν προσεδείκνυεν μέγεθος, ὡς πόρους εὐθὺς δυσειδεῖς καὶ προκόπτοντας ἐπί τε ποδῶν καὶ χειρῶν τῇ τῶν ἀλγηδόνων βλαστῆσαι σφοδρότητι καὶ τῇ πανομβρίᾳ τοῦ συχνῶς καταστάζοντος ῥεύματος. [6] Μετεπλάττοντο γὰρ αὐτῷ πρὸς λίθων ἀμορφίαν οἱ δάκτυλοι, μήπω τελείας τυχόντες αὐξήσεως· καὶ τῶν ποδῶν οἱ ταρσοὶ ἐμιμοῦντο τὰ τῆς γῆς ἀναστήματα· καὶ τάχα ἂν οἱ πόδες αὐτῷ καὶ σὺν τούτοις αἱ χεῖρες πρὸς ταῦτα μετέβαλον, τὴν οἰκείαν μορφὴν ἀρνησάμενοι, καὶ τὸ σφῶν εἶδος παντελῶς διαλλάξαντες, εἰ μὴ Κῦρον εὗρεν τῇ νόσῳ μαχόμενον, καὶ Ἰωάννην τὸν μάρτυρα τὸν τούτου συνόμιλον.

Ἰατροῖς μὲν γὰρ ἑαυτὸν τὸ πρῶτον ἐκδέδωκεν· ἀλλ’ ὡς εἶδεν κρατοῦν αὐτὸν τὸ ἀρρώστημα καὶ τῆς τέχνης ἐμφανῶς περιγιγνόμενον, πρὶν ἢ καὶ αὐτοῦ περιγένηται, πρὸς τοὺς ἁγίους κατέφυγε, μόνους μετὰ Θεόν, εἰ θελήσαιεν, δύνασθαι κατευνάζειν τὸ πάθος πυθόμενος, χαλινὸν ὀρέγοντας ἔνθεον, καὶ οὐ βροτείας ἐκ τέχνης γενόμενον. [7] Ἐλθὼν οὖν αὐτῶν εἰς τὸ τέμενος, θεραπείας τυχεῖν μετὰ πάντων ἐδέετο. Οἱ δὲ φιλάνθρωποι μάρτυρες παραστάντες αὐτῷ πολλάκις καθεύδοντι, τῇ καθολικῇ κοινωνεῖν Ἐκκλησίᾳ προσέταττον, δι’ ὅρκων ἐπαγγελλόμενοι, ὡς εἰ πεισθείη αὐτοῖς περὶ πίστεως ὀρθῆς αὐτῷ συμβουλεύουσιν, καὶ τὴν ῥῶσιν χαρίσονται, καὶ δωρεὰς πρὸς ζωὴν συντελούσας τὴν παροῦσαν παρέξουσιν, καὶ κλήρων ἱερατικῶν ἀξιώσουσιν· τῆς γὰρ Ἰουλιανοῦ τοῦ Ἁλικαρνασσέως ὑπῆρχεν αἱρέσεως. [8] Ὁ δὲ τούτων ἁπάντων τὰς μεθ’ ὅρκων ἐπαγγελίας πυθόμενος οὐδὲν ἧττον ἀπειθὴς καὶ ἀμετάθετος ἔμεινεν. Ὅθεν οἱ μάρτυρες ὡς λόγοις αὐτὸν οὐκ ἔπειθον χρώμενοι, ταῖς τῆς ἀσθενείας ἐπείραζον μάστιξιν· ὡς δὲ μηδ’ οὕτω τὸν ἄνθρωπον ἔπεισαν, δεῖξαι θεσπίζουσι τῆς οἰκείας ἀσθενείας τὸ μέγεθος, ἵνα καὶ οὕτω δειλιάσας τὰ μέλλοντα, πειθήνιον ἑαυτὸν ἀπεργάσοιτο.

Καὶ φανέντες εἰς ὄναρ ἀμφότεροι, εἰς τὸ τοῦ ναοῦ δωμάτιον ἀναφέρουσιν ἀκολουθεῖν αὐτοῖς διατάξαντες, καὶ πρὸς τὸ ἄκρον τοῦ δώματος στήσαντες, τὴν θάλατταν γαληνιῶσαν ἐδείκνυον· καὶ εἰ μετρεῖν δύναιτο τὰ ταύτης ἐπυνθάνοντο κύματα. Ὁ δὲ λίαν εὐμαρῶς μετρεῖν ἀπεκρίνατο. [9] Καὶ μετρεῖν οἱ μάρτυρες ἔλεγον. Ἀρξαμένου δὲ αὐτοῦ τῆς μετρήσεως, καὶ τοὺς ἀριθμοὺς ἀνειμένως ὡς τὰ κύματα λέγοντος πυκνότερα ταῦτα κατ’ ὀλίγον γιγνόμενα, καὶ πάλιν συχνὰ καὶ ἐπάλληλα τοῖς εἰσιοῦσι προσπίπτοντα, κατὰ κράτος ἐνίκων τὸν δύνασθαι μετρεῖν εἰρηκότα Θεόδωρον, καὶ τὴν ἧτταν ὁμολογεῖν κατηνάγκαζον. Ὃς νικηθεὶς τῇ τῶν κυμάτων συχνότητι, πεσὼν ἐπὶ πρόσωπον καὶ λέγων μὴ δύνασθαι, πρὸς τῶν ἁγίων ᾔτει συγχώρησιν. [10] Οἱ δὲ τοῦτον ἐγείραντες, Ὁρᾷς, λέγουσι, τὰ συνεχῆ ταῦτα καὶ ἀμέτρητα κύματα; Ὁ δέ, Ναί, φησίν, ἐνδοξότατοι μάρτυρες. Τότε πάλιν οἱ ἅγιοι λέγουσιν. Ὥσπερ ταῦτα τὰ κύματα οὔτ’ ἀριθμῆσαί τις, οὔτε κατασχεῖν ἄνευ Θεοῦ τοῦ κτίσαντος δύναται, οὕτως οὔτε τῆς σῆς ἀσθενείας τὰ ῥεύματα. Εἰ οὖν πεισθείης ἡμῖν εἰς ὅ σοι συνεχῶς συμβουλεύομεν, καὶ γένῃ περὶ τὴν πίστιν ὁμόδοξος, καὶ ἡμεῖς σοι πειθόμεθα, καὶ Χριστὸν περὶ σοῦ τὸν Θεὸν καὶ Δεσπότην ἡμῶν ἱκετεύσομεν, καὶ πιστεύομεν ὡς πάντως παράσχοι τὴν ἴασιν· πῶς γὰρ αὐτὸν περὶ σοῦ λιτανεύσωμεν ἀπειθοῦς ἡμῖν διαμένοντος;

Ὁ δὲ καὶ τούτων καὶ πλειόνων ἄλλων πυθόμενος, οὐδαμῶς τὴν γνώμην μετέβαλεν. [11] Ἀλλ’ ὡς καὶ ταύτην αὐτῶν ἀπέρριψε τὴν παραίνεσιν, οὐκέτι προτρέποντες ὡς φιλάνθρωποι, ἀλλ’ ἀπειλοῦντες ὡς ἀπότομοι φαίνονται.

Μεθ’ ἡμέρας γάρ τινας τοῦ λεχθέντος ὁράματος, πάλιν ὁρᾶν ἐδόκει τοὺς μάρτυρας οὐκέτι προσηνέσι λόγοις προτρέποντας, ἀλλ’ ἀπειλαῖς καὶ φόβοις προστάσσοντας. Ἐπὶ θώκων γάρ, φησίν, ἐκαθέζοντο, καὶ στρατιαὶ καὶ τάξεις ἀρχοντικαὶ καθημένοις αὐτοῖς παρεστήκασιν· ὧν τινες ὡς ἐκ μαρτυρικοῦ πεμφθέντες θεσπίσματος τὸν ὀνειροπολοῦντα συνέσχον Θεόδωρον, καὶ τὰς χεῖρας εἰς τοὐπίσω συστρέψαντες, καὶ τὸν τράχηλον κλίνειν εἰς γῆν ἀναγκάσαντες, ὥσπερ τοῦς κακούργους οἱ δήμιοι σχηματίζουσιν, εἰς μέσον αὐτὸν δεδιότα καὶ τρέμοντα ἀμφοτέρων τῶν τάξεων ἀγαγόντες παρέστησαν. [12] Ἀπειλοῦσι δὲ τοῖς ἁγίοις καὶ τάδε ποιεῖν καὶ τάδε τοῖς αὐτὸν κάτω νεύοντα καὶ κεκυφότα κατέχουσιν, εἰ μὴ πιστεύειν αὐτοῖς ἐθέλοι, προστάττουσιν, αἱ παρεστῶσαι τάξεις προσέπιπτον, λῆξαι τῆς ὀργῆς ἱκετεύουσαι· καὶ πειθόμενον ἀπὸ τοῦ νῦν τὸν Θεόδωρον δέξασθαι, καὶ δωρήσασθαι τὴν τῆς παρελθούσης ἀπειθείας συγχώρησιν.

Οἱ δὲ μάρτυρες, φησίν, τούτων τὰς αἰτήσεις εἰσδεξάμενοι, καὶ μικρὸν τῆς ὀργῆς ὑπενδώσαντες, ἀπάγειν τοὺς κρατοῦντας ἐκέλευσαν, καὶ πάλιν αὐτὸν ἀπολύειν τῇ ἁγίᾳ κοινωνεῖν Ἐκκλησίᾳ συνθέμενον. Ἀπάγοντες γοῦν αὐτὸν οἱ κατέχοντες, ἠρώτων εἰ τῆς τοσαύτης ἀπειλῆς τὴν αἰτίαν ἐπίσταται. Ὁ δέ, Ναί, φησίν, οἶδα τὸ αἴτιον. Οἱ δέ, Καὶ τί ἂν εἴη; πάλιν ἠρώτησαν. Ὁ δέ, Τὸ μὴ θέλειν με προσελθεῖν τῇ καθολικῇ Ἐκκλησίᾳ καὶ τοῖς ἐν αὐτῇ τελουμένοις Χριστοῦ μυστηρίοις, προσήγγελλε. [13] Τί οὖν; προσέρχῃ, φασίν, εἰ τῆς κατὰ σοῦ μελετωμένης ὀργῆς ἀπολύσωμεν; Καὶ συνθέμενον αὐτὸν ἀπολύουσιν. Στραφεὶς δὲ μετὰ τὸν ὄνειρον, περιδεὴς ἔτι καὶ ἔντρομος τὰ κατ’ ὄναρ φανέντα καθ’ ἑαυτὸν ἐλογίζετο· οὔπω δὲ πέπειστο, ἀλλ’ ἀμφίβολον εἶχεν ἀκμὴν τὴν διάνοιαν, καὶ τὸν λογισμὸν τῇδε κἀκεῖσε φερόμενον.

Ἐν ὅσῳ δὲ τὰ περὶ τούτων ἐσκέπτετο, πρὶν ἢ ταλαντεύσῃ τὸ χρήσιμον, καὶ τὸ πρακτέον βεβαίως ψηφίσοιτο, πάλιν ἀφύπνωσε, καὶ πάλιν βλέπει τοὺς μάρτυρας, ἐν Ἰουλιανοῦ τοῦ διακόνου θέᾳ καὶ σχήματι, ὃς κατ’ ἐκείνου καιροῦ λειτουργεῖν ἐν τῷ ναῷ προκεχείριστο, παρεστῶτας καὶ λέγοντας· Δεῦρο, πρὸς τὸ μνῆμα τῶν ἁγίων ἐλθόντες εὐξώμεθα. [14] Ταῦτα δὲ πρὸς αὐτὸν διελέγοντο, δοκιμάζοντες αὐτὸν εἰ μετέθετο, καὶ πειθήνιος αὐτοῖς μετὰ τοιαύτην ὄψιν γεγένητο. Ἀμέλει γοῦν ἐπὶ τὴν σορὸν αὐτῶν τὴν τιμίαν ἐρχόμενοι, καὶ σὺν αὐτοῖς ἀκολουθοῦντα τὸν Θεόδωρον ἔχοντες, πρὸ τοῦ φωτιστηρίου γενόμενοι, ἔνθα τὰ ζωοποιὰ Χριστοῦ κεῖνται μυστήρια, εἰσελθεῖν αὐτὸν καὶ μεταλαβεῖν προετρέποντο, Εἴσελθε, λέγοντες, σὺν ἡμῖν καὶ τῶν ἁγίων Χριστοῦ μυστηρίων μετάλαβε. [15] Ὁ δέ, Οὔ, φησίν, οὐκ εἰσέρχομαι· ἑτέρας γὰρ ἐγὼ δόξης καθέστηκα, καὶ οὐ τοῦ τῆς Ἐκκλησίας κηρύγματος· προσδοκῶ δὲ σήμερον τὴν γεννήσασαν, τὰ τῆς μεταλήψεώς μοι δῶρα κομίζουσαν. Ἀλλ’ ἔασόν με τέως, πρὸς τὸν αὐτὸν διάκονον ἔλεγεν, ὅπως ἐν ὅσῳ τὰ τοῦ μνήματος ἠνέῳκται κάνκελλα, εἰσελθὼν τὸ τῆς κανδήλας ἔλαιον δέξωμαι.

Πολλοὶ γὰρ τοῦτο τῶν οὐ κοινωνικῶν διαπράττονται, ἐν τῇ τῶν ἁγίων κανδήλᾳ καιόμενον ἔλαιον, ἀντὶ σώματος ἁγίου καὶ αἵματος Χριστοῦ τοῦ πάντων ἡμῶν Θεοῦ καὶ Σωτῆρος δεχόμενοι· μηδ’ ὃ πράττουσιν, ὡς οἶμαι, γινώσκοντες, μήτε τὸ τῆς βλάβης ἐπιστάμενοι μέγεθος. [16] Ἡγιάσθη μὲν γάρ, λέγω κἀγώ, τὸ τῆς τῶν ἁγίων κανδήλας ἔλαιον, ἀλλὰ τί τοῦτο πρὸς τὸν τοὺς ἁγίους αὐτοὺς ἁγιάζοντα; Καὶ δύναμιν αὐτὸ κατὰ νοσημάτων ἔχειν τιθέμεθα, ἀλλὰ τί πρὸς Χριστὸν τοῦ Θεοῦ σοφίαν ὄντα καὶ δύναμιν, τὸν καὶ μάρτυσιν αὐτοῖς χαρίσματα δυνάμεων νέμοντα; Λέγω δὲ καὶ τιμῆς ἄξιον ὡς ἐπάνω τῆς θήκης καιόμενον, ἀλλὰ τί πρὸς τὸν ἐπὶ τῶν Χερουβὶμ καθεζόμενον;

καὶ τί τὸ τῆς κανδήλας ἔλαιον τῶν ἁγίων παραφερόμενον, ἢ τοὺς ἁγίους αὐτοὺς τοὺς τὸ τῆς κανδήλας ἁγιάζοντας ἔλαιον; [17] Πᾶν γὰρ ὅπερ κτίσμασι τέτακται, οὐ μόνον ἐπίγειον, ἀλλὰ δὴ καὶ οὐράνιον, εἴτε Θρόνοι, εἴτε Ἀρχαί, εἴτε Ἐξουσίαι, εἴτε Κυριότητες, εἴτε Δυνάμεις ἀγγελικαί, καὶ παρὰ ταύτας ἕτεραι, εἴτε αὐτὰ Χερουβὶμ καὶ τὰ Σεραφὶμ τὰ πολυόμματα ζῶα καὶ ἑξαπτέρυγα, τὰ τῶν πολλῶν κτισμάτων πολὺ τιμιώτερα, καὶ διὰ τοῦτο Θεὸν ἐποχούμενον ἔχοντα· εἴτε τις ἐν νοητοῖς ἑτέρα κτίσις καθέστηκε, Θεῷ μὲν φανερὰ τῷ ποιήσαντι, ἡμῖν δὲ τοῖς ἀνθρώποις ἀπόκρυφος, ἀγαπητὸν ἡγεῖται καὶ εὔχεται τὸ δούλειον ἄγειν ζυγόν, καὶ δοῦλον εἶναι καὶ λέγεσθαι τοῦ Δεσποτικοῦ Χριστοῦ τοῦ Θεοῦ ἡμῶν σώματος· μὴ μὴν αὐτὸ παραβάλλεσθαι, καὶ τὸ ἴσον ἢ παρὰ μικρὸν ἀποφέρεσθαι βούλεσθαι· ὅπερ οὐδέ τις ἦν ὁ παρέχων ἐτύγχανεν λαβεῖν κατεδέξατο. [18] Τοῦτο γὰρ τοῦ ἀρχεκάκου τὸ φρόνημα, δι’ οὗ καὶ αὐτὸς τὴν ἰσότητα τὴν πρὸς τὸν Θεὸν ἁρπαγμὸν ἡγησάμενος, καὶ θρόνου ὁμοίωσιν ὑπὲρ νέφη φανταζόμενος τῆς οὐρανίου ἁψίδος, ὁ πρὶν ἑωσφόρος ἐκπέπτωκε· καὶ τοὺς ὄντας ἡμᾶς ἐν παραδείσῳ προπάτορας, εἰς φθορὰν δελεάσας κατέσπασεν.

Ταῦτα δὲ λέγομεν, οὐ τὰ τῶν εἰρημένων διορθούμενοι σφάλματα (τί γάρ μοι τοὺς ἔξω κρίνειν, ὥς φησιν ὁ Ἀπόστολος), ἀλλὰ τοὺς ἡμῶν ἀδελφοὺς ἀσφαλιζόμενοι, μήπως αὐτοὺς τοῦτο ποιοῦντας συχνότερον βλέποντες, σὺν αὐτοῖς ἀσεβήσωσιν. Ἀλλ’ ἐπὶ τὸ λειπόμενον ἡμῖν τῆς διηγήσεως ἔλθωμεν. [19] Ἀκούσαντες γοῦν οἱ μάρτυρες οἱ ὡς Ἰουλιανὸς ὁ διάκονος τῷ νοσοῦντι φαινόμενοι, ὡς τὸ τῆς αὐτῶν κανδήλας ἔλαιον βούλεται δέξασθαι, εἰς τὸν βατῆρα τὸν πρὸ τῶν κανκέλλων ὄντα τοῦ μνήματος ἵστανται, καὶ τὴν εἴσοδον αὐτῶν διεκώλυον εἰς ὄψιν γινόμενοι, καὶ εἰσιόντι προτρέχοντες, καὶ ποτὲ μὲν εἰς λαιά, ποτὲ δὲ εἰς δεξιὰν μεταβαίνοντες, καὶ τὴν εἴσοδον δι’ ἑαυτῶν ἀναφράττοντες. Ὡς δὲ πολλὰς μεταβάσεις ποιήσαντες πρὸς τὸ φωτιστήριον αὐτῶν ἀπελθεῖν καὶ τῶν Χριστοῦ μυστηρίων μεταλαβεῖν οὐκ ἔπεισαν, παρεχώρουν αὐτῷ τὴν ἐπὶ τὴν οἰκείαν σορὸν ἄγουσαν εἴσοδον. [20] Καὶ ταύτην δὲ περάσαντα τὸν Θεόδωρον, καὶ εἰσελθόντα τὸ πρόθυρον, πρὶν ἢ καταλάβοι τὰ κάνκελλα καὶ τὸ ἔλαιον δέξηται, τῶν ὄπισθεν αὐτοῦ λαβόντες ἱμάτιον στραφῆναι πρὸς αὐτοὺς παρεσκεύασαν· καὶ πάλιν αὐτῶν ἀκούειν προέτρεπον, καὶ πείθεσθαι μᾶλλον αὐτοῖς ἢ τοῖς τῆς οἰκείας προεστῶσιν αἱρέσεως. Ὡς δὲ μηδ’ οὕτω πειθόμενον ἔβλεπον, προϊέναι πρὸς τὸν τάφον ἀπέλυσαν.

Ὁ δὲ στραφεὶς ἠσφαλισμένα βλέπει τὰ τοῦ μνήματος κάνκελλα· καὶ μὴ εὑρὼν λοιπὸν τοῦ τῆς κανδήλας ἐλαίου λαβεῖν, ἀνεχώρει κατηφὴς καὶ λυπούμενος. Οἱ δὲ φιλάνθρωποι μάρτυρες μηδαμῶς ῥαθυμήσαντες, ἀλλὰ πρὸ τοῦ φωτιστηρίου προσμείναντες, πάλιν αὐτὸν ἐξιόντα τοῦ μνήματος παρεκάλουν καὶ προὔτρεπον διδασκαλίᾳ χρώμενοι καὶ πολλαῖς παραινέσεσιν. [21] Ὡς δὲ εἶδον οὕτως ἀκαμπῆ καὶ πεισθῆναι μὴ θέλοντα, τοῦτο μεθ’ ὅρκου φρικώδους εἰρηκότες ἀπέλυσαν· Μὰ τὸν Χριστὸν τὸν τοῦ Θεοῦ καὶ Πατρὸς Υἱόν, τὸν πάντων Δεσπότην καὶ Θεόν, τὸν καὶ τῆς μαρτυρικῆς στρατιᾶς βασιλεύοντα, καὶ τὴν χάριν τῶν ἰαμάτων δωρούμενον, εἰ μὴ πεισθείης ὑμῖν, καὶ μόνῃ τῇ καθολικῇ αὐτοῦ Ἐκκλησίᾳ καὶ τοῖς ἱερουργουμένοις ἐν αὐτῇ μυστηρίοις προσέλθῃς μετὰ καθαρᾶς καὶ ἁγνῆς συνειδήσεως, οὕτως ἐντεῦθεν ἀπελεύσει νοσῶν, ὥσπερ καὶ τἀνθάδε κατέλαβες, μηδὲν πρὸς ἡμῶν ὠφελούμενος.

Καὶ ταῦτα μὲν κατ’ ὄναρ ἐλέχθη τε καὶ γεγένηται. [22] Πρωΐας δὲ προϊὼν εἰς τὸ μνῆμα τῶν ἁγίων προσεύξασθαι, ὁρᾷ πρὸ τοῦ μνήματός τινα Πασχάσιον τοὔνομα, ὑπὸ πονηροῦ πνεύματος ἐνοχλούμενον· ὃς ἰδὼν τὸν Θεόδωρον, διαπρυσίῳ φωνῇ τάδε πρὸς αὐτὸν ἀπεφθέγξατο, βλοσυρὸν ἐνιδὼν καὶ τοῖς ὀδοῦσι βρυχώμενος, καὶ ὡς ἀπὸ τῶν ἁγίων τοὺς λόγους ποιούμενος· Τὸ τάχος σου τὴν ψυχὴν ἄπελθε, φώτισον, ἐπεὶ μὰ τὴν ἐνθάδε ναίουσαν δύναμιν, ὡς ἦλθες ὧδε τῇ τῆς ποδάγρας μανίᾳ κρατούμενος, οὕτως ἀναχωρεῖς μὴ τυγχάνων ἰάσεως· καὶ ταῦτά σοι λέγειν οἱ ἅγιοί μοι προστάττουσι μάρτυρες. Ὁ δὲ τούτων πρὸς τοῦ δαιμονῶντος πυθόμενος, καὶ φόβῳ ληφθείς, λαβὼν δὲ καὶ τῶν κατ’ ὄναρ ἀνάμνησιν, διὰ τὸ τῶν ῥημάτων καὶ τῆς ἀπειλῆς παραπλήσιον, εἰσελθὼν εὐθὺς εἰς τὸ φωτιστήριον τῶν Χριστοῦ μυστηρίων μετέλαβε, καὶ τὴν ψυχὴν τῇ μεταλήψει τῶν μυστηρίων ἐφώτισεν. [23] Ἐξ ἐνεργείας δὲ δαίμονος εἰς δεινὴν ῥαθυμίαν εἰσπέπτωκεν μετὰ τὴν μετάληψιν, καὶ ἐν τοῖς οἰκείοις ἑαυτὸν ἐμβαλὼν λυπούμενος στρώμασι, θᾶττον ἐκ τῆς λύπης ἀφύπνωσε.

Καὶ πάλιν βλέπει τοὺς μάρτυρας εἰς Ἰουλιανὸν τὸν διάκονον ἑαυτοὺς σχηματίσαντας, καὶ τῆς ἀθυμίας τὴν αἰτίαν αὐτὸν ἐξετάζοντας. Ὁ δέ, Ὅτι με, φησίν, οἱ ἅγιοι κοινωνῆσαι κατηνάγκασαν. Οἱ δέ, Καὶ τοῦτό σε, φασίν, ἀνιᾶν ἢ λυπῆσαι τὸ σύνολον ὤφειλε; μᾶλλον δὲ καὶ χαίρειν ἔδει σε καὶ ἀγάλλεσθαι, ἐννοοῦντα τῆς οἰκείας ψυχῆς τὴν ὠφέλειαν, καὶ τῆς ἀσθενείας τὴν ἴασιν προσδεχόμενον· πάντως δὲ ὅτι Θεοῦ τοῦτο καθέστηκε βούλευμα, οὗ χωρὶς οὐδὲν οἱ ἅγιοι διαπράττονται. [24] Καὶ τούτοις αὐτὸν τοῖς λόγοις οἱ μάρτυρες ψυχαγωγήσαντες ᾤχοντο. Ὁ δὲ στραφεὶς τῆς μητρὸς ἐμερίμνα τὴν ἄφιξιν, καὶ μάλιστα διάπερ ἔμελλε τῆς οἰκείας αἱρέσεως ἐπιφέρεσθαι λείψανα· ἥτις μετ’ οὐ πολὺ τῆς ὥρας ἀφίκετο, μηδὲν τοιοῦτο κομίζουσα, δι’ ὧν καὶ τὴν ἄφιξιν ὑπῆρχεν ἀνύσασα, οἰκονομίᾳ μαρτύρων τὴν λήθην φανερῶς ὑπομείνασα.

Ὁ δὲ μαθὼν ἥσθη μὲν πρότερον, εἶτα δὲ καὶ πάντα τῇ μητρὶ διηγήσατο, ὅσαπερ εἰς αὐτὸν ἐδράσθη τοῖς μάρτυσιν, καὶ ὡς τῇ Ἐκκλησίᾳ προσδραμεῖν ἐβιάσαντο. Καὶ οὕτω μὲν τῇ Ἐκκλησίᾳ προσέδραμεν. [25] Λέξωμεν δὲ λοιπὸν καὶ τὴν ῥῶσιν τοῦ σώματος, δι’ ὀλίγου τὸν λόγον ποιούμενοι. Μετ’ ὀλίγας τὰς ἡμέρας πάλιν ἐκάθευδε, καὶ παρεστῶτας βλέπει τοὺς μάρτυρας, καὶ συνοδεύειν αὐτοῖς ἐπιτάττοντας· ὁ δέ, φησίν, προθυμότερον εἵπετο· ᾔδει γὰρ οὐκ ἀκερδὲς τὸ τοῖς ἁγίοις συνέπεσθαι.

Ἐλθόντες οὖν εἰς ναόν τινα τέλειον, τῷ μὲν εἴδει φοβερὸν καὶ ὑπέρλαμπρον, τῷ δ’ ὕψει τῶν οὐρανῶν αὐτῶν ἐφαπτόμενον· καὶ εἴσω τούτου γενόμενοι, μεγίστην εἰκόνα καὶ θαυμασίαν ἐβλέπομεν. [26] Μέσον μὲν τὸν Δεσπότην Χριστὸν γεγραμμένον χρώμασιν ἔχουσαν, Χριστοῦ δὲ τὴν Δέσποιναν ἡμῶν τὴν Θεοτόκον καὶ Ἀειπάρθενον Μαρίαν εὐώνυμον, καὶ δεξιὸν Ἰωάννην τὸν βαπτιστὴν αὐτοῦ τοῦ Σωτῆρος καὶ πρόδρομον, τὸν ἐν κοιλίᾳ σκιρτήμασιν αὐτὸν προμηνύσαντα, ἐπεὶ καὶ λαλῶν ἔνδον ὢν οὐκ ἠκούετο, καί τινας τοῦ τῶν ἀποστόλων καὶ προφητῶν ἐνδόξου χοροῦ, καὶ τῆς μαρτυρικῆς ὁμηγύρεως· μεθ’ ὧν ἐτύγχανον καὶ αὐτοὶ Κῦρος καὶ Ἰωάννης οἱ μάρτυρες, οἳ πρὸ τῆς εἰκόνος ἱστάμενοι, τῷ Δεσπότῃ προσέπιπτον, τὰ γόνατα κάμπτοντες, καὶ τὰς κεφαλὰς εἰς ἔδαφος φέροντες, καὶ περὶ τῆς τοῦ νέου θεραπείας πρεσβεύοντες. [27] Ταῦτα δὲ ἦν τῆς πρεσβείας τὰ ῥήματα· Δέσποτα φιλάνθρωπε, κελεύεις δῶμεν καὶ τούτῳ τὴν ἴασιν; Ὡς δὲ πολλάκις εἰς γῆν προσκυνήσαντες, καὶ τοὺς τῆς ἱκετείας λόγους ἐκπέμψαντες, καὶ ὁ Δεσπότης Χριστὸς οὐκ ἐπένευε, τοῦ πρεσβεύειν παυσάμενοι, κατηφεῖς δοῦναι πρὸς ἐμέ, φησί, παραγίνονται, οὐ πολὺ μακρὰν τῆς εἰκόνος ἱστάμενον· καὶ πλησίον γενόμενοι, Ὁρᾷς, φασίν, ὡς ὁ Δεσπότης οὐ βούλεταί σοι δοῦναι τὴν ἴασιν;

Ἀλλὰ μηδὲν ἀθυμήσῃς· πάντως γὰρ καὶ πρὸς σὲ ὡς καὶ πρὸς πάντας χρηστεύσεται. Καὶ διαστάντες ὡσεὶ μικρὸν ἡμιώριον, πάλιν ἀπελθόντες ἐδέοντο, καὶ πάλιν ἄπρακτοι, φησίν, ἀνακάμπουσιν κατηφεῖς ὡς καὶ πρότερον, τοῦ Δεσπότου Χριστοῦ μὴ κελεύοντος· καὶ τὰ αὐτά μοι πάλιν ἐλθόντες εἰρήκασιν. [28] Τὸ τρίτον δὲ πορευόμενοι, Θάρσει, λέγουσιν· νῦν γὰρ πάντως τὴν χάριν λαμβάνομεν· ἀλλὰ καὶ σὺ ὥσπερ ἡμᾶς ὁρᾷς ἱκετεύοντας, σὺν ἡμῖν ἐλθὼν τὸν Δεσπότην ἱκέτευε. Καὶ πρὸς τὴν εἰκόνα τὸ τρίτον γενόμενοι, τοῖς προλαβοῦσι τρόποις ἐχρῶντο καὶ ῥήμασι· καὶ ὡς ὥραν πολλὴν ἐδεήθησαν, καὶ κάτω κείμενοι, τὸ Κελεύεις Δέσποτα, μόνον ἀνέκραζον, καὶ ὁ Χριστὸς σπλαγχνισθεὶς ὡς οἰκτίρμων ἐπένευσε, καί, Δότε αὐτῷ, πρὸς τῆς εἰκόνος ἐφθέγξατο. Καὶ χαμόθεν ἀναστάντες οἱ μάρτυρες, πρῶτον μὲν εὐχαρίστουν Χριστῷ τῷ Θεῷ ἡμῶν, ὡς τῆς δεήσεως αὐτῶν ὑπακούσαντι· ἔπειτα δὲ χαίροντες καὶ γαννύμενοι, Ἰδού, φασὶν πρὸς ἐμέ, ὁ Θεὸς τὴν χάριν ἐδωρήσατο.

Εἴσελθε γοῦν εἰς Ἀλεξάνδρειαν, καὶ ἐν τῷ μεγάλῳ τετραπύλῳ νῆστις καθεύδησον, καὶ μικρὸν τοῦ τῆς κανδήλας ἐλαίου τῆς ἄνω πρὸ τῆς τοῦ Σωτῆρος εἰκόνος ἁπτομένης λαβὼν εἰς ληκύθιον, πάλιν ἄγευστος τὰ ἐνθάδε κατάλαβε καὶ τούτῳ τοὺς πόδας ἀλειψάμενος, τῆς ὑγείας ἕξεις τὸ δώρημα. [29] Ὁ δὲ μετὰ τὸν ὄνειρον εἰς Ἀλεξάνδρειαν ἔρχεται, καὶ ἐν τῷ τετραπύλῳ κοιμώμενος, ὁρᾷ παμμεγεθέστατον δράκοντα τῶν ποδῶν ἐξερπύζοντα· καὶ πάλιν μετὰ τὴν ἔξοδον πρὸς αὐτὸν ἀνακάμπτοντα.

Ἀλλ’ ἄφνω φανέντες οἱ μάρτυρες, τὴν εἴσοδον διεκώλυσαν, καὶ ῥάβδῳ τὴν κεφαλὴν μὲν τοῦ δράκοντος ἔθλασαν, αὐτῷ δὲ θαρσεῖν διετάξαντο, καὶ μηκέτι δῆσαι τοῖν ποδοῖν ἢ ταῖν χεροῖν τὴν ἀσθένειαν. Αὐτὸς δὲ ἀναστὰς μετὰ τὴν κοίμησιν, τῆς κανδήλας λαμβάνει τὸ ἔλαιον, καὶ πρὸς τὸ τῶν ἁγίων ἔρχεται τέμενος· ἔνθα γενόμενος, ὡς ἐθεσπίσθη, τὰς χεῖρας καὶ τοὺς πόδας ἠλείψατο, καὶ παραχρῆμα τὴν νόσον ἀπέθετο, καὶ τὴν ῥῶσιν ἀπέλαβεν. [30] Ἠξιώθη δὲ μετὰ τῆς καλλίστης καὶ ἡδίστης ἰάσεως, καὶ ὧν αὐτῷ πεισθέντι δωρεῶν ἐπηγγείλαντο· ὑπὲρ ὧν ἁπάντων εὐχαριστῶν δουλεύει σπουδαίως τοῖς μάρτυσιν· οὓς καὶ ἡμεῖς ἀνυμνήσαντες ἐπ’ ἄλλην αὐτῶν θαυματουργίαν μετέλθωμεν.